ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 23. Είς τό Επίστευσα διό ελάλησα και περί ελεημοσύνης

Δευτέρα 13 Ιουνίου 2016

23. Είς τό Επίστευσα διό ελάλησα και περί ελεημοσύνης



patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

23.Εις την αποστολικην ρησιν τὴν λέγουσαν, "Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ εἰς τὸ, "Ἐπίστευσα, διὸ ἐλάλησα," καὶ περὶ ἐλεημοσύνης.

αʹ. Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως,  οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλγοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων· καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην   ὀδύνην,  χαίρουσι  δὲ  διὰ  τὴν  ἐξ αὐτῆς  τικτομένην  ὑγίειαν.  Τοῦτο καὶ  ὁ Παῦλος  ἐποίησεν     σοφὸς   τῶν   ψυχῶν   ἰατρός.   Κορινθίοις   γάρ  ποτε   δεομένοις ἐπιτιμήσεως   σφοδροτέρας  ἐπιτιμήσας,   καὶ  ἥσθη  καὶ  ἐλυπήθη·   ἐλυπήθη   μὲν,  ὅτι ὠδύνησεν,  ἥσθη δὲ, ὅτι ὠφέλησε.  Καὶ ἀμφότερα  ταῦτα  δηλῶν,  ἔλεγεν· Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ προτέρᾳ ἐπιστολῇ, οὐ  μεταμέλομαι, εἰ καὶ μετεμελόμην. ∆ιὰ  τί   μετεμέλου;   διὰ   τί   δὲ   πάλιν   οὐ   μεταμέλῃ;   Μετεμελόμην,   ἐπειδὴ σφοδρότερον ἔπληξα· οὐ μεταμέλομαι, ἐπειδὴ διώρθωσα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο, ἄκουσον τῶν ἑξῆς· Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς· νῦν  χαίρω, οὐχ ὅτι ἐλυπήθητε,  ἀλλ' ὅτι ἐλυπήθητε  εἰς μετάνοιαν.  Εἰ καὶ πρὸς ὥραν ἐλύπησα ὑμᾶς, τὸ λυπητήριον  πρόσκαιρον, φησὶ, τὸ δὲ ὠφέλιμον  διηνεκές.  ∆ότε δὴ κἀμοὶ ταῦτα τὰ ῥήματα, παρακαλῶ, πρὸς τὴν ἀγάπην τὴν ὑμετέραν εἰπεῖν· ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ' ἡμᾶς μειζόνως ηὔφρανεν,  Οὐχ ὅτι ἐλυπήθητε,  ἀλλ' ὅτι ἐλυπήθητε  εἰς μετάνοιαν. Ἰδοὺ  γὰρ  αὐτὸ  τοῦτο  τὸ  κατὰ  Θεὸν λυπηθῆναι   ὑμᾶς  πόσην  κατειργάσατο  ἐν  ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός. ∆ιὰ τοῦτο, ὅσον ὠδυνήθην τότε,  τοσοῦτον  νῦν  χαίρω,  ὁρῶν  τὴν  ἄμπελον  ἡμῖν  τὴν  πνευματικὴν   τῷ  καρπῷ βριθομένην.  Εἰ γὰρ  ἐπὶ  τῶν  ἐδεσμάτων  τῶν  αἰσθητῶν  φέρει  τινὰ  φιλοτιμίαν   καὶ εὐφροσύνην   τῷ  καλοῦντι   τῶν   δαιτυμόνων   τὸ  πλῆθος,   πολλῷ   μᾶλλον   ἐπὶ  τῶν ἐδεσμάτων   τῶν   πνευματικῶν  τοῦτο   γένοιτ'  ἄν·  καίτοι   γε  ἐκεῖ  τὸ  πλῆθος   τῶν κεκλημένων  μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ  τοὐναντίον,   οὐ  μόνον  οὐκ  ἀναλίσκει   τὸ  πλῆθος  τῶν  κεκλημένων,   ἀλλὰ  καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο  ἐργάσεται· καὶ γὰρ τοιαύτη  τῶν  πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται. Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν  ἐνηχῆσαι  ἡμῶν  τῇ διανοίᾳ.  Ὅταν γὰρ ἴδῃ πολλοὺς  παρόντας,  τότε δαψιλεστέραν  παρατίθεται  τὴν  ἑστίασιν·  οὐκ  ἐπειδὴ  τῶν  ὀλίγων  καταφρονεῖ,  ἀλλ' ἐπειδὴ τῆς τῶν πολλῶν  ἐφίεται σωτηρίας. ∆ιὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας  πόλεις,  ἐν Κορίνθῳ μένειν  ἐκέλευσε φανεὶς  ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς  προβάτου  ὄρη καὶ νάπας  καὶ  τὴν  ἄβατον  ἔπεισι χώραν  ὁ ποιμὴν,  ὅταν  πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ  οὐδὲ  τῶν  ὀλίγων  καταφρονεῖ,  ἄκουσον  αὐτοῦ  λέγοντος·  Οὐκ ἔστι θέλημα  τοῦ Πατρός μου, ἵνα ἀπόληται ἐν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ  εὐτέλεια ὑπεριδεῖν αὐτὸν πείθει τῆς σωτηρίας ἡμῶν.


βʹ. Ἐπεὶ οὖν τοσαύτη μὲν αὐτῷ τῶν μικρῶν καὶ ἐλαχίστων  ἡ πρόνοια, τοσαύτη δὲ τῶν  πολλῶν,  τὸ πᾶν ἐπὶ τὴν  ἐκεῖθεν  ῥοπὴν  ῥίψαντες,  ἐπὶ τὴν  Παύλου ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν  τὸν λόγον ἀγάγωμεν.  Τίς δὲ ἡ ῥῆσις; Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους, φησὶ, καταλυθῇ Μᾶλλον δὲ ἀνωτέρω  καὶ ἐπ' αὐτὴν τὴν  κεφαλὴν   τοῦ  νοήματος  ἴωμεν.  Καθάπερ  γάρ  τινες  πηγὴν   ἀνιχνεύοντες,  εἶτα διάβροχον ἰδόντες  χωρίον, οὐκ ἐκεῖ διασκάπτουσι μόνον, ἀλλ' ὑπὸ τῆς νοτίδος αὐτῆς καὶ τῆς φλεβὸς  χειραγωγούμενοι ἐνδοτέρω  χωροῦσιν,  ἕως ἂν ἐπὶ τὴν  ῥίζαν καὶ τὴν ἀρχὴν τῶν ναμάτων ἔλθωσιν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν. Πηγὴν εὑρόντες πνευματικὴν  ἐκ τῆς Παύλου σοφίας ἐξιοῦσαν, ὥσπερ ὑπό τινος φλεβὸς τῆς ῥήσεως χειραγωγούμενοι, πρὸς τὴν ῥίζαν αὐτὴν ἀναβῶμεν  τοῦ νοήματος. Τίς οὖν ἐστιν ἡ κεφαλὴ  καὶ ἡ ῥίζα; Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ  ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Τί λέγεις; ἂν μὴ πιστεύσῃς, οὐ λαλεῖς, ἀλλὰ ἄφωνος  ἕστηκας; Ναὶ, φησίν· οὐδὲ διᾶραι στόμα δύναμαι  χωρὶς  πίστεως, οὐδὲ κινῆσαι γλῶτταν,  οὐδὲ ἀνοῖξαι  χείλη,  ἄφωνος  ὁ λογικὸς ἕστηκα χωρὶς τῆς ἐκεῖθεν διδασκαλίας. Καθάπερ γὰρ, ῥίζης μὴ πεφυτευμένης, οὐκ ἂν βλαστήσειε καρπός· οὕτω, πίστεως  μὴ προκαταβεβλημένης,  οὐκ ἂν προέλθοι διδασκαλίας  λόγος. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ  φησι· Καρδίᾳ πιστεύεται  εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Τί τοῦ δένδρου τούτου βέλτιον, ἢ ἴσον γένοιτ' ἂν, ὅταν μὴ οἱ κλάδοι μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα φέρῃ καρπὸν, ἡ μὲν δικαιοσύνην, οἱ δὲ σωτηρίαν; ∆ιὰ τοῦτό φησι· Πιστεύομεν, διὸ καὶ λαλοῦμεν.  Καθάπερ γὰρ τὰ ὑπότρομα μέλη  καὶ  τῷ  γήρᾳ  παρειμένα  βακτηρία  μετὰ  ἀσφαλείας  χειραγωγοῦσα  οὐκ ἀφίησιν ὀλισθῆσαι καὶ καταπεσεῖν,  οὕτω  δὴ καὶ τὴν  ψυχὴν  τὴν  ἡμετέραν  σεσαλευμένην  καὶ περιφερομένην  ὑπὸ τῆς τῶν  λογισμῶν  ἀσθενείας, βακτηρίας  ἀσφαλέστερον  ἡ πίστις ἕλκουσα, καὶ τῇ τῆς οἰκείας ἰσχύος ἐπαναπαύουσα δυνάμει, στηρίζει μετὰ ἀκριβείας, καὶ οὐκ ἀφίησιν  ὑποσκελισθῆναί  ποτε, τὸ τῶν  λογισμῶν  ἀσθενὲς τῇ τῆς οἰκείας  ἰσχύος περιουσίᾳ διορθουμένη, καὶ τὸν ἐξ αὐτοῦ ἀπελαύνουσα ζόφον, καὶ τὴν ψυχὴν, ὥσπερ ἐν οἴκῳ σκοτεινῷ, τῷ θορύβῳ τῶν λογισμῶν  καθημένην  τῷ οἰκείῳ φωτὶ  καταυγάζουσα. ∆ιὰ  τοῦτο  οἱ  ταύτης  ἀπεστερημένοι,  τῶν  ἐν  σκότει  διατριβόντων   οὐδὲν  ἄμεινον διάκεινται, ἀλλ' ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται,  καὶ  εἰς  βάραθρα  καὶ  κρημνοὺς  καταφέρονται,   καὶ  τῶν  ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός· οὕτω καὶ οἱ τῆς πίστεως ἀπεστερημένοι, καὶ ἀλλήλοις  προσεῤῥάγησαν, καὶ τοίχοις  προσέπταισαν, καὶ τέλος εἰς τὸ τῆς ἀπωλείας βάραθρον φέροντες ἑαυτοὺς κατεκρήμνισαν.


γʹ. Καὶ μάρτυρες τῶν λόγων  τούτων  οἱ τὴν ἔξωθεν αὐχοῦντες  σοφίαν, οἱ μέγα ἐπὶ τῷ πώγωνι,  καὶ τῷ τρίβωνι,  καὶ τῇ βακτηρίᾳ φρονοῦντες.  Μετὰ γὰρ μακροὺς καὶ πολλοὺς διαύλους λόγων, τοὺς πρὸ τῶν ὀφθαλμῶν  κειμένους λίθους οὐκ εἶδον· εἰ γὰρ ὡς  λίθους  αὐτοὺς  ἑώρων,  οὐκ  ἂν  αὐτοὺς  ἐνόμισαν  εἶναι  θεούς.  Καὶ ἀλλήλοις   δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν  τῆς  ἀσεβείας τὸν  βαθύτατον  κρημνὸν  κατηνέχθησαν, οὐδαμόθεν  ἄλλοθεν,  ἀλλ' ἢ διὰ τὸ λογισμοῖς  ἐπιτρέψαι  τὰ καθ' ἑαυτοὺς ἅπαντα. Καὶ τοῦτο    Παῦλος  δηλῶν   ἔλεγεν·  Ἐματαιώθησαν  ἐν  τοῖς  διαλογισμοῖς   αὐτῶν,  καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Εἶτα λέγων τοῦ  σκότους  καὶ  τῆς  μωρίας  τὴν  ἀπόδειξιν,  ἐπήγαγεν·  Ἤλλαξαν  τὴν  δόξαν  τοῦ ἀφθάρτου   Θεοῦ  ἐν   ὁμοιώματι   εἰκόνος   φθαρτοῦ   ἀνθρώπου,   καὶ   πετεινῶν,    καὶ τετραπόδων, καὶ ἑρπετῶν.  Ἀλλὰ τοῦτο ἅπαν τὸ σκότος ἐπεισελθοῦσα ἡ πίστις διεσκέδασεν ἐκ τῆς ψυχῆς τοῦ ὑποδεξαμένου αὐτήν· καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων  ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς  τῶν  κυμάτων  ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα  πάντοθεν  ἵστησι, καὶ ἐν  μέσῳ ῥιζοῖ τῷ  πελάγει· οὕτω  δὴ καὶ τὸν  νοῦν  τὸν ἡμέτερον  ὅταν  οἱ  προσπίπτοντες  ἔξωθεν  λογισμοὶ  κλυδωνίζωσιν,   ἀγκύρας ἀσφαλέστερον  ἐπεισ   ελθοῦσα    πίστις  ἀπαλλάττει   τοῦ  ναυαγίου,  ὥσπερ  ἐν γαληνῷ  λιμένι,  τῇ τοῦ συνειδότος πληροφορίᾳ  τὸ σκάφος ὁρμίζουσα. Καὶ αὐτὸ τοῦτο πάλιν     Παῦλος  δηλῶν   ἔλεγεν,  ὅτι  ∆ιὰ  τοῦτο  ἔδωκεν  ἀποστόλους    Θεὸς  πρὸς καταρτισμὸν τῶν ἁγίων,  μέχρι καταντήσωμεν  οἱ πάντες  εἰς τὴν ἑνότητα  τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως  τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἵνα μηκέτι ὦμεν  νήπιοι  κλυδωνιζόμενοι καὶ περιφερόμενοι  παντὶ  ἀνέμῳ.  Ὁρᾷς τῆς  πίστεως  τὸ  κατόρθωμα,  ὅτι  ὡς  ἄγκυρά  τις ἀσφαλὴς, οὕτως ἐκβάλλει  τὸν σάλον· ὅπερ οὖν καὶ αὐτὸς πάλιν  Ἑβραίοις ἐπιστέλλει, οὑτωσὶ  λέγων  περὶ  τῆς  πίστεως·  Ἣν  ὡς  ἄγκυραν  ἔχομεν  τῆς  ψυχῆς  ἀσφαλῆ,  καὶ βεβαίαν,  καὶ  εἰσερχομένην  εἰς  τὸ ἐσώτερον  τοῦ  καταπετάσματος.  Ἵνα  γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν, ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις, οὐ κάτω πιέζουσα, ἀλλ' ἄνω κουφίζουσα τὴν διάνοιαν,  καὶ πρὸς τὸν οὐρανὸν μεθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος χειραγωγοῦσα· καταπέτασμα γὰρ ἐνταῦθα  τὸν οὐρανὸν ἐκάλεσε. Τίνος ἕνεκα, καὶ διὰ τί; Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων,  οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ καταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ' ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός.


δʹ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους  τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα  ἀφορῶν,  καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν,  ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθάνετο, καὶ  τὴν  αἰτίαν  τῆς  φιλοσοφίας   ἐδίδασκε,  λέγων·  Τὸ γὰρ  παραυτίκα  ἐλαφρὸν  τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς,  καὶ  τίνι   τρόπῳ;  Μὴ  σκοπούντων   ἡμῶν   τὰ  βλεπόμενα,  ἀλλὰ  τὰ  μὴ βλεπόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν.  Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθα λέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν  ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ' ἣν τὰ σημεῖα ἐποίουν  τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον  οὐκ ἴσχυσαν ἀπαλλάξαι  τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν  αἰτίαν  ἐβούλοντο  μαθεῖν,  ταύτην  αὐτοῖς  ᾐνίξατο  τὴν  ἔλλειψιν  τῆς πίστεως, λέγων·  ∆ιὰ τὴν ἀπιστίαν  ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε  ὄρη  μεθιστάνειν.  Καὶ ὅτε  δὲ  καταποντίζεσθαι   ἔμελλε  πεζῇ  βαδίζων  ἐπὶ  τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν  ἐνεκάλεσεν  ὁ Χριστὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν  πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων  ποιητική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώσεως παρασκευαστικὴ, καθ' ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται·  καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται  ὁ λόγος  τοῦ Θεοῦ, οὐ μόνον  ἐν τῇ Μακεδονίᾳ,  ἀλλὰ  καὶ ἐν τῇ Ἀχαΐᾳ,  καὶ  ἐν  παντὶ  τόπῳ    πίστις  ὑμῶν    πρὸς  τὸν  Θεὸν ἐξελήλυθε.  Ποίαν  οὖν αἰνίσσεται  ἐνταῦθα   πίστιν;  Εὔδηλον,  ὅτι  τὴν   τῆς  γνώσεως·  καὶ  δηλοῖ   τὰ  ἑξῆς. Πιστεύομεν γὰρ, φησὶ, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως.  Ἀλλὰ διὰ τί Πνεῦμα πίστεως αὐτὴν  καλεῖ, καὶ εἰς τὴν τῶν χαρισμάτων  καταλέγει  τάξιν; Εἰ γὰρ χάρισμά ἐστιν ἡ πίστις, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς  μόνον,  ἀλλ' οὐχ  ἡμέτερον  κατόρθωμα,  οὔτε οἱ ἀπιστοῦντες  κολασθήσονται, οὔτε οἱ πιστεύοντες  ἐπαινεθήσονται.  Τοιαύτη γὰρ τῶν  χαρισμάτων  ἡ φύσις, οὐκ ἔχει στεφάνους, οὔτε ἀμοιβάς. Οὐ γὰρ τῶν δεξαμένων  τὸ δῶρόν ἐστι κατόρθωμα, ἀλλὰ τῆς τοῦ παρεσχηκότος  φιλοφροσύνης  χάρισμα. ∆ιὰ τοῦτο καὶ τοῖς μαθηταῖς  ἐκέλευσε μὴ χαίρειν ἐπὶ τῷ δαίμονας ἐκβάλλειν, καὶ τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντας καὶ δυνάμεις πολλὰς ποιήσαντας ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ ἀπὸ κατορθωμάτων  μὲν οἰκείων οὐδεμίαν εἶχον παῤῥησίαν, ἀπὸ δὲ χαρισμάτων ἐβούλοντο σώζεσθαι μόνον.



εʹ. Εἰ τοίνυν  καὶ ἡ πίστις τοιοῦτόν ἐστι, καὶ οὐδὲν ἡμεῖς εἰσηνέγκαμεν, ἀλλὰ τὸ πᾶν  τῆς  τοῦ  Πνεύματός  ἐστι χάριτος,  καὶ  ἐκείνη  ταῖς  ἡμετέραις  αὑτὴν  ἐγκατέβαλε ψυχαῖς,  καὶ  οὐδένα  ἀντὶ  τούτων   ληψόμεθα   μισθὸν,  πῶς  οὖν  ἔλεγε,  Καρδίᾳ  γὰρ πιστεύεται  εἰς  δικαιοσύνην,  στόματι  δὲ ὁμολογεῖται  εἰς  σωτηρίαν; Ὅτι καὶ  τῆς  τοῦ πεπιστευκότος  ἀρετῆς ἐστι κατόρθωμα  ἡ πίστις. Πῶς δὲ ἀλλαχοῦ  τοῦτο  αὐτὸ  πάλιν αἰνίττεται  λέγων,  Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι  δὲ ἐπὶ τὸν δικαιοῦντα  τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις εἰς δικαιοσύνην, εἰ τῆς τοῦ Πνεύματος χάριτος τὸ πᾶν ἐστι; πῶς δὲ καὶ τὸν  πατριάρχην  Ἀβραὰμ δι'  αὐτῆς  μυρίοις  ἀνέδησεν  ἐγκωμίων   στεφάνοις,  ὅτι  τὰ παρόντα πάντα παραδραμὼν, παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ; Ἐκεῖνο δεῖξαι βουλόμενος, ὅτι τὸ μὲν παρὰ τὴν ἀρχὴν πιστεῦσαι, τῆς   ἡμετέρας   εὐγνωμοσύνης    ἐστὶ,   καὶ   τὸ   ὑπακοῦσαι   κληθέντας·   μετὰ   δὲ   τὸ καταβληθῆναι  τὴν  πίστιν,  τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας, ὥστε μένειν  αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον. Οὔτε γὰρ ὁ Θεὸς, οὔτε ἡ τοῦ Πνεύματος χάρις τὴν ἡμετέραν προφθάνει προαίρεσιν· ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας  οἴκοθεν  προσελθεῖν· εἶτα, ἐπειδὰν  προσέλθωμεν,  τότε τὴν  παρ' ἑαυτοῦ παρέχει συμμαχίαν ἅπασαν. Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως  ἐπεισέρχεται,  τὴν  καλὴν  ταύτην  ῥίζαν  ἀνασπάσαι βουλόμενος,  καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος  ἡμῶν  τῇ  ψυχῇ,  πολλῇ  τῇ  φειδοῖ  καὶ  προνοίᾳ  τειχίζῃ  πάντοθεν  τὸ νεοπαγὲς τῆς πίστεως φυτόν. ∆ιὰ τοῦτο Θεσσαλονικεῦσιν ἐπέστελλε λέγων, Τὸ Πνεῦμα μὴ σβέννυτε, δηλῶν ὅτι τῆς τοῦ Πνεύματος χάριτος ἐπεισελθούσης, ἀκαταγώνιστοι  τῷ πονηρῷ  δαίμονι  λοιπὸν  καὶ  ταῖς  μεθοδείαις  αὐτοῦ  πάσαις  ἐσόμεθα. Εἰ γὰρ  οὐδεὶς δύναται  εἰπεῖν  Κύριον Ἰησοῦν,  εἰ μὴ ἐν  Πνεύματι  ἁγίῳ,  πολλῷ  μᾶλλον  τὴν  πίστιν ἀσφαλῆ καὶ ἐῤῥιζωμένην οὐ δυνήσεται κατασχεῖν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.



ςʹ. Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι  παρ' ἑαυτοῖς;  ∆ι' ἔργων  ἀγαθῶν  καὶ πολιτείας  ἀρίστης. Καθάπερ γὰρ τὸ λυχνιαῖον   φῶς  ἐλαίῳ  κατέχεται,   καὶ  ἀναλωθέντος  τούτου  κἀκεῖνο  συναναλωθὲν ἄπεισιν· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις, παρόντων  μὲν ἡμῖν ἔργων  ἀγαθῶν,  καὶ ἐλεημοσύνης πολλῆς  ἐπιχεομένης  τῇ ψυχῇ. μένει καθάπερ ἐλαίῳ κατεχομένη  ἡ φλόξ· ταύτης δὲ οὐκ οὔσης, ἄπεισι καὶ ἀναχωρεῖ· ὅπερ καὶ ἐπὶ τῶν πέντε παρθένων  ἐγένετο. Καὶ γὰρ  ἐκεῖναι  μετὰ  τοὺς  πολλοὺς  πόνους  καὶ  τοὺς  ἱδρῶτας,  ἐπειδὴ  τὴν  ἀπὸ  τῆς φιλανθρωπίας  οὐκ  εἶχον   βοήθειαν,  οὐκ  ἴσχυσαν  παρ'  ἑαυταῖς  κατασχεῖν   τὸ  τοῦ Πνεύματος  χάρισμα· διὸ  καὶ  τοῦ  νυμφῶνος   ἐξεβλήθησαν,  καὶ  τῆς  φοβερᾶς  ἐκείνης ἤκουσαν φωνῆς, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέρα· διὰ τοῦτο καὶ μωρὰς αὐτὰς ὠνόμασεν· εἰκότως· ὅτι τυραννικωτέρας ἐπιθυμίας περιγενόμεναι, ὑπὸ τῆς ἀσθενεστέρας ἑάλωσαν. Ὅρα γάρ· φύσεως βίαν ἐνίκησαν, λυττῶσαν  μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπιθυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγελικὸν ἐπεδείξαντο  βίον, σῶμα περικείμεναι  πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν  δυνάμεις· καὶ μετὰ τοσοῦτον πόνον χρημάτων  ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως  μωραὶ καὶ ἀνόητοι· διὰ τοῦτο καὶ οὐδὲ συγγνώμης  ἠξιώθησαν. Ῥᾳθυμίας γὰρ τὸ πτῶμα γέγονε μόνον· αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ  κάμινον  ἐπιθυμίας  δυνηθεῖσαι  σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι,  καὶ  πλείω   τῶν   προσταχθέντων   ἐπιδειξάμεναι   (οὐ  γάρ  ἐστι  νόμος  ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι' ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς  ῥίψασαι;  Ταῦτα  λέγω,  οὐχὶ  τὰς  χεῖρας  τῶν  παρθένων  ἐκλύων,  οὐδὲ  τὴν παρθενίαν  σβέσαι βουλόμενος,  ἀλλ' ἵνα  μὴ ἀνόνητα  δράμωσιν, ἵνα μὴ μετὰ μυρίους ἱδρῶτας ἀστεφάνωτοι  καὶ αἰσχύνης γέμουσαι ἐκ τῶν σκαμμάτων ἀναχωρήσωσι. Καλὸν ἡ παρθενία καὶ ὑπὲρ τὴν φύσιν τὸ κατόρθωμα· ἀλλὰ τὸ καλὸν τοῦτο καὶ μέγα καὶ ὑπὲρ τὴν   φύσιν,   ἂν  μὴ  φιλανθρωπίαν  ἔχῃ  συνεζευγμένην,   οὐδὲ  ἐπιβαίνειν   τῶν   τοῦ νυμφῶνος  προθύρων δυνήσεται. Καὶ σκόπει μοι τῆς φιλανθρωπίας τὴν ἰσχὺν, καὶ τῆς ἐλεημοσύνης  τὴν δύναμιν.  Παρθενία μὲν χωρὶς ἐλεημοσύνης  οὐκ ἴσχυσεν οὐδὲ μέχρι τῶν  προθύρων  τοῦ νυμφῶνος  ἀγαγεῖν·  ἐλεημοσύνη  δὲ χωρὶς  παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν  ἐγκωμίων  εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν. Αὗται  μὲν   γὰρ,  ἐπειδὴ   ἐλεημοσύνην   οὐκ   ἐπεδείξαντο   δαψιλῆ,   ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἐκεῖνοι  δὲ οἱ διψῶντα  ποτίσαντες,  καὶ πεινῶντα  θρέψαντες τὸν Χριστὸν, καίτοι παρθενίαν μὴ προβαλλόμενοι, ἤκουσαν, ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ παρθενεύων  καὶ νηστεύων, ἑαυτῷ χρήσιμος· ὁ δὲ ἐλεῶν, κοινός  ἐστι τῶν  ναυαγούντων λιμὴν,  τὰς τῶν  πλησίον  διορθούμενος  πενίας,  καὶ τὰς ἑτέρων λύων ἀνάγκας. Τῶν δὲ κατορθωμάτων  ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται.



ζʹ. Καὶ ἵνα  μάθῃς,  ὅτι  αὗται  μᾶλλον  τῷ  Θεῷ περισπούδαστοι  τῶν  ἄλλων  αἱ ἐντολαὶ,  περὶ μὲν νηστείας  καὶ παρθενίας  διαλεγόμενος,  βασιλείας  οὐρανῶν μέμνηται· περὶ δὲ ἐλεημοσύνης καὶ φιλανθρωπίας καὶ τοῦ ποιεῖν ἑαυτοὺς οἰκτίρμονας νομοθετῶν,  πολὺ μεῖζον τῆς βασιλείας τῶν οὐρανῶν τέθεικεν ἔπαθλον, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, λέγων. Ἐκεῖνοι γὰρ μάλιστα τῶν νόμων ὁμοίους ποιοῦσι τοὺς ἀνθρώπους  τῷ Θεῷ, ὡς ἀνθρώπους  εἰκὸς γενέσθαι ὁμοίους τοῦ Θεοῦ, οἱ πρὸς τὸ κοινῇ συμφέρον ἐκβαίνοντες. Καὶ δηλῶν αὐτὸ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει  ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτω καὶ ὑμεῖς τοῖς οὖσι κατὰ δύναμιν  εἰς τὸ κοινῇ συμφέρον τῶν ἀδελφῶν ἀποκεχρημένοι, μιμήσασθε τὸν τὰ ἀγαθὰ αὐτοῦ προτιθέντα πᾶσιν ὁμοίως. Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι. Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμπαθητικόν. Τί γὰρ ὄφελος παρθενία μετὰ ὠμότητος; τί δὲ κέρδος σωφροσύνη μετὰ ἀπανθρωπίας;  Οὐχ ἑάλως  σωμάτων  ἐπιθυμίᾳ,  ἀλλ'  ἑάλως  χρημάτων  ἐπιθυμίᾳ·  οὐκ ἐθαύμασας χρυσίου κάλλος· τὸν μείζονα ἐνίκησας ἀνταγωνιστὴν, ἀλλ' ὁ ἐλάττων  καὶ ἀσθενέστερος ἐκράτησέ σου καὶ περιεγένετο.  ∆ιὰ τοῦτο αἰσχροτέραν ἐποίησέ σου τὴν ἧτταν· διὰ τοῦτο οὐδὲ συγγνώμης ἔτυχες, τοσαύτης μὲν περιγενομένη βίας, καὶ πρὸς τὴν φύσιν αὐτὴν ἀποδυσαμένη, ὑπὸ δὲ φιλαργυρίας  ἁλοῦσα, ἣν καὶ οἰκέται πολλάκις  καὶ βάρβαροι ἀπονητὶ νικῆσαι ἠδυνήθησαν.ηʹ. Ταῦτ'  οὖν  ἅπαντα  εἰδότες,  ἀγαπητοὶ,  καὶ  οἱ  γάμοις  ὁμιλοῦντες,   καὶ  οἱ παρθενίαν  ἀσκοῦντες,  πολλὴν  ἐπιδειξώμεθα  περὶ τὴν  ἐλεημοσύνην  σπουδὴν, ἐπειδὴ μηδὲ  ἑτέρως  ἔστι  τῆς  βασιλείας  τῶν  οὐρανῶν   ἐπιτυχεῖν.   Εἰ γὰρ  παρθενία  χωρὶς ἐλεημοσύνης  οὐκ ἴσχυσεν εἰς  βασιλείαν  εἰσαγαγεῖν,  ποῖον  ἕτερον  κατόρθωμα  τοῦτο ἰσχύσει, ἢ δυνήσεται ταύτης χωρίς; Οὐκ ἔστιν οὐδέν. Πάσῃ τοίνυν ψυχῇ καὶ δυνάμει τὸ ἔλαιον ἐγχέωμεν  ταῖς λαμπάσι, καὶ δαψιλὲς ἔστω καὶ διηνεκὲς τοῦτο, ἵνα φαιδρὸν καὶ πλούσιον μείνῃ τὸ φῶς. Μὴ γὰρ δὴ τὸν πένητα ἴδῃς τὸν λαμβάνοντα,  ἀλλὰ τὸν Θεὸν τὸν ἀποδιδόντα·  μὴ τὸν δεχόμενον  τὸ ἀργύριον,  ἀλλὰ  τὸν ὑπεύθυνον  γινόμενον  τῷ ὀφλήματι.  ∆ιὰ  γὰρ  τοῦτο  ἕτερος  λαμβάνει,  καὶ  ἕτερος  ἀποδίδωσιν,  ἵνα    μὲν  τοῦ δεχομένου  πενία  καὶ    συμφορὰ  πρὸς  ἔλεον  ἐπικάμψῃ  καὶ  συμπάθειαν·    δὲ  τοῦ μέλλοντος ἀποδιδόναι πλοῦτος τὴν καταβολὴν ἐγγυώμενος, καὶ τὴν μετὰ πολλῆς προσθήκης ἔκτισιν ἑπομένην, θαῤῥῆσαι παρασκευάσῃ περὶ τοῦ δανείου καὶ τοῦ τέλους, καὶ μετὰ πλείονος δαψιλείας ἐκκαλέσηται τὴν ἐλεημοσύνην. Τίς γὰρ, εἰπέ μοι, μέλλων ἑκατονταπλασίονα  λαμβάνειν, καὶ θαῤῥῶν πάντως ὑπὲρ τῆς ἀποδόσεως, οὐχὶ τὰ πάντα προήσεται; Μὴ τοίνυν  φειδώμεθα  χρημάτων,  μᾶλλον  δὲ φειδώμεθα  τῶν χρημάτων· ὁ γὰρ φειδόμενος  τῶν  ὄντων,  εἰς τὰς τῶν  πενήτων  χεῖρας  αὐτὰ ἐναποτίθεται,  εἰς τὸν ἄσυλον  θησαυρὸν, καὶ λῃσταῖς  καὶ οἰκέταις  καὶ συκοφάνταις  κακούργοις  καὶ πάσαις ἐφόδοις ἀνάλωτον.  Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα   ἀπολαβεῖν,   οὔτε     τοῦ   πένητος   συμφορὰ,  οὔτε   ἄλλο   οὐδὲν ἐπικάμψαι  σε δυνήσεται, ἀναλόγισαι  τὰ πεπλημμελημένα  σοι· εἴσελθε εἰς τὸ συνειδὸς τῶν  ἁμαρτημάτων,  πᾶσαν  ἐξέτασόν  σου τὴν  ζωήν·  κατάμαθέ  σου τὰ  παραπτώματα  μετὰ ἀκριβείας· κἂν ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖς, πάντως ὑπὸ τοῦ φόβου τῶν  ἡμαρτημένων  σοι παρὰ πάντα  τὸν χρόνον  ὠθούμενος,  καὶ διὰ τῆς ἐλεημοσύνης ἄφεσίν  σοι  προσδοκῶν  γενέσθαι  τούτων,  καὶ  τὸ  σῶμα  ἐπιδώσεις  σαυτοῦ,  μήτι  γε χρήματα.   Εἰ   γὰρ   τραύματα   ἔχοντες,    καὶ   νοσήματα   σωματικὰ   ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώμεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης· πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες  καὶ  τὰ  χαλεπὰ  τῶν  ἁμαρτημάτων  τραύματα  διὰ  τῆς  ἐλεημοσύνης,  μετὰ πάσης προθυμίας  αὐτὴν  ἐργασώμεθα.  Καίτοι γε  ἐπὶ  μὲν  τῶν  νοσημάτων  οὐκ  ἔστιν εὐθέως καταβαλόντα  ἀργύριον ἀπαλλαγῆναι τῆς νόσου, ἀλλὰ δεῖ καὶ τομῆς πολλάκις καὶ καύσεως καὶ πικρῶν φαρμάκων, καὶ λιμοῦ, καὶ ψύχους, καὶ ἑτέρων φορτικωτέρων ἐπιταγμάτων· ἐνταῦθα  δὲ οὐχ οὕτως, ἀλλ' ἀρκεῖ καταβαλεῖν  τὸ ἀργύριον εἰς τὰς τῶν πενήτων  χεῖρας, καὶ πάντα  εὐθέως  ἀπολούσασθαι τὰ πεπλημμελημένα  χωρὶς  ὀδύνης καὶ πόνου. Ὁ γὰρ τὴν ψυχὴν  θεραπεύων  ἰατρὸς, οὐ δεῖται μεθόδων  καὶ ὀργάνων,  καὶ σιδήρου καὶ πυρός· ἀλλ' ἀρκεῖ νεῦσαι μόνον, καὶ πάντα ἐκρεῖ τῆς ἡμετέρας ψυχῆς τὰ πλημμελήματα, καὶ εἰς τὸ μὴ ὂν ἀφανίζεται.


θʹ. Οὐχ ὁρᾷς τοὺς μοναχοὺς  τοὺς τὸν  μονήρη  βίον  ἐπιθυμοῦντας  καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀναχωροῦντας,  ὅσην ὑπομένουσι σκληραγωγίαν; Καὶ γὰρ σποδὸν ὑποστρωννύμενοι,    καὶ   σάκκον   περιβαλλόμενοι,    καὶ   κλοιὰ   παντὶ    τῷ   σώματι περιτιθέντες,  καὶ  ἐν  οἴκῳ  καθείρξαντες  ἑαυτοὺς,  λιμῷ  παλαίουσι  διηνεκεῖ,  θρήνοις  συζῶσι καὶ ἀγρυπνίαις ἀφορήτοις, ἵνα δυνηθῶσι μικρὸν γοῦν μέρος τῶν ἡμαρτημένων ἀποῤῥίψασθαι· σοὶ δὲ ἔξεστι χωρὶς  τῆς  σκληραγωγίας  ἁπάσης ἐκείνης  τὴν  εὔκολον ταύτην  καὶ  ῥᾳδίαν  εὐλάβειαν  ἐπιδείξασθαι.  Ποῖος γὰρ  πόνος,  εἰπέ  μοι,  τῶν  ὄντων ἀπολαύοντας,  τὰ περιττὰ  τῆς χρείας εἰς τοὺς δεομένους  ἀναλῶσαι; Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι; Ὅταν  δὲ καὶ  τοσοῦτοι  στέφανοι,  καὶ  τοσαῦται  ἀμοιβαὶ,  καὶ  τοσαύτη ἁμαρτημάτων  ἀμνηστία διὰ τῆς ἐλεημοσύνης  γίνηται,  ποίαν  ἕξουσιν ἀπολογίαν,  εἰπέ μοι, οἱ χρημάτων φειδόμενοι καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν καταποντίζοντες τοῖς ἁμαρτήμασιν; Εἰ γὰρ καὶ μηδέν σε ἕτερον κινεῖ καὶ διανίστησι πρὸς συμπάθειαν καὶ πρὸς ἐλεημοσύνην, τῆς τελευτῆς τὴν ἀδηλίαν ἀναλόγισαι· καὶ ἐνθυμηθεὶς, ὅτι κἂν μὴ πένησι δῷς,  ἐπελθόντος  τοῦ  θανάτου  καὶ  ἄκων  ἐκστήσῃ ἑτέροις  αὐτῶν,  κἂν  οὕτω  γενοῦ φιλάνθρωπος νῦν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ὧν καὶ ἄκοντες ἐξίστασθαι μέλλομεν, ἑτέροις τούτων  μὴ μεταδοῦναι  ἑκόντας τοῖς δεομένοις, καὶ ταῦτα μέλλοντας  τοσαῦτα ἀπὸ τῆς φιλοφροσύνης  ταύτης καρποῦσθαι καλά. Τὸ ὑμῶν περίσσευμα, φησὶ, γενέσθω εἰς  τὸ  ἐκείνων  ὑστέρημα. Τί δέ  ἐστιν  ὃ λέγει;  Μείζονα λαμβάνεις,  ἢ δίδως.  ∆ίδως αἰσθητὰ, καὶ λαμβάνεις νοητὰ καὶ πνευματικά· δίδως ἀργύριον, καὶ λαμβάνεις ἁμαρτημάτων  ἄφεσιν·  λύεις  σὺ τῷ  πένητι  λιμὸν,  ἐκεῖνος  δέ σοι λύει  τοῦ Θεοῦ τὴν ὀργήν. Ἀντίδοσίς τίς ἐστι καὶ πραγματεία  πολὺ τῆς δαπάνης  μείζω καὶ χρησιμωτέραν τὴν πρόσοδον ἔχουσα. Ἡ μὲν γὰρ δαπάνη ἐν χρήμασι γίνεται· ἡ πρόσοδος δὲ οὐκ ἔτι ἐν χρήμασι μόνον,  ἀλλὰ  καὶ  ἐν ἁμαρτημάτων  ἀφέσει, καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεὸν, καὶ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τῇ τῶν ἀγαθῶν ἀπολαύσει, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου  ἀνέβη. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων,  καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ' ὁμοίας τῇ ἐνθήκῃ  τῆς ἐμπορίας αὐτῶν  μελλούσης  ἔσεσθαι· ἡμᾶς δὲ διὰ φθαρτῶν  καὶ ἐπικήρων οὐχὶ φθαρτὰ καὶ ἐπίκηρα, ἀλλ' ἄφθαρτα καὶ ἀθάνατα καρποῦσθαι μέλλοντας ἀγαθὰ, μηδὲ τὴν αὐτὴν ἐκείνοις φιλοτιμίαν περὶ τὰ ὄντα ἐπιδείκνυσθαι; Μὴ, ἀδελφοὶ, μὴ οὕτω  κακῶς  περὶ τῆς  ἑαυτῶν  βουλευώμεθα  σωτηρίας· ἀλλὰ  τὸ παράδειγμα  τῶν παρθένων  εἰδότες, καὶ τοὺς εἰς τὸ πῦρ ἀπαγομένους  τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις  αὐτοῦ, ἐπειδὴ μὴ ἔθρεψαν, μηδὲ ἐπότισαν τὸν Χριστὸν, κατέχωμεν  τοῦ Πνεύματος τὸ πῦρ διὰ φιλανθρωπίας δαψιλοῦς  καὶ ἐπιτεταμένης  ἐλεημοσύνης, ἵνα μὴ περὶ τὴν πίστιν ναυαγήσωμεν. Ἡ μὲν γὰρ πίστις τῆς τοῦ Πνεύματος δεῖται βοηθείας καὶ τῆς παραμονῆς, ἵνα ἄσειστος μένῃ· ἡ δὲ τοῦ Πνεύματος βοήθεια διὰ βίου καθαροῦ καὶ πολιτείας  ἀρίστης ἡμῖν εἴωθεν παραμένειν. Ὥστε εἰ μέλλοιμεν  ἐῤῥιζωμένην  ἔχειν τὴν πίστιν,  πολιτείας  ἡμῖν  δεῖ  καθαρᾶς  τῆς  τὸ  Πνεύμα  πειθούσης  μένειν  καὶ  συνέχειν ἐκείνης τὴν δύναμιν.  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἀκάθαρτον ἔχοντα, μὴ καὶ περὶ τὴν πίστιν σαλεύεσθαι.


ιʹ. Οἱ γοῦν  περὶ  εἱμαρμένης  ληροῦντες,  καὶ  τῷ  σωτηριώδει  τῆς  ἀναστάσεως διαπιστοῦντες   λόγῳ,  ἀπὸ  συνειδότος  πονηροῦ  καὶ  πράξεων  διεφθαρμένων  ἐπὶ  τὸ βάραθρον τῆς ἀπιστίας ταύτης κατέπεσον. Καὶ καθάπερ οἱ πυρέττοντες  βουλόμενοι  τὸ πνῖγος  ἀποτινάξασθαι,  κατὰ  ψυχρῶν  ἑαυτοὺς  πολλάκις  ἔῤῥιψαν  ὑδάτων,  καὶ  πρὸς βραχὺ παραμυθησάμενοι τὴν νόσον, χαλεπωτέραν ὕστερον ἀνῆψαν τὴν φλόγα· οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι  μετανοίᾳ  τὰ ἁμαρτήματα  ἀπονίψασθαι,  τὴν  τῆς εἱμαρμένης  ἐπεισήγαγον τυραννίδα,  καὶ  τὴν  τῆς  ἀναστάσεως  ἀπιστίαν.  ∆ιὰ τοῦτο  ἐνταῦθα  ἑαυτοὺς  διὰ  τῶν  ψυχρῶν  λογισμῶν  πρὸς  βραχὺ  παραμυθησάμενοι,  μείζονα  τῆς  γεέννης   ἀνάψουσιν ἑαυτοῖς τὴν φλόγα, ὅταν γενόμενοι ῥᾳθυμότεροι, εἶτα ἀπελθόντες  ἐκεῖ θεάσωνται τῶν ἑαυτοῖς πεπλημμελημένων ἕκαστον αὐτὸν διδόντα εὐθύνας. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πράξεις πονηραὶ τῇ τῆς πίστεως λυμαίνονται στεῤῥότητι, ἄκουσον τί φησιν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων· Ἵνα στρατεύσῃ, φησὶ, τὴν καλὴν στρατείαν, ἔχων πίστιν  καὶ ἀγαθὴν  συνείδησιν  (ἡ δὲ ἀγαθὴ  συνείδησις ἀπὸ βίου καὶ πράξεων  ὀρθῶν γένοιτ' ἄν)· ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν, φησὶν, ἐναυάγησαν. Καὶ πάλιν  ἀλλαχοῦ·  Ῥίζα  πάντων  τῶν  κακῶν  ἐστιν  ἡ φιλαργυρία,  ἧς  τινες ὀρεγόμενοι ἀπεπλανήθησαν  τῆς πίστεως. Εἶδες ὅτι κἀκεῖνοι ἐναυάγησαν διὰ τοῦτο, καὶ οὗτοι διὰ τοῦτο ἀπεπλανήθησαν, ἐπειδὴ οἱ μὲν τὴν ἀγαθὴν συνείδησιν ἀπώσαντο, οὗτοι δὲ   τῆς   φιλαργυρίας    ἐπελάβοντο;    Ἅπερ   ἅπαντα    λογισάμενοι    μετ'   ἀκριβείας, ἐπιμελώμεθα  πολιτείας  ἀρίστης, ὥστε γενέσθαι διπλοῦν ἡμῖν τὸν μισθὸν, ἕνα μὲν, τὸν ἐκ  τῆς  τῶν   ἔργων   ἀμοιβῆς   ἡτοιμασμένον,   ἕτερον   δὲ,  τὸν   ἐκ  τῆς  κατὰ  πίστιν στεῤῥότητος.  Ὅπερ γάρ ἐστιν  ἡ τροφὴ  τῷ  σώματι,  τοῦτο  ἡ πολιτεία  τῇ  πίστει· καὶ καθάπερ ἡ τῆς σαρκὸς φύσις τῆς ἡμετέρας οὐκ ἂν διακρα  τηθείη χωρὶς τροφῆς, οὕτως  οὐδὲ    πίστις  χωρὶς  ἔργων  ἀγαθῶν·  Χωρὶς γὰρ  ἔργων    πίστις  νεκρά.  Ἓν ὑπολέλειπται  λοιπὸν  εἰπεῖν,  τι ποτέ ἐστι, Τὸ αὐτό; Οὐ γὰρ εἶπεν  ἁπλῶς,  ἔχοντες  τὸ Πνεῦμα τῆς πίστεως, ἀλλὰ τί; Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως. Καὶ ἐβουλόμην μὲν ἐπεξελθεῖν  καὶ τοῦτο τῷ λόγῳ· ἀλλ' ἐπειδὴ πολλοὺς  ποταμοὺς ὁρῶ νοημάτων  ἐκ τῆς ψιλῆς  ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει  τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν  λυμηνάμενος.  ∆ιόπερ ἐνταῦθα  στήσας τὸν  λόγον,  παρακαλῶ  καὶ  δέομαι  τά τε εἰρημένα  μετ'  ἀκριβείας  φυλάττειν,   ὅσα  περὶ  πολιτείας,   καὶ  πίστεως,  καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς,  πρὸς τὴν τῶν  μελλόντων ἀκρόασιν ἀπαντῆσαι.  Οὕτω γὰρ ἡμῖν στεῤῥὰ καὶ ἄσειστος ἔσται ἡ τῶν εἰρημένων  οἰκοδομὴ, ὅταν, τῶν προτέρων καλῶς πεπηγότων  ἐν ταῖς ὑμετέραις διανοίαις, τὰ δεύτερα ἐπεμβάλωμεν.  Ὁ δὲ Θεὸς ὁ καὶ ἡμῖν ταῦτα εἰπεῖν δοὺς,  καὶ  ὑμῖν   μετὰ  προθυμίας   ἀκοῦσαι,  καταξιώσειε   καὶ  τὸν   διὰ  τῶν   ἔργων ἐπιδείξασθαι  καρπὸν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |