Παρασκευή 13 Ιανουαρίου 2017

Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς


Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς

 καὶ ἡνίοχος τῶν Χερουβίμ, ὁ ὁδηγήσας τὸν Ἰωσήφ, ὁ δυνα στεύσας τὸν προφήτην σου Δαβὶδ κατὰ τοῦ Γολιάδ, ὁ τὸν Λάζαρον ἐγείρας τετραήμερον ἐκ νεκρῶν, ἐξέγειρον τὴν δεξιάν σου καὶ δέξαι ἐν εἰρήνῃ τὴν ψυχὴν τῆς δούλης σου. καὶ εὐχο μένου αὐτοῦ τὸ ἅγιον αὐτῆς λείψανον ἐκινεῖτο καὶ ἐμειδίασεν τῇ ὄψει, πάντες δὲ οἱ θεωροῦντες ἐξεπλήττοντο καὶ ἐδόξαζον τὸν θεόν· καὶ κηδεύσαντες αὐτὴν ἔθαψαν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, ἵνα, καθὼς εὔχεται, μνημονεύει αὐτήν. Ἄλλο ξένον καὶ παράδοξον ἀκούσατε μυστήριον· τινὲς ἤρχοντο εἰς εὐχὴν ἀπὸ μήκου πολλοῦ, καὶ ἀπαντᾷ αὐτοῖς ἔλαφος βοσκομένη, ἔχουσα ἐν γαστρί, καὶ λέγει εἷς ἐξ αὐτῶν τῇ ἐλάφῳ· Ὁρκίζω σε κατὰ τῆς δυνάμεως τοῦ ὁσίου Συμεών, στῆθι, ἵνα σε κρατήσω. καὶ εὐθέως ἔστη ἡ ἔλαφος, καὶ κρατήσας αὐτὴν ἔσφαξεν καὶ ἔφαγον τὰ κρέη αὐτῆς· τὸ δὲ δέρμα ἔμενεν· καὶ εὐθέως ἐκωλύθη ἡ ὁμιλία αὐτῶν, καὶ ἤρξαντο βληχᾶσθαι ὡς τὰ ἄλογα, καὶ δρομαῖοι ἔρχονται καὶ προσπίπτουσιν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ δεόμενοι τυχεῖν θεραπείας, τὸ δὲ δέρμα τῆς ἐλάφου ἐπλήρωσαν ἀχύρῳ καὶ πρὸς ἐπίγνωσιν πολλῶν ἀνθρώπων ἐτέθη τὸ δέρμα χρόνον ἱκανόν, οἱ δὲ ἄνδρες ποιήσαντες χρόνον ἱκανὸν ἐν μετανοίᾳ καὶ θεραπευθέντες ἀνεχώρησαν εἰς τὰ ἴδια. Ἄλλο ξένον καὶ θαυμαστὸν ἀκούσατε· γυνή τις διψῶσα διὰ τῆς νυκτὸς ἠθέλησεν πιεῖν ὕδωρ· ἐπιλαβομένη δὲ τὴν κάλπιν τοῦ ὕδατος συμπίνει ἅμα τοῦ ὕδατος ὄφιν μικρόν, καὶ τραφεὶς ἐν τῇ κοιλίᾳ αὐτῆς ἐγένετο μέγας, καὶ ἐγένετο τὸ πρόσωπον αὐτῆς ὡς εἰδέα χόρτου χλωροῦ, καὶ πολλοὶ ἰατροὶ ἦλθον, ἵνα θεραπεύσωσιν αὐτὴν καὶ οὐκ ἠδυνήθησαν· γνόντες δὲ οἱ ἐν τῷ οἴκῳ αὐτῆς τὰ θαυμάσια καὶ τὰς ἰάσεις, ἃς ἐποίει ὁ ἅγιος τοῦ θεοῦ Συμεών, λαβόντες αὐτὴν ἀπήγαγον πρὸς τὸν ἅγιον καὶ ἀναγγέλλουσιν αὐτῷ πάντα τὰ περὶ αὐτὴν καὶ κελεύει αὐτοῖς λέγων· 



Βάλετε ἐν τῷ στόματι αὐτῆς ἐκ τοῦ ὕδατος τούτου καὶ ἐκ τῆς πηγῆς ταύτης. καὶ ποιήσαντες οὕτως κατὰ τὸ προσταχθέν, ἐκινήθη τὸ θηρίον ἔμπροσθεν πάντων, καὶ ῥήσσει ἑαυτὴν χαμαί, καὶ ἐξέρχεται καὶ ἀποθέ μενον τὴν κεφαλὴν αὐτοῦ ἀναμέσον τῶν 〈καγ〉κελλίων ἐψό φησεν, καὶ πάντες ἐδόξαζον τὸν θεόν. Ἤλλαξαν δὲ τὸν στύλον αὐτοῦ ποιήσαντες αὐτὸν πηχῶν τεσσαράκοντα, καὶ διεφημίσθη εἰς ὅλην τὴν οἰκουμένην. ὅθεν τὸ πλῆθος τῶν Σαρακηνῶν παρεγένοντο πρὸς αὐτὸν τῇ πίστει φλεγόμενοι, καὶ κατένυξεν αὐτοὺς εἰς τὸν φόβον τοῦ θεοῦ. ὁ οὖν μισάνθρωπος διάβολος ἔχων ἔθος πειράζειν τοὺς ἁγίους καὶ καταπατεῖσθαι ὑπ᾽ αὐτῶν ἐπήγαγεν πληγὴν ἐπὶ τὸν μηρὸν αὐτοῦ καθ᾽ ὃν τρόπον τοῦ μακαρίου Ἰώβ, ἄλγος τῆς λεγομένης πανούκλας, καὶ συνεσάπη ὁ μηρὸς αὐτοῦ καὶ εἰς ἕνα πόδα λοιπὸν ἵστατο ἐπὶ διετεῖ χρόνῳ. σκώληκες δὲ ἀνείκαστοι ἐκ τοῦ μηροῦ αὐτοῦ ἔπιπτον ἐπὶ τῆς γῆς, ὅθεν ἄλλο οὐκ εἶχον ἔργον οἱ ἔγγιστα αὐτοῦ εἰ μὴ μόνον συλλέγειν αὐτὰ καὶ ἀναφέρειν εἰς τὸν τόπον ὅθεν ἀπέπιπτον, τοῦ ἁγίου λέγοντος·


Φάγετε, ὅθεν ἔδωκεν ὑμῖν ὁ κύριος. Κατὰ δὲ βούλησιν θεοῦ γίνεται τὸν βασιλέα τῶν Σαρακηνῶν ἐλθεῖν εἰς εὐχὴν πρὸς αὐτόν, καὶ ἅμα εἰσῆλθεν ἔγγιστα τοῦ στύλου εὐλογηθῆναι παρ᾽ αὐτοῦ τοῦ ἁγίου Συ μεὼν ἰδὼν αὐτὸν ὁ ἅγιος τοῦ θεοῦ ἤρξατο αὐτὸν νουθετεῖν. καὶ ὁμιλούντων αὐτῶν πίπτει σκώληξ ἐκ τοῦ μηροῦ αὐτοῦ, καὶ τίθησιν τὸν νοῦν ὁ βασιλεὺς, οὐ μέντοι εἰδώς, τί ἦν τὸ πεσόν, καὶ δραμὼν ἁρπάζει αὐτό. καὶ τίθησιν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἰς τὴν καρδίαν καὶ ἐξέρχεται ἔξω κατ έχων αὐτὸ ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ὁ ἅγιος δηλοῖ αὐτῷ λέ γων· Εἴσελθε ἀπόθες ὃ ἐπῆρες, βάρος ἐμοὶ τῷ ἁμαρτωλῷ προσφέρεις. σκώληξ ἐστὶν ὄζων ἐκ σαρκὸς ὀζομένης. τί τὰς χεῖράς σου ἀφανίζεις τίμιος ἀνὴρ ὑπάρχων; καὶ ταῦτα εἰπόν τος τοῦ δικαίου εἰσέρχεται ὁ Σαρακηνὸς καὶ λέγει αὐτῷ· Τοῦτό μοι ἔσται εἰς εὐλογίαν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἁπλώσας αὐτοῦ τὴν χεῖρα ἦν μαργαρίτης τίμιος ἐν τῇ χειρὶ αὐτοῦ. καὶ θεασάμενος αὐτὸν ἤρξατο δοξάζειν τὸν θεὸν καὶ λέγει τῷ δικαίῳ· Ἰδοὺ ὃν εἶπες ὅτι σκώληξ ἐστίν, μαργαρίτης ὑπάρχει εἴ τις τιμὴν οὐκ ἔχει, δι᾽ οὗ ἐφώτισέν με ὁ κύριος. καὶ μετὰ ταῦτα ἀκούσας ὁ ἅγιος λέγει αὐτῷ· Ὡς ἐπίστευσας γενηθήτω σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου οὐ μόνον δὲ σοί, ἀλλὰ καὶ τοῖς τέκνοις σου. καὶ εὐλογηθεὶς ὁ βασιλεὺς τῶν Σαρακηνῶν ἀπῆλθεν εἰς τὰ ἴδια χαίρων ἐν εἰρήνῃ. Ἄλλο μυστήριον ἀκούσατε. ἐν τῷ ὄρει, ἐν ᾧ ἵσταται, τῷ ἐξ ἀνατολῶν δράκων παρέμενεν μέγας. ὅθεν οὔτε βοτάνη ἀνήρχετο ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ συνέβη τῷ δράκοντι ἐκείνῳ ἐν τῷ ἐκβαίνειν αὐτὸν τοῦ καταψύξαι, ξύλον εἰσελθεῖν ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, καὶ ἐπὶ χρόνον ἱκανὸν ἐκ τοῦ πόνου τὸν συρισμὸν αὐτοῦ οὐδεὶς ἠδύνατο ὑποφέρειν. ἐν μιᾷ τῶν ἡμε ρῶν οὖν ἐξέρχεται ὁ δράκων ἐκ τοῦ φωλεοῦ αὐτοῦ συρόμενος καὶ ἔρχεται πάντων ὁρώντων καὶ τίθησιν ἑαυτὸν εἰς τὰ πρό θυρα τῆς μάνδρας. καὶ ἐξαίφνης ἀνεῴχθη αὐτοῦ ὁ ὀφθαλμὸς καὶ ἐξέρχεται τὸ ξύλον ἀπὸ τοῦ ὀφθαλμοῦ αὐτοῦ, καὶ ἐποίησεν ἐκεῖ ἡμέρας τρεῖς, ἕως οὗ ἀπεκατεστάθη ὑγιής. καὶ οὕτως ἀπῆλθεν ἐν τῷ τόπῳ αὐτοῦ πάντων ὁρώντων μηδένα ἀδι κήσας, ἀλλ᾽ ὡς πρόβατον οὕτως ἔκειτο εἰς τὸ πρόθυρον τοῦ δικαίου, καὶ πάντες ἐσῄεσαν καὶ ἐξῄεσαν μηδὲν ἀδικούμενοι παρ᾽ αὐτοῦ. Ἄλλο παράδοξον θαῦμα ἀκούσατε. Ἀρχιλῃστὴς γέ γονεν ἐν τῇ Συρίᾳ, τοὔνομα Ἀντίοχος, τὸ δὲ παρώνυμον αὐ τοῦ Γονατᾶς ἐλέγετο, ὃς ἐλαλήθη ἐν ὅλῳ τῷ κόσμῳ τὰ περὶ αὐτοῦ. ἔνθεν δὲ κἀκεῖθεν ἐπέμφθησαν στρατιῶται τοῦ θηρεῦσαι αὐτὸν καὶ ἀγαγεῖν ἐν Ἀντιοχείᾳ, καὶ οὐδεὶς ἐδυνήθη θηρεῦσαι αὐτὸν διὰ τὴν πολλὴν δύναμιν τῆς ἰσχύος αὐτοῦ. ἡτοιμάσθησαν οὖν ἐν Ἀντιοχείᾳ ἄρκοι καὶ λοιπὰ θηρία, ὡς ὀφείλοντος αὐτοῦ θηριομαχῆσαι, καὶ ἐκινήθη πᾶσα ἡ πόλις Ἀντιόχεια δι᾽ αὐτόν. καὶ ἐξέρχονται τοῦ θηρεῦσαι αὐτὸν καὶ εὑρίσκουσιν αὐτὸν πίνοντα, ἐν κώμῃ τινὶ ἐν πανδοχείῳ, καὶ ἐκύκλωσαν τὸ πανδοχεῖον οἱ στρατιῶται. κἀκεῖνος μαθὼν ἤρξατο τραγῳδεῖν, ποταμὸς δὲ παρέκειτο τῇ κώμῃ, καὶ εἶχεν φοράδαν ὁ ἀρχιληστὴς ἐκεῖνος καὶ ὡς ἀνθρώπῳ αὐτὴν ἐκέ λευεν καὶ ἀναστὰς ῥίπτει τὰ ἱμάτια αὐτοῦ ἐπὶ τὴν φοράδαν καὶ λέγει αὐτῇ·


Ἄπελθε εἰς τὸν ποταμὸν κἀκεῖ με ἔκδεξαι, καὶ ἐξέρχεται ἡ φορὰς ἐκ τοῦ πανδοχείου δάκνουσα καὶ κολαφί ζουσα, καὶ ἀπελθοῦσα ἐν τῷ ποταμῷ ἐξεδέχετο αὐτόν. ἐξέρ χεται δὲ καὶ ὁ ἀρχιλῃστὴς ἐκ τοῦ πανδοχείου τὴν σπάθην αὐτοῦ γυμνώσας, κράζων καὶ λέγων πρὸς τὸ πλῆθος τῶν στρατιω τῶν· Φεύγετε μή τις ἀποθάνῃ, καὶ οὐδεὶς τῶν στρατιωτῶν κατεκυρίευσεν αὐτοῦ. καὶ λαθὼν πάντας τοὺς φρουροῦντας αὐτὸν καὶ περάσας τὸν ποταμὸν ἅμα τῇ φοράδι, ἐπικαθίσας τε αὐτῇ, κατέλαβεν τὴν μάνδραν τοῦ ἁγίου Συμεών. καὶ εἰσελθὼν ἔρριψεν ἑαυτὸν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, καὶ δὴ συναχθέντες οἱ στρατιῶται ἐν τῇ μάνδρᾳ τοῦ ἁγίου λέγει αὐτοῖς ὁ ἅγιος· Μετὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεσταυρώθησαν δύο λῃσταί, ὁ εἷς μὲν κατὰ τὰ ἔργα αὐτοῦ ἀπέλαβεν, ὁ δὲ ἕτερος βασιλείαν οὐρανῶν ἐκληρονόμησεν. εἰ δέ τις δύναται ἀντιστῆναι τῷ πέμψαντι αὐτόν, ἔλθῃ καὶ αὐ τὸς ἀποσπάσῃ αὐτόν, ἐγὼ γὰρ οὔτε ἤγαγον αὐτὸν οὔτε ἀπο λῦσαι αὐτὸν δύναμαι. ὁ γὰρ πέμψας αὐτὸν ἐνταῦθα αὐτὸς αὐτοῦ καὶ ἀντιποιεῖται, μηδεὶς οὖν λοιδωρείτω ἐμὲ τὸν τα πεινόν, τὸν πολλὰ καμόντα διὰ τὰς πολλάς μου ἁμαρτίας. καὶ ταῦτα εἰπὼν αὐτοῖς ἀπέλυσεν αὐτούς. τούτων δὲ ἀπερ χομένων ὁ ἀρχιλῃστὴς λέγει· Κύριέ μου, ἐγὼ ἀπέρχομαι. ὁ δὲ ἅγιος λέγει αὐτῷ· Πάλιν ἐν τοῖς αὐτοῖς κακοῖς ἀπέρχῃ; ὁ δὲ ἀρχιλῃστὴς λέγει· Οὐχὶ δέσποτα, ὁ κύριός με καλεῖ. καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, οὐδὲν πλέον εἶπεν, εἰ μὴ μόνον· Υἱὲ τοῦ θεοῦ δέξαι τὸ πνεῦμά μου ἐν εἰρήνῃ. καὶ ἔκλαυσεν ἐπὶ ὥρας δύο, ὥστε ποιῆσαι αὐτὸν καὶ τὸν δί καιον δακρῦσαι σὺν τοῖς παρεστῶσιν. τιθεὶς οὖν ἑαυτὸν ἔμ προσθεν τοῦ στύλου τοῦ δικαίου, εὐθέως παρέδωκεν τὸ πνεῦμα, καὶ συνέστειλαν αὐτὸν οἱ ὄχλοι καὶ ἔθαψαν αὐτὸν πλησίον τῆς μάνδρας τοῦ δικαίου. τῇ οὖν ἑξῆς ἡμέρᾳ ἔρχον ται ἀπὸ Ἀντιοχείας πλεῖον ἑκατὸν ἄνδρες μετὰ ξιφῶν ἁρπάσαι αὐτὸν καὶ ἤρξαντο κατακράζειν τοῦ δικαίου·


Ἀπόλυσον ἡμῖν ὃν ἔχεις. ὁ δὲ ὅσιος εἶπεν αὐτοῖς· Ἀδελφοί, ὁ ὧδε αὐτὸν ἀποστείλας ἰσχυρότερος ὑμῶν ἐστιν, καὶ χρείαν αὐτοῦ ἐσχηκὼς ὡς χρησίμου αὐτοῦ ὄντος, ἀποστείλας πρὸς αὐτὸν δύο στρα τιώτας φοβεροὺς ἐν ὅπλοις, οἳ ἠδύναντο τὴν πόλιν ὑμῶν κε ραυνῶσαι μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἔλαβεν αὐτόν, κἀγὼ ἰδὼν ὁ ἁμαρτωλὸς τὸ φοβερὸν αὐτῶν σχῆμα, φοβηθεὶς οὐκ ἐτόλμησα ἀντειπεῖν αὐτοῖς, ἵνα μὴ κἀμὲ τὸν ταπεινὸν ἀποκτείνωσιν ὡς ἀντιβαίνοντα θεῷ. οἱ δὲ ἄνδρες ἐκεῖνοι ἀκούσαντες ταῦτα παρὰ τοῦ ἁγίου καὶ μαθόντες μετὰ ποίας δόξης ἀπέδωκεν ὁ ἀρχιλῃστὴς τὸ πνεῦμα, δοξάζοντες τὸν θεὸν καὶ τρέμοντες πάλιν ἐπὶ τὴν Ἀντιόχειαν ἀπῆλθον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου