ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς τὸν αὐτὸν Θεόδωρον λόγος δεύτερος

Τετάρτη 15 Ιουνίου 2016

Πρὸς τὸν αὐτὸν Θεόδωρον λόγος δεύτερος



Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς τὸν αὐτὸν Θεόδωρον  Λόγος Δεύτερος

α’. Εἰ δάκρυα καὶ στεναγμοὺς ἦν διὰ γραμμάτων δηλοῦσθαι, τούτων ἂν σοι τὴν ἐπιστολὴν ἐμπλήσας ἀπέστειλα. Δακρύω δὲ οὐχ ὅτι φροντίζεις πραγμάτων πατρῴων, ἀλλ’ ὅτι τοῦ καταλόγου τῶν ἀδελφῶν σεαυτὸν ἐξήλειψας, ὅτι τὰς πρὸς τὸν Χριστὸν συνθήκας ἐπάτησας. Ταῦτα φρίττω, ἐπὶ τούτοις ἀλγῶ, διὰ ταῦτα φοβοῦμαι καὶ τρέμω, [εἰδὼς ὡς ἡ τούτων ἀθέτησις μεγάλην ἐπάξει τὴν καταδίκην τοῖς εἰς τὴν καλὴν ἀπογεγραμμένοις στρατείαν, καὶ διὰ ῥαθυμίαν τὴν οἰκείαν τάξιν ἀπολιποῦσιν. Ὅτι δὲ τοῖς τοιούτοις ἡ κόλασις βαρυτέρα, δῆλον ἐντεῦθεν]. Ἰδιώτην μὲν γὰρ ἀστρατείας οὐδεὶς ἂν ποτε γράψαιτο· ὁ δὲ στρατιώτης ἅπαξ γενόμενος, ἂν ἁλῷ λειποταξίου, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Οὐ δεινόν, ᾧ φίλε Θεόδωρε, τὸ παλαίοντα πεσεῖν, ἀλλὰ τὸ μεῖναι ἐν τῷ πτώματι· οὐδὲ χαλεπὸν τὸ πολεμοῦντα τρωθῆναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνῶναι, καὶ ἀμελήσαι τοῦ τραύματος. Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσών, καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ κύματα καὶ τὰ μακρὰ διαβαίνει πελάγη, καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον. Καὶ ἀθλητὰς δὲ ὁρῶμεν μετὰ πολλὰ πτώματα στεφανίτας γενομένους· ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγών, ἔσχατον ἀριστεὺς ἀπεδείχθη, καὶ τῶν πολεμίων ἐπεκράτησε. Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὴν τῶν βασάνων ἀνάγκην, ἀνεμαχέσαντο πάλιν, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι. Εἰ δὲ τούτων ἕκαστος ἐκ τῆς προτέρας πληγῆς ἀπέγνω, οὐκ ἂν τῶν δευτέρων ἀπήλαυσεν ἀγαθῶν.


Οὕτω καὶ νῦν, ὦ φίλε Θεόδωρε, μή, διότι μικρὸν σε τῆς στάσεως παρεσάλευσεν ὁ ἐχθρός, ἤδη καὶ σαυτὸν ὤσης ἐπὶ τὸ βάραθρον, ἀλλὰ στῆθι γενναίως, καὶ ἐπάνελθε ταχέως ὅθεν ἐξῆλθες, μηδὲ ὄνειδός τι νομίσῃς τὴν πρὸς ὀλίγον εἶναι ταύτην πληγήν. Οὐδὲ γὰρ στρατιώτην ἰδὼν ἐπανιόντα μετὰ τραύματος ἀπὸ πολέμου ὠνείδισας ἄν· ὄνειδος γὰρ τὸ ὅπλα ῥίψαι, καὶ τῶν πολεμίων ἔξω βάλληται, κἂν ὑποχωρῇ πρὸς βραχύ, οὐδεὶς οὕτως ἀγνώμων οὐδὲ τῶν πολεμικῶν ἄπειρος, ὡς ἐγκαλέσαι ποτὲ ἐκείνῳ. Τῶν μὴ μαχομένων ἐστὶ τὸ μὴ τιτρώσκεσθαι. Τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τὸν πολεμίων χωροῦντες ἔστι καὶ βληθῆναί ποτε καὶ κατεπεσεῖν· οἷον καὶ ἐπὶ σοῦ γέγονε νῦν· ἀθρόως γὰρ τὸν ὄφιν ἀνελεῖν ἐπιχειρήσας ἐδήχθης. Ἀλλὰ θάρσει, μικρᾶς σοι χρεία νήψεως, καὶ οὐδὲ ἴχνος λελείψεται τοῦ τραύματος ἐκείνου· μᾶλλον δὲ Θεοῦ χάριτι καὶ αὐτοῦ τοῦ πονηροῦ συντρίψεις τὴν κεφαλήν· μηδὲ σε ταραττέτω τὸ ταχέως καὶ παρ’ αὐτὴν ἐμποδισθῆναι τὴν ἀρχήν. Εἶδε γάρ, εἶδεν ὀξέως ὁ πονηρὸς τῆς σῆς ψυχῆς τὴν ἀρετήν, καὶ γενναῖον αὐτῷ πολέμιον αὐξηθήσεσθαι ἐκ πολλῶν ἐστοχάσατο· τὸν γὰρ εὐθέως τοσαύτη καὶ τηλικαύτη χρησάμενον κατ’ αὐτοῦ σπουδῇ, τοῦτον, εἰ παραμείνειε, ῥᾳδίως αὐτὸν καταπολεμήσειν προσεδόκησε. Διὰ τοῦτο ἔσπευσεν, ἐγρηγόρησεν, ἠγέρθη πολὺς κατὰ σοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, ἐὰν θελήσῃς στῆναι γενναίως. Τὶς γὰρ σου τὴν ὀξεῖαν καὶ εἰλικρινῆ καὶ ζέουσαν ἐπὶ τὰ ἀγαθὰ μετάθεσιν οὐκ ἐθαύμασεν; Ἐδεσμάτων μὲν γὰρ τρυφὴ παρεωρᾶτο, πολυτέλεια δὲ ἐσθῆτος καταπεφρόνητο, πᾶς τῦφος καταπεπάτητο, πᾶσα ἡ περὶ τὴν ἔξωθεν σοφίαν σπουδὴ ἀθρόως ἐπὶ τὰ θεῖα μετενήνεκτο λόγια· ὅλαι μὲν εἰς ἀνάγνωσιν ἡμέραι, ὅλαι δὲ εἰς εὐχὰς ἀνηλίσκοντο νύκτες· οὐκ ἀξίας ἦν μνησθῆναι πατρικῆς, οὐ πλοῦτον ἐν νῷ λαβεῖν· τὸ δὲ γονάτων ἅπτεσθαι, καὶ ποσὶ προστρέχειν ἀδελφῶν, τοῦτο πάσης εὐγενείας ἀνώτερον ᾔδεις. Ταῦτα ἔθλιψε τὸν πονηρόν, ταῦτα εἰς μάχην ἐξήγειρε σφοδροτέραν· ἀλλ’ οὐ καιρίαν ἔδωκε τὴν πληγήν. Εἰ μὲν γὰρ μετὰ χρόνον πολὺν νηστείας τε συνεχεῖς καὶ χαμευνίας καὶ τὴν ἄλλην ἄσκησιν κατέβαλεν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι, πλὴν πολλὴν ἂν τις ἔφη τὴν ζημίαν γεγενῆσθαι, μετὰ πολλοὺς ἵδρωτας καὶ πόνους καὶ νικᾶς τῆς ἥττης γενομένης· ἀλλ’ ἐπειδὴ ἅμα τῷ πρὸς αὐτὸν ἀποδύσασθαι, ὑποσκέλισε, τοσοῦτον ἤνυσε μόνον, ὅσον σπουδαιότερον εἰς τὴν κατ’ αὐτοῦ μάχην ἐργάσασθαι. Ἄρτι γὰρ σοι ἐκπλέοντι, καὶ οὐκ ἐκ τῆς ἐμπορίας ἐπανελθόντι, οὐδὲ πλήρη τὸν φόρτον ἐπιφερομένῳ, ὁ δεινὸς ἐπέθετο πειρατής. Καὶ καθάπερ λέοντα γενναῖόν τις ἀνελεῖν ἐπιχειρήσας, ἐπειδὰν τὴν δορὰν ἐπιξύσειε μόνον, ἐκεῖνον μὲν ἔβλαψεν οὐδέν, ἤγειρε δὲ καθ’ ἑαυτοῦ μᾶλλον, καὶ ἀσφαλέστερον καὶ δυσανάλωτον τοῦ λοιποῦ πεποίηκεν· οὕτω δὴ καὶ ὁ κοινὸς ἁπάντων ἐχθρὸς βαθεῖαν ἐπιχειρήσας πλήξαι πληγήν, τούτου μὲν ἀπέτυχεν, ἐγρηγορέναι δὲ καὶ νήφειν τοῦ λοιποῦ παρεσκεύασε μᾶλλον.


β’. Ὀλισθηρὸν γὰρ ἡ ἀνθρωπίνη φύσις, καὶ ὀξὺ μὲν κλωπῆναι, ὀξὺ δὲ ἀνενεγκεῖν ἐκ τῆς ἀπάτης, καὶ ὥσπερ πίπτει ταχέως, οὕτω καὶ θᾶττον ἀνίσταται. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ἀνήρ, τὸν Δαυῒδ λέγω, τὸν ἐκλεκτὸν βασιλέα καὶ προφήτην, ἡνίκα πολλὰ κατώρθωσεν, οὐκ ἔλαθεν ἄνθρωπος ὤν, ἀλλ’ ἠράσθη ποτὲ γυναικὸς ἀλλοτρίας, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ εἰργάσατο μὲν μοιχείαν διὰ τὴν ἐπιθυμίαν, εἰργάσατο δὲ καὶ φόνον διὰ τὴν μοιχείαν· ἀλλ’ οὐκ ἐπειδὴ τηλικαύτας ἔλαβε δύο πληγάς, ἤδη καὶ τρίτην ἑαυτῷ δοῦναι ἐπεχείρησεν, ἀλλ’ εὐθέως πρὸς τὸν ἰατρὸν ἔτρεχε, καὶ τὰ φάρμακα ἐπετίθει, νηστείαν, δάκρυα, θρήνους, εὐχὰς συνεχεῖς, τὸ τὴν ἁμαρτίαν πολλάκις ἀναγγέλλειν· καὶ οὕτω διὰ τούτων ἵλεω κατέστησε τὸν Θεόν, ὡς ἐπὶ τὴν προτέραν ἐπανελθεῖν ἀξίαν, ὡς μετὰ μοιχείαν καὶ φόνον πάλιν ἐπανελθεῖν ἀξίαν, ὡς μετὰ μοιχείαν καὶ φόνον πάλιν ἐπισκιάσαι δυνηθῆναι τὴν τοῦ παιδὸς εἰδωλολατρείαν τὴν τοῦ πατρὸς μνήμην. Ὁ γὰρ τούτου υἱός, Σολομὼν ἦν ὄνομα αὐτῷ, διὰ τῆς αὐτῆς ἐάλω παγίδος, ἧσπερ καὶ ὁ πατήρ, καὶ γυναιξὶ χαριζόμενος ἀπέστη τοῦ πατρῴου Θεοῦ. Ὁρᾷς πόσον κακὸν τὸ μὴ κρατεῖν ἡδονῆς, ἀλλὰ τὴν τῆς φύσεως ἀνατρέπειν ἀρχήν, καὶ ἄνδρα ὄντα γυναικῶν εἶναι δοῦλον. Αὐτὸν δὴ οὖν τοῦτον τὸν Σολομῶντα, δίκαιον πρότερον ὄντα καὶ σοφόν, δι’ ἁμαρτίαν πᾶσαν ἀφαιρεθῆναι τὴν βασιλείαν κινδυνεύοντα, διὰ τὴν τοῦ πατρὸς εὐδοκίμησιν τὸ τῆς ἀρχῆς ἕκτον μέρος ἀφῆκεν ἔχειν ὁ Θεός. Εἰ μὲν οὖν ἡ σπουδή σου περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα ἀπεῤῥᾳθύμησας, δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖθεν στεφάνων καὶ παῤῥησίας ἀναμιμνήσκων, παρεκάλεσα ἂν ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους· ἐπειδὴ δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς τρέχομεν, καὶ τῶν ἐπὶ τῆς γῆς λόγος ἡμῖν οὐδείς, ἑτέρου σε ἀναμιμνήσκω δικαστηρίου, καὶ βήματος φοβεροῦ καὶ φρικώδους. «Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ». Κριτὴς δὲ κάθηται τότε ὁ νῦν ἀθετούμενος ὑπὸ σοῦ. Τὶ οὖν ἐροῦμεν, εἰπὲ μοι, τότε; Τὶ δὲ καὶ ἀπολογησόμεθα, ἐὰν ἐπιμένωμεν ἀθετοῦντες; Τὶ οὖν ἐροῦμεν; Πραγμάτων φροντίδας σκηψόμεθα; Ἀλλὰ προλαβὼν εἶπε· «Τὶ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ»; Ἀλλὰ τὸ ὑφ’ ἑτέρων ἠπατῆσθαι; Ἀλλ’ οὐδὲ τὸν Ἀδὰμ πρὸς ἀπολογίαν ὤνησε τὸ προβαλέσθαι τὴν γυναῖκα, καὶ εἰπεῖν. «Ἡ γυνή, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη με ἠπάτησεν»· ὥσπερ οὐδὲ τὴν γυναῖκα ὁ ὄφις. Φοβερόν, ὦ φίλε Θεόδωρε, τὸ δικαστήριον ἐκεῖνο, οὐ κατηγόρων δεόμενον, οὐ μάρτυρας περιμένον· πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα ἐστὶ τῷ δικάζοντι, καὶ οὐ πράξεων μόνον, ἀλλὰ καὶ ἐννοιῶν εὐθύνας ὑπέχειν δεῖ· κριτικὸς γὰρ ἐστιν ἐνθυμησέων καὶ ἐννοιῶν καρδίας ὁ δικαστὴς ἐκεῖνος. Ἀλλ’ ἴσως ἀσθένειαν φύσεως ἐρεῖς, καὶ τὸ μὴ δυνηθῆναι ἐνεγκεῖν τὸν χρηστὸν ἐνεγκεῖν, φορτίον μὴ δυνηθῆναι βαστάσαι τὸ ἐλαφρόν; Βαρὺ πρᾶγμα καὶ φορτικὸν ἡ τῶν κόπων ἀνάκτησις; Ἐπὶ ταῦτα γὰρ πάντα καλεῖ ὁ Χριστὸς λέγων· «Δεῦτε πρὸς μέ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μοὺ ἐλαφρόν». Τὶ γὰρ ἐλαφρότερον, εἰπὲ μοι, τοῦ φροντίδων καὶ πραγμάτων καὶ φόβων, καὶ πόνων ἀπηλλάχθαι, ἔξωθεν δὲ τῶν τοῦ βίου κυμάτων ἑστάναι, καὶ ἐν εὐδίῳ διάγειν λιμένι;


γ’. Τὶ σοι δοκεῖ τῶν ἐν κόσμῳ μακαριστὸν εἶναι καὶ ζηλωτόν; Ἀρχὴν πάντως ἐρεῖς καὶ πλοῦτον καὶ τὸ παρὰ ἀνθρώποις εὐδοκιμεῖν. Καὶ τὶ τούτων ἀθλιώτερον, ὅταν πρὸς τὴν Χριστιανῶν ἐλευθερίαν συγκρίνηται; Ὁ μὲν γὰρ ἄρχων δήμων ὑπόκειται θυμῷ, καὶ πλήθους ὁρμαῖς ἀλόγοις, φόβῳ τε ἀρχόντων μειζόνων, καὶ ταῖς ὑπὲρ τῶν ἀρχομένων φροντίσι, καὶ ὁ χθὲς ἄρχων σήμερον ἰδιώτης· σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος· ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, στρατηγοῦ δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν πληροῖ, τῆς δὲ ἑσπέρας καταλαβούσης, οὔτε βασιλεὺς ὁ βασιλεύς, οὔτε ἄρχων ὁ ἄρχων, οὔτε στρατηγὸς στρατηγός, οὕτω καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ’ ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν. Ἀλλὰ δόξα τίμιον, τὸ καταπῖπτον ὡς ἄνθος χόρτου; Ἀλλὰ πλοῦτος, ὃν οἱ κεκτημένοι ταλανίζονται; «Οὐαὶ γάρ, φησί, τοῖς πλουσίοις». Καὶ πάλιν, «Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι»! Ὁ χριστιανὸς οὐδέποτε ἐξ ἄρχοντος ἰδιώτης γίνεται, οὐδὲ ἀπὸ πλουσίου πένης, οὐδὲ ἄδοξος ἀπὸ ἐνδόξου· ἀλλὰ μένει πλουτῶν ὅταν πτωχεύῃ, καὶ ὑψοῦται ὅταν ταπεινοῦν ἑαυτὸν σπουδάζῃ· καὶ τῆς ἀρχῆς ἧς ἄρχει, οὐκ ἀνθρώπων, ἀλλὰ τῶν ἀρχόντων τῆς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους, οὐδεὶς αὐτὸν παραλῦσαι δύναται. Δίκαιος ὁ γάμος σύμφημι κἀγώ· «Τίμιος γάρ, φησίν, ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός». Σοὶ δὲ οὐκ ἔτι δυνατὸν τὰ δίκαια τοῦ γάμου φυλάξαι. Τὸν γὰρ ἐπουρανίῳ συναφθέντα νυμφίῳ, τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχεία τὸ πρᾶγμα, κἂν μυριάκις αὐτὸ γάμον καλῆς· μᾶλλον δὲ καὶ μοιχείας τοσούτῳ δεινότερον, ὅσῳ κρείττων ἀνθρώπων Θεός. Μηδεὶς σε ἀπατάτω λέγων· Γαμεῖν οὐκ ἐκώλυσεν ὁ Θεός. Οἶδα τοῦτο κἀγώ· γαμεῖν οὐκ ἐκώλυσεν, ἀλλὰ μοιχεύειν ἐκώλυσεν, ὃ σὺ ποιεῖν ἐθέλει· ὃ μὴ γένοιτο, σὲ ὁμιλήσαι γάμῳ ποτὲ! Καὶ τὶ θαυμάζεις εἰ γάμος ὥσπερ μοιχεία κρίνεται, ὅταν ἀθετῆται Θεός; Φόνος δικαιοσύνην ἤνεγκε, καὶ φιλανθρωπία φόνου μᾶλλον κατέκρινεν· ἐπειδὴ τὸ μὲν κατὰ γνώμην, τὸ δὲ κωλύοντος ἐγένετο Θεοῦ. Καὶ τῷ μὲν Φινεὲς ἐλογίσθη εἰς δικαιοσύνην τὸ τὴν πορνευομένην γυναῖκα μετὰ τοῦ πορνεύοντος ἐκκεντῆσαι· τὸν δὲ Σαοὺλ ὁ ἅγιος τοῦ Θεοῦ Σαμουὴλ ἐκεῖνος ὅλας νύκτας δακρύων καὶ πενθῶν καὶ παρακαλῶν, οὐκ ἴσχυσεν ἐξελέσθαι τῆς καταδίκης, ἧς ἐξήνεγκε κατ’ αὐτοῦ ὁ Θεός, ἐπειδὴ τὸν τῶν ἀλλοφύλων βασιλέα, ὃν δέον ἀνελεῖν, ἔσωσε παρὰ γνώμην Θεοῦ. Εἰ τοίνυν φιλανθρωπίᾳ μᾶλλον κατέκρινε διὰ τὸ παρακουσθῆναι Θεόν, τὶ θαυμαστὸν εἰ γάμος μοιχείας καταδικάζει μᾶλλον, διὰ τὸ ἀθετηθῆναι τὸν Χριστόν; Ὅπερ γὰρ τὴν ἀρχὴν ἔφην, ἐμ μὲν ἰδιώτης ἧς, οὐδεὶς ἂν σε ἀστρατείας ἐγράψατο· νυνὶ δὲ οὐκέτι κύριος εἰ σαυτοῦ, βασιλεῖ τοιούτῳ στρατευόμενος. Εἰ γὰρ ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ, πολλῷ μᾶλλον οἱ ἐν Χριστῷ ζῶντες οὐκ ἂν εἶεν αὐτοὶ τοῦ σώματος αὐτῶν κύριοι. Ὁ καταφρονηθεὶς νῦν αὐτὸς ἐστιν ὁ τότε δικάζων· τοῦτον ἐννοεῖ δι’ ὅλου, καὶ τὸν ποταμὸν τοῦ πυρός. «Ποταμὸς γάρ, φησίν, εἷλκε πυρὸς πρὸ προσώπου αὐτοῦ»· οὐκ ἐστι γὰρ παρ’ ἐκείνου παραδοθέντα τῷ πυρὶ προσδοκήσαι κολάσεως τέλος. Ἀλλ, αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν. Καὶ τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον.
Τὶ βέβαιον τῶν ἐν τῷ κόσμῳ, εἰπὲ μοι; Πλοῦτος ὁ μηδὲ μέχρι τῆς ἑσπέρας μείνας πολλάκις; Ἀλλὰ δόξα; Ἀλλ ἄκουε τινος λέγοντος δικαίου· «ὁ βίος μου ἐστὶν ἐλαφρότερος δρομέως». Ὥσπερ γὰρ ἐκεῖνοι πρὶν ἢ στῆναι μεταπηδῶσιν, οὕτω καὶ αὕτη πρὶν ἢ παραγενέσθαι ἀφίπταται. Οὐδὲν ψυχῆς τιμιώτερον καὶ οὐδὲ οἱ μωρίας εἰς ἔσχατον ἐλάσαντες ἠγνόησαν τοῦτο. «Ψυχῆς γὰρ οὐδὲν ἀντάξιον», τῶν ἔξωθέν τις ποιητικῶς ἔφη. Οἶδα ὅτι πολὺ πρὸς τὴν τοῦ πονηροῦ πάλην ἀσθενέστερος γέγονας· οἶδα ὅτι ἐν μέση τῶν ἡδονῶν ἕστηκας τῇ φλογί· ἀλλ’ ἐὰν εἴπῃς πρὸς τὸν ἐχθρόν, ὅτι Ταῖς ἡδοναῖς σου οὐ λατρεύομεν, καὶ τῇ ῥίζη πάντων τῶν κακῶν σου οὐ προσκυνοῦμεν ἂν τείνῃς ἄνω τὸ ὄμμα, τινάξει καὶ νῦν τὴν φλόγα ὁ Σωτήρ, καὶ τοὺς μὲν ἐμβαλόντας σε σις τὸ πῦρ κατακαύσει, σοὶ δὲ ἐν μέσῃ καμίνῳ νεφέλην καὶ δρόσον καὶ πνεῦμα διασυρίζον ἀποστελεῖ, ὡς μηδὲ τῶν λογισμῶν σου καὶ τῆς συνειδήσεώς σου ἅψασθαι τὸ πῦρ· μόνον σεαυτὸν μὴ κατακαύσῃς. Καὶ γὰρ τὰς ὀχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων πολιτῶν ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς. Καὶ νῦν, εἰ μηδεὶς σε τῶν ἔνδον προδῷ λογισμῶν, κἂν μυρία προσαγάγῃ μηχανήματα ἔξωθεν ὁ πονηρός, προσάξει μάτην.


δ’. Πολλοὺς ἔχεις Θεοῦ χάριτι καὶ μεγάλους τοὺς συναλγοῦντας, τοὺς ἀλείφοντας, τοὺς ὑπὲρ τῆς σῆς τρέμοντας ψυχῆς, τὸν ἅγιον τοῦ Θεοῦ Βαλέριον, τὸν πάντα αὐτῷ ἀδελφὸν Φλωρέντιον, τὸν τὴν Χριστοῦ σοφίαν σοφὸν Προρφύριον, καὶ ἑτέρους πολλούς. Οὗτοι καθ’ ἑκάστην ὀλοφύρονται ἡμέραν καὶ εὐχόμενοι οὐκ ἐπαύσαντο. Καὶ ἔτυχον ἂν ὧν ἐδέοντο πάλαι, εἰ μικρὸν γοῦν ἀποστῆναι σαυτὸν ἠθέλησας τῶν τοῦ πολεμίου χειρῶν. Πῶς οὖν οὐκ ἄτοπον ἑτέρους μὲν μηδὲ νῦν ἀπογνῶναί σου τὴν σωτηρίαν, ἀλλὰ δι’ ὅλου τὸ μέλος αὐτῶν ἀπολαβεῖν εὔχεσθαι, σὲ δὲ ἅπαξ πεσόντα μὴ θέλειν ἀναστῆναι, καὶ κεῖσθαι μονονουχὶ βοῶντα πρὸς τὸν ἐχθρόν· «Σφάττε, παῖε, μὴ φείσῃ; Μὴ ὁ πίπτων οὐκ ἀνίσταται»; Ὁ θεῖος ἔφη χρησμός. Σὺ δὲ μάχῃ τοῦτο καὶ ἀντιλέγεις· τὸν γὰρ πεσόντα ἀπογνῶναι, οὐδὲν ἄλλο ἔστιν εἰπεῖν, ἢ ὅτι ὁ πίπτων οὐκ ἀνίσταται. Μή, παρακαλῶ, μὴ τοσοῦτον ἀδικήσῃς σαυτόν· μὴ τοσαύτην ἡμῶν καταχέῃς ὀδύνην. Οὐ λέγω νῦν, ὅτε οὔπω εἰκοστὸν ἄγεις ἔτος, ἀλλὰ εἰ πολλὰ ποιήσας, καὶ τὸν ἅπαντα βίον ἐν Χριστῷ ζήσας. Ἐν ἐσχάτῳ γήρᾳ ταύτην ἔπαθες τὴν ἐπήρειαν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι καλόν, ἀλλὰ ἐν νῷ λαβεῖν τὸν ἐν τῷ σταυρῷ δικαιωθέντα λῃστήν, τοὺς περὶ τὴν ἐνδεκάτην ὥραν ἐργασαμένους, καὶ τῆς ὅλης ἡμέρας ἀπειληφότας τὸν μισθόν. Ὥσπερ δὲ οὐ καλὸν τοὺς ἐν ἐσχάτῳ τέρματι πεσόντας ἀπελπίζειν, ἐὰν σωφρονῶσιν, οὕτως οὐκ ἀσφαλὲς ταύτῃ τρέφεσθαι τῇ ἐλπίδι, καὶ λέγειν, ὅτι Ἐνταῦθα τέως μὲν ἀπολαύσω τῶν ἡδέων τοῦ βίου, ὕστερον δὲ ὀλίγον πονέσας χρόνον, τοῦ παντὸς ἀπολήψομαι χρόνου τοὺς μισθούς. Καὶ γὰρ μέμνημαί σου πολλάκις εἰρηκότος, ἡνίκα σοι πολλοὶ παρῄνουν εἰς μουσεῖα φοιτᾶν. Τὶ δὲ ἐὰν ἐν τῷ βραχεῖ χρόνῳ κακῶς καταλύσω τὸν βίον, πῶς ἀπελεύσομαι πρὸς τὸν εἰρηκότα, «Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας»; Τοῦτον ἀνάκτησαι τὸν λογισμόν, καὶ δεῖσον τὸν κλέπτην· οὕτω γὰρ ὁ Χριστὸς τὴν ἐνθένδε ἡμῶν ἔξοδον καλεῖ, διὰ τὸ ἀγνοοῦσιν ἐφίστασθαι. Ἐννόησον τὰς τοῦ βίου φροντίδας τὰς ἰδίᾳ καὶ κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς, καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τὸ τῶν πόνων τῶν καρπὸν ἐνθάδε τελευτᾷν, οὗ τὶ ἂν γένοιτο ἀλγεινότερον; Πολλοῖς δὲ οὐδὲ ἀπολαῦσαι ὑπὲρ ὧν ἐπόνεσαν συνέφη, ἀλλὰ τὴν πρώτην ἡλικίαν πόνοις καὶ κινδύνοις ἀναλώσαντες, ἡνίκα ἤλπισαν ἀπολήψεσθαι τοὺς μισθούς, ἀπῆλθον μηδὲν ἔχοντες μεθ’ ἑαυτῶν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παῤῥησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις, τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;


ε’. Εἴπω βούλει καὶ τὰς οἶκοι φροντίδας τὰς τῆς γυναικός, τὰς τῶν παίδων, τὰς τῶν οἰκετῶν; Δεινὸν πενεστέραν λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν. Τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψε, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἐλευθερίαν τὸν ἄνδρα. Ἀλγεινὸν κτήσασθαι παῖδας, ἀλγεινότερον μὴ κτήσασθαι· τὸ μὲν γὰρ μάτην ἐστὶ γεγαμηκέναι, τὸ δὲ πικρὰν ὑπομένειν δουλείαν. Ἠῤῥώστησε τὸ παιδίον, φόβος οὐ μικρός· ἀπῆλθεν ἄωρον, πένθος ἀπαραμύθητον· καὶ καθ’ ἑκάστην ἡλικίαν διάφοροι φροντίδες ὑπὲρ αὐτῶν καὶ φόβοι καὶ πόνοι πολλοί. Τὶ δεῖ λέγειν τὰς τῶν οἰκετῶν μοχθηρίας; Βίος οὖν ἆρα οὗτος, Θεόδωρε, εἰς τοσαῦτα μερίζεσθαι ψυχὴν μίαν, τοσούτοις δουλεύειν, τοσούτοις ζῇν, ἑαυτῷ δὲ μηδέποτε; Οὐδὲν τούτων ἐστὶ παρ’ ἡμῖν, ὦ φίλε, καὶ αὐτὸν σε μάρτυρα καλῶ. Ὅτε γὰρ τὴν βραχὺν ἐκεῖνον χρόνον ἀνακύψαι τῶν κυμάτων ἠθέλησας, οἶσθα πόσης εὐφροσύνης ἀπέλαυες καὶ χαρᾶς. Οὐ γὰρ ἐστιν ἐλεύθερος, ἀλλ’ ἢ μόνος ὁ Χριστῷ ζῶν· οὗτος ἀνώτερος ἁπάντων ἕστηκε τῶν δεινῶν· κἂν αὐτὸς ἑαυτὸν ἀδικῆσαι μὴ βούληται, ἕτερος τοῦτο οὐκ ἰσχύσει ποτέ, ἀλλ’ ἔστιν ἀνάλωτος, οὐ ζημία χρημάτων δακνόμενος· ἔμαθε γὰρ ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· οὐ πόθῳ φιλοτιμίας ἢ δόξης ἁλισκόμενος· ἔμαθε γὰρ ὅτι ἐν οὐρανῷ ἡμῶν τὸ πολίτευμα· οὐ λοιδορῶν αὐτὸν τις λυπεῖ, οὐ τύπτων παροξύνει· μία συμφορᾷ Χριστιανῷ μόνῃ, τὸ προσκροῦσαι Θεῷ· τὰ δὲ ἄλλα οἷον κτημάτων ἀποβολήν, πατρίδος στέρησιν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον, οὐδὲ εἶναί τι νομίζει δεινόν· καὶ ὃ πάντες πεφρίκασι, τὸν ἐνθένδε ἐκεῖ ἀπελθεῖν, τοῦτο ἐκείνῳ τοῦ ζῇν ἥδιον. Ὥσπερ γὰρ ἂν τις εἰς ἄκρον σκόπελον ἀνελθὼν θεωρῇ τὴν θάλασσαν, καὶ τοὺς αὐτὴν πλέοντας, τοὺς μὲν ὑπὸ κυμάτων βαπτιζομένους, τοὺς δὲ ὑφάλοις προσαράσσοντας, ἄλλους δὲ ἑτέρωθι μὲν σπεύδοντας, ἑτέρωθι δὲ ἀγομένοις ὥσπερ δεσμίους τῇ τοῦ πνεύματος ῥύμῃ, καὶ πολλοὺς μὲν ὑποβρυχίους γινομένους, καὶ τοὺς μὲν ἀντὶ πλοίου καὶ πηδαλίου ταῖς χερσὶ χρωμένους μόναις, πολλοὺς δὲ ἐπὶ σανίδος μιᾶς ἢ ἀπὸ τινος τῶν τοῦ πλοίου φερομένους, ἄλλους νεκροὺς ἐπιπλέοντας, πολυειδῆ τινα καὶ πολυπρόσωπον συμφοράν· οὕτω δὴ καὶ ὁ Χριστῷ στρατευόμενος, τῆς ταραχῆς τοῦ βίου καὶ τῶν κυμάτων ἑαυτὸν ὑπεξαγαγών, κάθηται ἐπ’ ἀσφαλεῖ καὶ ὑψηλῷ χωρίῳ. Τὶ γὰρ ἀσφαλέστερον καὶ ὑψηλότερον τοῦ μίαν ἔχειν φροντίδα, «Πῶς ἀρέσαι δεῖ τῷ Θεῷ»; Εἶδες, Θεόδωρε, τὰ ναυάγια τῶν ταύτην τὴν θάλατταν πλεόντων; Διό, παρακαλῶ, φύγε τὸ πέλαγος, φύγε τὰ κύματα, καὶ ὑψηλὸν κατάλαβε χωρίον, ὅθεν οὐκ ἔστιν ἁλῶναι· ἀνάστασίς ἐστι, κρίσις ἐστί, κριτήριον ἡμᾶς φοβερὸν ἔνθες ἐξελθόντας μένει· «Πάντας παραστῆναι δεῖ τῷ βήματι τοῦ Χριστοῦ». Οὐ μάτην ἠπείληται γέεννα, οὐκ εἰκῆ τοσαῦτα ἡτοίμασται ἀγαθά. Σκιὰ καὶ σκιᾶς οὐδαμινέστερα τὰ τοῦ βίου πράγματα, πολλῶν μὲν γέμοντα φόβων, πολλῶν δὲ κινδύνων, ἐσχάτης δὲ δουλείας. Μὴ δὴ ζημιωθῇς κἀκεῖνον καὶ τοῦτον τὸν αἰῶνα, ἐξὸν ἀμφοτέρους κερδᾶναι, εἰ βούλοιο. Ὅτι δὲ καὶ τὰ ἐνθάδε κερδανοῦσιν οἱ ἐν Χριστῷ ζῶντες, διδάσκει Παῦλος λέγων· «Ἐγὼ δὲ ἡμῶν φείδομαι». Καὶ πάλιν, «Τοῦτο δὲ λέγω πρὸς τὸ ὑμῶν συμφέρον». Ὁρᾷς ὅτι καὶ ἐνταῦθα τοῦ γεγαμηκότος ἀνώτερος ὁ τὰ τοῦ Κυρίου μεριμνῶν; Οὐκ ἔστιν ἀπελθόντα ἐκεῖ μετανοῆσαι· οὐδεὶς ἀθλητής, ἐπειδὰν ἐξέλθῃ τὸ στάδιον, καὶ λυθῇ τὸ θέατρον παλαίειν δύναται. Ταῦτα ἀεὶ λογίζου, καὶ τὴν ὀξεῖαν τοῦ πονηροῦ μάχαιραν σύντριψον, δι’ ἧς πολλοὺς ἀναιρεῖ. Αὕτη δὲ ἐστιν ἡ ἀπόγνωσις, ἢ τοὺς καταβληθέντας ἐκκόπτει τῆς ἐλπίδος. Ἰσχυρὸν τοῦτο τοῦ ἐχθροῦ τὸ ὅπλον, καὶ τοὺς ἁλόντας ἑτέρως οὐ κατέχει, ἀλλ’ ἢ τούτῳ δεσμεύων τῷ δεσμῷ, ὃν ἐὰν ἐθέλωμεν, Θεοῦ χάριτι διαῤῥῆξαι δυνησόμεθα ταχέως. Οἶδα τὸ μέτρον ἐξελθὼν τῆς ἐπιστολῆς, ἀλλὰ σύγγνωθι· οὐ γὰρ ἑκὼν τοῦτο ἔπαθον, ἀλλ’ ὑπὸ τῆς ἀγάπης καὶ λύπης ἀναγκασθείς, δι’ ἢν καὶ ταύτην ἐβιασάμην ἐμαυτὸν γράψαι τὴν ἐπιστολήν, πολλῶν κωλυόντων. Παῦσαι ματαιοπονῶν, καὶ κατὰ πετρῶν σπείρων, ἔλεγόν μοι πολλοί. Ἐγὼ δὲ οὐδενὸς ἤκουσα· Ἐλπὶς γάρ, ἔφην πρὸς ἐμαυτόν, Θεοῦ θέλοντος, ἀνύσειν τι τα γράμματα· εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τῷ γοῦν ἑαυτοῖς σιγὴν μὴ δύνασθαι ἐγκαλεῖν κερδανοῦμεν, καὶ οὐκ ἐσόμεθα τῶν τὴν θάλασσαν πλεόντων χείρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ὑπὸ τῶν πνευμάτων καὶ τῶν κυμάτων διαλυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθελόντες, καὶ ἀγκύρας χαλάσαντες, καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἄγνωστους, ἀπὸ δὲ τῆς συμφορὰς γινωσκομένους μόνον, διασώζειν ἐπιχειροῦσιν. Εἰ δὲ μὴ βούλοιντο ἐκεῖνοι, οὐδεὶς ἂν αὐτῶν τῆς ἀπωλείας τοὺς ἐπιχειρήσαντας σῶσαι αἰτιάσαιτο. Ταῦτα τὰ παρ’ ἡμῶν· πιστεύομεν δὲ ὅτι Θεοῦ χάριτι ὑπάρξει καὶ τὰ παρὰ σοῦ, καὶ πάλιν σε διαπρέποντα κατὰ τὴν ἀγέλην ὀψόμεθα τοῦ Χριστοῦ. Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν, θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή. Εἲ τὶς σοι λόγος ἡμῶν ἐστι, καὶ μὴ πάντη τῆς μνήμης ἡμᾶς ἐξέβαλες τῆς σῆς, ἀντιγράψαι ἀξίωσον ἡμῖν· πάνυ γὰρ ἡμᾶς εὐφρανεῖς ἐν τούτῳ.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |