Παρασκευή 13 Ιανουαρίου 2017

Βίος και πολιτεία του μακαρίου Συμεών του Στυλίτου


Βιος και πολιτεια του μακαρίου Συμεών του Στυλίτου
Ξένον καὶ παράδοξον μυστήριον γέγονεν ἐν ταῖς ἡμέραις ἡμῶν.

ἔδοξεν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἐλαχίστῳ Ἀντονίῳ γράψαι εἰς ὃ καταλαμβάνω. ὠφελείας γὰρ καὶ κατανύξεως πε πλήρωται τὸ σύνταγμα. ὅθεν παρακαλῶ κλίνατε τὸ οὖς ὑμῶν καὶ ἀκούσατε εἰς ἅπερ καταλαμβάνω. Ὁ ἐν ἁγίοις καὶ μακαριώτατος Συμεὼν νήπιος ὢν τῇ ἡλικίᾳ ἐποίμαινεν τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ καθ᾽ ὃν τρόπον καὶ ὁ προφήτης Δαβίδ· κατὰ δὲ ἁγίαν κυριακὴν εἰσῄει ἐν τῇ ἐκκλησίᾳ πρὸς τὰ λόγια τοῦ θεοῦ καὶ ἡδέως ἐπηκροᾶτο τῶν ἁγίων γραφῶν μὴ γινώσκων τὸ τί ἤκουεν. εἰς ἡλικίαν δὲ προβαίνων καὶ νυττόμενος ὑπὸ τοῦ λόγου τοῦ θεοῦ ἀπέρ χεται ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ ἀκούων τοῦ ἀποστόλου ἀναγινωσκομένου ἐρωτᾷ τινα γέροντα· Εἰπέ μοι, πάτερ, τί ἐστιν ὃ ἀναγινώσκει. λέγει αὐτῷ ὁ πρεσβύτης· Περὶ ἐγκρατείας ψυχῆς. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Τί ἐστιν ἐγκράτεια ψυχῆς; λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, τί με ἐρωτᾷς; ὁρῶ γάρ σε τῇ ἡλικίᾳ νέον, τὸ δὲ φρόνημα γηράλαιον κεκτη μένον. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐκ ἐκπειράζω σε, πάτερ· ἀλλὰ ξενίζομαι εἰς τὸ τῆς λέξεως ὄνομα. λέγει αὐτῷ ὁ πρε σβύτης· Ἐγκράτεια σωτηρία ἐστὶν ψυχῆς ὁδηγοῦσα εἰς φῶς εἰσάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Δίδαξόν με, τίμιε πάτερ, ἃ λέγεις, διότι ἰδιώτης εἰμί. Λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, ἐάν τις νηστεύῃ τῷ θεῷ ἀδιαλείπτως καὶ τὰς εὐχὰς πάσας μετὰ ἐπιεικείας ἀποδί δωσιν αὐτῷ, τοῦτ᾽ ἔστιν τρίτην ὥραν εὐχὴν μίαν, ὁμοίως, καὶ ἕκτην, ἐννάτην καὶ δωδεκάτην καὶ τούτων τὰ ἀκόλουθα· καθὼς καὶ ἐν τοῖς μοναστηρίοις ἐπιτελοῦνται. εἰ οὖν οἶδας, τέκνον, τί ἤκουσας, λόγισαι ταῦτα ἐν τῇ καρδίᾳ σου· δεῖ γάρ σε καὶ πεινάσαι καὶ διψῆσαι καὶ ὑβρισθῆναι καὶ κολαφισθῆναι καὶ ὀνειδισθῆναι, ἀναστενάξαι καὶ κλαῦσαι καὶ θλιβῆναι καὶ ἀνομαλῆσαι, ὑγιᾶναι καὶ ἐπιθυμῆσαι ἀποτάξασθαι καὶ ταπει νωθῆναι καὶ πολλὰ παθεῖν παρὰ ἀνθρώποις, καὶ οὕτως παρα κληθῆναι παρὰ ἀγγέλων· ἰδὲ ἤκουσας ταῦτα πάντα, ὁ κύριος τῆς δόξης δῴη σοι νοῦν ἀγαθὸν πρὸς τὴν αὐτοῦ θέλησιν.



Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Συμεὼν ἐξῆλθεν τῆς ἐκκλησίας καὶ ἀπέρχεται εἰς ἔρημον τόπον καὶ τίθησιν ἑαυτὸν ἐπὶ πρόσωπον ἡμέρας ἑπτὰ κλαίων καὶ εὐχόμενος τῷ θεῷ μήτε βρώσεως μήτε πόσεως μεταλαμβάνων. καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας ἀναστὰς δρομαίως ἔρχεται εἰς μοναστήριον. καὶ πίπτει εἰς τοὺς πόδας τοῦ ἀρχιμανδρίτου κράζων καὶ λέγων· Ἐλέησόν με, πάτερ, ταπεινὸν καὶ ταλείπωρον ἄνθρωπον καὶ σῶσον ψυχὴν ἀπολλυμένην καὶ ἐπιποθοῦσαν δουλεύειν τῷ θεῷ. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τίς εἶ καὶ πόθεν; καὶ τί τὸ ὄνομά σου; καὶ πόθεν ἐλήλυθας; 〈λέγει ὁ μακάριος Συ μεών· Τῷ μὲν γένει ἐλεύθερος, τὸ δὲ ὄνομα Συμεών, τὸ δὲ πῶς ἐλήλυθα ἐνταῦθα ἢ ποίων γονέων ὑπάρχω μή με ἐρώτα, δέσποτα, δέομαί σου, ἀλλὰ ἐξαγόρασον σεαυτῷ μίαν ψυχὴν ἀπολλυμένην. ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἤγειρεν αὐτὸν ἐκ τοῦ ἐδάφους καὶ λέγει αὐτῷ ὁ〉 ἀρχιμανδρίτης· Εἰ ἀπὸ θεοῦ εἶ, ὁ κύριός σε φυλάξει ἀπὸ παντὸς πονηροῦ καὶ δολίου πράγματος καὶ ἔσῃ πᾶσιν ποιῶν τὴν ὑπηρεσίαν, ἵνα παρὰ πάντων ἀγαπηθῇς. Οἱ δὲ γονεῖς αὐτοῦ οὐκ ἐπαύοντο κλαίοντες καὶ ζητοῦν τες αὐτόν· ὁ δὲ ἅγιος διῆγεν ἐν τῷ μοναστηρίῳ δουλεύων τοῖς πᾶσι καὶ ἀγαπώμενος ὑπὸ πάντων καὶ πληρῶν τὸν κανόνα τοῦ μοναστηρίου. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθὼν τοῦ μοναστηρίου εὑρίσκει ἐπάνω τοῦ φρέατος σίτλαν, ὅθεν τὸ ὕδωρ ἤντλουν, ἔχουσαν σχοινίον· καὶ λύσας τὸ σχοινίον ἀπέρχεται εἰς ἰδιάζοντα τόπον καὶ φασκιοῖ ἑαυτὸν ἐν ὅλῳ τῷ σώματι αὐτοῦ· καὶ ἐνδύεται ἐπάνω τοῦ σχοινίου στιχάριν τρίχινον καὶ εἰσῆλθεν ἐν τῷ μοναστηρίῳ καὶ λέγει τοῖς ἀδελφοῖς· Ἐξῆλθον ἀντλῆσαι ὕδωρ καὶ τὸ σχοινίον οὐχ εὗρον ἐν τῇ σίτλᾳ. λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Σιώπα, μηδεὶς μάθῃ τῷ ἀρχιμανδρίτῃ. καὶ οὐδεὶς ᾔδει ὅτι ἔσωθεν ἦν πεφασκιωμένος τὸ σχοινίον. ἔμεινεν οὖν ἕως ἐνιαυτοῦ ἑνὸς καὶ πλεῖον ἔχων τὸ σχοινίον ἐν τῇ σαρκὶ αὐτοῦ ἐνειλιγμένον καὶ κατέφαγεν τὰς σάρκας αὐτοῦ, ὥστε σκεπασθῆναι τὸ σχοινίον ἀπὸ τῶν σεσημμένων σαρκῶν τοῦ δικαίου, καὶ ἀπὸ τῆς δυσωδίας αὐτοῦ οὐκ ἐδύνατό τις ἔγγιστα αὐτοῦ στῆναι, καὶ οὐδεὶς ἔγνω τὸ μυστήριον. ἡ δὲ κοίτη αὐτοῦ ἐπληροῦτο σκωλήκων, καὶ οὐ δεὶς ᾔδει τὸ γεγονός. Ἐλάμβανεν δὲ τὴν τροφὴν αὐτοῦ καὶ ἐδίδου αὐτὴν πτωχοῖς μηδενὸς εἰδότος. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξέρχεταί τις τῶν μοναχῶν καὶ εὑρίσκει αὐτὸν διδόντα τὸν ἄρτον αὐ τοῦ καὶ τὸ ὄσπριον ὃ ἐλάμβανεν πτωχοῖς. πάντες δὲ ἐνή στευον ἕως ἑσπέρας, ὁ δὲ ἅγιος Συμεὼν ἀπὸ κυριακῆς εἰς κυριακὴν ἐγεύετο. εἰσελθὼν δὲ εἷς τῶν μοναχῶν διέβαλλεν αὐτὸν τῷ ἀρχιμανδρίτῃ λέγων· Δέομαι τῇ ἁγιοσύνῃ σου· ὁ ἄνθρωπος οὗτος καταλῦσαι θέλει τὸ μοναστήριον ἤτοι τὸν κανόνα ὃν παρέδωκας ἡμῖν. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Πῶς θέλει καταλῦσαι τὸν κανόνα; λέγει αὐτῷ ὁ μοναχός· Ἡμεῖς ἕως ἑσπέρας παρελάβομεν νηστεύειν, οὗτος δὲ ἀπὸ κυριακὴν εἰς κυριακὴν ἐσθίει καὶ τὸν ἄρτον αὐτοῦ, ὃν λαμβάνει, καὶ τὸ ὄσπριον κρυφέως δίδωσι πτωχοῖς καθ᾽ ἑκάστην ἡμέραν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀπὸ τοῦ σώματος αὐτοῦ δυσωδία ἀνέρχεται ἀφόρητος, ὡς μὴ δύνασθαι ἔγγιστα αὐτοῦ στῆναί τινα· καὶ ἡ κοίτη αὐτοῦ σκωλήκων πεπλήρωται, καὶ ἡμεῖς οὐ δυνάμεθα ὑπενεγκεῖν· Ἀλλ᾽ εἰ βούλει, τοῦτον ὧδε ἔχε καὶ ἡμεῖς ἀναχωροῦμεν, ἢ ἀπόλυσον αὐτὸν ἀπελθεῖν, ὅθεν ἦλθεν.


Ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἔκθαμβος ἐγένετο, καὶ καταμανθάνει τὴν κοίτην αὐτοῦ, καὶ εὑρίσκει αὐτὴν πεπλη ρωμένην σκωλήκων, καὶ ἐκ τῆς δυσωδίας οὐκ ἠδύνατο στῆναι ἐκεῖ. Καί φησιν ὁ ἀρχιμανδρίτης· Ἰδοὺ καὶ ὁ νέος Ἰώβ. Καὶ κρατήσας αὐτὸν λέγει αὐτῷ· Τί ταῦτα ἐποίησας, ἄνθρωπε; πόθεν ἡ δυσωδία σου αὕτη, τί πλανᾷς τοὺς ἀδελφούς, τί καταλύεις τὸν κανόνα τοῦ μοναστηρίου; ἦ φάντασμα ὑπάρ χεις; ἀλλαχοῦ ἄπελθε καὶ ἀπόθανε χωρὶς ἡμῶν· διὰ σοῦ τάχα ἦλθον πειρασθῆναι ὁ ἄθλιος ἐγώ; εἰ γὰρ ἦς σὺ ἀνὴρ ἀληθὴς ἐκ γονέων συνετῶν, ἀπήγγειλες ἂν ἡμῖν, τίς ἦν ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ τὸ γένος σου, καὶ πόθεν ἦλθες ὧδε; ταῦτα ἀκούσας ὁ ἅγιος κάτω προσέχων πρὸς τὴν γῆν ἐσιώπα μηδὲν λέγων, καὶ ἐκ τῶν δακρύων αὐτοῦ ἐπληροῦτο ὁ τόπος, ἐν ᾧ ἵστατο· ἐπὶ πολὺ δὲ ἐμμανὴς γενάμενος ὁ ἀρχιμανδρί της λέγει τοῖς μοναχοῖς· Ἀποδύσατε αὐτόν, ὅπως ἴδωμεν ἡ δυσωδία πόθεν αὕτη. Ἠβουλήθησαν οὖν ἀποδῦσαι αὐτὸν καὶ οὐκ ἠδυνήθησαν· κεκολλημένον γὰρ ἦν τὸ ἱμάτιον αὐτοῦ ἀπὸ τῆς σαπείσης σαρκός. Ἐπὶ τρεῖς οὖν ἡμέρας οὐκ ἐπαύοντο διαβρέχοντες αὐτὸν ὕδατι χλιαρῷ σὺν ἐλαίῳ, καὶ οὕτως μετὰ πολλῆς ὀδύνης ἠδυνήθησαν ἀποδῦσαι αὐτὸν, ὥστε σὺν τῷ ἱματίῳ ἀποδαρῆναι τὴν σεσημμένην σάρκα αὐτοῦ, καὶ εὑρίσκουσι τὸ σχοινίον περι πεπλεγμένον ἐν τῷ σώματι αὐτοῦ, ὡς μὴ φαίνεσθαί τι ἐξ αὐ τοῦ, εἰ μὴ μόνον τὰς ἀρχὰς τοῦ σχοινίου· τῶν δὲ σκωλή κων τῶν ὄντων ἐν αὐτῷ οὐκ ἦν εἰκασμός· τότε ἔκθαμβοι ἐγένοντο ἐπ᾽ αὐτὸν πάντες οἱ μοναχοὶ ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην, καὶ διελογίζοντο ἐν ἑαυτοῖς, τὸ πῶς καὶ ποῖον μηχάνημα ποιήσαντες ἀροῦσι τὸ σχοινίον ἀπ᾽ αὐτοῦ· ὁ δὲ ἅγιος Συμεὼν ἔκραζε λέγων· Συγχωρήσατέ μοι, κύριοί μου ἀδελφοί, ἐάσατέ με ἀποθανεῖν οὕτως τὸν κύνα τὸν ὄζοντα, κατὰ γὰρ τὰς πράξεις μου οὕτως ὤφειλον καὶ κριθῆναι· πᾶσα γὰρ ἀδικία καὶ πλεονεξία σὺν ἐμοὶ γεγένηται, ἐγὼ γάρ εἰμι τὸ πέλαγος τῶν ἁμαρτιῶν. οἱ δὲ μοναχοὶ καὶ ὁ ἀρχιμανδρίτης ἔκλαιον ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην· καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Οὔπω τυγχάνεις ἐνιαυτῶν δέκα καὶ ὀκτὼ καὶ ποίας ἁμαρτίας ἔχεις; λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Ὁ προφήτης Δαβὶδ λέγει·


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου