ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 37.Εγκώμιον εἰς τοὺς ἁγίους πάντας ἐν όλῳ τώ κόσμω μαρτυρήσαντας.

Πέμπτη 16 Ιουνίου 2016

37.Εγκώμιον εἰς τοὺς ἁγίους πάντας ἐν όλῳ τώ κόσμω μαρτυρήσαντας.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
37.Εγκώμιον εἰς τοὺς ἁγίους πάντας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας.
αʹ. Ἐξ  οὗ  τὴν  ἱερὰν  πανήγυριν   τῆς  Πεντηκοστῆς  ἐπετελέσαμεν,  οὔπω παρῆλθεν  ἡμερῶν  ἑπτὰ  ἀριθμὸς,  καὶ  πάλιν  κατέλαβεν  ἡμᾶς  μαρτύρων  χορὸς, μᾶλλον δὲ μαρτύρων παρεμβολὴ καὶ παράταξις, τῆς παρεμβολῆς τῶν ἀγγέλων, ἣν ὁ πατριάρχης εἶδεν Ἰακὼβ, κατ' οὐδὲν οὖσα χείρων, ἀλλ' ἐφάμιλλος αὐτῆς καὶ ἴση. Μάρτυρες γὰρ  καὶ  ἄγγελοι  τοῖς  ὀνόμασι  διεστήκασι μόνον,  τοῖς  δὲ  ἔργοις συνάπτονται· τὸν οὐρανὸν οἰκοῦσιν ἄγγελοι, ἀλλὰ καὶ οἱ μάρτυρες· ἀγήρατοι  καὶ ἀθάνατοί  εἰσιν ἐκεῖνοι,  τοῦτο καὶ οἱ μάρτυρες ἕξουσιν. Ἀλλὰ καὶ ἀσώματον ἔλαχον ἐκεῖνοι φύσιν; Καὶ τί τοῦτο; οἱ γὰρ μάρτυρες εἰ καὶ σῶμα περίκεινται, ἀλλ' ἀθάνατον· μᾶλλον δὲ καὶ πρὸ τῆς ἀθανασίας ὁ τοῦ Χριστοῦ θάνατος τῆς ἀθανασίας μᾶλλον καλλωπίζει τὰ σώματα. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ χορῷ τῶν ἄστρων κοσμούμενος, ὡς τὰ σώματα τῶν μαρτύρων λαμπρῷ τῷ χορῷ τῶν τραυμάτων κοσμούμενα. Ὥστε ἐπειδὴ ἀπέθανον,  διὰ  τοῦτο  μάλιστα  πλεονεκτοῦσι,  καὶ  πρὸ τῆς  ἀθανασίας  ἔλαβον  τὰ βραβεῖα,  ἀπὸ  τοῦ  θανάτου  στεφανωθέντες.   Ἠλάττωσας  αὐτὸν  βραχύ  τι  παρ' ἀγγέλους,  δόξῃ  καὶ  τιμῇ  ἐστεφάνωσας  αὐτὸν,  περὶ  τῆς  κοινῆς   φύσεως  τῶν ἀνθρώπων,  φησὶν  ὁ ∆αυΐδ· ἀλλὰ  καὶ τὸ βραχὺ τοῦτο  παραγενόμενος  ὁ Χριστὸς ἀπέδωκε, θανάτῳ θάνατον καταδικάσας. 


Ἐγὼ δὲ οὐκ ἐντεῦθεν  διισχυρίζομαι, ἀλλ' ὅτι  καὶ  τὸ  ἐλάττωμα  τοῦτο  τοῦ  θανάτου  πλεονέκτημα  γέγονεν·  εἰ  γὰρ  μὴ εἶεν θνητοὶ, οὐκ ἂν ἐγένοντο μάρτυρες· ὥστε εἰ μὴ θάνατος ἦν, οὐδὲ στέφανος ἦν· εἰ μὴ τελευτὴ ἦν, οὐκ ἦν μαρτύριον· εἰ μὴ θάνατος ἦν, οὐκ ἠδύνατο Παῦλος λέγειν, Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν  ὑμετέραν  καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· εἰ μὴ θάνατος καὶ φθορὰ ἦν, οὐκ ἠδύνατο λέγειν  ὁ αὐτός· Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀναπληρῶ  τὰ ὑστερήματα τῶν  θλίψεων  τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Ὥστε μὴ ἀλγῶμεν,  ὅτι  ἐγενόμεθα  θνητοὶ,  ἀλλ' εὐχαριστῶμεν,  ὅτι  ἀπὸ τοῦ θανάτου  ἠνεῴχθη  ἡμῖν  τὸ  στάδιον  τοῦ  μαρτυρίου·  ἀπὸ  τῆς  φθορᾶς  ἐλάβομεν ὑπόθεσιν τῶν βραβείων· ἐντεῦθεν ἔχομεν ἀφορμὴν τῶν παλαισμάτων. Ὁρᾷς σοφίαν Θεοῦ, πῶς τὸ μέγιστον  τῶν  κακῶν,  τὸ κεφάλαιον  τῆς ἡμετέρας συμφορᾶς, ὅπερ εἰσήγαγεν  ὁ διάβολος, τὸν  θάνατον  λέγω,  τοῦτον  εἰς τιμὴν  καὶ δόξαν ἡμετέραν μετέβαλε, διὰ τοῦτο πρὸς τὰ τοῦ μαρτυρίου βραβεῖα τοὺς ἀθλητὰς  ἄγων; Τί οὖν; εὐχαριστήσομεν τῷ  διαβόλῳ  διὰ τὸν  θάνατον;  Μὴ γένοιτο! οὐ γὰρ τῆς  ἐκείνου γνώμης τὸ κατόρθωμα, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας τὸ χάρισμα· ἐκεῖνος εἰσήγαγεν ἵνα ἀπολέσῃ, καὶ πρὸς τὴν γῆν ἐπαναγαγὼν  πᾶσαν ἐκκόψῃ σωτηρίας ἐλπίδα· ὁ Χριστὸς δὲ αὐτὸ λαβὼν μετέστρεψε, καὶ εἰς τὸν οὐρανὸν ἡμᾶς δι' αὐτοῦ πάλιν ἀνήγαγε. Μηδεὶς οὖν  ἡμῶν  καταγινωσκέτω,  εἰ  χορὸν  καὶ  παράταξιν  ἐκάλεσα τῶν μαρτύρων  τὸ πλήρωμα, δύο ἐναντία  ὀνόματα ἑνὶ πράγματι τιθείς· χορὸς γὰρ καὶ παράταξις ἐναντία,  ἀλλ' ἐνταῦθα συνῆλθον ἀμφότερα· καὶ γὰρ ὥσπερ χορεύοντες ἐπὶ τὰς βασάνους ᾔεσαν μεθ' ἡδονῆς, καὶ ὥσπερ πολεμοῦντες οὕτως ἀνδρείαν πᾶσαν καὶ καρτερίαν ἐπεδείξαντο, καὶ τῶν ἐναντίων  ἐκράτησαν. Ἂν μὲν τῶν γινομένων τὴν φύσιν ἴδῃς, μάχη καὶ πόλεμος καὶ παράταξις τὰ γινόμενα· ἂν δὲ τὴν γνώμην τῶν γινομένων   ἐξετάσῃς,  χοροὶ  καὶ  θαλίαι  καὶ  πανηγύρεις  καὶ  μεγίστη  ἡδονὴ  τὰ τελούμενα.  Βούλει μαθεῖν  ὡς  πολέμου  ταῦτα  φρικωδέστερα;  τὰ  τῶν  μαρτύρων λέγω.  Τί ποτέ ἐστιν ἐν τῷ πολέμῳ  τὸ φρικτόν;  Στρατόπεδα ἕστηκεν ἑκατέρωθεν περι50.708 πεφραγμένα, ἀπολάμποντα τοῖς ὅπλοις, καὶ τὴν γῆν καταυγάζοντα, νέφη βελῶν ἀφίεται πανταχόθεν ἀποκρύπτοντα τὸν ἀέρα τῷ πλήθει, ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται, καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων, οὕτω  τῶν  στρατιωτῶν  ἐπαλλήλων   καταφερομένων.  Φέρε οὖν  ἀπ'  ἐκείνων  ἐπὶ ταύτην ἀγάγω σε τὴν μάχην. Καὶ ἐνταῦθα δύο παρατάξεις, ἡ μὲν τῶν μαρτύρων, ἡ δὲ τῶν τυράννων· ἀλλ' οἱ μὲν τύραννοί εἰσι καθωπλισμένοι, οἱ δὲ μάρτυρες γυμνῷ τῷ σώματι μάχονται, καὶ ἡ νίκη τῶν γυμνῶν, οὐ τῶν καθωπλισμένων γίνεται. Τίς οὐκ ἂν ἐκπλαγείη,  ὅτι ὁ μαστιζόμενος περιγίνεται  τοῦ μαστίζοντος, ὁ δεδεμένος  τοῦ λελυμένου, ὁ κατακαιόμενος τοῦ καίοντος, ὁ ἀποθνήσκων τοῦ ἀναιροῦντος; Εἶδες πῶς  ταῦτα  ἐκείνων  φρικωδέστερα; Ἐκεῖνα μὲν  εἰ καὶ φοβερὰ, ἀλλὰ  κατὰ φύσιν γίνεται· ταῦτα δὲ πᾶσαν ὑπερβαίνει φύσιν, καὶ πᾶσαν πραγμάτων ἀκολουθίαν, ἵνα μάθῃς ὅτι τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὰ κατορθούμενα. Καίτοι τί τῆς μάχης ταύτης ἀδικώτερον; τί τῶν παλαισμάτων παρανομώτερον; Ἐν μὲν γὰρ τοῖς πολέμοις ἀμφότεροι φράττονται οἱ μαχόμενοι· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν γυμνὸς, ὁ δὲ καθώπλισται· ἐν τοῖς ἀγῶσι πάλιν ἀμφοτέροις ἔξεστι τὰς χεῖρας ἀνταίρειν, ἐνταῦθα δὲ ὁ μὲν δέδεται, ὁ δὲ μετ' ἐξουσίας ἐπάγει τὰς πληγὰς, καὶ καθάπερ ἐκ τυραννίδος τινὸς ἑαυτοῖς μὲν τὸ κακῶς ποιεῖν ἀποκληρώσαντες οἱ δικάζοντες, τοῖς δικαίοις δὲ μάρτυσι τὸ πάσχειν κακῶς ἀπονείμαντες, οὕτω συμπλέκονται τοῖς ἁγίοις, καὶ οὐδὲ οὕτως  αὐτῶν  περιγίνονται,  ἀλλὰ  μετὰ τὴν  ἀνώμαλον  ταύτην  μάχην  ἡττηθέντες ἀναχωροῦσι· καὶ ταυτὸν γίνεται  οἷον ἂν εἴ τις πολεμιστὴν ἄνθρωπον  εἰς πόλεμον εἰσαγαγὼν, καὶ τοῦ δόρατος τὴν αἰχμὴν ἀποκόψας, καὶ τὸν θώρακα ἀποδύσας, οὕτω κελεύῃ γυμνῷ τῷ σώματι μάχεσθαι, ὁ δὲ πληττόμενος καὶ παιόμενος καὶ πάντοθεν μυρία δεχόμενος τραύματα τρόπαιον στήσειε. Καὶ γὰρ τοὺς μάρτυρας γυμνοὺς ἄγοντες, καὶ τὰς χεῖρας ὀπίσω δήσαντες καὶ πάντοθεν παίοντες καὶ καταξαίνοντες, οὕτως ἡττῶντο· οἱ δὲ τὰ τραύματα δεχόμενοι,τὸ κατὰ τοῦ διαβόλου τρόπαιον ἔστησαν. Καὶ καθάπερ ἀδάμας πληττόμενος  αὐτὸς μὲν οὐκ ἐνδίδωσιν, οὐδὲ μαλάσσεται, τὸν δὲ παίοντα διαλύει σίδηρον· οὕτω δὴ καὶ αἱ ψυχαὶ  τῶν  ἁγίων,  τοσούτων  ἐπαγομένων  βασάνων, αὐταὶ μὲν οὐδὲν ἔπασχον δεινὸν,  τῶν  δὲ παιόντων  τὴν  δύναμιν  καταλύουσαι, αἰσχρῶς καὶ καταγελάστως ἡττηθέντας ἐκ τῶν ἀγώνων ἐξέπεμπον μετὰ πολλὰς καὶ ἀφορήτους πληγάς. Καὶ γὰρ προσέδησαν αὐτοὺς τῷ ξύλῳ, καὶ τὰς πλευρὰς διώρυττον, ἐμβαθύνοντες  αὔλακας, καθάπερ γῆν ἀροτριῶντες, ἀλλ' οὐ σώματα σχίζοντες· καὶ ἦν ἰδεῖν λαγόνας ἀναπεπετασμένας,  πλευρὰ  ἀνεῳγότα,  στήθη διεῤῥηγμένα,  καὶ  οὐδὲ  ἐνταῦθα  τῆς μανίας ἔστησαν οἱ αἱμοβόροι θῆρες ἐκεῖνοι, ἀλλὰ ἀπὸ τοῦ ξύλου καθελόντες ὑπὲρ τῶν  ἀνθράκων  ἐπὶ σιδηρᾶς κλίμακος ἔτεινον·  καὶ ἦν ἰδεῖν  πάλιν  πικρότερα τῶν προτέρων θεάματα, διπλᾶς καταφερομένας σταγόνας ἐκ τῶν σωμάτων, τὰς μὲν τοῦαἵματος ῥέοντος, τὰς δὲ τῶν  σαρκῶν τηκομένων·  οἱ δὲ ἅγιοι καθάπερ ἐπὶ ῥόδων κείμενοι τῶν ἀνθράκων, οὕτω μεθ' ἡδονῆς τὰ γινόμενα ἐθεώρουν.

βʹ. Σὺ δὲ ἀκούσας κλίμακα σιδηρᾶν, ἀναμνήσθητι κλίμακος νοητῆς, ἣν εἶδεν ὁ  πατριάρχης  Ἰακὼβ  ἀπὸ  γῆς  εἰς  οὐρανὸν  τεταμένην·  δι'  ἐκείνης  κατέβαινον ἄγγελοι, διὰ ταύτης δὲ ἀναβαίνουσι μάρτυρες· ἑκατέρᾳ δὲ ὁ Κύριος ἐπεστήρικτο. Οὐκ ἂν ἤνεγκαν  τὰς ὀδύνας οἱ ἅγιοι οὗτοι, εἰ μὴ ταύτῃ ἐπηρείδοντο. Ἀλλὰ δι' ἐκείνης μὲν ἀναβαίνουσι  καὶ καταβαίνουσιν  ἄγγελοι,  διὰ ταύτης  δὲ ὅτι ἀναβαίνουσι  καὶ μάρτυρες   παντί   που   δῆλον.   Τί   δήποτε;   Ὅτι   ἐκεῖνοι   μὲν   πρὸς   διακονίαν ἀποστέλλονται  τῶν μελλόντων  κληρονομεῖν  σωτηρίαν, οὗτοι δὲ καθάπερ ἀθληταὶ καὶ στεφανῖται ἀπαλλαγέντες τῶν ἀγώνων ἀπῆλθον λοιπὸν πρὸς τὸν ἀγωνοθέτην. Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα, ἀκούοντες, ὅτι ἄνθρακες ὑπέκειντο  καταξανθεῖσι  τοῖς  σώμασιν,  ἀλλ'  ἐννοήσωμεν   τίνες  ἐσμὲν  πυρετοῦ κατασκήψαντος· ἀβίωτον εἶναι νομίζομεν τὸν βίον, ἀλύομεν, δυσανασχετοῦμεν, καθάπερ παιδία μικρὰ δυσχεραίνομεν, τῆς γεέννης οὐδὲν ἔλαττον νομίζοντες ἐκεῖνο τὸ πῦρ· οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν  σπινθήρων  τοῖς ἕλκεσιν ἐπιπηδώντων,  καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν  τῆς ὁμολογίας  εἱστήκεισαν ῥημάτων,  ἀπερίτρεπτοι  διὰ πάντων τῶν δεινῶν  μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι. Εἴδετε πολλάκις ὑπὸ τὴν ἕω τὸν ἥλιον ἀνίσχοντα, καὶ κροκοειδεῖς ἀφιέντα   ἀκτῖνας;  τοιαῦτα  ἦν  τῶν   ἁγίων   τὰ  σώματα,  ὥσπερ  τινῶν   ἀκτίνων κροκοειδῶν,  τῶν  ῥυάκων  τοῦ αἵματος  πανταχόθεν  αὐτοὺς περιῤῥεόντων,  καὶ τὸ σῶμα αὐτῶν  καταυγαζόντων  πολλῷ μᾶλλον ἢ τὸν οὐρανὸν ἥλιος. Τοῦτο τὸ αἷμα ἄγγελοι  μὲν  ὁρῶντες  ἐτέρποντο,  δαίμονες  ἔφριττον,  καὶ  αὐτὸς  δὲ    διάβολος ἔτρεμεν. Οὐ γὰρ αἷμα ἦν ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' αἷμα σωτήριον, αἷμα ἅγιον, αἷμα τῶν  οὐρανῶν  ἄξιον, αἷμα διηνεκῶς  τὰ καλὰ τῆς Ἐκκλησίας ἄρδον φυτά. Εἶδε τὸ αἷμα, καὶ ἔφριξεν ὁ διάβολος· ἀνεμνήσθη γὰρ ἑτέρου αἵματος ∆εσποτικοῦ· δι' ἐκεῖνο τὸ αἷμα τοῦτο  ἔῤῥευσεν· ἐξ οὗ γὰρ ἐνύγη  ἡ πλευρὰ  τοῦ ∆εσπότου, μυρίας ὁρᾷς λοιπὸν πλευρὰς νυττομένας. Τίς γὰρ οὐ μεθ' ἡδονῆς ἀποδύσαιτο πολλῆς πρὸς τοὺς ἀγῶνας  τούτους, μέλλων  κοινωνεῖν  δεσποτικῶν παθημάτων,  καὶ συμμορφοῦσθαι τῷ  θανάτῳ  τοῦ  Χριστοῦ; Ἀρκοῦσα γὰρ αὕτη  ἡ ἀντίδοσις,  καὶ  τῶν  πόνων  πολὺ πλείων ἡ τιμὴ, καὶ ὑπερβαίνουσα τοὺς ἄθλους ἡ ἀμοιβὴ, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν.   Μὴ  τοίνυν   φρίττωμεν   ἀκούοντες,  ὅτι    δεῖνα   ἐμαρτύρησεν,  ἀλλὰ φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα κατεμαλακίσθη, καὶ ἔπεσε τοιούτων προκειμένων ἐπάθλων.
Εἰ δὲ βούλει  καὶ τῶν  μετὰ ταῦτα  ἀκοῦσαι, λόγος  μὲν  οὐδεὶς  παραστῆσαι δύναται·  Οὔτε γὰρ  ὀφθαλμὸς  εἶδε,  φησὶν,  οὔτε  οὖς  ἤκουσεν,  οὔτε  ἐπὶ  καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· οὐδεὶς δὲ ἀνθρώπων οὕτως  αὐτὸν  ἠγάπησεν  ὡς  οἱ μάρτυρες. Οὐ μὴν  ἐπειδὴ  καὶ λόγον  καὶ διάνοιαν ὑπερβαίνει τῶν ἀποκειμένων ἀγαθῶν τὸ μέγεθος, διὰ τοῦτο σιγήσομεν, ἀλλ' ὡς οἷόν τε καὶ εἰπεῖν  ἡμῖν καὶ ὑμῖν ἀκοῦσαι, πειρασόμεθα ὑμῖν ἀμυδρῶς ἐνδείξασθαι τὴν ἐκεῖ διαδεξομένην αὐτοὺς μακαριότητα· σαφῶς γὰρ αὐτοὶ μόνοι εἴσονται, οἱ διὰ τῆς πείρας ταύτης ἀπολαύοντες. Τὰ μὲν γὰρ δεινὰ ταῦτα καὶ ἀφόρητα ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάσχουσιν οἱ μάρτυρες· μετὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εἰς οὐρανοὺς ἀναβαίνουσιν, ἀγγέλων αὐτοῖς προηγουμένων, καὶ ἀρχαγγέλων δορυφορούντων· οὐ γὰρ  αἰσχύνονται  τοὺς  συνδούλους,  ἀλλὰ  πάντα  ἂν  εἵλοντο  δι'  αὐτοὺς  ποιῆσαι,ἐπειδὴ κἀκεῖνοι πάντα εἵλοντο παθεῖν διὰ τὸν αὑτῶν ∆εσπότην Χριστόν. Ἐπειδὰν δὲ ἀναβῶσιν εἰς τὸν οὐρανὸν, πᾶσαι ἐκεῖναι  αἱ ἅγιαι δυνάμεις συντρέχουσιν. Εἰ γὰρ ἀθλητῶν  ξένων  ἐπιδημούντων  τῇ πόλει,  πᾶς ὁ δῆμος περιῤῥεῖ πανταχόθεν,  καὶ κυκλώσαντες αὐτοὺς καταμανθάνουσι τῶν μελῶν τὴν εὐεξίαν, πολλῷ μᾶλλον τῶν ἀθλητῶν  τῆς  εὐσεβείας εἰς  οὐρανοὺς  ἀναβάντων,  συντρέχουσιν  οἱ ἄγγελοι,  καὶ πᾶσαι  αἱ  ἄνω   δυνάμεις   πάντοθεν   περιῤῥέουσι  καταμανθάνουσαι   τούτων   τὰ τραύματα, καὶ καθάπερ τινὰς  ἀριστέας ἐκ πολέμου καὶ μάχης ἐπανελθόντας  μετὰ πολλὰ τρόπαια καὶ νίκας, οὕτω μεθ' ἡδονῆς δεξιοῦνται πάντας αὐτοὺς, καὶ ἀσπάζονται· εἶτα ἄγουσιν αὐτοὺς μετὰ πολλῆς δορυφορίας πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, ἐπὶ τὸν θρόνον ἐκεῖνον τὸν πολλῆς δόξης γέμοντα, ἔνθα τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Ἐλθόντες δὲ ἐκεῖ καὶ προσκυνήσαντες τὸν ἐπὶ τοῦ θρόνου καθήμενον, πλείονος παρὰ τοῦ ∆εσπότου μᾶλλον ἢ τῶν ὁμοδούλων ἀπολαύουσι φιλοφροσύνης. Οὐ γὰρ ὡς δούλους αὐτοὺς δέχεται καίτοι καὶ τοῦτο μεγίστη τιμὴ, καὶ ἧς ἴσον οὐκ ἔστιν εὑρεῖν, ἀλλ'  ὡς φίλους  αὐτοῦ· Ὑμεῖς γὰρ, φησὶ, φίλοι  μου ἐστέ· καὶ μάλα εἰκότως· αὐτὸς γὰρ εἶπε πάλιν· Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἐπειδὴ οὖν τὴν μεγίστην ἀγάπην ἐπεδείξαντο, δεξιοῦται τούτους, καὶ ἀπολαύουσι τῆς δόξης ἐκείνης, κοινωνοῦσι  τῶν χορῶν, καὶ μετέχουσι τῶν μελῶν τῶν  μυστικῶν.  Εἰ γὰρ ἐν σώματι ὄντες  κατὰ τὴν  τῶν  μυστηρίων  κοινωνίαν  εἰς ἐκεῖνον  ἐτέλουν  τὸν χορὸν, μετὰ τῶν  Χερουβὶμ τὸν τρισάγιον ὕμνον  ψάλλοντες, καθάπερ   ὑμεῖς   ἴστε   οἱ   μυηθέντες,   πολλῷ   μᾶλλον   νῦν   τοὺς   συγχορευτὰς ἀπολαβόντες  μετὰ πολλῆς  τῆς παῤῥησίας κοινωνοῦσι  τῆς εὐφημίας  ἐκείνης. Ἆρα οὐκ ἐφρίττετε πρὸ τούτου τὸ μαρτύριον; ἆρα οὐκ ἐπιθυμεῖτε νῦν τοῦ μαρτυρίου; ἆρα οὐκ ἀλγεῖτε  νῦν,  ὅτι  οὐ πάρεστι καιρὸς μαρτυρίου; Ἀλλὰ  καὶ  γυμναζώμεθα  εἰς καιρὸν μαρτυρίου. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς· καταφρόνησον σὺ τρυφῆς· ἔῤῥιψαν ἐκεῖνοι  τὰ σώματα τῷ πυρί· ῥῖψον  σὺ χρήματα  νῦν  ἐν ταῖς  χερσὶ τῶν  πενήτων· κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας· σβέσον σὺ τῆς ἐπιθυμίας τὴν φλόγα. Φορτικὰ ταῦτα, ἀλλὰ καὶ ἐπικερδῆ. Μὴ τὰ παρόντα ὅρα τὰ ἐπαχθῆ, ἀλλὰ τὰ μέλλοντα χρηστὰ, μὴ τὰ ἐν χερσὶ δεινὰ, ἀλλὰ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, μὴ τὰ παθήματα, ἀλλὰ τὰ βραβεῖα, μὴ τοὺς πόνους, ἀλλὰ τοὺς στεφάνους, μὴ τοὺς ἱδρῶτας, ἀλλὰ τὰς ἀμοιβὰς, μὴ τὰς ἀλγηδόνας,   ἀλλὰ   τὰς   ἀντιδόσεις,   μὴ   τὸ   καιόμενον  πῦρ,  ἀλλὰ   τὴν προκειμένην βασιλείαν, μὴ τοὺς περιεστῶτας δημίους, ἀλλὰ τὸν στεφανοῦντα Χριστόν.

γʹ. Αὕτη μεγίστη μέθοδος καὶ εὐκολωτάτη πρὸς ἀρετὴν ὁδὸς, μὴ τοὺς πόνους μόνον ὁρᾷν, ἀλλὰ καὶ τὰ ἔπαθλα μετὰ τῶν πόνων, ἀλλ' οὐκ αὐτὰ καθ' ἑαυτὰ μόνον. Ὅταν οὖν  μέλλῃς  ἐλεημοσύνην  διδόναι,  μὴ πρόσεχε τῇ δαπάνῃ  τῶν  χρημάτων, ἀλλὰ τῇ συλλογῇ τῆς δικαιοσύνης· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μὴ βλέπε τὸν κενούμενον πλοῦτον, ἀλλ' ὅρα τὸν αὐξανόμενον θησαυρόν. Ἂν νηστεύσῃς, μὴ τὴν κάκωσιν τὴν ἀπὸ τῆς νηστείας λογίζου, ἀλλὰ τὴν ἄνεσιν τὴν ἀπὸ τῆς κακώσεως· ἂν ἀγρυπνήσῃς εὐχόμενος, μὴ τὴν ταλαιπωρίαν τὴν ἀπὸ τῆς ἀγρυπνίας, ἀλλὰ τὴν παῤῥησίαν τὴν ἀπὸ τῆς εὐχῆς ἐννόει. Οὕτω καὶ στρατιῶται ποιοῦσιν· οὐ τὰ τραύματα, ἀλλὰ τὰς ἀμοιβὰς βλέπουσιν· οὐ τὰς σφαγὰς, ἀλλὰ τὰς νίκας· οὐ τοὺς πίπτοντας  νεκροὺς, ἀλλὰ τοὺς στεφανουμένους ἀριστέας. Οὕτω καὶ κυβερνῆται  πρὸ τῶν  κυμάτων  τοὺς λιμένας  ὁρῶσι, πρὸ τῶν ναυαγίων τὰς ἐμπορίας, πρὸ τῶν ἐν θαλάσσῃ δεινῶν τὰ μετὰ θάλασσαν ἀγαθά. Οὕτω καὶ   σὺ  ποίησον·   ἐννόησον   ἡλίκον   ἐστὶν   ἐν   νυκτὶ   βαθείᾳ,   τῶν   ἀνθρώπων καθευδόντων ἁπάντων καὶ θηρίων καὶ κτηνῶν, βαθυτάτης ἡσυχίας οὔσης, μόνον σε ἐγερθέντα παῤῥησίᾳ διαλέγεσθαι τῷ κοινῷ πάντων ∆εσπότῃ. Ἀλλὰ γλυκὺς ὁ ὕπνος; Ἀλλ' οὐδὲν γλυκύτερον προσευχῆς.Ἂν κατ' ἰδίαν αὐτῷ διαλεχθῇς, πολλὰ ἀνύσαι δυνήσῃ, μηδενὸς ἐνοχλοῦντός σε, μηδὲ ἐκκρούοντός  σε τῆς  δεήσεως· ἔχεις  καὶ  τὸν  καιρὸν  σύμμαχον  πρὸς τὸ ἐπιτυχεῖν ὧν θέλεις. Ἀλλὰ περιστρέφῃ κείμενος ἐπὶ μαλακῆς στρωμνῆς, καὶ ὀκνεῖς διαναστῆναι;   Ἐννόησον   τοὺς   ἐπὶ   τῆς   σιδηρᾶς  κλίμακος   κειμένους   σήμερον μάρτυρας, οὐχὶ  στρωμνῆς ὑποκειμένης,  ἀλλ' ἀνθράκων  ὑπεστρωμένων.  Ἐνταῦθα βούλομαι καταλῦσαι τὸν λόγον, ὥστε τῆς κλίμακος τὴν μνήμην  ἀκμάζουσαν καὶ νεαρὰν ἔχοντας ὑμᾶς ἀπελθεῖν, καὶ ταύτης ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ μεμνῆσθαι· κἂν γὰρ μυρία κατέχῃ δεσμὰ, δυνησόμεθα πάντα ἀποῤῥῆξαι ῥᾳδίως, καὶ πρὸς τὴν εὐχὴν ἀναστῆναι, τὴν κλίμακα ταύτην ἐννοοῦντες  διαπαντός. Μὴ τὴν κλίμακα δὲ μόνον ἐκείνην,  ἀλλὰ καὶ τὰς ἄλλας τῶν μαρτύρων τιμωρίας διαγράφωμεν  ἐπὶ τὸ πλάτος τῆς καρδίας τῆς ἡμετέρας. Καὶ καθάπερ οἱ τὰς οἰκίας τὰς ἑαυτῶν ποιοῦντες λαμπρὰς, ἀνθηρᾷ γραφῇ πανταχόθεν  αὐτὰς κατακοσμοῦσιν· οὕτω καὶ ἡμεῖς ἐν τοῖς τοίχοις τῆς ἡμετέρας διανοίας ζωγραφήσωμεν τῶν μαρτύρων τὰς τιμωρίας. Ἐκείνη μὲν γὰρ ἡ ζωγραφία  ἀνόνητος.  αὕτη δὲ κέρδος ἔχουσα· οὐ δεῖται γὰρ χρημάτων, οὐδὲ δαπάνης, οὐδὲ τέχνης τινὸς αὕτη ἡ γραφὴ, ἀλλ' ἀντὶ πάντων  ἀρκεῖ προθυμίᾳ χρήσασθαι καὶ λογισμῷ γενναίῳ  καὶ νήφοντι,  καὶ διὰ τούτου καθάπερ διά τινος χειρὸς ἀρίστης ὑπογράψαι τὰς τιμωρίας αὐτῶν. Ζωγραφῶμεν τοίνυν  ἐν τῇ ψυχῇ τοὺς μὲν ἐπὶ τηγάνων  κειμένους, τοὺς δὲ ὑπὸ ἀνθράκων τεταμένους, τοὺς δὲ εἰς λέβητας κυβιστῶντας, τοὺς δὲ εἰς θάλασσαν καταποντιζομένους,  ἑτέρους ξεομένους, ἄλλους ἐπὶ τροχὸν καμπτομένους, ἄλλους εἰς  κρημνὸν  ῥιπτομένους·  καὶ  τοὺς  μὲν  θηρίοις  πυκτεύοντας,  τοὺς  δὲ  ἐπὶ  τὸ βάραθρον  ἀγομένους,  τοὺς  δὲ,  ὡς  ἕκαστος ἔτυχεν  καταλύσας  τὸν  βίον·  ἵνα  τῇ ποικιλίᾳ τῆς γραφῆς ταύτης λαμπρὰν τὴν ἡμετέραν κατασκευάσαντες οἰκίαν, ἐπιτήδειον τῷ βασιλεῖ τῶν οὐρανῶν ποιήσωμεν καταγώγιον. Ἂν γὰρ ἴδῃ τοιαύτας ἐν τῇ διανοίᾳ τὰς γραφὰς, ἥξει μετὰ τοῦ Πατρὸς, καὶ μονὴν ποιήσει παρ' ἡμῖν σὺν τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ βασιλικὸς ἔσται λοιπὸν  οἶκος ἡ διάνοια ἡμῶν, καὶ οὐδεὶς ἄτοπος  λογισμὸς  ἐπιβῆναι  δυνήσεται,  τῆς  τῶν  μαρτύρων  μνήμης  ὥσπερ  τινὸς ἀνθηρᾶς ζωγραφίας διαπαντὸς ἡμῖν ἐναποκειμένης, καὶ πολλὴν ἐναφιείσης τὴν μαρμαρυγὴν, καὶ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ συνεχῶς ἡμῖν ἐνδιαιτωμένου. Οὕτω δὲ ἐνταῦθα  Χριστὸν ὑποδεξάμενοι,  δυνησόμεθα  μετὰ τὴν  ἐντεῦθεν ἀποδημίαν εἰς τὰς σκηνὰς ὑποδεχθῆναι τὰς αἰωνίους, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



38.Ομιλία μετά τον σεισμόν

Εἰ καὶ  ἡμᾶς    ἀῤῥωστία  ἐκώλυσε  χορεῦσαι μεθ'  ὑμῶν  τὴν  χορείαν  τὴν πνευματικὴν,  ἀλλ' ὑμᾶς ὁ κόπος τῆς ὁδοιπορίας οὐκ ἐξέλυσεν. Εἰ γὰρ καὶ ὁ κόπος πολλῷ ἱδρῶτι περιῤῥεομένους ὑμᾶς ἐνταῦθα ἤγαγεν, ἀλλ' ἡ τοῦ λόγου διδασκαλία καὶ τὴν ἀῤῥωστίαν τὴν ἡμετέραν εἰς ὑγείαν μετέβαλε, καὶ τὸν ὑμέτερον πόνον διὰ τῆς ψαλμῳδίας  παρεμυθήσατο. ∆ιὰ δὴ τοῦτο οὔτε αὐτὸς ἀῤῥωστῶν τῇ σιωπῇ τὴν γλῶτταν κατέδησα, οὔτε ὑμεῖς κεκοπωμένοι τῆς ἀκροάσεως ἀπέστητε· ἀλλ' ὁμοῦ τε ὁ λόγας ἐφάνη, καὶ ὁ πόνος ἀνεχώρησεν, ὁμοῦ τε ἡ διδασκαλία ἐφάνη, καὶ ὁ κόπος ἐδραπέτευσεν. Ἡ μὲν γὰρ ἀῤῥωστία καὶ ὁ πόνος σώματος, ἡ δὲ διδασκαλία τῆς ψυχῆς ἐστι κατόρθωμα καὶ ἰατρεία. Ὅσῳ δὲ ψυχὴ σώματος ἀμείνων, τοσοῦτον ἐκείνης τὰ κατορθώματά ἐστι προτιμότερα. ∆ιὰ γὰρ τοῦτο οὐ μόνον  ἀῤῥωστίας κωλυούσης, ἀλλὰ καὶ μυρίων  ἑτέρων κωλυμάτων   γινομένων,   οὐκ  ἀπέστην  τοῦ  περιπλέκεσθαι  ὑμῶν  τῇ  ἀγάπῃ,  οὐκ ἀπεστερήθην οὐδὲ σήμερον τῆς καλῆς ταύτης ἑορτῆς. Ἀλλ' ἕως μὲν ἄρτι τῇ κλίνῃ ἦμεν προσηλωμένοι, ὁ δὲ Θεὸς ἡμᾶς οὐ συνεχώρησε τέλεον τῷ λιμῷ διαφθαρῆναι. Ὥσπερ γὰρ ὑμῖν λιμὸς τὸ μὴ ἀκούειν, οὕτω καὶ ἐμοὶ λιμὸς τὸ μὴ λέγειν. Οὕτω καὶ μήτηρ πολλάκις  ἀσθενοῦσα ἕλοιτο ἂν ὑπὸ τοῦ παιδὸς κατατείνεσθαι τὸν μαζὸν, ἢ ὁρᾷν αὐτὸν λιμῷ τηκόμενον· συντεινέσθω καὶ ἐμοὶ τὸ σῶμα. Τίς γὰρ οὐκ ἂν ἡδέως ὑπὲρ  ὑμῶν  καὶ  τὸ  αἷμα  ἐκχέοι,  ἀνδρῶν  οὕτω  τῇ  εὐλαβείᾳ,  οὕτω  τῇ  φιληκοΐᾳ ζεόντων, οὕτως ἀπὸ μικρᾶς καιροῦ ῥοπῆς τὴν μετάνοιαν ἐπιδειξαμένων; Οὐκ οἴδατε ἡμέραν  καὶ  νύκτα,  ἀλλ'  ἑκάτερον  τὸν  καιρὸν  ἡμέραν  ἐργάζεσθε, οὐ  τὸν  ἀέρα μεταβαλόντες, ἀλλὰ ταῖς παννυχίσι τὰς νύκτας φωτίζοντες· νύκτες ὑμῖν ἄϋπνοι, καὶ τοῦ ὕπνου  ἡ τυραννὶς  καταλέλυται·  ὁ γὰρ τοῦ Χριστοῦ πόθος  τὸ ἐλάττωμα  τῆς φύσεως  ἐνίκησεν.  Ἀπηλλάγητε  τοῦ  εἶναι  ἄνθρωποι  τὰ  σώματα  τῷ  μιμεῖσθαι δυνάμεις,  ἀγρυπνίαν  ἐπιδεικνύμενοι,  νηστείαν  συντεταμένην,  κάματον  τοσοῦτον ὁδοιπορίας,  κάματον  κατὰ  τὴν  φύσιν,  ἄνεσιν  κατὰ  τὴν  προαίρεσιν. Οὗτος τῶν φόβων  ὁ καρπὸς, αὕτη  τοῦ σεισμοῦ ἡ πρόοδος, πρόοδος μηδέποτε δαπανωμένη, πρόοδος   καὶ   τοὺς   πένητας   εὐπορωτέρους   ἐργαζομένη,   καὶ   τοὺς   πλουσίους πλουτίζουσα·  οὐκ  οἶδε  πενίαν,  οὐκ  οἶδε  πλοῦτον.  Ἦλθεν    σεισμὸς, καὶ  τὴν ἀνωμαλίαν τοῦ βίου ἔξω πεποίηκεν. Ποῦ νῦν οἱ τὰ σηρικὰ περιβεβλημένοι; ποῦ ὁ χρυσός; Πάντα ἐκεῖνα οἴχεται, καὶ  ἀράχνης   εὐτελέστερον  διεσπάσθη,  καὶ  τῶν   ἀνθῶν   τῶν   ἐαρινῶν   μᾶλλον ἠλέγχθη. Ἀλλ' ἐπειδὴ παρεσκευασμένην ὁρῶ τὴν διάνοιαν τὴν ὑμετέραν, δαψιλεστέραν   παραθεῖναι   ὑμῖν   τράπεζαν   βούλομαι.   Ὁρῶ  ὑμῶν   τὰ   σώματα κεκμηκότα, ἀλλὰ τὴν ψυχὴν νεάζουσαν. Πολλαὶ τοῦ ἱδρῶτος αἱ πηγαὶ, ἀλλ' ἀποσμήχουσι τὸ συνειδός. Εἰ γὰρ ἀθληταὶ καὶ αἷμα περιῤῥέονται διὰ φύλλα δάφνης, σήμερον διδόμενα, καὶ αὔριον μαραινόμενα, πολλῷ μᾶλλον ὑμᾶς εἰς τὸν ἀγῶνα τῶν κατορθωμάτων εἰσελθόντας δεῖ μὴ ἐνδοῦναι τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, μηδὲ καταμαλακίζεσθαι.  Τὸ θέατρον  τὸ ὑμέτερον  ἐμοὶ στέφανος,   καὶ εἷς ὑμῶν ἀκροατὴς  ἀντίῤῥοπος  τῇ  πόλει.  Τινὲς  μὲν  γὰρ  κρατῆρας  ἐστέψαντο,  ἄλλοι  δὲ συμπόσια συνήγαγον Σατανικὰ, ἄλλοι δὲ δαψιλῆ παρεσκεύασαν τράπεζαν· ὑμεῖς δὲ παννυχίδα  τοσαύτην ἐπετελέσατε, καὶ τὴν πόλιν πᾶσαν τῇ βάσει τῶν ἁγίων ὑμῶν ποδῶν ἐξεκαθάρατε, τῷ περιπάτῳ τὴν ἀγορὰν ἀναμετρήσαντες, καὶ τὸν ἀέρα ἅγιον ἐργασάμενοι. Γίνεται γὰρ καὶ ὁ ἀὴρ ἅγιος ἀπὸ ψαλμῳδίας,  ὡς ἠκούσατε σήμερον λέγοντος τοῦ Θεοῦ τῷ Μωϋσῇ· Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἡγιάσατε τὸ ἔδαφος, τὴν ἀγορὰν, τὴν πόλιν ἡμῖν ἐκκλησίαν ἐποιήσατε. Καὶ καθάπερ χείμαῤῥος παραῤῥέων· καὶ πολλῷ  τῷ  ῥείθρῳ φερόμενος  ἅπαντα  ἀνατρέπει, οὕτω  δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων  τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη  ὑδάτων,  καὶ τὸν  βόρβορον τῆς  ἀσεβείας ἐξεκάθαρεν. Οὐδεὶς ἀσελγὴς, μᾶλλον δὲ καὶ εἴ τις ἀσελγής ἐστι μεταβάλλεται. Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη. Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως  ἡ διάνοια  ἡ ἀσελγοῦσα κατορύττεται,  καὶ καθάπερ οἱ ὄφεις,  τοῦ κρυμοῦ πηγνύντος  αὐτῶν  τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται. Ἀμέλει καὶ αὐτοὶ αἰσχύνονται  οἱ περιφέροντες  αὐτά· περιφέρουσι μὲν γὰρ, νεκρὰ δέ. Ἀντὶ γὰρ χειμῶνος αὐτοῖς ἡ μελῳδία ὑμῶν γίνεται. Εἰσέρχεται εἰς ἀκοὴν τοῦ πλεονέκτου ἡ φωνὴ, κἂν μὴ ἐκβάλλῃ τὸ πάθος, ἀλλὰ νεκροῖ τὸ πάθος· εἰσέρχεται εἰς τὴν ἀκοὴν τοῦ   ἀσελγοῦς   καὶ   ὑπερηφάνου,   κἂν   μὴ  ἀποκτείνῃ   τὴν   ἀσέλγειαν   καὶ   τὴν ὑπερηφανίαν,  κατορύττει τὴν ἀσέλγειάν τε καὶ τὴν ὑπερηφανίαν.  Οὐ μικρὸν δὲ τὸ μὴ παῤῥησιάζεσθαι τὴν  κακίαν.  Εἶπον καὶ  χθὲς  ὅτι  μέγας  ὁ καρπὸς ὁ ἀπὸ  τῶν σεισμῶν. Εἴδετε ∆εσπότου φιλανθρωπίαν σείοντος πόλιν καὶ στηρίζοντος διάνοιαν; σαλεύοντος θεμέλια, καὶ πηγνύοντος  φρονήματα; σαθρὰν ἐργαζομένου τὴν πόλιν, καὶ  ἰσχυροποιοῦντος  τὴν  γνώμην;  Ἐννόησον  αὐτοῦ  τὴν  φιλανθρωπίαν·  ἔσεισεν ὀλίγον, καὶ διηνεκῶς  ἔπηξεν· ὁ σεισμὸς εἰς δύο ἡμέρας, ἡ δὲ εὐλάβεια μενέτω εἰς πάντα τὸν χρόνον· πρὸς ὀλίγον ἐλυπήθητε, ἀλλὰ διηνεκῶς ἐῤῥιζώθητε. Εὖ γὰρ οἶδα ὅτι τῷ φόβῳ τοῦ Θεοῦ ἡ εὐλάβεια ὑμῶν ῥίζαν ἔλαβε· κἂν γένηται  ἄνεσις, μένει ὁ καρπός. Οὐκέτι ἄκανθαι  αἱ πνίγουσαι, οὐδὲ βροχὴ ἐπικλύζουσα ἀποπλύνει·  καλῶς ἐγεώργησεν  ὑμᾶς ὁ φόβος, σύμμαχός μου τῶν  λόγων  γέγονεν.  Ἐγὼ σιγῶ καὶ τὰ θεμέλια  φθέγγεται·  ἐγὼ  σιωπῶ  καὶ    σεισμὸς σάλπιγγος  λαμπροτέραν  ἀφίησι φωνὴν, ταῦτα λέγων· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· παρεγενόμην,  οὐχ ἵνα ὑμᾶς καταχώσω, ἀλλ' ἵνα ὑμᾶς νευρώσω. Ταῦτα ὁ σεισμὸς λέγει, καὶ φωνὴν  ἀφίησιν· ἐφόβησα ὑμᾶς, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀκριβεστέρους ἐργάσωμαι. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ ἠτόνησεν ὁ λόγος, ἐβόησεν ἡ τιμωρία,   ἐπεὶ   ἔκαμεν      διδασκαλία,  συνεμάχησεν      φόβος.   Ταῦτα διαλεγόμενος  ὑμῖν πρὸς ὀλίγον ἔρχομαι, καὶ ποιῶ τὸ ἐμαυτοῦ· ὅταν ὑμᾶς σφίγξω, τότε παραδίδωμι τῷ λόγῳ, ἵνα μὴ κάμνῃ ὁ λόγος· λίθους εὑρίσκων καὶ ἀκάνθας φυομένας, καθαρὰν ποιῶ τὴν ἄρουραν, ἵν' ὁ λόγος δαψιλεῖ τῇ χειρὶ καταβάλλῃ τὰ σπέρματα. Τί ἐβλάβητε πρὸς ὀλίγον λυπηθέντες; Ἄγγελοι ἀντὶ ἀνθρώπων ἐγένεσθε· πρὸς οὐρανὸν μετέστητε, εἰ καὶ μὴ τῷ τόπῳ, ἀλλὰ τῷ τρόπῳ. Καὶ ὅτι οὐ κολακεύων λέγω ταῦτα, μαρτυρεῖ τὰ πράγματα. Τί γὰρ ἐνελείπετε εἰς τὸν τῆς μετανοίας λόγον; Φθόνον  ἐξεβάλετε,  τὰ  ἀνελεύθερα  πάθη  ἐξωρίσατε, τὴν  ἀρετὴν  κατεφυτεύσατε, ὁλόκληρον   τὴν   νύκτα   παννυχίσιν    ἁγίαις   εὐτονήσαντες,   ἀγάπῃ   πολλῇ   καὶ ἐπιτεταμένῃ διαθέσει.Οὐδεὶς τόκων  μέμνηται, οὐδεὶς περὶ πλεονεξίας  διαλέγεται,  οὐδ' αἱ χεῖρες ἁμαρτημάτων  καθαραὶ μόνον, ἀλλὰ  καὶ ἡ γλῶσσα ἀπηλλαγμένη  παρανομίας καὶ λοιδορίας· οὐδεὶς ὑβρίζει τὸν πλησίον, οὐδεὶς ἐπὶ συμπόσια ἀπέρχεται Σατανικά· αἱ οἰκίαι καθαραὶ, ἡ ἀγορὰ ἀπεσμηγμένη· ἑσπέρα καταλαμβάνει,  καὶ οὐδαμοῦ χοροὶ νεανίσκων τὰ τοῦ θεάτρου ᾄδοντες ᾄσματα. Ἀλλ' εἰσὶ χοροὶ μὲν, οὐκ ἀσελγείας δὲ, χοροὶ μὲν, ἀλλὰ κατορθωμάτων·  καὶ ἔστιν ἐν ἀγορᾷ ὑμνῳδίας  ἀκοῦσαι, καὶ οἴκοι καθημένων, τοῦ μὲν ψάλλοντος, τοῦ δὲ ὑμνοῦντος· καταλαμβάνει νὺξ, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν, τὸν λιμένα  τὸν ἀκύμαντον,  τὴν γαλήνην  τὴν ἀπηλλαγμένην κυμάτων. Ἐνόμιζον ἐγὼ ὅτι μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἡ ἀγρυπνία διέλυσεν ὑμῶν  τὰ σώματα· νῦν  δὲ ὅσῳ ἐπιτείνεται  ἡ ἀγρυπνία,  τοσούτῳ αὔξεται  ὑμῶν  ὁ πόθος.  Οἱ  ψάλλοντες   ὑμῖν  ἀπέκαμον,  καὶ  ὑμεῖς  νεάζετε·  οἱ  ψάλλοντες   ὑμῖν ἠτόνησαν, καὶ ὑμεῖς ἐνευρώθητε. Ποῦ νῦν οἱ πλούσιοι, εἰπέ μοι; μανθανέτωσαν τῶν πενήτων τὴν φιλοσοφίαν. Ἐκεῖνοι καθεύδουσιν, οἱ δὲ πένητες ἐπὶ ἐδάφους οὐ καθεύδουσιν, ἀλλὰ γόνατα κάμπτουσι, Παῦλον καὶ Σίλαν μιμούμενοι. Ἀλλ'  ἐκεῖνοι μὲν ἔψαλλον, καὶ τὸ δεσμωτήριον ἔσεισαν, ὑμεῖς δὲ ψάλλετε, καὶ σειομένην τὴν πόλιν ἐστήσατε.Ἀπεναντίας τῶν πραγμάτων τὰ τέλη, ἀλλ' ἑκάτερα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης εἰσίν. Ἐκεῖνος  μὲν  γὰρ τὸ δεσμωτήριον  ἔσεισεν, ἵνα  σαλεύσῃ τῶν  ἀπίστων  τὴν διάνοιαν, ἵνα λύσῃ τὸν δεσμοφύλακα, ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ· ἐστήσατε ὑμεῖς τὴν πόλιν, ἵνα λύσητε τὴν ὀργὴν τοῦ Θεοῦ· καὶ ἐκεῖνα καὶ ταῦτα διαφόρως ᾠκονομήθη. Ἀλλ' ὅμως χαίρω, οὐχ ὅτι ἔστη ἡ πόλις, ἀλλ' ὅτι διὰ τῶν εὐχῶν ὑμῶν ἔστη, ὅτι θεμέλια γεγόνασιν αἱ ψαλμῳδίαι ὑμῶν. Ἄνωθεν ἡ ὀργὴ, καὶ κάτωθεν ὑμῶν ἡ φωνή· τὴν ἄνωθεν  ῥέουσαν ὀργὴν ἡ κάτωθεν ἀναπεμπομένη φωνὴ  ἀνέστειλεν.Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ κατηνέχθη ἀπόφασις, τὸ ξίφος ἠκονημένον· ἡ πόλις ἐπὶ τοῦ ἐδάφους, ἡ ὀργὴ ἀπαραίτητος. Οὐδενὸς χρείαν ἔσχομεν, ἀλλὰ μετανοίας, ἀλλὰ δακρύων καὶ στεναγμῶν, καὶ πάντα ἐλύθη· Θεὸς ἀπεφήνατο,  καὶ ἡμεῖς τὴν ὀργὴν ἐλύσαμεν. Οὐκ ἄν τις ἁμάρτοι κηδεμόνας ὑμᾶς καὶ σωτῆρας τῆς πόλεως προσειπών. Ποῦ οἱ ἄρχοντες; ποῦ οἱ μεγάλοι σωτῆρες; Ὄντως τῆς πόλεως ὑμεῖς καὶ πύργοι, καὶ τεῖχος, καὶ ἀσφάλεια. Ἐκεῖνοι μὲν γὰρ διὰ τῆς ἑαυτῶν κακίας τὴν πόλιν ἐσάθρωσαν, ὑμεῖς διὰ τῆς οἰκείας ἀρετῆς τὴν πόλιν ἐστήσατε. Κἂν ἐρωτηθῇ τις, πόθεν ἐσείσθη ἡ πόλις, κἂν ἐκεῖνος μὴ εἴπῃ, ὡμολόγηται ὅτι διὰ τὰς ἁμαρτίας, διὰ τὰς πλεονεξίας, διὰ τὰς ἀδικίας. διὰ τὰς παρανομίας, διὰ τὰς ὑπερηφανίας, διὰ τὰς ἡδονὰς, διὰ τὸ ψεῦδος. Τίνος δέ; τῶν πλουσίων. Πάλιν  ἂν  ἐρωτηθῇ  τις  πόθεν  ἔστη    πόλις,  ὡμολόγηται   ὅτι  διὰ  τὰς ψαλμῳδίας, διὰ τὰς εὐχὰς, διὰ τὰς παννυχίδας.  Ταῦτα δὲ τίνων; τῶν πενήτων.  Τὰ σαλεύσαντα τὴν πόλιν ἐκείνων, τὰ δὲ στήσαντα ὑμέτερα· ὥστε ὑμεῖς σωτῆρες καὶ κηδεμόνες ἐγένεσθε. Ἀλλ' ἐνταῦθα τὸν λόγον καταλύσωμεν ταῖς παννυχίσιν ἐπιμένοντες,  ταῖς ψαλμῳδίαις,  δόξαν ἀναπέμποντες  τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |