ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 06/16/16

Πέμπτη 16 Ιουνίου 2016

1.Περί της των νεκρών άναστάσεως ομιλία.

0 σχόλια

Ioannis

Ιωάννης Χρυσόστομος
Τόμος  50
1.Περί της των νεκρών άναστάσεως ομιλία.             

αʹ. Περὶ δογμάτων  ὑμῖν ἔμπροσθεν διελέχθημεν  καὶ τῆς τοῦ μονογενοῦς  Υἱοῦ τοῦ   Θεοῦ  δόξης,  ἐπιστομίζοντες   τοὺς   καθαιροῦντας   αὐτοῦ   τὴν   ἀξίαν,   καὶ   τοῦ γεγεννηκότος  αὐτὸν  ἀλλοτριοῦντας·   σήμερον  τὸν  ἠθικώτερον   βούλομαι  γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας  ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν· μᾶλλον δὲ οὐκ ἠθικὸς  ἔσται  μόνον,  ἀλλὰ  καὶ  δογματικὸς   οὗτος    λόγος·  εἰς  γὰρ  τὴν  περὶ  τῆς ἀναστάσεως ὑπόθεσιν καθεῖναι παρασκευάζομαι. Αὕτη δὲ ἡ ὑπόθεσις ποικίλη τίς ἐστιν, ὁμοῦ καὶ εἰς δόγματα ἡμᾶς διορθοῦσα, καὶ τὸν βίον ἡμῶν ῥυθμίζουσα, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν   ἁπάσης  ἀπαλλάττουσα   κατηγορίας.   Καὶ  ὥσπερ  ἀπιστουμένη,   τὴν   ζωὴν ἀνατρέπει  τὴν ἡμετέραν, καὶ μυρίων  κακῶν  ἐμπίπλησι, καὶ τὰ ἄνω κάτω ποιεῖ· οὕτω πιστευομένη, τοὺς περὶ τῆς Προνοίας ἡμῖν συνεισάγει λόγους, καὶ πολλὴν τῆς  ἀρετῆς  παρασκευάζει  ποιεῖσθαι  τὴν  ἐπιμέλειαν,  καὶ  μετὰ  πολλῆς  τῆς  σπουδῆς  τὴν κακίαν  φεύγειν,  καὶ γαλήνης  ἅπαντα  καὶ εἰρήνης  πληροῖ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων  αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται· πῶς γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων; οὔτε κακίας ἀφέξεται,  μηδεμίαν  προσδοκῶν ὑποστήσεσθαι κόλασιν τῶν  κακῶς αὐτῷ πεπραγμένων·  ἀλλ' ἐπιδοὺς  ἑαυτὸν  ταῖς  ἀτόποις  ἐπιθυμίαις,  πᾶν  εἶδος  ἐπελεύσεται πονηρίας
Read More ->>

4.Εις την Αγίαν Πεντηκοστήν, καὶ διὰ τί σημεία νύν οὐ γίνεται,

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
4.Εις την Αγίαν Πεντηκοστήν, καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ' ἡμῶν ἀναγράφεται.Ὁμιλία αʹ.

αʹ. Πάλιν ἑορτὴ, καὶ πάλιν πανήγυρις, καὶ πάλιν ἡ Ἐκκλησία τῷ πλήθει τῶν τέκνων κομᾷ, ἡ πολύτεκνος αὕτη καὶ φιλότεκνος. Ἀλλὰ τί τῆς φιλοτεκνίας  ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ  ἂν  εἴ  τις  ἱμάτιον  ἔχων  καλὸν  μὴ  συγχωροῖτο  αὐτῷ  χρῆσθαι  διηνεκῶς; Ἱμάτιον  γὰρ τῆς Ἐκκλησίας τῶν  παραγινομένων  τὸ πλῆθός  ἐστι, καθάπερ καὶ ὁ προφήτης φησὶν ἄνωθεν πρὸς τὴν Ἐκκλησίαν λέγων· Πάντας αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης.Καθάπερ οὖν  γυνή  τις  σώφρων  καὶ  ἐλευθέρα  κατεσταλμένον  μέχρι  τῶν σφυρῶν ἔχουσα τὸν χιτωνίσκον  εὐπρεπεστέρα φαίνεται  καὶ βελτίων·  οὕτω καὶ ἡ  Ἐκκλησία φαιδροτέρα σήμερον δείκνυται τὰ πλήθη τῶν ὑμετέρων σωμάτων περιβαλλομένη,  καὶ κατεσταλμένον  ἔχουσα τὸ ἱμάτιον. Οὐδὲν γὰρ αὐτῆς σήμερον μέρος γυμνόν ἐστιν ἰδεῖν, καθάπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις· ἀλλὰ τῆς γυμνώσεως ἐκείνης   αἴτιοι   οἱ   παραγενόμενοι   σήμερον   μόνον,   οἱ   μὴ   ἀεὶ   τὴν   μητέρα περιστέλλοντες.   Ὅτι  δὲ   οὐ   μικρὸς   κίνδυνος   γυμνὴν   τὴν   μητέρα  περιορᾷν, ἀναμνησθῶμεν  παλαιᾶς ἱστορίας· ἀναμνησθῶμεν  τοῦ γυμνὸν  ἰδόντος τὸν πατέρα, καὶ δόντος κόλασιν τῆς ὄψεως ἐκείνης. Καίτοι γε ἐκεῖνος οὐκ ἐποίησε γυμνὸν τὸν πατέρα·  ἀλλ'  εἶδε  μόνον  γυμνὸν  ὄντα  τὸν  πατέρα·  καὶ  οὐδὲ  οὕτως  ἀπηλλάγη τιμωρίας,  ἐπειδὴ  εἶδε  μόνον·  οἱ δὲ σήμερον παραγενόμενοι,  καὶ  πρὸ τούτου  μὴ παραγενόμενοι, οὐχ ὁρῶσι γυμνὴν τὴν μητέρα, ἀλλὰ γυμνὴν ποιοῦσιν αὐτήν. Εἰ δὲ ὁ γύμνωσιν   ἰδὼν  οὐκ  ἐξέφυγε  τιμωρίαν,  οἱ  γύμνωσιν  ποιοῦντες  ποίας  ἂν  εἶεν συγγνώμης  ἄξιοι; Ταῦτα οὐχὶ  πλῆξαι  βουλόμενος  λέγω,  ἀλλ' ἵνα  φύγωμεν  τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν κατάραν τοῦ Χὰμ, ἵνα μιμησώμεθα τὴν εὔνοιαν τοῦ Σὴμ καὶ  τοῦ  Ἰάφεθ,  καὶ  περιστέλλωμεν   καὶ  ἡμεῖς  ἀεὶ  τὴν  μητέρα  τὴν  ἡμετέραν.Ἰουδαϊκοῦ  φρονήματός  ἐστι τρὶς  τοῦ  ἐνιαυτοῦ  φαίνεσθαι  μόνον  τῷ  Θεῷ· πρὸς ἐκείνους εἴρηται, Τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσῃ Κυρίῳ τῷ Θεῷ σου· ἡμᾶς δὲ διαπαντὸς βούλεται    Θεὸς φαίνεσθαι  αὐτῷ.  
Read More ->>

6. Εγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος αʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
6. Εγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος αʹ

1.1 Οὐκ ἄν τις ἁμάρτοι λειμῶνα  ἀρετῶν καὶ παράδεισον πνευματικὸν  καλέσας τὴν Παύλου ψυχήν, οὕτω πολὺ μὲν ἤνθει τῇ χάριτι, ἀξίαν δὲ τῆς χάριτος ἐπεδείκνυτο τῆς  ψυχῆς  τὴν  φιλοσοφίαν.  Ἐπειδὴ γὰρ σκεῦος ἐκλογῆς  γέγονε,  καὶ καλῶς  ἑαυτὸν ἐξεκάθηρε, δαψιλὴς  ἡ τοῦ Πνεύματος ἐξεχύθη  εἰς αὐτὸν  δωρεά. Ὅθεν ἡμῖν καὶ τοὺς θαυμαστοὺς ἔτεκε ποταμούς, οὐ κατὰ τὴν τοῦ παραδείσου πηγὴν τέσσαρας μόνους, ἀλλὰ πολλῷ πλείους καθ' ἑκάστην ῥέοντας τὴν ἡμέραν, οὐ τὴν γῆν ἄρδοντας, ἀλλὰ τὰς τῶν ἀνθρώπων  ψυχὰς  εἰς καρπογονίαν  ἀρετῆς διεγείροντας.  Τίς οὖν  ἀρκέσει λόγος  τοῖς τούτου κατορθώμασιν; ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν ἐκείνου; Ὅταν γὰρ ἅπαντα  τὰ ἐν ἀνθρώποις  καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ  μία, καὶ πάντα  μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα τοῦ μεγέθους τῶν ἐγκωμίων; Οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο  μάλιστα  ἐροῦμεν.  Καὶ γὰρ καὶ τοῦτο  ἐγκωμίου  μέγιστον  εἶδος, τὸ νικᾶν  τῶν κατορθωμάτων  τὸ μέγεθος μετὰ πάσης περιουσίας τοῦ λόγου τὴν εὐκολίαν, καὶ ἡ ἧττα μυρίων τροπαίων ἐστὶν ἡμῖν λαμπροτέρα.
1.2 Πόθεν οὖν εὔκαιρον εἴη ἂν ἅψασθαι τῶν  ἐγκωμίων; Πόθεν ἄλλοθεν  ἢ ἀπ' αὐτοῦ τούτου πρώτου, τοῦ δεῖξαι τὰ ἁπάντων  ἔχοντα ἀγαθά; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό  τι γενναῖον,  εἴτε πατριάρχαι,  εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλόν, ἐκέκτητο
Read More ->>

8. Εγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος γʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
8. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος γʹ
3.1 Ὁ μακάριος Παῦλος τῆς ἀνθρωπίνης  προθυμίας ἐνδεικνύμενος  τὴν ἰσχύν, καὶ ὅτι πρὸς αὐτὸν δυνάμεθα πτῆναι τὸν οὐρανόν, ἀφεὶς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας  δυνάμεις,  ποτὲ  μὲν  δι' ἑαυτοῦ  μόνου  μιμητὰς  γενέσθαι  κελεύει  τοῦ  Χριστοῦ λέγων·  Μιμηταί μου γίνεσθε,  καθὼς  κἀγὼ  Χριστοῦ· ποτὲ  δὲ καὶ χωρὶς  ἑαυτοῦ  πρὸς αὐτὸν  αὐτοὺς  ἀναβιβάζει  τὸν  Θεὸν λέγων·  Γίνεσθε οὖν μιμηταὶ  τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά. Εἶτα δεικνὺς ὡς οὐδὲν οὕτω ποιεῖ τὴν μίμησιν ταύτην, ὡς τὸ κοινωφελῶς ζῆν καὶ πρὸς τὸ τῷ παντὶ χρήσιμον ὁρᾶν, ἐπήγαγε· Περιπατεῖτε ἐν ἀγάπῃ. ∆ιὰ τοῦτο εἰπών· Μιμηταί μου γίνεσθε, περὶ ἀγάπης εὐθέως διαλέγεται, δεικνὺς ὅτι αὕτη μάλιστα ἡ ἀρετὴ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ· ὡς αἵ γε ἄλλαι ταύτης καταδεέστεραι, καὶ περὶ ἀνθρώπους πᾶσαι στρέφονται·  οἷον  ἡ πρὸς ἐπιθυμίαν  μάχη,  ὁ περὶ  τὴν  γαστέρα πόλεμος,  ἡ πρὸς τὴν φιλαργυρίαν  παράταξις, ἡ πρὸς τὸν θυμὸν πάλη· τὸ δὲ φιλεῖν,  τοῦτο κοινὸν ἡμῶν καὶ τοῦ Θεοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.

3.2 Τοῦτο τοίνυν  καὶ ὁ Παῦλος εἰδὼς κεφάλαιον  ὂν τῶν ἀγαθῶν, μετὰ πολλῆς ἐπεδείξατο  τῆς  ἀκριβείας.  Οὐδεὶς γοῦν  οὕτως  ἐχθροὺς  ἐφίλησεν,  οὐδεὶς  οὕτω  τοὺς ἐπιβουλεύσαντας  εὐηργέτησεν,  οὐδεὶς τοσαῦτα ὑπὲρ τῶν  λελυπηκότων ἔπαθεν·  οὐδὲ γὰρ εἰς ἅπερ ἔπασχεν ἔβλεπεν,  ἀλλὰ τὸ κοινὸν  τῆς φύσεως ἐνενόει,  καὶ ὅσῳ μᾶλλον ἐξεθηριοῦντο, τοσούτῳ μᾶλλον αὐτῶν ἠλέει τὴν μανίαν. Καὶ ὡς ἄν τις διατεθείη πατὴρ περὶ  παῖδα  φρενίτιδι   κατεχόμενον–ὅσῳ   γὰρ  ἂν  ὑβρίζηται  καὶ  λακτίζῃ  χαλεπῶς   ὁ κάμνων, τοσούτῳ μᾶλλον  αὐτὸν ἐλεεῖ καὶ δακρύει–, οὕτω κἀκεῖνος τῇ τῶν δαιμόνων ὑπερβολῇ   τῶν   ταῦτα   ἐπαγόντων  αὐτῷ   τὴν   νόσον   στοχαζόμενος,   πρὸς  πλείονα κηδεμονίαν διανίστατο
Read More ->>

10. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος εʹ

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

10. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος εʹ

5.1 Ποῦ νῦν εἰσιν οἱ τὸν θάνατον  αἰτιώμενοι,  καὶ τὸ παθητὸν  τοῦτο σῶμα καὶ φθαρτὸν ἐμπόδιον εἶναι λέγοντες αὐτοῖς πρὸς ἀρετήν; Ἀκουσάτωσαν τῶν Παύλου κατορθωμάτων,  καὶ παυέσθωσαν τῆς πονηρᾶς ταύτης διαβολῆς. Τί γὰρ τὸ γένος ἡμῶν ἔβλαψεν ὁ θάνατος; τί δὲ ἡ φθορὰ πρὸς ἀρετὴν ἐνεπόδισεν; Ἐννόησον Παῦλον, καὶ ὄψει ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς. Εἰ γὰρ μὴ θνητὸς ἦν οὗτος, οὐκ ἂν ἐδυνήθη  εἰπεῖν, μᾶλλον  δὲ οὐκ ἂν ἐπιδείξασθαι ἐδυνήθη  ὃ διὰ τῶν  ἔργων  εἶπεν, ὅτι· Καθ'  ἡμέραν  ἀποθνήσκω,  νὴ  τὴν  ὑμετέραν  καύχησιν,  ἣν  ἔχω  ἐν  Χριστῷ  Ἰησοῦ. Πανταχοῦ γὰρ ἡμῖν  ψυχῆς  καὶ προθυμίας  δεῖ, καὶ τὸ κωλῦον  οὐδὲν ἐν τοῖς πρώτοις τετάχθαι.  Οὐχὶ θνητὸς  ἦν  οὗτος; οὐχὶ  ἰδιώτης; οὐχὶ  πένης  καὶ ἐκ τῆς  καθ' ἑκάστην ἡμέραν ἐργασίας ποιούμενος τὴν τροφήν; οὐχὶ σῶμα εἶχε πάσαις ἀνάγκαις ὑποκείμενον φυσικαῖς; Τί οὖν αὐτὸν ἐκώλυσε γενέσθαι τοιοῦτον οἷος γέγονεν; Οὐδέν. Μηδεὶς τοίνυν ἀθυμείτω  πένης,  μηδεὶς  δυσχεραινέτω  ἰδιώτης,  μηδεὶς  ἀλγείτω  τῶν  εὐτελῶν,  ἀλλ' ἐκεῖνοι  μόνοι  ὅσοι ψυχὴν  μεμαλακισμένην  καὶ  διάνοιαν  ἔχουσιν  ἐκνενευρισμένην. Τοῦτο γὰρ γίνεται  κώλυμα  μόνον  πρὸς ἀρετήν,  κακία  ψυχῆς  καὶ  μαλακία  γνώμης· ταύτης δὲ ἄνευ τῶν ἄλλων  οὐδέν. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μακαρίου τούτου τοῦ νῦν συναγαγόντος  ἡμᾶς. Ὥσπερ γὰρ τοῦτον  οὐδὲν ταῦτα παρέβλαψεν,  οὕτω τοὺς ἔξωθεν οὐδὲν τὰ ἐναντία  ὠφέλησεν, οὐ λόγων  δεινότης, οὐ χρημάτων  πλῆθος, οὐ περιφάνεια γένους, οὐ δόξης μέγεθος, οὐ τὸ ἐν δυναστείᾳ εἶναι.
Read More ->>

12. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος ζʹ

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

12. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος ζʹ

7.1 Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης καὶ  πολλῶν   στρατιωτῶν   προηγουμένων,   εἰς  τὰς  πόλεις   εἰσίωσιν,  ἅπας    δῆμος συντρέχειν  εἴωθεν,  ὥστε  καὶ  τῆς  ἠχῆς  ἀκοῦσαι,  καὶ  τὸ  σημεῖον  ἰδεῖν  ἐφ' ὑψηλοῦ φερόμενον,   καὶ  τοῦ  βαστάζοντος  τὴν  ἀνδρείαν.  Ἐπεὶ  οὖν  καὶ  Παῦλος  εἰσέρχεται σήμερον, οὐκ εἰς πόλιν, ἀλλ' εἰς τὴν οἰκουμένην, συνδράμωμεν ἅπαντες. Καὶ γὰρ οὗτος σημεῖον βαστάζει, οὐ τοῦ κάτω  βασιλέως,  ἀλλὰ  τὸν  σταυρὸν τοῦ ἄνω  Χριστοῦ, καὶ προηγοῦνται  οὐκ  ἄνθρωποι,  ἀλλ' ἄγγελοι,  καὶ  εἰς  τιμὴν  τοῦ  βασταζομένου  καὶ  εἰς ἀσφάλειαν τοῦ φέροντος. Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων ∆εσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ Ἰακώβ φησιν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός  μου· πολλῷ  μᾶλλον  ἐπὶ τῶν τὴν οἰκουμένην  ἐγχειρισθέντων καὶ τηλικοῦτον  βασταζόντων  ὄγκον  δωρεῶν  πάρεισιν αἱ δυνάμεις  αἱ ἄνω.  Οἱ μὲν  οὖν  παρὰ τῶν  ἔξωθεν  ταύτης  ἠξιωμένοι  τῆς τιμῆς,  ἱμάτια περίκεινται  καὶ περιαυχένιον  κόσμον χρυσοῦν, καὶ πάντοθέν  εἰσι λαμπροί·  οὗτος δὲ ἅλυσιν  ἀντὶ  χρυσοῦ περικείμενος  βαστάζει τὸν  σταυρόν· οὗτος  ἐλαυνόμενος,  οὗτος μαστιζόμενος καὶ λιμώττων.
Read More ->>

14.Ομιλια εγκωμιαστική. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

14.Ομιλια  εγκωμιαστικη. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.

αʹ. Ὅπερ χθὲς ἐδεδοίκειν ἐξέβη, καὶ τέλος ἔλαβε νῦν,  καὶ τῆς ἑορτῆς ἀπελθούσης,  καὶ  τὸ  πλῆθος  ἡμῖν  συναπεδήμησε, καὶ  ἐλάττων  ἡμῖν  ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ  τοῦτο τῆς παραινέσεως ἀπέστην· εἰ γὰρ καὶ μὴ   πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ' οὐδὲ πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης  τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι' ἡμῶν, ἀλλά γε δι'  ὑμῶν πάντως  ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ  μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ   καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο   τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα  τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος  ἐκείνου,   καὶ χαλεπωτέρας  καθ' ἑκάστην  ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης  ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν  ἐπι σπωμένης, καὶ πολλὴν  τοῖς καταφεύγουσι  παρεχού σης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων  ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων  παθῶν τὰς συνεχεῖς   ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ   ἀπόνοιαν καταστέλλει.Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα   τοῦ πένητος  ὑπεριδεῖν  δυνήσεται, ἀκούων παρὰ τῶν  θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης   πλουτοῦντα  ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων   καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· 
Read More ->>

16.Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἑλλήνων

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

16.Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἑλλήνων

1 Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μέλλων  πρὸς τὸ πάθος ἤδη χωρεῖν καὶ τὸν θάνατον ἀποθνήσκειν τὸν ζωοποιὸν αὐτῇ τῇ τελευταίᾳ νυκτί, καλέσας ἰδίᾳ τοὺς ἑαυτοῦ μαθητάς, ἄλλα τε διελέχθη πολλὰ καὶ παρῄνεσε καὶ μετὰ τῶν ἄλλων εἶπέ τι καὶ τοιοῦτον αὐτοῖς· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει." Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ' ὅμως  οὐδεὶς  οὐδέποτε  ἐκείνων  τοιοῦτον  οὐδὲν  οὔτε  εἰς  νοῦν ἐβάλετο οὔτε εἰπεῖν ἐτόλμησεν. Οὐδ' ἂν ἔχοιεν Ἑλλήνων παῖδες, κἂν πάντα ἀναισχυντοῖεν,  ἐπιδεῖξαι πρόρρησιν ἢ λόγον τοιοῦτον  κείμενον  παρ' αὐτοῖς, ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων  καὶ νεκρῶν τινῶν  εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ' αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ' αὐτοῖς ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς οὐδεὶς ἂν αὐτῶν διισχυρίσαιτό ποτε.

2 Καὶ τὴν αἰτίαν δὲ εἰ βούλεσθε ἐρῶ, διὰ τί τὰ ἄλλα πάντα ἀπηρυθριασμένως καὶ γυμνῇ ψευδόμενοι τῇ κεφαλῇ, τοιοῦτον οὐδέποτε οὐδὲν πλάσασθαι ἐτόλμησαν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ τινὸς λόγου ταύτης ἀπέσχοντο τῆς μηχανῆς, ἀλλ' εἶδον τοῦτο κακούργως οἱ λυμεῶνες  ἐκεῖνοι, ὅτι τὸν μέλλοντα  ἀπατᾶν πιθανά τινα καὶ πολλῆς γέμοντα κομψείας καὶ πρὸς τὸ φωραθῆναι  δυσδιάγνωστα συντιθέναι  χρή. Καὶ γὰρ τοὺς  δεινοὺς  τῶν  τε ἰχθύων  τῶν  τε ὀρνίθων  θηρευτὰς  ἔθος οὐ γυμνὰ προτιθέναι τὰ θήρατρα, ἀλλὰ τῷ δελέατι πάντοθεν  αὐτὰ περιστεί λαντας  ἀκριβῶς οὕτω τῆς ἄγρας περιγενέσθαι ἑκατέρας ἑκατέρους. Εἰ δὲ ἐκκαλύψαντες  αὐτὰ τοῖς ἁλίσκεσθαι μέλλουσιν  οὕτω  παρεῖχον  ὁρᾶν, οὔτε  ἰχθῦς  οὔτε  ὄρνις  τῶν  ἀρκύων ἐκείνων ἐντὸς ἂν ἐγένοντό ποτε, μᾶλλον δὲ οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθον αὐτοῖς, ἀλλὰ κεναῖς ἂν ἕκαστος οἴκαδε ἀπῆλθε χερσὶν ὅ τε θαλάττιος ὅ τε χερσαῖος θηρατής. Ἐπεὶ οὖν καὶ τούτοις σαγηνεύειν  ἀνθρώπους  προὔκειτο οὐκ ἔρριψαν γυμνὴν  τὴν ἀπάτην  εἰς  τὸ τοῦ  πέλαγος,  ἀλλὰ  πλασάμενοι  καὶ συνθέντες  τὰ δυνάμενα  τοὺς ἀλογωτέρους ἑλεῖν περαιτέρω προελθεῖν ἐφείσαντο τῷ ψεύδει δεδοικότες τὴν ὑπερβολὴν   καὶ   φοβούμενοι   μὴ  τῇ   τῶν   δευτέρων   ἀμετρίᾳ   καὶ   τὰ   πρότερα ἀναλύσωσαν.
Read More ->>

17. Εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

17. Εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.

αʹ. Ὁ μακάριος Βαβύλας πρώην ἡμᾶς ἐνταῦθα μετὰ παίδων τριῶν συνήγαγε· σήμερον  στρατιωτῶν   ξυνωρὶς   ἁγίων   τὸ   τοῦ   Χριστοῦ  στρατόπεδον   ἐπὶ   τῆς παρατάξεως  ἔστησε· τότε  ἅρμα  μαρτύρων,  νῦν  ξυνωρὶς  μαρτύρων.  ∆ιάφορος  ἡ ἡλικία, ἀλλὰ  μία ἡ πίστις· ποικίλα  τὰ παλαίσματα, ἀλλ' ἡ αὐτὴ ἀνδρεία· ἐκεῖνοι παλαιοὶ  κατὰ τὸν  χρόνον·  οὗτοι νέοι  καὶ πρόσφατοι. Τοιοῦτος τῆς Ἐκκλησίας ὁ θησαυρὸς, νέους καὶ παλαιοὺς ἔχων μαργαρίτας· ἀλλ' ἓν ἁπάντων  τὸ κάλλος. Οὐκ ἀμαυροῦται τὸ ἄνθος αὐτῶν, οὐ καταῤῥεῖ τῷ χρόνῳ· οὐ δέχεται παλαιότητος ἰὸν τῆς λαμπρότητος ταύτης ἡ φύσις· ἡ μὲν γὰρ σωματικὴ περιουσία εἴκει καὶ παραχωρεῖ τῷ μήκει τοῦ χρόνου· καὶ γὰρ ἱμάτια δαπανᾶται, καὶ οἰκίαι καταλύονται, καὶ χρυσίον ἰοῦται, καὶ πᾶσα τῆς αἰσθητῆς ταύτης περιουσίας ἡ φύσις διαπίπτει  τῷ χρόνῳ καὶ ἀφανίζεται. Ἐπὶ δὲ τῶν πνευματικῶν  θησαυρῶν οὐχ οὕτως· ἀλλ' ἀεὶ καὶ διαπαντὸς ἐν  ἴσῃ μένουσιν  ἀκμῇ  καὶ νεότητι  λάμποντες  καὶ ἀποστίλβοντες  τὴν  τῆς οἰκείας λαμπρότητος δόξαν οἱ μάρτυρες.Ὃ δὴ καὶ ὑμεῖς εἰδότες, οὐχ ἑτέρως μὲν τοὺς παλαιοὺς, ἑτέρως δὲ τοὺς νέους τιμᾶτε· ἀλλὰ μετὰ τῆς αὐτῆς προθυμίας, μετὰ τοῦ αὐτοῦ φίλτρου, μετὰ τῆς αὐτῆς διαθέσεως, ἅπαντας τιμᾶτε καὶ ἀποδέχεσθε. Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ' ἀνδρείαν ἐπιζητεῖτε,  καὶ ψυχῆς  εὐλάβειαν,  καὶ πίστιν ἀκλινῆ,  καὶ ζῆλον ἐπτερωμένον  καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς συναγαγόντες ἐπεδείξαντο.
Read More ->>

19.Τοῦ αὐτού ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
19.Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.

Ἔδει μὲν μείζονος τῆι Πελαγίαι θεάτρου· μεγάλα γὰρ τῆς κόρης τὰ σκάμματα καὶ  πολυανθρώπου  θεωρίας  ἀντάξια.  ἀρκεῖ δὲ ὅμως  ἀντὶ  τοῦ  κόσμου παντὸς  ὁ Χριστός, τῆι  τῆς  παρθένου  πανηγύρει  παρών·  ὅπου  γὰρ  Χριστὸς ὁ παρών,  ἐκεῖ πάντων ὁ χορὸς τῶν ἀγγέλων. ἅπας μὲν οὖν μάρτυς ξιφῶν καὶ βασάνων δεικνὺς τὸ σῶμα  φιλονεικότερον,   μέγαν   τῶι   διαβόλωι   κατασκευάζει   θεατρισμόν,   τὸν ἀσώματον νικῶν διὰ σώματος καὶ πρὸς σίδηρον ἐρίζων διὰ σαρκός. ὅταν δὲ ἴδω καὶ κό ρας τὴν  ὑπὲρ τοῦ Σταυρωθέντος  τελευτὴν  ὠδινούσας,  πλατύτερον  γελῶ  τοῦ διαβόλου τὸ θράσος, ὃς μαντεῖα πλαττόμενος πάμπολλα, ὡς δὴ τὸ μέλλον δι' αὐτῶν προμηνύων,  τὴν  οἰκείαν  σήμερον οὐκ ἐμαντεύσατο χλεύην,  πολλοῦ  τινος  οὖσαν ἀντάξιον γέλωτος. τί γὰρ ἂν γελοιό τερον εὕροι τις ἧς ὑπέμεινε σήμερον ὁ διάβολος χλεύης; ἔχων γὰρ ἐν δικτύωι παρθένον, ἐκπεπτώκει τῆς θήρας, καὶ λαβόμενος τῆς παιδὸς οὐκ ἐλάβετο, καθάπερ σκιᾶς, οὐκ αὐτῆς δεδραγμένος. ἡ γὰρ κόρη καὶ τῶι τῆς περιστερᾶς ἀκεραίωι καὶ τῶι τοῦ ὄφεως κεκραμένη φρονίμωι, ** ὡς μὲν ἀκέραιος περιστερὰ  συνηλήφθη,   ὡς   δὲ   φρόνιμος   ὑπεξέκλινεν   ὄφις.   οὐ   γὰρ   ἀπέγνω συλληφθεῖσα  τὴν  νίκην,  οὐδὲ  συγκατεσχέθη  τῆι  σαρκὶ  καὶ  τὴν  σύνεσιν·  ἀλλ' ἐσκοπεῖτο μηχανήν, τὸ τῶν συλλαβόντων ἀντεκλήττουσαν  θράσος. τί οὖν; μεταμέλειαν ὑποκρίνεται, καὶ χειμῶνι ναυαγοῦσα τοσούτωι, παραγ γέλλει τῶι προσώπωι φαιδρότητα. οἱ δὲ δελεασθέντες τῶι πλάσματι καὶ τῆι τῆς κόρης ἱλαρότητι κλαπέντες, ἔπαθόν τι πρὸς αὐτὴν καὶ φιλάν θρωπον καὶ σχῆμα περιθέσθαι νυμφικὸν αἰτησάσηι διδόασιν ἄδειαν, ὡς οὐ τῆι παρθένωι χαριούμενοι μόνον, ἀλλὰ καὶ τῶι δικαστῆι  φανούμενοι   κρείττους,  εἰ  κεκαλλωπισμένην   ἀπαγάγοιεν  κόρην.    δὲ τυχοῦσα τῆς τέχνης, τὸν ὄντως εὐθὺς ἠμφιέννυτο  κόσμον· ζωσαμένη γὰρ τόλ μαν καὶ  τὰς  τῆς  ἀναστάσεως  ἐλπίδας  ἐνδυσαμένη,  πρὸς  τὸ  τοῦ  στέ γους  δραμοῦσα πτερύγιον, ἐκεῖθεν καθίησιν ἑαυτήν, καὶ νικᾶι πάλης ἰδέαν, ἣν ὡς μεγάλην ποτὲ τῶι Κυρίωι τετολμήκει  προτεῖναι  ο  διάβολος,  Εἰ υἱὸς  εἶ  τοῦ  Θεοῦ, λέγων,  βάλε σεαυτὸν κάτω. 
Read More ->>

21.Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμών Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
21.Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης.

αʹ. Σοφός τις ἀνὴρ καὶ φιλοσοφεῖν εἰδὼς, τῶν ἀνθρω πίνων πραγμάτων τὴν φύσιν μετὰ ἀκριβείας κατα μαθὼν, καὶ ἐπιγνοὺς αὐτῶν τὴν σαθρότητα, καὶ ὡς οὐδὲν ἔχει πιστὸν, οὐδὲ βέβαιον, παραινεῖ κοινῇ πᾶσιν ἀνθρώποις πρὸ τελευτῆς μὴ μακαρίζειν  μη  δένα.  Οὐκοῦν ἐπειδὴ  τετελεύτηκεν  ὁ μακάριος  Εὐ στάθιος, μετὰ ἀδείας αὐτὸν  ἁπάσης ἐγκωμιάσαι λοι πὸν δυνάμεθα· εἰ γὰρ πρὸ τελευτῆς  οὐ δεῖ μακαρίζειν  οὐδένα,  μετὰ τὴν  τελευτὴν  ἀνεύθυνος  ἐπὶ  τῶν  ἀξίων  ὁ μακαρισμὸς γένοιτ' ἄν. Καὶ γὰρ παρῆλθε τὸν εὔρι πον τῶν βιωτικῶν πραγμάτων, ἀπηλλάγη τῆς ταρα χῆς τῶν κυμάτων, πρὸς τὸν εὔδιον καὶ ἀτάραχον κατέπλευσε λιμένα, οὐχ ὑπόκειται τῇ τοῦ μέλλοντος  ἀδηλίᾳ, οὐδέ ἐστιν ὑπεύθυνος καταπτώσει, ἀλλὰ καθάπερ ἐπὶ πέτρας τινὸς καὶ ὑψηλοῦ σκοπέλου νῦν ἑστὼς καταγελᾷ τῶν κυμάτων ἁπάντων. Οὐκοῦν ἀσφαλὴς ὁ μακαρισμὸς, ἀνεπίληπτον τὸ ἐγκώμιον· οὐ γὰρ δέδοικε μεταβολὴν, οὐχ ὑποπτεύει μετάπτωσιν.Ἡμεῖς  μὲν  γὰρ  οἱ  ἔτι  ζῶντες,  καθάπερ  οἱ  ἐν  μέσῳ πελάγει  σαλεύοντες,πολλαῖς ὑποκείμεθα ταῖς μεταβολαῖς· καὶ καθάπερ ἐκεῖνοι νῦν μὲν εἰς ὕψος αἴρονται τῶν  κυμάτων  κορυφουμένων,  νῦν  δὲ πρὸς αὐτὸν  καταφέρονται  τὸν βυθόν· ἀλλ' οὔτε τὸ ὕψος ἀσφαλὲς, οὔτε ἡ ταπείνωσις μόνιμος· ὑδάτων γάρ ἐστι ῥεόντων καὶ οὐχ ἱσταμένων ταῦτα ἀμφότερα· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων  πραγμάτων οὐδὲν βέβαιον καὶ ἑστὼς, ἀλλὰ πυκναὶ αἱ μεταβολαὶ καὶ ὀξύῤῥοποι.
Read More ->>

23. Είς τον Αγιον μάρτυρα Ρωμανόν. Λόγος βʹ.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

23. Είς τον Αγιον μάρτυρα Ρωμανόν. Λόγος  βʹ.

αʹ. Παλαῖστραι μὲν  σώμασιν  ἀνδρείαν  χαρίζονται,  καὶ  τέχνης  ἀθλητικῆς ἐπιστήμας·  μαρτύρων  δὲ  μνῆμαι  ταῖς  τῶν  δαιμόνων   τὰς  ψυχὰς  ἀνθοπλίζουσι τέχναις, καὶ πρὸς τὰς κατ' ἐκείνων παιδοτριβοῦσι λαβάς. Τὸν γὰρ ἀθλητικὸν δημοσιεύουσαι τόνον καὶ τὴν ἀνένδοτον  πρὸς τὰς μάστιγας πάλην, ἐγείρουσιν εἰς  θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς  τεταμένον  προθεῖσαι δίαυλον. Τοιαύτη ἡ τοῦ σήμερον στεφανω θέντος ἀθλητοῦ μνήμη. Τίς γὰρ οὐκ ἂν τὰ κατὰ τοῦ διαβόλου θαῤῥήσειε σκάμματα τοῖς τοῦ μάρτυρος τὴν ψυχὴν παιδοτριβήσας παλαίσμασιν, ὃν τοσούτων κινδύνων οὐ κατέσεισε πλῆθος; Πολλὴ γάρ τις τῷ κόσμῳ  τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει  κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν  δὲ οὐκ  ὀλίγος   ἀριθμὸς  ὑποβρύχιος·  πάντα  δὲ  ἦν  φόβων   πικρῶν   καὶ  ναυαγίων ἀνάμεστα. Ἔπνεον βασιλεῖς καταιγίδος σφοδρότερον, φοβερὰς τύραννοι τρικυμίας ἐπῆγον,  ἀρχόντων   συγκεκίνηντο   θρόνοι,  δικασταὶ  τὴν  εἰς  Χριστὸν  ἐκήρυττον ἄρνησιν,  πικρὰς  νομοθέται  τιμωρίας  ἠπείλουν,  πρὸς  τὰς  τῶν  δαιμόνων  ἄνδρες θυσίας ἡρπάζοντο, πρὸς τὴν τῶν βω μῶν εἵλκοντο  βδελυρίαν γυναῖκες· ἐσύροντο πρὸς ταύ την καὶ παρθένοι τὴν λύσσαν, φυγαῖς ἱερεῖς καὶ σφα γαῖς παρεδίδοντο, τῶν ἱερῶν ἠλαύνοντο  οἱ πιστοὶ πε ριβόλων. Πρὸς τηλικαύτην  ὁ μάρτυς ἐξωπλίζετο μά χην, καὶ τοσούτοις τὴν γνώμην κινδύνοις ἀνθίστησιν, ὥσπερ τινὰ σκιαμαχίαν γελῶν τὴν  παράταξιν, καὶ καθάπερ ἐν σκάμμασιν ἀντὶ  κόνεως  τῇ πίστει τοὺς δικαστὰς καταπάσσων, οὕτω τὴν τοῦ τότε δικάζοντος ἀνεῤῥίπιζε γνώμην, δρόμον αὐτῷ κατὰ τῆς  Ἐκ κλησίας  μελετώμενον   στήσας. ∆ιὸ  δὴ  πρὸς  κόλασιν  ὀξέως    γενναῖος ἀνήρπαστο, καὶ πολλαὶ μὲν προσ ήγοντο τιμωριῶν ποικιλίαι· ὁ μάρτυς δὲ προσεῴκει κιθάρᾳ, τῷ τῶν βασάνων πλήκτρῳ πρὸς φθόγγον κι νούμενος· συνέτριβον τὸ σῶμα περιστάντες οἱ δή μιοι, ὁ δὲ, ὡς χαλκός τις, τῆς εὐσεβείας τὸ μέλος ὑπήχει κρουόμενος· κρεμῶντες  ἐπὶ  ξύλου  κατέξαινον,  ὁ δὲ ὡς  δένδρον  ζωῆς  τὸ ξύλον ἠσπάζετο· ὡς πλευρὰς  τοῦ δικαίου  τὰς παρειὰς διεσπάραττον, ὁ δὲ ὡς πλείο  να στόματα λαμβάνων ἐῤῥητόρευεν, καὶ καινῷ κατ ῄσχυνε τὸν ἀντίπαλον πτώματι. Ὡς γὰρ εἶδε τὸν δικαστὴν πρὸς τὴν τῶν δαιμόνων σπουδὴν αὐτὸν ἐκκαλούμενον, αἰτεῖ βρέφος ἐξ ἀγορᾶς ἀχθῆναι, ὡς ἐκεῖνο τῶν ζητουμένων  παρὰ τοῦ δικα στοῦ κριτὴν ποιησόμενος· καὶ προσαχθέντι τῷ βρέφει τὴν περὶ τῶν προκειμένων προσῆγεν ἐρώτησιν. 
Read More ->>

25. Εις τους Αγίους Μακκαβαιους. Ὁμιλία βʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

25. Εις τους Αγίους Μακκαβαιους. Ὁμιλία βʹ

αʹ. Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι τοὺς ἁγίους μάρτυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στόματα ἔχωμεν καὶ γλώττας  τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων· καὶ ταὐτὸν   πάσχω   πρὸς   τὰ   κατορθώματα   τῶν   ἑπτὰ   μαρτύρων   ὁρῶν,   οἷον   ἂν   εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν  ἐξαντλῆσαι  ἐπιχειροίη,  μετὰ δὲ τὸν πολὺν  καὶ ἄφατον  πόνον  τὸ πλέον  ἀφεὶς ἀπέλθοι. Πηγῆς γὰρ ὅσον ἂν ἐξαντλήσῃς, τὸ πλέον ἀπολείπεται.  Τί οὖν; ἐπειδὴ τὰ κατ' ἀξίαν εἰσενεγκεῖν  οὐ δυνάμεθα, σιγήσομεν; Οὐδαμῶς. Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν  ∆εσπότην μιμοῦνται  ἐν τῇ κρίσει τῆς τοιαύτης φιλοτιμίας. Πῶς δὲ ἐκεῖνος ποιεῖ; Ὅταν τις προσενέγκῃ δῶρα, οὐ τῷ μεγέθει τοῦ προσενεχθέντος, ἀλλὰ τῇ προθυμίᾳ τοῦ προσενέγκαντος προσέχων μετρεῖ τὴν ἀντίδοσιν.Οὕτως ἐποίησεν  ἐπὶ  τῆς  χήρας  ἐκείνης·  δύο κατέβαλεν  ὀβολοὺς  ἡ γυνὴ,  καὶ προετιμήθη τῶν πολλὰ καταβεβληκότων·  οὐ γὰρ τὴν ὀλιγότητα  τῶν χρημάτων,  ἀλλὰ τὴν πολυτέλειαν  τῆς γνώμης εἶδεν ὁ Θεός· δύο ὀβολοὶ τὰ χρήματα, ἀλλὰ μυρίων χρυσοῦ ταλάντων  τιμιωτέρα ἡ γνώμη. Ἁψώμεθα δὴ τῶν ἐγκωμίων  θαῤῥοῦντες, καὶ ὅπερ χθὲς ἐποιήσαμεν, τοῦτο εἰ δοκεῖ γενέσθω  καὶ νῦν· καὶ γὰρ χθὲς  τὴν  μητέρα ἀπολαβόντες μόνην εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν· ἐποιοῦμεν δὲ τοῦτο οὐκ ἀποσχίσαι βουλόμενοι τοῦ χοροῦ τῶν  παίδων  αὐτὴν,  ἀλλ' ἀσφαλέστερον  ἡμῖν  κατασκευάσαι τὸν  πλοῦτον· τοῦτο δὴ καὶ νῦν ποιήσωμεν· ἕνα τῶν παίδων ἀποσπάσαντες, εἰς αὐτὸν ὀλίγα εἴπωμεν· δέος γὰρ μή ποτε καθάπερ ἑπτὰ ποταμοὶ, οἱ τῶν ἑπτὰ μαρτύρων  ἔπαινοι  συνελθόντες ἀθρόον τὸν λόγον  ἡμῖν ἐπικλύσωσιν.  
Read More ->>

27.Εις τας Αγίας μάρτυρας Βερνίκην καὶ Προσδόκην παρθένους

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

27.Εις τας Αγίας μάρτυρας Βερνίκην καὶ Προσδόκην παρθένους, καὶ ∆ομνίναν τὴν μητέρα αὐτῶν, ὁμιλία ἐγκωμιαστική.

αʹ. Οὔπω εἴκοσιν ἡμέρας ἔχομεν  σταυροῦ μνείαν  ἐπιτελέσαντες,  καὶ ἰδοὺ μαρτύρων μνείαν ἐπιτελοῦμεν. Εἶδες πῶς ταχὺς ὁ καρπὸς τοῦ θανάτου τοῦ Χριστοῦ; δι' ἐκεῖνο τὸ πρόβατον αὗται αἱ δαμάλεις ἐσφάγησαν· δι' ἐκεῖνον τὸν ἀμνὸν ταῦτα τὰ θύματα, δι' ἐκείνην τὴν θυσίαν αὗται αἱ προσφοραί· οὔπω εἴκοσιν ἡμέρας ἔχομεν, καὶ εὐθέως τὸ ξύλον ἐβλάστησε τοῦ σταυροῦ τὰ καλὰ τῶν μαρτύρων βλαστήματα· ταῦτα γὰρ ἐκείνου  τοῦ θανάτου  τὰ κατορθώματα. Ἴδε τοίνυν  τὴν ἀπόδειξιν  τῶν τότε   εἰρημένων   δι'  αὐτῶν   σήμερον  ἐκβεβηκυῖαν   τῶν   ἔργων.   Τότε  ἔλεγον, Συνέκλασε  πύλας   χαλκᾶς,   καὶ  μοχλοὺς   σιδηροῦς  συνέθλασε·  σήμερον  ταῦτα δείκνυται  διὰ  τῶν  ἔργων.  Εἰ γὰρ μὴ συνέκλασε τὰς  πύλας  τὰς  χαλκᾶς,  οὐκ ἂν κεκλεισμένων   αὐτῶν   ἐτόλμησαν  αἱ  γυναῖκες   οὕτω   ῥᾳδίως   εἰσελθεῖν·  εἰ  μὴ συνέθλασε τὸν μοχλὸν τὸν σιδηροῦν, οὐκ ἂν αἱ παρθένοι ἴσχυσαν αὐτὸν ἀφελέσθαι· εἰ μὴ τὸ δεσμωτήριον ἄχρηστον ἐποίησεν, οὐκ ἂν μετὰ τοσαύτης ἀδείας εἰσῆλθον αἱ μάρτυρες.Εὐλογητὸς ὁ Θεὸς, γυνὴ θανάτου κατατολμᾷ, γυνὴ ἡ θάνατον εἰς τὴν ζωὴν εἰσαγαγοῦσα τὴν ἡμετέραν, τὸ παλαιὸν  ὅπλον τοῦ διαβόλου, τοῦτο τοῦ διαβόλου κατήνεγκε τὴν ἰσχύν· τὸ σκεῦος τὸ ἀσθενὲς καὶ εὐεπηρέαστον τοῦτο γέγονεν ὅπλον ἀκαταγώνιστον· γυναῖκες θανάτου κατατολμῶσι· τίς οὐκ ἂν ἐκπλαγείη; Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν  Ἰουδαῖοι οἱ διαπιστοῦντες  τῇ ἀναστάσει τοῦ Χριστοῦ. Τί γὰρ μεῖζον, εἰπέ μοι, ζητεῖς σημεῖον τῆς ἀναστάσεως ἐκείνης,   ὅταν   ἴδῃς   τοσαύτην   μετάστασιν  πραγμάτων   γεγενημένην;   Γυναῖκες θανάτου κατατολμῶσι, πράγματος τοῦ καὶ ἀνδράσιν ἁγίοις πρὸ τούτου φοβεροῦ καὶ φρικώδους  ὄντος. 
Read More ->>

29.Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
29.Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ ἐλεημοσύνης.
           
αʹ. Χθὲς μαρτύρων  ἡμέρα, ἀλλὰ  καὶ  σήμερον μαρτύρων  ἡμέρα· εἴθε  καὶ  ἀεὶ μαρτύρων ἡμέραν ἐπετελοῦμεν. Εἰ γὰρ οἱ περὶ τὰ θέατρα μεμηνότες, καὶ πρὸς τὴν τῶν ἵππων   ἅμιλλαν   κεχηνότες,   οὐδέποτε   λαμβάνουσι   κόρον   τῶν   ἀτόπων   θεαμάτων ἐκείνων,  πολλῷ  μᾶλλον  ἡμᾶς ἀκορέστως ἔχειν  δεῖ πρὸς τὰς ἑορτὰς τῶν  ἁγίων.  Ἐκεῖ πομπὴ  διαβολικὴ,   ἐνταῦθα   ἑορτὴ  χριστιανική·   ἐκεῖ  δαίμονες   σκιρτῶσιν.  ἐνταῦθα ἄγγελοι   χορεύουσιν·  ἐκεῖ  ψυχῶν   ἀπώλεια,   ἐνταῦθα   σωτηρία  τῶν   συλλεγομένων ἁπάντων. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἐκεῖνα; Ἀλλ' οὐ τοσαύτην ὅσην ταῦτα. Ποία γὰρ ἡδονὴ τρέχοντας  εἰκῆ καὶ ἁπλῶς  ἵππους  ἰδεῖν; ἐνταῦθα  δὲ οὐχὶ ἀλόγων  ζεῦγος ὁρᾷς, ἀλλὰ μαρτύρων μυρία ἅρματα, καὶ τὸν Θεὸν τοῖς ἅρμασιν ἐφεστῶτα τούτοις, καὶ τὴν πρὸς τὸν οὐρανὸν ὁδὸν ἐλαύνοντα. Ὅτι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων ἅρμα εἰσὶ τοῦ Θεοῦ, ἄκουσον τοῦ προφήτου λέγοντος· Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Ὅπερ γὰρ ἐδωρήσατο  ταῖς  ἄνω  δυνάμεσι,  τοῦτο  ἐχαρίσατο  καὶ  τῇ  ἡμετέρᾳ  φύσει.  Ἐπὶ  τῶν Χερουβὶμ  κάθηται,  καθάπερ  καὶ    ψαλμός  φησιν·  Ἐπέβη  ἐπὶ  τῶν  χερουβὶμ,  καὶ ἐπετάσθη· καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν  πάλιν  ἔδωκεν· ἐπ' ἐκείνων  κάθηται,  ἐν  ἡμῖν  οἰκεῖ· Ἐνοικήσω  γὰρ  καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. 
Read More ->>

31. Εις μάρτυρας ομιλία

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
31. Εις μάρτυρας ομιλία

Αἱ τῶν μαρτύρων ἑορταὶ οὐκ ἐν τῇ περιόδῳ τῶν ἡμερῶν μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ  τῶν  ἐπιτελούν   των  κρίνονται.  Οἷόν τι  λέγω·  ἐμιμήσω  μάρτυρα; ἐζήλωσας αὐτοῦ τὴν ἀρετήν; κατ' ἴχνος αὐτοῦ τῆς  φιλοσοφίας ἔδραμες; καὶ οὐκ  οὔσης ἡμέρας  μάρτυρος, ἑορτὴν  μάρτυρος  ἐπετέλεσας.  Τιμὴ γὰρ  μάρτυρος, μίμησις μάρτυρος. Ὥσπερ γὰρ οἱ τὰ φαῦλα  πράττοντες,  καὶ ἐν ἑορταῖς ἀνέορτοί εἰσιν·  οὕτω  καὶ  οἱ  τὴν  ἀρετὴν  μετιόντες,  καὶ  πανηγύρεως  οὐκ  οὔσης, ἑορτὴν ἐπιτελοῦσιν· ἐν γὰρ τῷ καθαρῷ τοῦ συνειδότος ἡ ἑορτὴ χαρακτηρίζεται. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας. ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἔστι τοίνυν ἄζυμα παρὰ Ἰουδαίοις, ἔστι καὶ παρ' ἡμῖν· ἀλλὰ παρ' ἐκείνοις μὲν ἄζυμον ἐξ ἀλεύρου, παρ' ἡμῖν δὲ καθαρότης βίου, καὶ ζωὴ κακίας ἁπάσης ἀπηλλαγμένη.Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν ζωὴν, καθ' ἡμέραν ἑορτάζει, πανηγυρίζων  ἀεὶ, κἂν μὴ ἐν ἡμέρᾳ, μηδὲ ἐν σηκοῖς μαρτύρων, ἀλλὰ καὶ οἴκοι καθήμενος. Ἔστι γὰρ καὶ καθ' ἑαυτὸν ἑορτὴν μαρτύρων ἐπιτελεῖν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ παραγινώμεθα πρὸς τοὺς τάφους τῶν μαρτύρων, ἀλλ' ἵνα παραγενόμενοι  μετὰ τῆς προσηκούσης ἀπαντῶμεν  προθυμίας, καὶ μὴ μόνον  ταῖς ἡμέραις αὐτῶν, ἀλλὰ καὶ τούτων χωρὶς, τὴν αὐτὴν εὐλάβειαν παρεχώμεθα. 
Read More ->>

33.Εγκώμιον εις τον άγιον μάρτυρα Βαρλαάμ.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
33.Εγκώμιον εις τον Αγιον μάρτυρα Βαρλαάμ.

αʹ. Συνεκάλεσεν ἡμᾶς εἰς τὴν ἱερὰν ταύτην ἑορτὴν καὶ πανήγυριν ὁ μακάριος Βαρλαὰμ, οὐχ ἵνα αὐτὸν ἐπαινέσωμεν, ἀλλ' ἵνα αὐτὸν ζηλώσωμεν· οὐχ ἵνα ἀκροαταὶ γενώμεθα  τῶν  ἐγκωμίων,  ἀλλ' ἵνα μιμηταὶ γενώμεθα  τῶν  αὐτοῦ κατορθωμάτων. Ἐπὶ μὲν οὖν τῶν βιωτικῶν  πραγμάτων, οὐκ ἂν ἕλοιντό ποτε οἱ πρὸς τὰς μεγάλας ἀναβαίνοντες ἀρχὰς ἑτέρους κοινω νοὺς τῆς αὐτῆς προεδρίας ἰδεῖν· φθόνος γὰρ ἐκεῖ καὶ βασκανία διακόπτουσι τὴν ἀγάπην· ἐπὶ δὲ τῶν πνευ ματικῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον  ἅπαν· τότε  γὰρ μάλιστα τῆς  οἰκείας  τιμῆς  αἴσθησιν λαμβάνουσιν  οἱ μάρτυρες,  ὅταν  τοὺς  συνδούλους  τοὺς  ἑαυτῶν   πρὸς  τὴν  τῶν   ἰδίων   ἀγαθῶν κοινωνίαν  φθάσαντας ἴδωσιν. Ὥστε εἴ τις βούλεται ἐπαινεῖν  μάρτυρας, μιμείσθω μάρτυρας·  εἴ  τις  βούλεται  ἐγκωμιάζειν  τοὺς  ἀθλητὰς  τῆς  εὐσεβείας, ζηλούτω τὸν ἐκείνων πόνον· τοῦτο τοῖς μάρτυσιν οὐκ ἐλάττω τῶν οἰκείων κατορθωμάτων οἴ σει τὴν ἡδονήν. Καὶ ἵνα μάθῃς ὅτι τότε μάλιστα αἰ σθάνονται τῶν οἰκείων ἀγαθῶν, ὅταν ἡμᾶς ἴδωσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ μεγίστην τιμὴν τὸ πρᾶγμα ἡγοῦνται, ἄκουσον τοῦ Παύλου λέγοντος· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Καὶ ὁ Μωϋσῆς δὲ πρὸ τούτου πρὸς τὸν Θεὸν ἔλεγεν· 
Read More ->>

35. Εγκώμιον εις μάρτυρας Αιγυπτίους.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
35. Εγκώμιον εις μάρτυρας Αιγυπτίους.
αʹ. Εὐλογητὸς ὁ Θεὸς, ὅτι καὶ ἐξ Αἰγύπτου μάρτυρες, Αἰγύπτου τῆς θεομάχου καὶ  μανικωτάτης,  καὶ  ὅθεν  τὰ  ἄθεα  στόματα,  ὅθεν  αἱ  βλάσφημοι  γλῶσσαι,  ἐξ Αἰγύπτου μάρτυρες, οὐκ ἐν Αἰγύπτῳ δὲ μόνον, οὐδὲ ἐν τῇ παροίκῳ καὶ γείτονι χώρᾳ, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις  οἰκοῦντες  πλείω  τῆς χρείας τῶν  οἰκούντων  γενομένην  τὴν φορὰν,   καὶ   πρὸς   τὰς   ἔξω   διαπέμπουσι   πόλεις,   ὁμοῦ   τε   τὴν   παρ'   ἑαυτῶν ἐπιδεικνύμενοι  φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ' εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι  παρ' ἐκείνων· οὕτω καὶ οἱ Αἰγύπτιοι πεποιήκασιν ἐπὶ τῶν  τῆς  εὐσεβείας ἀθλητῶν.  Ἰδόντες  τῇ  τοῦ  Θεοῦ χάριτι  πολλὴν  παρ'  ἑαυτοῖς γενομένην  τὴν φορὰν, οὐ κατέκλεισαν ἐν τῇ πόλει τὸ μέγα τοῦτο τοῦ Θεοῦ δῶρον· ἀλλὰ  πανταχοῦ  τῆς γῆς ἐξέπεμψαν  τοὺς τῶν  ἀγαθῶν  θησαυροὺς, τήν  τε αὑτῶν φιλαδελφίαν  ἐπιδεικνύμενοι, καὶ τὸν κοινὸν πάντων ∆εσπότην δοξάζοντες, καὶ τὴν αὑτῶν  παρὰ  πᾶσι  κοσμοῦντες  πόλιν,  καὶ  μητρόπολιν  τῆς  οἰκουμένης  ἁπάσης ἀποφαίνοντες. Εἰ γὰρ ψυχραὶ καὶ εὐτελεῖς ἀφορμαὶ, καὶ πρὸς τὸν παρόντα βίον ἡμῖν συντελοῦσαι   χάριτες   μόνον,   ἴσχυσαν  τοῦτο   τὸ   γέρας   πολλαῖς   τῶν   πόλεων παρασχεῖν· τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶν  χαριζομένην, ἀλλ' ἄνδρας πολλὴν  ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν  κεκτημένους ἀσφάλειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ' αὐτῶν τῆς προεδρίας τυχεῖν; 
Read More ->>

37.Εγκώμιον εἰς τοὺς ἁγίους πάντας ἐν όλῳ τώ κόσμω μαρτυρήσαντας.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
37.Εγκώμιον εἰς τοὺς ἁγίους πάντας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας.
αʹ. Ἐξ  οὗ  τὴν  ἱερὰν  πανήγυριν   τῆς  Πεντηκοστῆς  ἐπετελέσαμεν,  οὔπω παρῆλθεν  ἡμερῶν  ἑπτὰ  ἀριθμὸς,  καὶ  πάλιν  κατέλαβεν  ἡμᾶς  μαρτύρων  χορὸς, μᾶλλον δὲ μαρτύρων παρεμβολὴ καὶ παράταξις, τῆς παρεμβολῆς τῶν ἀγγέλων, ἣν ὁ πατριάρχης εἶδεν Ἰακὼβ, κατ' οὐδὲν οὖσα χείρων, ἀλλ' ἐφάμιλλος αὐτῆς καὶ ἴση. Μάρτυρες γὰρ  καὶ  ἄγγελοι  τοῖς  ὀνόμασι  διεστήκασι μόνον,  τοῖς  δὲ  ἔργοις συνάπτονται· τὸν οὐρανὸν οἰκοῦσιν ἄγγελοι, ἀλλὰ καὶ οἱ μάρτυρες· ἀγήρατοι  καὶ ἀθάνατοί  εἰσιν ἐκεῖνοι,  τοῦτο καὶ οἱ μάρτυρες ἕξουσιν. Ἀλλὰ καὶ ἀσώματον ἔλαχον ἐκεῖνοι φύσιν; Καὶ τί τοῦτο; οἱ γὰρ μάρτυρες εἰ καὶ σῶμα περίκεινται, ἀλλ' ἀθάνατον· μᾶλλον δὲ καὶ πρὸ τῆς ἀθανασίας ὁ τοῦ Χριστοῦ θάνατος τῆς ἀθανασίας μᾶλλον καλλωπίζει τὰ σώματα. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ χορῷ τῶν ἄστρων κοσμούμενος, ὡς τὰ σώματα τῶν μαρτύρων λαμπρῷ τῷ χορῷ τῶν τραυμάτων κοσμούμενα. Ὥστε ἐπειδὴ ἀπέθανον,  διὰ  τοῦτο  μάλιστα  πλεονεκτοῦσι,  καὶ  πρὸ τῆς  ἀθανασίας  ἔλαβον  τὰ βραβεῖα,  ἀπὸ  τοῦ  θανάτου  στεφανωθέντες.   Ἠλάττωσας  αὐτὸν  βραχύ  τι  παρ' ἀγγέλους,  δόξῃ  καὶ  τιμῇ  ἐστεφάνωσας  αὐτὸν,  περὶ  τῆς  κοινῆς   φύσεως  τῶν ἀνθρώπων,  φησὶν  ὁ ∆αυΐδ· ἀλλὰ  καὶ τὸ βραχὺ τοῦτο  παραγενόμενος  ὁ Χριστὸς ἀπέδωκε, θανάτῳ θάνατον καταδικάσας. 
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |