Πέμπτη 16 Ιουνίου 2016
47. Περι προνοίας και ειμαρμένης λόγος δʹ
Τόμος 50
47. Περι προνοίας και
ειμαρμένης λόγος δʹ.
Τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ
ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Εἰ δὲ Παύλῳ συνεχοῦς ἔδει διδασκαλίας πρὸς τοὺς μαθητὰς, Παύλῳ τῷ μετὰ τῆς τοῦ Πνεύματος
διδάσκοντι χάριτος, καὶ μετὰ ἐπιτάγματος ἐλαύνοντι τοὺς ἐχθροὺς, καὶ πάντων ἀναιροῦντι
τὰ παθήματα, Παύλῳ τῷ
τιμωμένῳ, οὗ πάντες
ἤκουον ὡς ἐξ οὐρανῶν ἀγγέλου καταβάντος, μᾶλλον δὲ ὡς αὐτοῦ τοῦ
Χριστοῦ· εἰ τοίνυν ἐκείνῳ χρεία ἦν τοῦ
συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου. Καὶ γὰρ ὄντως
ἀσφαλὲς τὸ πολλάκις ὑμῖν περὶ τῶν αὐτῶν ἀκούειν, καὶ οὐ μόνον τὸ περὶ τῶν αὐτῶν,
ἀλλὰ καὶ τὸ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. Μὴ δὴ δυσχεραινέτω τις, μηδὲ ἐνοχλεῖσθαι
νομιζέτω παρ' ἡμῶν, εἰ περὶ τῆς αὐτῆς ὑποθέσεως μέλλοιμεν τὰ αὐτὰ λέγειν πάλιν.
Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες
ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι
περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν,
καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις. Ἐπειδὴ δὲ ὑποπτεύομεν εἶναι ἔτι λείψανά τινα τοῦ κακοῦ παρὰ τοῖς ἀκροαταῖς,
ἀναγκαία καὶ κατὰ λόγον ἡμῖν ἡ συνεχὴς ὑπὲρ τούτων ἐστὶ παραίνεσις.
Τήμερον γὰρ ἀναγκαῖόν ἐστιν
εἰπεῖν πῶς ἂν ἐκφύγοιμεν.Πῶς οὖν ἐκφύγοιμεν
ἄν; Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτερον δὲ,
λογισμοῖς εὐσεβέσιν. Ἂν γὰρ ἴδῃς τίνα μὲν τὰ μέλλοντα, τίνα δὲ τὰ παρόντα, καὶ
τὴν ὀρθὴν περὶ ἑκατέρων ψῆφον ἐνέγκῃς, οὐδέποτέ σου τῆς ψυχῆς ἅψεται τοῦτο τὸ
κακόν. Ὅταν οὖν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς,
μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην
φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ' ἀξίαν. Ἀναμνήσθητι
τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον
εὐπορίας ἐληλάκει καὶ
τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς
καὶ ἀπάνθρωπος καὶ κυνῶν αὐτῶν ἀγριώτερος· εἴ
γε οἱ μὲν τὸν πένητα
ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅψασθαι
τῶν ἑλκῶν τῶν
κατὰ παντὸς τοῦ σώματος, ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς
ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος,
εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας
ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ
διηνεκεῖ παλαίων.Καὶ ὁ μὲν ἥττω τῆς χρείας εἶχεν, ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπήλαυεν.
Ἀλλ' ὅμως οὐκ ἐδυσχέραινεν, οὐκ ἐφθέγξατο ῥῆμα ἀσεβὲς, οὐ κατηγόρησε τοῦ Θεοῦ,
οὐκ ἐμέμψατο τὴν πρόνοιαν, οὐκ ἀνέθηκεν
εἱμαρμένῃ τὰ γεγενημένα, οὐκ εἶπε
πρός τινα, ἀλλ' οὐδὲ πρὸς ἑαυτόν· ἐγὼ μὲν οὐδὲν
ποιήσας κακὸν εἰδικῶς, τοσαύτην
τίνω δίκην, καὶ τὴν ἐσχάτην ὑπομένω
τιμωρίαν, λιμῷ τηκόμενος,
δαπανώμενος νόσῳ χαλεπωτάτῃ, κατὰ μικρὸν ἀναλισκόμενος καὶ ἀσχημονῶν· οὗτος δὲ πλουτεῖ, καὶ τρυφᾷ ταῖς ἀλλοτρίαις ἐνδιαιτώμενος
συμφοραῖς, ὁ τοῖς ἐμοῖς ἐμπαροινῶν κακοῖς·
καὶ τὸν μὲν ἀπάνθρωπον, καὶ ἀνηλεῆ, καὶ ὠμὸν καὶ λίθινον τοσούτων ἐποίησε χρημάτων κύριον ὁ Θεὸς, ἐμὲ δὲ τὸν οὐδὲ μέχρι ῥημάτων
ψιλῶν παροξύναντα ἀφῆκε κατατείνεσθαι πόνοις τοσούτοις. Ποῦ ταῦτα δικαιοκρισίας
ἄξια; ποῦ ταῦτα προνοίας καὶ κηδεμονίας τῆς ὑπὲρ
ἡμῶν; Οὐδὲν τούτων οὐκ εἶπεν ἐκεῖνος. Πῶς
οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς οὕτω τὸν ∆εσπότην εὐλογῶσιν ἐν
πᾶσι, σὺ δὲ ὁ τῶν παλαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημῇς τὸν Θεὸν, ὑπὲρ
ὧν εὐχαρίστως ἕτεροι ἔχουσιν; Ὁ μὲν πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν καὶ ἐπαχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ'
ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων
τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη
συγγνώμης ἄξιος, ὑπὲρ τούτων βλασφημῶν τὸν
Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς
εὐχαριστεῖ, καὶ διὰ παντὸς αὐτὸν ἀνυμνῶν
οὐκ ἀφίσταται; Ὅταν ἴδῃς δίκαιον πάσχοντα
κακῶς, ἀναμνήσθητι τούτου
τοῦ παραδείγματος· οὔτε γὰρ ἂν
δικαιότερον ἐκείνου τινὰ ἔχοις μοι νῦν
εἰπεῖν· καὶ γὰρ δῆλον ἀπὸ τῆς ὑπομονῆς, δῆλον ἀπὸ τῶν ἐπάθλων· τὸν γὰρ πρῶτον
εἴληχε τῆς ἀναπαύσεως τόπον,
μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ· οὔτε μείζονα παθόντα κακὰ, οὔτε οὕτως ὑπεροφθέντα. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὅταν μηδὲ τῶν ἀποπιπτόντων
ψιχίων ἐμφορεῖσθαι ἔχῃ; Ὅταν οὖν ἴδῃς ἄκραν
κακίαν· τί γὰρ ὠμότερον τοῦ τὸν ἐν
συμφορᾷ τοσαύτῃ παρατρέχοντος; κακίαν εἰπεῖν μὴ αὐτὴ συνεζευγμένη· τί τοίνυν εὐπορώτερον γένοιτο
ἂν τῆς τραπέζης ἐκείνης, καὶ τῆς ἀμφιάσεως ἄκραν τρυφὴν, καὶ εὐπραγίαν; πάλιν
ὅταν ἴδῃς ἄκραν
δικαιοσύνην· τί γὰρ ἂν γένοιτο θεοφιλέστερον ψυχῆς τοιαῦτα πασχούσης,
καὶ φερούσης γενναίως ἄκραν ταλαιπωρίαν;
τί γὰρ ἂν γένοιτο ἀθλιώτερον λιμοῦ καὶ νοσήματος οὕτως ἀνιάτου; ποίαν ἔχεις,
εἰπέ μοι, συγγνώμην, ἐν τοῖς ἄλλοις
σκανδαλιζόμενος; μὴ γὰρ μέχρι τοῦ παρόντος
βίου τὰ πράγματα ἕστηκεν; Ἀνάμεινον τὸ τέλος, καὶ τότε ὄψει τὸ κατ' ἀξίαν τῆς ἑκάστου
ζωῆς· μὴ πρὸ τῶν
βραβείων, μὴ πρὸ τῶν στεφάνων
θορυβοῦ. Ὅταν οὖν ἴδῃς εἰς τὸ
δικαστήριον ἀμφοτέρους εἰσελθόντας, καὶ τῆς ψήφου τυχόντας, τότε καὶ αὐτὸς τὴν
περὶ ἑκάστου κρίσιν ἐξένεγκε. Πόσοι νῦν ταῖς ὁδοῖς ἐφεδρεύουσι, πόσοι διορύττουσι
τοίχους, πόσοι θήκας τῶν κατοιχομένων ἀναῤῥήσσουσι, πόσοι γάμοις ἐπεβούλευσαν ἀλλοτρίοις,
πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ' οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ
δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς
ὑποψήφους ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς
κολάσῃ, τὸν δὲ ποιήσαντα τιμήσῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως ἄξιος,
καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ
μηδέπω ὦσι παραδοθέντες, μηδὲ ὁ καιρὸς ἐπιστῇ τῆς ψήφου, μήπω δὲ αὐτὸς
τὰς εὐθύνας ἀπαιτῇ, προλαβὼν προκαταγινώσκεις;
Ἀλλ' ἔδει, φησὶν, ἐντεῦθεν ἤδη δοῦναι δίκην
τῶν ἡμαρτημένων. Ἐννόησον τὰ σαυτῷ
βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε
συνειδὸς, καὶ μεταθήσῃ
τὴν γνώμην· οὐκ ἐπαινέσεις ταύτην τὴν ψῆφον, ἀλλ' ἀποδέξῃ
τῆς μακροθυμίας τὸν φιλάνθρωπον Θεόν.Εἰ γὰρ
ἤμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι
ἀναρπασθέν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ἀλλ' ὅταν ἀλγῇς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ, λογίζου τὰ πεπλημμελημένα σοι μετὰ ἀκριβείας, καὶ χάριν εἴσῃ τῆς ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν.
Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ' ἀξίαν
πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ
τῶν πολλῶν· εἶτα οὐκ ἀκούεις τοῦ ψαλμωδοῦ λέγοντος, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος,
ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα ὀπίσω
αὐτοῦ; Οὐκ ἀκούεις τοῦ προφήτου βοῶντος μετὰ μεγάλης τῆς φωνῆς, Πᾶσα σὰρξ χόρτος, καὶ
πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; οὐχ ὁρᾷς ἐπιμαρτυροῦσαν ταῖς τῶν προφητῶν ἀποφάσεσιν
αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν; οὐχ ὁρᾷς τὴν πεῖραν καὶ τὴν ἔκβασιν ἐπιψηφιζομένην
τοῖς εἰρημένοις, Οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν
λήψεται τὰ πάντα; Ἄκουσον τοῦ Ἰὼβ τὸ αὐτὸ
τοῦτο λέγοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύσομαι, ὅτι οὐκ
ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἄκουσον τοῦ Παύλου τὰ αὐτὰ φιλοσοφοῦντος. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι
οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Σὺ δὲ μακαρίζεις ἄνθρωπον οὐδὲν
ἐντεῦθεν δυνάμενον ἀπενεγκεῖν ἐκεῖ
τῶν ὀφειλόντων αὐτῷ παραστῆναι κατὰ τὴν ἡμέραν τῆς κρίσεως.
Καὶ τίς ἄλλος ἀθλιότητος ὅρος, εἰπέ μοι, καὶ ταλανισμὸς, ἀλλ' ἢ ὅταν ὁ ἐν
πολλῇ τρυφῇ ζήσας ἀπέρχηται πάντων
ἐντεῦθεν ἀτιμότερος; Σὺ δὲ εἴ
τινα τούτων τῶν εὐπορούντων καὶ σοβούντων
ἐπὶ τῆς ἀγορᾶς εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας
πολλῆς ἀπολαύοντα τιμῆς,
παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν, ἄτιμον,
τῶν προσαιτούντων ἀπορώτερον
καὶ φαυλότερον φαινόμενον,
ἆρα τοῦτον ζηλωτὸν εἶναι ἐνόμιζες, ἀλλ' οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες;
Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων
ποίει. Ἀλλ' εἰσί
τινες, οἳ ἐπειδὰν
τούτους τῆς φιλοσοφίας τοὺς λόγους κινήσωμεν, ὑῶν καὶ τράγων δίκην τῇ γαστρὶ προσηλωμένοι, καὶ τοῖς παροῦσι
δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι μετὰ τὴν
ἐντεῦθεν νομίζουσιν ἀποδημίαν· ἕτεροι
δὲ εἶναι μέν
τινα νομίζουσι, προτιθέασι
δὲ τὰ παρόντα
τῶν μελλόντων. Πρὸς μὲν οὖν τοὺς
μηδὲν εἶναι νομίζοντας, ἀλλ' ἀποσβεσθεῖσαν τὴν ψυχὴν τὴν ἡμετέραν,
μηδένα διδόναι λόγον,
μηδὲ εὐθύνας ὑπέχειν
οἰομένους, τάχα καὶ γελοῖον ἀντειπεῖν, ὥσπερ πρὸς τοὺς μαινομένους
καὶ τοὺς ἐξεστηκότας. Οὐδὲ γὰρ εἴ τις ἐν
ἡμέρᾳ ἀμφιβάλλοι ἡμέραν
μὴ εἶναι, καὶ
περὶ τῶν πᾶσιν
ὁμολογουμένων ἀμφισβητοίη, καιρὸς ἂν εἴη λόγῳ τὸν τοιοῦτον πείθειν, καὶ
προσάγειν τῷ δόγματι· πλὴν ἀλλὰ διὰ τὴν ὑμετέραν ἀγάπην, καὶ πρὸς ἐκεῖνον
διαλεξόμεθα, ἅπερ ἂν δῷ ἡ τοῦ Θεοῦ χάρις. Τί λέγεις, ἄνθρωπε, οὐδὲν εἶναι
νομίζεις τὰ μετὰ ταῦτα; Τοῦτο γὰρ
ἀναγκαῖον εἰπεῖν, πῶς καθάπερ
κακῶν τινων ὁρμαθῷ
ἀεὶ δυσσεβεστέρῳ δόγματι,
τὸν ἅπαξ ἐκτραπέντα τῆς ἀληθείας
παραδίδωσιν ὁ διάβολος. Ὅρα γάρ· ἔπεισεν ἀμελῆσαι σωφροσύνης, ἐπιεικείας, τῆς ἄλλης
ἀρετῆς, ἐποίησε φαύλους κατὰ τὸν
βίον, πονηρῷ συζῶντας συνειδότι λοιπὸν,
καὶ τὴν ἀμοιβὴν
τῶν αὐτοῖς ἡμαρτημένων
ἑτέροις μεταθεῖναι ζητοῦντας, δέον μεταβάλλεσθαι τῆς κακίας. Τοῦτο μὲν οὐκ
ἐποίησαν, ἀνέπλασαν δὲ δόγμα πονηρὸν, καὶ μυρίων γέμον κακῶν, τὸ τῆς εἱμαρμένης.Εἶτα
ὑπὲρ τούτου πάλιν ἐλεγχόμενοι, καὶ συνομολογεῖν ἀναγκαζόμενοι
μηδὲν εἶναι τὰ παρόντα, τὸ μέλλον
ἀνατρέπουσι, καὶ τὸν περὶ ἀναστάσεως ἀναιροῦσι λόγον. Κἂν τοῦτο πάλιν
διελέγξωμεν, εἰς ἕτερον ἐκπεσόντες δόγμα
δυσσεβοῦσι· πλὴν τέως τὸ ἐν χερσὶ διελέγξωμεν.
Οὐδέν ἐστιν, ἄνθρωπε, μετὰ ταῦτα, καὶ πρὸς ταῦτα ἵστασαι τὰ δόγματα;
Τοσαῦτα ἐλήρησαν Ἕλληνες, ἀλλ' ὅμως πρὸς τὴν τοῦ δόγματος τούτου οὐκ ἀντέστησαν
ἀλήθειαν· ἀλλ' εἰ καὶ αὐτοῖς ἀκολουθήσεις, ὅμως ἔδωκάν τινα μετὰ ταῦτα βίον, καὶ
εὐθύνας, καὶ δικαστήρια ἐν ᾅδου, καὶ κολάσεις, καὶ τιμὰς, καὶ ψήφους, καὶ κρίσεις.
Κἂν Ἰουδαίους ἐρωτήσῃς, κἂν αἱρετικοὺς, κἂν ὅντινα ἄνθρωπον, αἰσχυνθήσεται τοῦ δόγματος τὴν ἀλήθειαν, καὶ εἰ καὶ ἐν ἄλλοις διαφέρονται, ἀλλ' ἐν τούτῳ πάντες συμφωνοῦσι καὶ λέγουσιν,
εἶναι τῶν ἐνταῦθα γεγενημένων εὐθύνας ἐκεῖ. Ἀλλ' οὐδενὶ βούλει πείθεσθαι τούτων,
ἀλλ' ἀναισχυντεῖς καθάπαξ ἐκδιδοὺς σαυτὸν
τῇ πλάνῃ. Οὐκοῦν διὰ τοὺς ἔτι νήφοντας, ἀναγκαῖον
τοὺς περὶ τούτων κινῆσαι λόγους. Τῷ γὰρ μηδὲν ὁμολογοῦντι εἶναι μετὰ ταῦτα, ἀνάγκη μηδὲ Θεὸν εἶναι ὁμολογῆσαι.
Ὁρᾷς, ὅπερ εἶπον, ὅτι ἀεὶ τῶν
φαυλοτέρων ἐστὶ μετὰ τὰ πρῶτα δόγματα
τὰ ὕστερα, ἅπερ αὐτοὺς διαδέξεται; Εἰ γὰρ μηδέν ἐστιν ἐκεῖ μετὰ ταῦτα, οὐδὲ
Θεὸς ἔστιν. Εἰ γὰρ ἔστι Θεὸς, δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι, τὸ κατ' ἀξίαν ἀπονέμει
ἑκάστῳ· εἰ δὲ οὐδέν ἐστι μετὰ ταῦτα, ποῦ τὸ κατ' ἀξίαν ἀπολήψεται ἕκαστος; Πρόσεχε
γάρ· πολλοὶ παρ' ἀξίαν, ὡς καὶ αὐτοὶ
προλαβόντες ὡμολόγησαν, εὖ πάσχουσιν
ἐνταῦθα καὶ τιμῶνται, ἕτεροι δὲ κολάζονται ἐν
δικαιοσύνῃ ζῶντες. Εἰ τοίνυν οὐδείς
ἐστι καιρὸς μετὰ
ταῦτα, ἀπελεύσονται ἀδικηθέντες οἱ δίκαιοι, καὶ παρ' ἀξίαν εὖ παθόντες οἱ
ἄδικοι· εἰ δὲ ταῦτα μὴ ἔσται, πῶς ἂν εἴη τὸ δίκαιον; Ἀνάγκη γὰρ ἢ εἶναί τινα
καιρὸν μετὰ ταῦτα τὸν τὸ κατ' ἀξίαν ἀπονέμοντα ἑκάστῳ· ἐνταῦθα γὰρ αὐτὸ
οὐχ εὑρίσκομεν· εἴ γε μή ἐστι
καιρὸς, πῶς τὸ κατ' ἀξίαν ἀπολάβῃ ἕκαστος; εἰ δὲ μηδεὶς τὸ κατ' ἀξίαν ἀπολαμβάνει,
οὔτε Θεός ἐστι κατὰ σὲ δίκαιος· εἰ δὲ οὐκ ἔστι δίκαιος ὁ Θεὸς, οὐδὲ Θεὸς ἂν εἴη.
Ἀλλ' ἡ βλασφημία εἰς τὴν κεφαλὴν τῶν ταῦτα
ἡμᾶς ἀναγκαζόντων περιτραπείη. Ὁρᾶτε πρὸς ὅσην βλασφημίαν ὁ λόγος
ἐξενήνεκται. Ἀλλὰ μὴν ὅτι Θεός ἐστι τὰ πράγματα βοᾷ· οὐκοῦν καὶ δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι,
τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ, ἀνάγκη τινὰ εἶναι
μετὰ ταῦτα καιρὸν, καθ' ὃν τὸ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται, καὶ δώσει δίκην,
καὶ τιμηθήσεται ὑπὲρ τῶν κατωρθωμένων αὐτῷ. Ἀνανήψωμεν, ἀγαπητοί·
ἀγνωσίαν Θεοῦ τινὲς ἔχουσιν· ἀνανήψωμεν, γρηγορήσωμεν. Ἥμαρτες, μὴ προσθῇς ἔτι· ἥμαρτες,
ἡσύχασον· ἥμαρτες, μὴ καταδήσῃς δὶς ἁμαρτίας. Ἡμεῖς δὲ τριπλᾶς καὶ τετραπλᾶς
καταδεσμοῦμεν, τοιούτων δογμάτων φόρτον
εἰς τὰς ἡμετέρας ψυχὰς εἰσάγοντες. Ἥμαρτες, ἐπίγνωθι τὸν ∆εσπότην, τὸν ἐλεήμονα, τὸν φιλάνθρωπον,
τὸν ἀγαθὸν, τὸν ἰατρὸν, τὸν
συγγνωμονικὸν, τὸν εὐπαραίτητον,
τὸν εὐαξίωτον. Οὐκ ἤκουσας ὅτι μυρία τάλαντά τις κατεδηδοκὼς, καὶ τὴν οὐσίαν
πᾶσαν τὴν δεσποτικὴν ἀπολέσας καὶ διασπάσας,
ἕτοιμος ὢν καὶ τὴν
γυναῖκα ἀποδόσθαι καὶ τὰ παιδία, ἐπειδὴ
μόνον ἔκλαυσεν, ἐπειδὴ μόνον τῶν ποδῶν αὐτοῦ ἥψατο, παντὸς ἐκείνου τοῦ ὀφειλήματος
λύσιν ηὕρατο καὶ ἄφεσιν;Εἰ δὲ λέγοις, ὅτι μετὰ ταῦτα αὐτὸν παρέδωκε τοῖς
βασανισταῖς, ἴσασιν οἱ εἰδότες τὴν ἱστορίαν· ἑτέρας
μοι λέγεις φιλανθρωπίας
ὑπόθεσιν. Καὶ γὰρ καὶ τότε αὐτὸν ἐλεήσας
ἀφῆκε, καὶ πάλιν ἐκεῖνον ἐλεήσας
ἐνέβαλεν· ὥσπερ τότε
τούτῳ βοηθῶν ἐποίησεν, οὕτω καὶ νῦν
ἐκείνῳ βοηθῶν ἀνέπραττε, τοῦτον μὲν ἵνα παιδεύσῃ μὴ εἶναι ὠμὸν, μηδὲ ἀπάνθρωπον, ἐκεῖνον
δὲ ἵνα καὶ ἀπαλλάξῃ βίας καὶ ἀπανθρωπίας. Ὁρᾶτε, ἀγαπητοί· καλῶς γάρ με μεταξὺ λέγοντα τοῦτο
εἰσῆλθε τὸ νόημα, πῶς οὐ μόνον τὸ πλεονεκτεῖν καὶ ἁρπάζειν, ἀλλὰ
καὶ τὸ μὴ ἐλεεῖν γεέννης
ἡμῖν πρόξενον γίγνεται. Οὗτος γὰρ, οὐκ ἐπειδὴ τὰ ἀλλότρια ἔλαβεν
ἀδίκως, ἀλλ' ἐπειδὴ
τὰ αὐτοῦ ἀπῄτει ἀπανθρώπως, παρεδόθη τοῖς βασανισταῖς· καὶ γὰρ εἴρηται, ὅτι
ὤφειλεν ἐκεῖνος· ἀλλ' εἰ καὶ ἐκεῖνος
ὤφειλεν, ὤφειλες καὶ σὺ τὸ αὐτὸ ὄφλημα,
καὶ τὸ αὐτὸ δίκαιον ἐπ' ἀμφοτέρων φυλάττεσθαι ἐχρῆν. ∆ιὰ τοῦτό
σοι ἀφῆκεν, ἵνα τὴν αὐτοῦ σοι δείξῃ φιλανθρωπίαν, ἵνα
ζηλωτήν σε τῆς
δεσποτικῆς ἡμερότητος ἐργάσηται.
Ἐπειδὴ δὲ παθὼν εὖ οὐκ ἐγένου βελτίων, ἑτέρῳ σε διορθοῦται τρόπῳ, τῷ τῆς κολάσεως, τῷ τῆς τιμωρίας· ὥστε
καὶ τοῦτο εὐεργεσίας εἶδός ἐστι. Παρέδωκε τοῖς βασανισταῖς, ἵνα κακίαν ἐξέλῃ
ψυχῆς, καθάπερ ἰατρὸς ἄριστος. Οὐκ εἶξας φαρμάκῳ προσηνεῖ, σιδήρου σοι δεῖ καὶ
πυρὸς λοιπόν. Ἤδει μυρία τάλαντα ἀφεὶς ὅτι ὠμός ἐστι καὶ ἀπάνθρωπος, ἀλλ' ἀνέμεινε
διὰ τῆς τῶν πραγμάτων
ἐκβάσεως ἀπολογήσασθαί σοι, ὃ
πολλαχοῦ ποιεῖ, εἰδὼς ὅτι
δικαίως ποιεῖ. Μετὰ τὸ ἀπολογήσασθαί σοι τοῦτο
ποιεῖ· οἷον ἐπὶ τῶν
Σοδόμων οὐχ ἁπλῶς ἀφῆκε τὸ πῦρ, οὐδὲ
τὰς πόλεις ἐκείνας ἀνήρπασεν, ἀλλὰ τί; Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων, καὶ οὐδὲ μέχρι
τούτου, ἀλλὰ, Καταβὰς ὄψομαι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πέμπει τοὺς ἀγγέλους ὑποδεικνύοντάς
σοι τὴν κακίαν τῶν ἐνοικούντων τὴν πόλιν, ἵνα μηδὲ τῶν ἀναισχύντων μηδεὶς ἔχῃ βλασφημεῖν τὸν Θεὸν ὅτι τοὺς ἀξένους, ὅτι τοὺς ἀπανθρώπους,
ὅτι τοὺς παρανόμους, καὶ τὰ τῆς δικαιοσύνης ἀγνοήσαντας δίκαια, καὶ τοὺς κοινοὺς τῆς φύσεως ἀνατρέψαντας νόμους, καὶ τοὺς κακίᾳ πεπληρωμένους ἀπολέσθαι
ἔδει. Τί ἴσον τοῦ οὕτω φιλανθρώπου καὶ προσηνοῦς Θεοῦ; Καίτοι γε ἡμεῖς κολάζοντες, οὐκ ἀξιοῦμεν
τὰς αἰτίας λέγειν πολλάκις· αὐτὸς δὲ ἂν μὴ πρότερόν σε διδάξῃ, ἂν μὴ πρότερόν σε πείσῃ, καὶ τὴν
παρὰ σοῦ λάβῃ ψῆφον, ὅτι δικαίως ἐπάγει τὴν κόλασιν, οὐ τιμωρεῖται
τοὺς πάλαι κολάσεως
καὶ τιμωρίας ἀξίους, καὶ εὐθύνας σοι πολλαχοῦ
παρέχειν ἕτοιμός ἐστι, καὶ κρίνεται πρός σε καὶ δικάζεσθαι οὐκ ὀκνεῖ. Ὁρᾷς
τοὺς προφήτας τούτων ἐμπεπλησμένους τῶν λόγων· πανταχοῦ δικαστήρια Θεοῦ πρὸς ἀνθρώπους. Καὶ πολλάκις μὲν αὐτοὺς δικάζοντας τοὺς ἠδικηκότας καλεῖ,
πολλάκις δὲ τὴν κτίσιν καθημένην ἐπὶ τῆς
ψήφου, δεικνὺς τὴν περιφάνειαν τῶν
δικαιωμάτων· οὔτε αὐτὸν τὸν ἀντίδικον, οὔτε τὰ ἀναίσθητα παραιτεῖται εἰς κρίσιν
καλεῖν ὁ Θεός· ὅπερ ἡμῖν ἔθος ἐστὶ ποιεῖν,
ὅταν θαῤῥῶμεν τοῖς οἰκείοις δικαίοις.
Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς,
ὅτι κρίσις τῷ Κυρίῳ· καὶ πάλιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε.
Πολλάκις δὲ αὐτοὺς ἐκείνους, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε; Καὶ ὁ Ἱερεμίας,
Τί εὕρεσαν ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέλημα; Οὐ ποιεῖ δὲ αὐτὸ κατὰ πόλεις καὶ
ἔθνη μόνον, ἀλλὰ καὶ κατὰ ἕνα πολλάκις ἄνθρωπον. Πρὸς τὸν ∆αυῒδ κρίνεται διὰ
τοῦ προφήτου, καὶ
τῷ Ἰωνᾷ παραιτουμένῳ κηρῦξαι
Νινευΐταις, ἀπολογεῖται διὰ τῆς
κολοκύνθης· Εἰ σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης,
ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆς; Καὶ πολλῶν τοιούτων εὑρήσεις γεμούσας τὰς
Γραφάς.Ταῦτ' οὖν εἰδότες, προσκυνῶμεν αὐτὸν, θαυμάζωμεν, θεραπεύωμεν, ὡς δυνατὸν
ἡμῖν· ὡς γὰρ ἄξιον οὐ δυνατόν. Ἐπιμελώμεθα
τῆς παρούσης ζωῆς, καὶ πειθώμεθα, ὅτι Θεὸς
ἐφέστηκε, καὶ πρόνοια
πάντα κυβερνᾷ, καὶ
μετὰ ταῦτα πάντα
ἔστιν ἀποδημήσαντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς
ἐπιτυχεῖν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
48 .Περι ειμαρμένης και
προνοίας λόγος εʹ.
Οὐδέν ἐστιν ὄντως δόγμα
πονηρὸν, ἀγαπητὲ, καὶ σηπεδόνος ἀνιάτου γέμον, ὡς τὸ τῆς εἱμαρμένης καὶ γενέσεως
δόγμα. Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ,
ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν
βίον συγχεῖ τὸν ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς· καὶ ὅσα
πρὸς διδασκαλίαν καὶ διόρθωσιν παρὰ τοῦ Θεοῦ καὶ τῆς φύσεως, καὶ διὰ προφητῶν εἰσενήνεκται
καὶ διὰ ἁγίων ἀνδρῶν, ἀνατρέπει καὶ καταλύει, καὶ δείκνυσι περιττά. Καὶ ποιεῖ ταὐτὸν, οἷον ἂν εἴ τις σῶμα νενοσηκὸς καὶ φαρμάκων δεόμενον,
παρόντων ἰατρῶν καὶ τὸ
φάρμακον κατασκευαζόντων, πείθοι μηδενὶ
τούτων κεχρῆσθαι, μηδὲ ἀπαλλάττεσθαι τοῦ
νοσήματος, ἀλλ' ἀμελείᾳ
καὶ ῥᾳθυμίᾳ ἐνδόντα τὰ καθ' ἑαυτὸν, τὴν ἐλεεινοτάτην ἀναμένειν ἀπώλειαν. Ἢ οὐχὶ ταῦτά φησιν ἡ εἱμαρμένη;
Μηδεὶς παραινείτω τι τῶν χρησίμων, μηδεὶς ἀκουέτω παραινοῦντος ἑτέρου· μάτην εἰσὶν
οἱ νόμοι καὶ οἱ δικασταὶ, μάτην ἐπιπλήξεις
καὶ νουθεσίαι, μάτην τιμωρίας φόβος, μάτην τιμαὶ καὶ γέρα καὶ ἔπαθλα τοῖς
κατορθοῦσιν.Οὔτε ἐὰν σπουδάσῃς, ὄφελός τι, οὔτε ἐὰν ἀμελήσῃς, βλάβος τι γενήσεται.
Μήτε ἐπὶ διδασκαλεῖον παιδίον ὢν βαδιζέτω, μήτε ἀνὴρ γενόμενος ἀκουέτω νόμων, μὴ
προσεχέτω συμβουλαῖς καὶ νουθεσίαις χρησίμοις. Τί δυνήσεται ἐνεγκεῖν ὁ κόπος; Ὥσπερ
ἀνερμάτιστον πλοῖον, καὶ
ναυτῶν καὶ κυβερνητῶν
ἔρημον, τῇ τοῦ
χειμῶνος φορᾷ ἐπιδοὺς τὰ πηδάλια
τῆς διανοίας, οὕτω φερέσθω. Θέλεις, εἰπέ μοι, πεισθησώμεθα, καὶ οὐδὲν ἐνεργήσομεν
τῶν πρὸς σωτηρίαν τῆς ἡμετέρας ζωῆς; Τέως γὰρ ἀφείσθω τὰ τῆς ψυχῆς, ἀλλὰ τὰ περὶ
τῆς παρούσης ζωῆς διαλεγώμεθα. Πειθόμεθα
τῇ εἱμαρμένῃ ταῦτα λεγούσῃ, καὶ οὔτε οἰκέτας ἁμαρτάνοντας κολάσομεν, οὔτε ἀσελγείαις διεφθαρμένους ἐπιστρέψομεν, οὔτε
τοὺς ἀδικοῦντας εἰς
δικαστήριον ἄξομεν, οὐκ ἀκουσόμεθα τῶν νόμων; Ἐβουλόμην κἂν πρὸς
βραχὺ τοῦτο γενέσθαι, ἐν ἔργῳ τὴν ὀλεθρίαν ταύτην καὶ ἐπιβλαβῆ διδάσκαλον τῶν
κακῶν δυνηθῆτε συνιδεῖν.Εἰ γὰρ ἀνάγκη
πάντως τὰ εἱμαρμένα
γενέσθαι, καὶ σπουδαζόντων καὶ καθευδόντων, μηδεὶς
γεωργὸς ζευγνύτω βοῦς, μηδὲ
ἄροτρον ἑλκέτω, μήτε αὔλακα
τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπιτηρείτω ἐπιτηδείαν,
μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων
πρὸς διαμεμετρημένον τὸ ἔτος,
μὴ θηγέτω δρεπάνην,
μηδὲ ἀμάτω λήϊον,
μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας
ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω, καὶ πάντα καθευδέτω τὸν χρόνον· πάντως ἂν
εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, αὐτόματα εἰς τὴν οἰκίαν ἥξει τὰ ἀγαθά· ἐὰν δὲ
εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ
τῶν πόνων ἔσται καὶ ἱδρώτων.
Τίνος οὖν ἕνεκεν
οὔτε παραινεῖτε ταῦτα
ποιεῖν, εἴ γε ὄντως
εἱμαρμένῃ πιστεύετε; τίνος ἕνεκεν οὐ
παραινεῖτε, ἵν' ὄντως ἔργῳ μάθητε τὰ τῆς
εἱμαρμένης καλά; Βούλει μοι δεῖξαι τί ὄντως εἵμαρται; Κατάλυσον γεωργίαν, ἄνελε ναυτιλίαν, ἔκβαλε πάσας τέχνας βιωτικὰς, καὶ μήτε οἰκοδόμος,
μήτε χαλκοτύπος, μήτε ὑφάντης, μήτε ἄλλος τις τῶν εἰς τὴν ἡμετέραν συντελούντων
ζωὴν μεταχειριζέτω τὴν αὐτοῦ τέχνην, καὶ
τότε ὄψει καλῶς, οἷα τῆς εἱμαρμένης τὰ ἐπίχειρα, τότε αὐτῆς αἰσθήσῃ καλῶς, τότε
αὐτῆς τὸ ἀπερίτρεπτον ὄψει. Καὶ τί λέγω
τέχνας, αἳ τὴν ζωὴν συνέχουσι τὴν ἡμετέραν;
Ἔστωσαν τέχναι, καὶ μηδὲ μίαν καταλύσῃς, ἀλλὰ πάντων μενόντων
ἐπὶ τῆς οἰκείας τάξεως, ὁ καθ' ἕκαστον μηδὲν μεριμνάτω τῶν αὐτοῦ, μηδὲ
φροντιζέτω τῶν κατὰ τὴν οἰκίαν, ἀλλ' ἐπιτρεψάτω
τῇ εἱμαρμένῃ τὰ κατὰ αὐτὸν οἰκονομῆσαι πάντα, καὶ τότε εἴσεται αὐτῆς τὴν ὠφέλειαν, ὅταν στρεβλούμενος καὶ μαστιζόμενος ἀπαιτῆται
μὲν τὰς εἰσφορὰς, μὴ ἔχων δὲ καταφεύγει μὲν ἐπὶ τὴν ἐκείνης ἀπολογίαν, προσέχει
δὲ αὐτῷ μηδείς. Μέχρι πότε παιδία ἐσμὲν ταῖς φρεσί; μέχρι τίνος οὐ παυσόμεθα
ληροῦντες; μέχρι τίνος οὐκ ἐπιγνωσόμεθα τὸν
κοινὸν ∆εσπότην; Εἰ φαύλους καὶ ἀγαθοὺς
εἱμαρμένη ποιεῖ, τίνος ἕνεκεν παραινεῖς
τῷ παιδὶ, τίνος ἕνεκεν νουθετεῖς; Πάντα εἰκῇ καὶ μάτην. Εἰ πλουσίους
καὶ πένητας ποιεῖ, μὴ πέμψῃς εἰς διδασκαλεῖα, μὴ πορίσῃς χρήματα, μὴ πράξῃς μηδὲ ἓν τῶν
δυναμένων αὐτῷ τὴν οὐσίαν αὐξῆσαι, ἀλλ' ἐπίτρεψον
τῇ εἱμαρμένῃ τὰ κατ' αὐτόν. Ἀλλ'
οὐκ ἀνέχῃ. Ὁρᾷς πῶς ἐν τοῖς ἐλάττοσι διαπιστῶν αὐτῆς τὴν δύναμιν, ἐν τοῖς
μείζοσιν αὐτῇ πιστεύεις; Εἰ γὰρ ὄντως εἱμαρμένη ἐστὶν, ἄφες τὸν παῖδα καὶ
πονηροῖς ἀνδράσι συγγίνεσθαι, καὶ μετὰ
διεφθαρμένων διαφθείρεσθαι· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, καὶ σοὶ χρησιμεύει. Καὶ γὰρ ὄντως, φησὶν, ὄντως ἐστί. Τίνος οὖν ἕνεκεν πράγματα καὶ σαυτῷ παρέχεις καὶ ἑτέρῳ; Καὶ τί
λέγω παίδων ἕνεκεν, ὅπου γε οὐδὲ ἐπὶ οἰκετῶν
ἀνέξῃ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἀπειλεῖς καὶ φοβεῖς, καὶ πάντα τρόπον κινεῖς, ὅπως
γένηταί σοι καλὸς ὁ οἰκέτης, καὶ οὐ θαῤῥεῖς τῇ γενέσει; Τίνος δὲ ἕνεκεν κακὸν
γενόμενον κολάζεις; οὐ γὰρ αὐτοῦ τὸ ἁμάρτημα γέγονεν, ἀλλὰ τῆς ὠθούσης γενέσεως. Τίνος δὲ ἕνεκεν καλὸν γενόμενον ἐπαινεῖς; οὐ γὰρ αὐτοῦ τὸ κατόρθωμα, ἀλλὰ τῆς
γενέσεως· μᾶλλον δὲ οὔτε καλὸς, οὔτε κακὸς ἔσται τις. Ὁ γὰρ παρ' ἑαυτοῦ μηδέτερον
τούτων ποιῶν, ἀλλ' ἑτέρωθεν τὴν ἀνάγκην
δεχόμενος, οὔτε τοῦτο ἔσται, οὔτε ἐκεῖνο. Τίνος οὖν ἕνεκεν ἐπαινοῦμεν ἄνδρας; τίνος
δὲ ἕνεκεν ψέγομεν; τίνος ἕνεκεν ἐπαρώμεθα, τίνος ἕνεκεν συνευχόμεθα ἑτέροις; Ὁρᾷς
εἰς ὅσην ἡμᾶς ἀλογίαν ὁ τῆς εἱμαρμένης ἐξήγαγε λόγος; Οὐδείς ἐστι σώφρων, οὐδείς
ἐστιν ἀκόλαστος, οὐδείς ἐστι πλεονέκτης, οὐδείς ἐστι δίκαιος· ἀνῄρηται καὶ ἀρετὴ
καὶ κακία, καὶ μάτην εἰς τὸν παρόντα τοῦτον βίον ὑπήχθημεν, μᾶλλον δὲ οὐ μάτην, ἀλλὰ καὶ ἐπὶ κακῷ. Πῶς γὰρ
οὐκ ἄτοπον ὠθεῖσθαι μὲν ὑπὸ τῆς ἀνάγκης τῆς γενέσεως εἰς κακίαν,πάλιν δὲ ὑπὸ τῆς βίας αὐτῆς ταύτης δίκην διδόναι τὴν ἐσχάτην, δέον ἐλεεῖσθαι, δέον ταλανίζεσθαι,
καὶ μισούμεθα, καὶ κολαζόμεθα, δέον τιμᾶσθαι; Τὸν ἀδικούμενον καὶ βίαν παθόντα,
οὐχὶ κολάζεσθαι, ἀλλὰ τιμᾶσθαι χρή· ἡμεῖς δὲ καὶ ἀδικούμεθα, καὶ τιμωρίαν ὑπομένομεν.
Τί τούτου γένοιτ' ἂν ἀλογώτερον, ὑπὲρ ὧν
κακῶς πάσχοντες ὠθισθέντες πρὸς κακίαν, ὑπὲρ τούτων καὶ τιμωρίαν
διδόναι; Ἐποίησεν ἀνδροφόνον ἡ εἱμαρμένη,
καὶ τὴν
ψυχὴν ἀπαιτεῖ ἀνθ' ὧν ὑπήκουσεν
αὐτῇ· τί τούτου
βλαβερώτερον δόγμα γένοιτο ἄν; Ὥσπερ
ἂν εἴ τις εἰς τὸ βάραθρον ὠθήσας, καὶ καταλαβὼν τὸν κρημνισθέντα, πάλιν τιμωρίαν
ἀπαιτοίη τούτων ἕνεκεν· ἢ ὥσπερ ἂν εἴ τις βαρβάρᾳ δεσποίνῃ παραδοὺς αἰκίζεσθαι,
καὶ μυρίοις περιβαλεῖν κακοῖς, τὸν
παραδεδομένον ὑπὲρ τῆς δουλείας καὶ τῆς
αἰχμαλωσίας ἀπαιτοῖ τιμωρίαν. Ἆρά τι γένοιτο
ἂν τούτου ἀλογώτερον, εἰπέ μοι, ἢ ἀθλιώτερον τοῦ γένους
τούτου; Εἰ ταῦτα τοιαῦτα, καὶ ἐχθροὶ
μὲν καὶ πολέμιοι τοῖς αὐτῶν πολεμίοις ἴσασι συγγινώσκειν, ὅταν
ἄκοντες καὶ μὴ βουλόμενοι πράττωσί τι τῶν χαλεπωτάτων αὐτοῖς· ἡ δὲ εἱμαρμένη τοῖς
ὑπηκόοις, καὶ πάντα πειθομένοις, μᾶλλον δὲ κατηναγκασμένοις, οὐκ εἴσεται συγγνώμην, ἀλλ' ὑπὲρ ὧν αὐτοὺς
κατηνάγκασε πρᾶξαι, ὑπὲρ τῶν αὐτῶν αὐτοὺς ἀπαιτεῖ
δίκην· ποῖος φορυτὸς, ποῖος λαβύρινθος,
ποία ζάλη ταύτην μιμήσεται τὴν σύγχυσιν,
εἰπέ μοι;Οὐκ ἤρκεσέ μοι τρόπος εἷς ἀδικίας, ὅτι μηδὲν ἁμαρτὼν εἰς κακίαν ἐμβέβλημαι,
καὶ ὅτι ἕτερος μηδὲν κατορθώσας ἀγαθὸς γίνεται, καὶ τιμῆς ἀπολαύει· οὐκ ἀρκεῖ αὕτη
μόνη ἡ ἀδικία, ὅτι ἁπλῶς καὶ ἀλόγως καὶ ἐμὲ κακὸν ἐποίησε, καὶ ἐκεῖνον καλὸν, ἀλλὰ
καὶ ἑτέραν προστίθησιν, καὶ οὐδὲ τὴν τῶν
ἀνθρώπων δικαιοκρισίαν μιμεῖται· ἀλλ' οἱ μὲν ἄνθρωποι, οὕτω φιλάνθρωποι
καὶ ἥμεροι, ὡς διαιρεῖν τὰ ἀκούσια τῶν ἑκουσίων· ἡ δὲ τὰ ἀνθρώπινα διοικοῦσα ἐριννύς τις καὶ δαίμων πονηρὸς, οὕτω
πάντα συγχεῖ. Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς ὁ ταῦτα ἐφορῶν, ἐλέγχεται μὲν ὁ λόγος ἑτέρωθεν.
Οὐ γὰρ δυνατὸν ἐν εὐταξίᾳ τοσαύτῃ πρόνοιαν
μὴ εἶναι. Πλὴν εἰ μὲν οὐκ ἔστι
Θεὸς, πῶς ὅλως ταῦτα συνέστηκεν; εἰ δέ ἐστι, πῶς ταῦτα
περιορᾷ; Εἰ μὲν γὰρ αὐτὸς ἐποίησεν, ὅρα τὴν ἀσέβειαν, καὶ τῆς βλασφημίας τὴν ὑπερβολήν·
εἰ δὲ οὐκ ἐποίησε. γενόμενα δὲ περιορᾷ, πάλιν οὐκ ἔλαττον τοῦ προτέρου τὸ ἔγκλημα. Ὁρᾷς πῶς πανταχόθεν στενοχωρεῖται
ὁ διάβολος, συνελαύνων τοὺς ἀνθρώπους
εἰς τὴν κατὰ τοῦ ∆εσπότου μανίαν; Βούλει με πεῖσαι, ὅτι εἱμαρμένῃ πείθῃ, καὶ
νομίζεις εἶναί τι δόγμα; Μὴ ἐγκάλει μοιχευομένῃ
γυναικὶ, μηδὲ πλησθῇς θυμοῦ, μηδὲ
εἰς κριτήριον δικαστοῦ ἀγάγῃς τὸν μοιχόν. Ἂν ἴδῃς τοῖχον διορυττόμενον, μὴ ἐπιλάβῃ τοῦ
διορύττοντος, μηδὲ ἀπαιτήσῃς
δίκην· οὐ γὰρ ἑκὼν τοῦτο ἐποίησε, καθὼς σὺ φῄς. Ἀμέλησον τῶν
σαυτοῦ πάντων· πάντως γὰρ ἥξει σοι τὰ τῆς εἱμαρμένης· ῥῖψον ὅσον ἔχεις
χρυσίον· ἀμέλησον οἰκιῶν, ἀγορῶν,
ἀνδραπόδων· οὐδὲν ἀπὸ τῆς ῥᾳθυμίας τῆς σῆς ἡ τῆς εἱμαρμένης ῥᾳθυμία
παραβλαβήσεται. Ἀλλ' οὐκ ἀνέξῃ τούτων οὐδὲν, ὡς ἔργῳ πεισθεὶς, ὅτι κατέγνωκας τῶν
δογμάτων τῆς εἱμαρμένης. Τίνος οὖν ἕνεκεν ἐν ταῖς ἁμαρτίαις αὐτὴν προβάλλῃ,
πανταχοῦ κατεγνωκώς; Ὁρᾷς ὅτι οὐδαμόθεν τὸ δόγμα τοῦτο εἰσενήνεκται, ἀλλ' ἀπὸ τῆς
ῥᾳθυμίας, καὶ ὀλιγωρίας, καὶ τοῦ πρὸς αὐτοὺς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλελύσθαι πόνους.
Εἰ γένεσίς ἐστι, κρίσις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, πίστις οὐκ ἔστιν· εἰ γένεσίς
ἐστι, Θεὸς οὐκ ἔστιν· εἰ γένεσίς ἐστιν, οὐκ ἔστιν ἀρετὴ, οὐκ ἔστι κακία· εἰ γένεσίς
ἐστι, πάντα μάτην, πάντα εἰκῇ καὶ ποιοῦμεν, καὶ πάσχομεν· οὐκ ἔστιν ἔπαινος, οὐκ
ἔστι ψόγος, οὐκ ἔστιν αἰδὼς, οὐκ ἔστιν αἰσχύνη, οὐκ εἰσὶ νόμοι, οὐκ εἰσὶ δικαστήρια.
Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ, φησὶ, πόθεν ἕτερος πένεται; Μάλιστα μὲν εἰ καὶ τοὺς
λόγους ἀγνοοῦμεν, ἔδει μένειν ἐπὶ τῆς ἀγνοίας, ἀλλὰ μὴ ἕτερον δόγμα πονηρὸν ἀναλαμβάνειν. Βέλτιον γὰρ ἀγνοεῖν καλῶς, ἢ εἰδέναι κακῶς· τὸ
μὲν γὰρ οὐκ ἔχει κατηγορίαν, τὸ δὲ ἀπεστέρηται
συγγνώμης. Πλὴν ἀλλὰ καὶ νῦν
δῆλον ἡμῖν γέγονε διὰ τὴν
τοῦ Θεοῦ χάριν, πόθεν ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται;
ἢ γὰρ πατρῷον παραλαβὼν κλῆρον, ἢ ἐμπορίᾳ καὶ καπηλείᾳ χρησάμενος, ἢ τὰ ἑτέρων ἁρπάσας καὶ βιασάμενος, ἢ γάμῳ χρησάμενος εὐπόρῳ,
ἢ γεωργίᾳ, ἢ τέχνῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Καὶ πολλοὶ τοῦ πλουτεῖν τρόποι, οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Οὕτω δὴ
καὶ τοῦ πένεσθαι· ἢ γὰρ ἐπηρεασθεὶς, ἢ συκοφαντηθεὶς, ἢ πλεονεκτηθεὶς, ἢ καταφαγὼν,
ἢ ἀργίᾳ συζῶν, ἢ ἀνοίᾳ, ἢ ἑτέρῳ τινὶ τρόπῳ· πολλοὶ γὰρ τοῦ γενέσθαι πένητα
τρόποι. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ δεῖνα πόρνας τρέφων καὶ παρασίτους καὶ κόλακας,
καὶ τοῖς 50.769 ἀλλοτρίοις ἐπηρεάζων πράγμασι,
καὶ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον βίον
ζῶν, καθάπερ ἐκ πηγῶν ἐπιῤῥέοντα ἔχει τὰ χρήματα· Ἕτερος ἐπιεικείᾳ καὶ σωφροσύνῃ
καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις συζῶν ἀρεταῖς, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ
τροφῆς; ὅτι ὁ μέν ἐστι καλὸς καὶ τὸν ἐπίπονον τῆς ἀρετῆς αἱρεῖται βίον, ὁ δὲ κακὸς καὶ τὴν
διαῤῥέουσαν καὶ διαλελυμένην ἀνεδέξατο τῆς κακίας
ὁδόν; Τίνος οὖν ἕνεκεν ὁ μὲν
κακὸς πλουτεῖ, πένεται δὲ ὁ ἀγαθός;
Ἵνα καὶ οὗτος μείζονα λάβῃ τὸν στέφανον, ἂν ὑπομείνῃ, καὶ τὴν καρτερίαν ἐνέγκῃ,
κἀκεῖνος μείζω τὴν κόλασιν καὶ τὴν τιμωρίαν,
ἂν μὴ μεταβάληται, καὶ γένηται βελτίων, καὶ τὸν ∆εσπότην ἐπιγνῷ τὸν ἑαυτοῦ.
Αἱ γὰρ ἀνέσεις αἱ παρὰ τοῦ Θεοῦ διδόμεναι, μένοντας κακοὺς μᾶλλον βαροῦσι· καὶ ἡ
ἀφθονία ἡ παρ' αὐτοῦ τοῖς μὴ χρωμένοις εἰς δέον αὐτῇ, προσθήκη γίνεται κατηγορίας.Οὕτως
οὖν αἱ θλίψεις καὶ αἱ στενοχωρίαι ἀγαθῶν,
προσθήκη στεφάνων, κἂν παραπέσωσι.
Ἔστι μετρία γοῦν τις συγγνώμη· οὐ γὰρ ἁπλῶς τὰ ἁμαρτήματα κρίνεται, ἀλλ' ἑτέρως
ὁ πλούσιος, ἑτέρως ὁ πένης· ὁ μὲν μετὰ συγγνώμης, ὁ δὲ χωρὶς συγγνώμης. Οἷον, ἔστω
κλέπτης καὶ φιλότιμος, πλούσιος καὶ πένης, ὁ μὲν εἰ καὶ ψυχρὰν, ἀλλ' ὅμως ἔχει τινὰ
καταφυγὴν, τὴν ἀπὸ τῆς πενίας
ἀνάγκην, ὁ δὲ οὐδὲ μίαν εὐπρόσωπον ἢ εὔλογον
ἔχει καταφυγήν· ὥστε ὅσον ἐλαττοῦται
ὁ πένης κατὰ τὸν παρόντα
βίον, τοσοῦτον πλεονεκτεῖ κατὰ τὸν
μέλλοντα ἐν κατορθώμασι, καὶ ὁ πλούσιος ἐν
ἁμαρτήμασι.Μὴ τοίνυν νομίσῃς ἀδικεῖσθαι
τὸν πένητα, μηδὲ
πλέον ἔχειν τὸν πλούσιον.
Καθάπερ καὶ ἐπὶ τῶν κακῶν, ὅσοιπερ ἂν ἐνταῦθα δῶσι δίκην, ἢ τὸ πᾶν ἀπενίψαντο, ἢ ἐλάττονα
διδόασιν ἐκεῖ τιμωρίαν,
ὡς ἐνταῦθα μεγάλων
κακοπαθειῶν δίκην ὑποστάντες· οὕτω
καὶ ἐπὶ τῶν ἀγαθῶν, οἱ μὲν ἐνταῦθα ἀπολαύοντες τιμῆς, καὶ μένοντες πονηροὶ, ἐφόδιον κολάσεως ἔχουσι τὴν τιμήν. Ὅρα γ' οὖν ὁ Θεὸς
πῶς πανταχοῦ τοῖς κακοῖς τὰς ἐνταῦθα ὀνειδίζει
τιμάς· Ἔδωκά σοι πάντα τὰ τοῦ Κυρίου σου· καὶ πάλιν τοῖς ἱερεῦσιν ἐπὶ τοῦ Ἠλὶ τὴν
τιμήν· καὶ ἀλλαχοῦ, Ἔδωκα ὑμῖν ἐκ τῶν νεανίσκων
ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν υἱῶν ὑμῶν εἰς ἁγιασμόν· καὶ τὰ ἐπὶ τῆς ἐρήμου
πανταχοῦ προστίθησιν. Ὥστε ὅταν ἴδῃς τὸν πλουτοῦντα ἀδικοῦντα, πλεονεκτοῦντα, ἁρπάζοντα, διὰ τοῦτο μάλιστα αὐτὸν στέναξον, ἐπειδὴ
πλούσιος ὢν ταῦτα ποιεῖ· μείζονα γὰρ δίδωσι τιμωρίαν. Ὅταν ἴδῃς πένητα
πολλὴν τοῦ δικαίου
ποιούμενον πρόνοιαν, διὰ τοῦτο
μάλιστα αὐτὸν θαύμασον, ὅτι μετὰ πενίας τοιοῦτός ἐστιν. Ἂν ταῦτα ᾖ παρὰ σοὶ
διηκριβωμένα, οὐδέποτε ἐπὶ
τοῖς γενομένοις ταραχθήσῃ
πράγμασιν, ἂν πρὸς τὰ
μέλλοντα βλέπῃς, ἂν μηδὲν εἶναι νομίσῃς τὰ παρόντα, ἂν ἐκεῖνα ἐλπίσῃς ἀεὶ, ἂν
τούτων σαυτὸν ἀποστήσῃς. Γένοιτο δὲ πάντων
ἡμᾶς τῶν ἀγαθῶν ἐπιτυχεῖν,
χάριτι Χριστοῦ. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου