Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου
Ἄλλο θαῦμα φοβερὸν καὶ ἔνδοξον ἀκούσατε.
Ἐν τῷ τόπῳ, ἐν ᾧ ἦν ὁ ἅγιος, ὕδωρ οὐκ ἐφαίνετο. καὶ τὸ πλῆθος τῶν ζῴων καὶ τῶν ἀνθρώπων ἠπώλετο τῶν ἐρχομένων ἐν τῷ τόπῳ τοῦ ἁγίου Συμεών. καὶ ποιήσας εὐχὴν ὁ ἅγιος ἐπὶ ἡμέρας ἑπτὰ οὐκ ἐλάλησέν τινι, ἀλλ᾽ ἦν κεκλικὼς τὰ γόνατα καὶ εὐχόμενος, ὡς νομίζειν πάντας ὅτι ἤδη τέθνηκεν. καὶ περὶ ὥραν πέμπτην τῆς ἑβδόμης ἡμέρας ἐξαίφνης ἀνέβλυσεν ὕδωρ ἀπὸ ἀνατολῶν τῆς μάνδρας αὐτοῦ, καὶ ὀρύξαντες ηὗρον τύπον σπηλαίου πεπληρωμένον ὕδατος. καὶ ᾠκοδόμησαν ἐν αὐτῷ στόματα ἑπτά. καὶ πάντες ἐδόξαζον τὸν θεὸν τοῦ οὐ ρανοῦ καὶ τῆς γῆς. [Βασίλισσα δέ τις τῶν Σαρακηνῶν στεῖρα ὑπάρχουσα ἀπῆλθεν δεομένη αὐτοῦ διὰ τὸ τεκεῖν αὐτήν. ὠνειδίζετο γὰρ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς καθ᾽ ἑκάστην ἡμέραν καὶ πολλὰ προσ πίπτουσα καὶ δεομένη ἐπὶ ἱκανὰς ἡμέρας 〈ἦν〉 προσκαρτεροῦσα ἐπὶ τοῦ στύλου τοῦ ἁγίου Συμεῶνος. ἐδήλωσεν οὖν αὐτὴν ὁ ἅγιος· Ἄπελθε εἰς τὸν οἶκόν σου καὶ ἔχει ὁ κύριος τὰ συμ φέροντά σοι παρασχεῖν. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς συνεγένετο τῷ ἀνδρὶ αὐτῆς καὶ παραχρῆμα συνέλαβεν. καὶ ἔτεκεν θυγατέραν. καὶ ἐπὶ ἐνιαυτοὺς πέντε οὔτε ἐλάλει οὔτε περιεπάτει. καὶ ἔρχεται μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῦ τέκνου αὐτῆς προσκλαίουσα, καὶ ἀποκριθεὶς ὁ ἅγιος Συμεὼν εἶπεν αὐτοῖς·
Παραμείνατε καὶ ἔχει ὁ θεὸς βοηθῆσαι. ὡς δὲ ἐποίησαν ἡμέρας ἑπτὰ οὐδὲν εὐεργετοῦντο καὶ λελυπημένοι ἀνεχώρουν λέγοντες ὅτι Πάντως οὐκ ἠθέλησεν ὁ κύριος ἰάσα σθαι αὐτήν. ὁδευόντων δὲ αὐτῶν καὶ ἀπελθόντων οὐκ ὀλίγῳ στρέφονται ἰδεῖν τὸν κίονα τοῦ ἁγίου Συμεῶνος. καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτῶν ἐξαίφνης ἀνέκραξεν λέγουσα· Δόξα σοι ἅγιε Συμεών. καὶ θεασάμενοι οἱ γονεῖς τοῦ παιδίου ἐδόξασαν τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος. Ἕτερον δὲ μυστήριον ἀκούσατε. ἐν μιᾷ τῶν ἡμερῶν στρατιωτῶν ὁδευόντων, γυνή τις ἐκ πολλῆς ἐπιθυμίας ἐλθοῦσα ἰδεῖν τὸ πρόσωπον τοῦ ἁγίου Συμεῶνος προφάσει ποίᾳ ἰδέ σθαι αὐτόν· ἐμηχανᾶτο τοίνυν ἀνδρὸς σχῆμα ἀναλαβεῖν καὶ ἰδέ σθαι αὐτόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἶδεν στρατιώτας ἱκανοὺς ἀπερχομένους πρὸς τὸν ἅγιον εὔξασθαι. καὶ ἀναλαβομένη τὸ στρατιωτικὸν σχῆμα καὶ αὐτὴ συνωδοιπόρει αὐτοῖς. καὶ φθά σαντες παρὰ τὸν τόπον, ὅπου ἦν ὁ στύλος τοῦ ἁγίου Συμεῶνος, λέγει τοῖς σὺν αὐτῷ στρατιώταις· Ἀδελφοί, εἰ βούλεσθε, κατα λείψαντές μοι τὰ ζῷα ὑμῶν εἰσέλθατε καὶ εὐλογήθητε παρὰ τοῦ δικαίου, καὶ ὅταν ἐξέλθητε πάλιν εἰσέρχομαι κἀγώ, ὅπως ἀξιωθῶ εὐλογηθῆναι παρὰ τοῦ δικαίου. εἰσελθόντων δὲ αὐ τῶν καὶ προσκυνησάντων αὐτῶν λέγει αὐτοῖς ὁ ἅγιος Συ μεών· Εἷς στρατιώτης ἐξ ὑμῶν κατελείφθη ἔξω. οἱ δὲ εἶπον αὐτῷ· Ναὶ δέσποτα· ζῷα ἡμῶν φυλάττει. καὶ ἀποκριθεὶς ὁ δίκαιος εἶπεν αὐτοῖς· Ἐξελθόντες εἴπατε αὐτῷ· Μὴ σκύλλου, εἰσηκούσθης γὰρ καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. οἱ δὲ ἐξελ θόντες ἐπυνθάνοντο παρακαλοῦντες αὐτὸν ὅτι Τί σοι ἀγαθὸν πέπρακται παρὰ τῷ θεῷ; ἰδοὺ γὰρ εἶπεν ἡμῖν ὁ δίκαιος ὅτι Εἴπατε τῷ μεθ᾽ ὑμῶν στρατιώτῃ τῷ ἀπομείναντι ἔξω· μὴ σκύλλου, εἰσηκούσθη γὰρ ἡ δέησίς σου καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς·
Ὁμολογῶ ὑμῖν, ἀδελ φοί, γυνή εἰμι καὶ ἐκ πολλῆς ἐπιθυμίας εἶχον ἰδέσθαι τὸν δί καιον, ἐπειδὴ ἁμαρτωλὸς ὑπάρχω. καὶ ἀκούσαντες οἱ στρα τιῶται ἐξεπλήττοντο εὐλογοῦντες τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος καὶ ἐπορεύοντο ἐν εἰρήνῃ. Ἄλλο δὲ μυστήριον ἐὰν ἀκούσῃς. παραγενομένου πλή θους ἱκανοῦ † κατὰ τὸ ἔθος μετὰ θυμιάματος κράζων αὐτῷ· Δοῦλε τοῦ θεοῦ, ὁ λαὸς τὴν εὐλογίαν σου προσκαρτερεῖ δέ ξασθαι, κέλευσον ἀπόλυσον αὐτούς, ἰδοὺ γὰρ πολλὴν ὥραν ἔχουσιν προσκαρτεροῦντες, καὶ οὐδεμίαν ἀπόκρισιν ἐλάμβανον. οὐδὲ γὰρ παρῆν τὸ πνεῦμα αὐτοῦ. ἐν δὲ τῷ κράζειν με αὐ τὸν ἐπιμόνως καὶ μὴ λαμβάνειν ἀπόκρισιν ἤρξατο ὁ διάκων ὀδύρεσθαι ἄνω παρὰ τὸν κίονα νομίσας ὅτι ἀπέθανεν. καὶ θεασάμενον τὸ πλῆθος τοῦ λαοῦ ἤρξατο στρεγγίζειν καὶ κό πτεσθαι κοπετὸν μέγαν πενθοῦντες τὰς ἁμαρτίας αὐτῶν. καὶ ὡς μετὰ ὥραν ἱκανὴν πάλιν ὑπέστρεψεν τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, καὶ ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοί, πλοῖον μέγα ἐν τῇ θαλάσσῃ ἐχειμάζετο σφοδρῶς τῇ ὥρᾳ ταύτῃ, ἔχον[τα] ὡς τριακοσίας ψυχάς· καὶ ἔκραξαν πᾶσαι αἱ ψυχαὶ παρακαλοῦσαι τὸν δεσπότην θεόν. καὶ κράζοντές μοι μεθ᾽ ὅρκων φρικτῶν καὶ θεασάμενος τὸ συμβαῖνον αὐτοῖς παρεκάλεσα τὸν ἀεὶ μακρο θυμοῦντα θεὸν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν τὴν θάλασσαν κατα πραῧναι, καὶ δεδωκὼς αὐτοῖς χεῖρα ἀπέσωσα ἅπαντας. καὶ ἀκούσαντες τὸ μυστήριον τὰ πλήθη τοῦ λαοῦ ἐδόξαζον τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος. καὶ εὐλογήσας αὐτοὺς ὁ δίκαιος ἀπέλυσεν ἐν εἰρήνῃ. Ὄφεως θηλείας ἐξῆλθεν φῦμα μέγα καὶ ἐκ τῶν ἀλγη δόνων αὐτῆς ἀπῄει ἐπὶ μίλιον ἕν. καὶ συναλγήσας ὁ ἄρρεν τοῖς πόνοις αὐτῆς λαβὼν τὴν θήλειαν αὐτοῦ ἤρχοντο πρὸς τὸν κύριν Συμεῶνα καὶ φθάσαντες παρὰ τὸν στύλον ἐχωρίσθη σαν ἀλλήλων. ἡ γὰρ θήλεια μὴ τολμῶσα ὀφθῆναι τῷ δικαίῳ ἀπῆλθεν εἰς τὸ μέρος τῶν γυναικῶν, ὁ δὲ ἄρρεν εἰσελθὼν μεταξὺ τοῦ πλήθους ἐκείνου προσεκύνει τῷ στύλῳ ἄνω κάτω ποιῶν τὴν κεφαλὴν αὐτοῦ καὶ δεόμενος τῷ δικαίῳ. θεασάμενοι δὲ οἱ ὄχλοι τὸ παμμεγεθὲς τοῦ ὄφεως ἔφυγον ἀπ᾽ αὐτοῦ. καὶ ἰδὼν ὁ ἅγιος Συμεὼν εἶπεν τοῖς ὄχλοις· Μὴ φεύγετε, ἀδελφοί, ὄντως γὰρ εὐχὴν ἔχων ἦλθεν ὧδε. ἡ γὰρ θήλεια αὐτοῦ ἀσθε νεῖ σφόδρα καὶ εἰς μέρος τῶν γυναικῶν ἀπῆλθεν. καὶ λέγει τῷ ὄφει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου