ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 57.Εις τα Αγια Θεόφανια

Πέμπτη 16 Ιουνίου 2016

57.Εις τα Αγια Θεόφανια



ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
57.Εις τα Αγια Θεόφανια.

Ἡ πηγὴ τῶν εὐαγγελικῶν  διδαγμάτων ἀνεῳγμέ νους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις  διψῶν  πίνει  ἐξ ἐκεί νης  τῆς πηγῆς, καὶ ζωοποιεῖται·  ζωοποιεῖται  δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου  βοῶντος  πρὸς τὸ συνελθὸν πανταχόθεν  καὶ βαπτιζόμενον  τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστά σαι. Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο  ὁ Κύριος, ὅτι ἔλεγεν,  Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει·  ὑποδήματα  γὰρ    ἐνανθρώπησις  τοῦ  Κυρίου προσαγορεύεται. Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. ∆ιὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖ σα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμε νος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος  ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ  ἱκανὸς  τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ  καὶ πυρί. Οὗ τὸ πτύον  ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ  ἀσβέστῳ. Ταῦτα τοῦ  Ἰωάννου  παρεγγυῶντος,  καὶ  τὸν  ἰσχυρότερον  Κύριον σαλπίζοντος, οἱ ὑπ' αὐτοῦ βαπτιζόμενοι  ἀντέβαινον  τῷ Ἰωάννῃ,  λέγοντες·  Ἔχεις ἰσχυρότερόν  σού  τινα,    προφῆτα;  τί  σεαυτὸν  συκοφαντεῖς;  σὺ  τοῦ  μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀν θρώποις ποθητὸς, καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρό τερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυ ρότερος. Σὺ καὶ κατ' ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώ θης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάριςΘεοῦ ἑρμηνεύεται.Τί  τοίνυν   συκοφαντεῖς  ἑαυτόν;  Οὐκ  ἔχεις  τὸν  ἰσχυρότερόν  σου.    δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ ∆εσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέ γετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. 

Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι' ἐκεῖνον, ἐκεῖνος οὐ δι' ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγια στικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιοκρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαν τας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει.    δὲ   ὀπίσω   μου   ἐρχόμενος   ἰσχυρότερός   μου   ἐστίν.   Ἐκεῖ  νον προσμείνατε, παρ'  ἐκείνου  τὸ τέλειον  δέξασθε βά πτισμα· ἐγὼ  λύχνος  ἐν  μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί. Ταῦτα τοῦ Ἰωάννου  παρεγγυῶντος  καὶ παραπλήσια τούτων, οἱ ὑπ' αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον  ἀντιβάλλοντες   πρὸς  ἀλλήλους,  καὶ  λέγοντες·  Καρτερή σωμεν  καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν  βασι λείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάν νης καταπληκτικοῖς  λόγοις· ἰσχυρότερον αὐτοῦ παρα γενέσθαι λέγει, πτύον  καὶ  πῦρ  καὶ  Πνεῦμα  φέροντα.  Ἐν  τούτοις  τῶν  ὄχλων   καραδοκούντων κοσμικῆς  βα  σιλείας  παρουσίαν,  ἑνὶ    τῶν  ὅλων  ∆εσπότης  καὶ  Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ' αὐτοῦ βαπτισθῆ ναι. Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χρι στοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης  παρὰ πολλὴν  προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξ επλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦ σαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, ∆έσποτα; τί προ δίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον. ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, ∆έ σποτα; καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασι λέως· καὶ οὐδαμῶς   σκῆπτρον   βασιλικόν;   ∆εῖξόν   σου  τὴν   ἀξίαν·   τί   μόνος   καὶ   λιτὸς παραγέγονας; ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; ποῦ τὸ τῶν ἀρχαγγέλων τάγ μα; ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουρ γία; ποῦ τὸ πτύον; ποῦ τὸ πῦρ; ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν  παρ έστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ παρεσκεύα σας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστρα ψας, τὸν  δοῦλον  ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ ∆εσπότης ἐν ἰδιωτικῷ  σχήματι παραγενόμενος   τὴν   κεφαλήν   μοι  προσκλίνεις;  Ἀνάνευσον,  κεφαλὴ   πάν   των ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων; Ὁ Ἰορδάνης οὐ δέξεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται   τὴν   τάξιν.   Τὰ  στοιχεῖα   γνωρίζουσι,   κἀγὼ   μὴ  γνωρίσω;   Εἰ  θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτι σον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθε σιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται.  Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τίς εἶ, καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφα λισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ τῆς παρὰ σοῦ φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ τῆς μητρός μου χρησάμενος στόμα, ἐβόησα δι' αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφά λην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως  ἤκουες· Ἄφες  ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν  πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός  μου ζητεῖς ἀποκαλυφθῆναί  σοι· οὐκ ἔχει ὁ καιρός· πάντα  καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις,  ἀλλ' οὐ πιστεύῃ· ἄπιστον  γὰρ τὸ τῶν  Ἰουδαίων  ἔθνος· οὐ γεννήματα  ἐχιδνῶν  αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις  ἀνακαλυφθῆναί  με θέλεις; Οὐ δέχονταί σου τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕποπτον, ὡς εἶναι  πρόδρομον· Ἄφες  ἄρτι, μείζονα  μαρτυρίαν  δέξονται.  Ἄφες  ἄρτι· οὕτω  γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης  λέγει πρὸς αὐτόν· Πῶς, ∆έσποτα; Καὶ ὁ  Κύριος πρὸς  αὐτόν·  Ὥσπερ περιετμήθην,  ἵνα  τὸν  νόμον πληρώσω,  βαπτίζομαι  ἵνα  τὴν  χάριν  κυρώσω.  Ἐὰν  μέρος  πληρώσω,  καὶ  μέρος καταλείψω,  κολοβὸν  καταλιμπάνω  τὴν  οἰκονομίαν·  δεῖ με πάντα  πληρῶσαι, ἵνα μετὰ  ταῦτα  γράψῃ  Παῦλος· Πλήρωμα νόμου  Χριστὸς εἰς  δικαιοσύνην  παντὶ  τῷ πιστεύοντι. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,  ἵνα  μὴ ἄρχωνται  οἱ  Ἰουδαῖοι  λέγειν  υἱὸν  τοῦ  τέκτονος,  ἀλλὰ  τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου  ῥύπον τῶν  πλημ-μελημάτων  ἐκπλῦναι  θέλων·  εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; ∆ιὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν  διὰ τοῦ  προφήτου·  Φωνὴ  Κυρίου ἐπὶ  τῶν  ὑδάτων.  Καὶ ἦν  ἰδεῖν  θεωρίαν φρικώδη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ ∆εσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων,  κατ-εσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ ∆εσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου  δεξιὰν παρωθεῖτο.Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους  λαλοῦν.  Εἶτα ὡς  ἀποκρινάμενος  τοῖς  πλήθεσι,  Τίς ἐστιν  οὗτος;  πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ  φιλοστοργίαν,  ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων  Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν  τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον. ∆οξάσωμεν οὖν τὸν ἐπιφανέντα ∆εσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


58. Τη Αγία  και  Μεγαλη  Παρασκευῇ.

Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν,  ἔληξε δὲ εἰς σταυρόν· ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυ ρός· ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ, καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι' ἓν ἅγιον   αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς πολυδύναμος δύνα μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί πονος, ἐπονείδιστος δόξα· ὥστε κἂν μυρία ἕτερα  λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος   καταπλήξω  τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις,   ὡς ἐπὶ σταυρῷ σεμνύνομαι. Οἷόν τι λέγω· Ἐκ παρ θένου προῆλθεν Ἰησοῦς· μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι· ἀλλ' εἰ μὴ   σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη τοῦ  παραδείσου Παρθένος· νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις  χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς ἐν  τῇ     Γαλιλαίᾳ, ἀλλὰ  πάλιν  ἀπέθανεν·  ἐγὼ  δὲ διὰ σταυροῦ   ἀναστὰς, οὐκέτι δύναμαι πρὸς θάνατον πεσεῖν. Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ· τὸ ξύλον ἐφήμερον ἔδωκε τὴν ὠφέλειαν·  ἐγὼ δὲ ἔλα βον ξύλον αἰώνιον,  ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδαλίου,   τὰ  πνευματικὰ   τῆς   πονηρίας   ἀπωθοῦμαι   κύ  ματα.  Ἐτράφησαν πεντακισχίλιοι ὑφ' ἑνὶ τῷ τοῦ  σταυροῦ συνθήματι. Ποῦ οὖν τῆς τροφῆς τὰ λείψανα; πῶς     μὴ  παρὼν,  τὰ  τῶν   παρόντων   λείψανα   λάβω;        ∆ώδεκα  γὰρ  ἦσαν περισσεύσαντες κλασμάτων κό φινοι· σύμμετρος χάρις. Ἐσταυρώθη Χριστὸς, καὶ  ἀεὶ τρεφόμεθα· καὶ κορεννύμενοι, πάλιν ζητοῦμεν,  καὶ πλέον τὸ λειπόμενον· ἀζήμιος γὰρ ἡ χάρις.   Ἐπαινείσθω ἡμέρα φωτὸς  γεννητικὴ,  δι' ἣν αἱ λοιπαὶ   ἡμέραι πρὸς εὐφροσύνην ἐκλήθησαν. Πῶς; Ἄκουε· Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν  ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ  συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς  ἀνθρωπίνης  κατέσχε πηδάλια, ζώων ἁπάντων  ἡγεμο νεύων· σήμερον ἐντολὰς ἔλαβεν αὐτεξουσίους, σήμερον  ἐξέπεσε τοῦ παραδείσου, σήμερον πάλιν εἰσήχθη. Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ  πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον   δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ,   τοῖς παλαιοῖς ἐντυγχάνων  πάθεσιν, ἀκούων τὸν Ἀδὰμ  τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον   παρα  δείσου  πολίτην   ἄνευ  γεωπονίας   τρεφόμενον,   ἄνευ     ὄμβρου τρυφῶντα,  μηδὲν  ἱδρώτων  ἢ δικέλλης  ἢ πόνου  ἢ μόχθου  πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ  καρπῶν  εἰς  καρποὺς  μετιόντα,  ταῖς  ἐπι  θυμίαις  ἀκολουθοῦσαν  τὴν  χρείαν ἔχοντα,  οὐκ ἔχοντα    δὲ διὰ κάλλους  τῶν  ὁρωμένων  τίνι  πρότερον  τὰς   χεῖρας ὑποβάλλει· ἐδάκρυσα πολλάκις τὴν τοσαύτην  μακαριότητα, αὐτὸν ἰδὼν ἐκπεσόντα· κοινὸν γὰρ ἦν  τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον.Ἐπειδὴ δὲ τοῖς  Εὐαγγελίοις ἐνέτυχον,  καὶ ἐλαβόμην   ταύτης  τῆς  ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη),  ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· Ἀπέδρα ὀδύνη, λύπη,  στεναγμός· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ  γέγονε  τὰ   πάντα  καινά.  Ὥσπερ γὰρ ἰατρῶν  παῖδες  τὰς  ὀφιώδεις    πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά θους τὸ πάθος πολεμοῦντες· οὕτως ὁ Σωτὴρ πάσαις  ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ  πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν μεταβαλὼν,  τὸ  τοῦ  θανάτου  κέντρον  κατ'  αὐτοῦ  πε  ριστρέψας, τὴν  τοῦ  ξύλου βλάβην εἰς σωτηρίαν με τατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ  ἡμέραν ἀντιδιδοὺς  τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ  μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς· βλέπε τὴν  παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρί ζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ  νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα,  τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυ ροῦ δυνάμεως  θαύματα· βλέψον  πρὸς τὸν κύκλον   τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι  τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι  αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ,  καὶ βαρβάρων γλῶσ σαι· οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ  ἐκείνου    δυνάμει  τὰ  πάθη  σταυρώσαντες· καὶ  λύεται  νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος. Καὶ  νῦν  τί συνήλθομεν  πάντες  ἀκοῦσαί τι περὶ σταυροῦ,  καὶ πληροῦμεν ἐκκλησίαν,  καὶ  ἀλλήλους   ὠθοῦμεν,     ἱδροῦντες,  πονοῦντες,  ἐπὶ  μὲν  δικαστῶν πολλάκις  ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες;  Ὅτι καὶ Ἰησοῦς ἔστη δι' ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς  ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα.     Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσ άγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πι λάτου. Χεῖρας ποίας; Τυφλῶν  ἰατικὰς,  χωλῶν  θερα πευτικάς.  Καὶ δάκτυλοι  δεσμοῖς ἐνηλοῦντο βλέφαρα    πλάσαντες,  καὶ    θεραπευτὴς  τῆς  φύσεως  κατείχετο    μὴ  τὸ  οἰκεῖον πληρῶσαι  τῆς  τέχνης  ἔργον. Ταῦτα     Κυρίῳ ἀνταποδέδοται.  Ἐδέθη ὁ δεσμεύων νεφέλαις   ὕδατα,    λύων   πεπεδημένους   ἐν  ἀνδρείᾳ,    αἰχμα  λώτοις   ἄφεσιν χαριζόμενος·  ἐδέθη    Λάζαρον λύσας    τῶν  τοῦ  θανάτου  δεσμῶν·  ἤχθη  εἰς  τὸ πραιτώριον      μυρίοις  ἀγγέλοις  δορυφορούμενος.  Παρέστη τῷ  Πι λάτῳ    τὸν οὐρανὸν θρόνον ἔχων· καὶ ἠνείχετο ἑλκό μενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ  πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ  ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον  ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα.  Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζον ται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται,   φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι,  προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κρι τήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινε   μάρτυρας, ὁ τῶν ψυχῶν  μάρτυς· πλάσας, καὶ κρι νόμενος· καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες,   Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρό θυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν ∆εσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων  φιλανθρωπότερος.  Τί λέγω τάχα; ∆είξει τὰ πεπρα γμένα τὴν ἀλήθειαν· Τίνα κατηγορίαν φέρετε κατὰ  τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων  ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ  τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον.Καὶ κτημάτων ἐπεθύμησεν ὁ ἀκτήμων; οἴκων ἀλλοτρίων,  ὁ μηδέποτε ἔχων ποῦ τὴν κεφαλὴν  κλῖναι; χρημά των, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης γυμνώσας; Ὄνον οὐκ ἔχων, ἀλλότριον ἐκτήσατο, ἵνα   τοὺς ὑμετέρους παῖδας εὐλογήσῃ.  Εἴπατε πρόφασιν,    πλάσατε,  δικαίως  ἀνέλετε.  Ἀπεκρίθησαν  αὐτῷ  οἱ Ἰουδαῖοι·  Εἰ μὴ ἦν  οὗτος  κακοποιὸς, οὐκ ἄν  σοι   παρεδώκαμεν  αὐτόν.  Μεγάλη πραγμάτων ἀπόδειξις,  ἀόριστος ἀπόφασις· εἰπὲ τὴν κακίαν, καὶ μὴ περι πλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε  αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε.   Εὐγνώμων δικαστὴς ἀπέθετο τὸ βάρος κατὰ τῆς τῶν  Ἰουδαίων κεφαλῆς ὑμεῖς λάβετε τῆς κακίας κοινω νόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν  οὐδένα.  Πῶς οὖν  ἀνείλετε  Ἡσαΐαν, πῶς     Ζαχαρίαν, πῶς  ἕκαστον τῶν προφητῶν; Ἀλλ' οὐκ ἔστιν ὑμῖν ἀνελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ  διὰ τὸ μὴ δύνασθαι·  ἤδη  γὰρ  ἦσαν  τῆς  τοιαύτης    ἐξουσίας  παρὰ  Ῥωμαίων  ἀφῃρημένοι. Λέλυται τοίνυν  ὁ νόμος ἤδη, ἐν μὲν πράγμασιν ἀργῶν, ἐν δὲ μέ λανι κείμενος· ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰησοῦς. Ὁ δὲ Πιλᾶτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ' οὐδὲ Ἰουδαῖοι,  ἀλλ' οὐδὲ τυφλοὶ, ἀλλ' οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ   σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι  πάντες  προ φῆται  καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης· Ὃς  ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν  τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δι καίαν φέροντες ψῆφον· μόνοι μάχονται  Ἰουδαῖοι,   κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν  ἀλήθειαν  ἐπι σκιάζειν φιλονεικοῦντες,  καὶ τὸ τοῦ Ἡσαΐου βεβαιοῦν τες· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν . Ἐν ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν  οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν  σύμμικτον ταραχὴν,   καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν  ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μη δὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ,λέγουσα· εἰ  μὲν    δύνασαι,  σῶσον αὐτόν·  εἰ  δὲ  οὐ  δύνασαι,  σαυτὸν    διάσωσον· μονονουχὶ λέγουσα τὸ τοῦ ∆αυῒδ λόγιον,  Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου,  καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδὲν  σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ  γὰρ ἔπαθον  κατ'   ὄναρ δι' αὐτόν.  Ἄλλος  Ἰωσὴφ, διὰ τῶν  ἐνυπνίων  τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντι μαρτυροῦσα· ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν  ἡτ τᾶσθαι. Ἐνίκησεν αὐτοὺς Ῥαὰβ ἡ πόρνη, ἐνίκησεν αὐτοὺς ἡ αἱμοῤῥοοῦσα, ἐνίκησεν ἡ Χαναναία· καὶ  νῦν πάλιν γυνὴ κατ' αὐτῶν. Στενοῦνται· ἀπεκρί θησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. Ποῖον       νόμον;   ποίαις   λέξεσι   βεβαιούμενον;   τάχα   ταῖς   σή   μερον ἀναγνωσθείσαις;  Ὡς  πρόβατον  ἐπὶ  σφαγὴν    ἤχθη·  καὶ  ὡς  ἀμνὸς  ἐναντίον  τοῦ κείροντος αὐ τὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ·  ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνα τον. Ταύτας εὑρίσκω χρησίμους ἐκείνοις τὰς συλ λαβάς· ἀλλαχοῦ  δὲ οὐδαμῶς  Ἰησοῦν δικαίως  σφατ τόμενον.  Εἰσῆλθεν ὁ Πιλᾶτος εἰς τὸ πραιτώριον, ἐν διδοὺς τὸν Ἰουδαίων  θυμὸν, σβέσαι φιλονεικῶν  ἄσβε στον φλόγα. Εἰσῆλθε, καὶ  ἐξῆλθε·  μᾶλλον  τὸ  πῦρ    ἐξῆψεν.  Ἐξῆλθε  γὰρ  ἔχων  τὸν  Ἰησοῦν ἐστεφανωμένον,  ἀβούλητον  Ἰουδαίοις  θαῦμα, δεικνὺς  τὸν  πολέ μιον αὐτοῖς  ἤδη στεφανωθέντα, ἤδη νενικηκότα, ἤδη  βασιλικὸν σχῆμα περιβεβλημένον. Τὸ μὲν γὰρ ἦν   γενόμενον  ἐφ'  ὕβρει, αἴνιγμα  δὲ ἦν τῆς κατὰ φύσιν   βασιλείας. Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν  οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται,  τῷ οἰ κείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο πυρίκαυστοι), ἐπῆραν αὐτῶν  τὴν Σοδομιτικὴν κραυ γὴν, ἐπῆραν καὶ ἐπήρθησαν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸν βασιλέα ὑμῶν θέλετε σταυρώσω;   Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,φασίν. Ἄρνησις χωρὶς διωγμοῦ, ἀθεΐα μετὰ τὰ Αἰγύπτου κακά·  Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ συνάγοντές σε ἐκ  γῆς Αἰγύπτου. Οὐκ ἔχετε βασιλέα, εἰ μὴ Καίσαρα;  Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ τῆς ἐρήμου; ἢ τίς  ἔθρεψε; τίνα ἐπιβοᾶται Μωϋσῆς, λέγων· Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι;   Οὐκοῦν, ἐπείπερ ἠρνήσασθε τὸν  ἑαυτῶν   βασιλέα,     μείνατε   λοιπὸν   ἀβασίλευτοι,  ζυγὸν  δουλείας  αἰώνιον ἕλκοντες. Ταῦτα μέχρι ὥρας ἐπράχθη. Ἴδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας· πᾶσα  γάρ  ἐστιν  ἁγία.  Ἔλαβον  αὐτὸν   ἐστεφανωμένον·   τίσιν;  Ἀκάνθαις,  τοῖς Ἰουδαίων  δώροις. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐῤῥαπίσθη, ἐτυπτήθη,  μάστιγας ἔλαβεν· ἀλλὰ  μηδὲν  ἐπαισχυνθείς.    Στῆθι μετὰ Ἡσαΐου, καὶ βλέπε  Θεὸν τοῖς ἐκείνου βλεφάροις.  Τί οὖν ἐκεῖνός φησι;  Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.   Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης· ἐθρήνει γὰρ τῶν Ἰουδαίων τὰ κακὰ, ἄνθρωπος, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ἄνθρωπος, οὐ Θεός· ἄνθρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος.    Τίς οὖν  οὗτος  ὁ πολύπονος  καὶ  πολυώδυνος  καὶ  ὑπὸ  πάντων βαλλόμενος; μήπου καὶ δικαίως ἃ πάσχει πάθῃ; Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἀλλὰ μὴ αἰσχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς.  Τοσαῦτα γὰρ παθὼν, ἔμεινεν ἀπαθής· ἐτρώθη, ἐνεπτύσθη, τὰ αἴσχιστα ὑπέμεινε, καὶ ὁ αὐτὸς μένει ἔντιμος, ἔνδοξος, τῶν  πεπληγμένων  ὥς τις, φησὶν αὐτὸς ὁ Ἡσαΐας· Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν.   Οὐκοῦν καὶ αὐτὸς καὶ ἡμεῖς τραυματίαι κείμεθα.  Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Νεκρὸς νεκρῶν  ἰατρός·  τραυματίας  πολυπόνων  ἀνθρώπων  ἀντιφάρμακον.Ἀλλ' ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾷς, ὦ ἄνθρωπε; εἰπὲ σαφέστερον τὸ ζητούμενον. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον  τοῦ κείροντος ἄφωνος.  Χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδοθέν· εἰ σφάττετε, ὦ Ἰουδαῖοι, μὴ κείρετε· εἰ δὲ κείρετε, φείσασθε προβάτου χρηστὰ καρποφοροῦντος. Ἤγοντο δὲ καὶ ἄλλοι μετ' αὐτοῦ κακοῦργοι δύο. Περιήκει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἑνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπαγορεύσῃ. Καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν  ἱστορίαν, διὰ τὸ πολλάκις  αὐτὴν  εἰρῆσθαι, ὁρῶ δὲ λῃστὴν  ἀεί με βιαζόμενον.    Καὶ οὐ μέγα· καὶ  γὰρ παραδείσου θύρας ἐβιάσατο, τὴν  τέχνην  εἰς σωτηρίαν μεταβαλών.   Εἱστήκει ἐπὶ τοῦ σταυροῦ ἀμνὸς, καὶ δύο λύκοι· ἀλλ' ὁ μὲν ἔμεινεν  ἐπὶ τῆς γῆς γνώμη·  ὁ δὲ ἤδη μετεβάλλετο,   Μνήσθητί μου, λέγων,  ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως  Ἰησοῦ! ὁ λῃστὴς ἤδη προφήτης  ἀπὸ σταυροῦ κηρύσσων·  Μνήσθητί μου,  Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.  Τί γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; Ῥάπισμα, ἔμπτυσμα, ἥλους καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, τὰ φαινόμενα·  ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον  φεύγοντα,  καταπέτασμα ῥηγνύμενον, τὴν γῆν τρέμουσαν, νεκροὺς ἤδη φεύγειν μελετῶντας· Ἰησοῦς πάντας δεχόμενος, ὁ καὶ τοῖς περὶ τὴν ἑνδεκάτην  ὥραν ἐλθοῦσιν ἐργάταις δοὺς τὸ αὐτὸ δηνάριον·  Ἀμὴν λέγω  σοι (λάβε καὶ  σὺ τὸ ἀμὴν,    λῃστὰ, ὁ σήμερον λῃστὴς), σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας· ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι.    ∆εῦρο, ὦ  λῃστὰ, τὸν  διάβολον  λῃστεύσας, καὶ κατ' αὐτοῦ στεφανωθείς· ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσεκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών.Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων  πηγῶν,  αἵματος  καὶ  ὕδατος  προχυθέντος,      Σωτὴρ τὸ  ἑαυτοῦ  ἐποίει· Πάτερ, ἄφες  αὐτοῖς  τὴν  ἁμαρτίαν.Τίσιν  ἄφεσις;  Ἕλλησιν,  Ἰουδαίοις,  ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς· ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται.  Μὴ γὰρ ἐπὶ τῶν πολεμίων   μόνον,  Ἄφες,  εἶπε·  καθ'  ἕκαστον  ἔτος  λέγει,  καὶ  ἀεὶ  λέγει,  καὶ  ὁ βουλόμενος λαμβάνει.  Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον   Πιλάτου· τί λέγοντες; Οἴδαμεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν·  Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὅλως οἶδας; ὅλως  μέμνησαι ὅτι ἐγήγερται; Ἀσφαλίζου τὸν  τάφον·  ἐμοὶ γὰρ ἀσφαλίζῃ· φρούρησον νεκρὸν, μὴ φύγη. Ἔχετε φησὶ, κουστωδίαν, ὑπάγετε· ἀσφαλίσασθε ὡς οἴδατε· ἀποκλείετε ὡς οἴδατε, ὡς οἴδατε σκευάσατε, ὡς οἴδατε φρουρήσατε· εἰ μὴ ἐφυλάξατε, ἐμοὶ προφάσεως λόγον καταλιμπάνετε.Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη παρ' ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθη, πάντας ὑμᾶς λαθόντα.  Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς ἐπουρανίαις στρατιαῖς συνεορτάσωμεν, ἐν  Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.    


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |