Δευτέρα 13 Ιουνίου 2016
22. ∆εί δὲ καὶ αἱρέσεις είναι ἐν ὑμίν, ίνα οἱ δόκιμοι φανεροὶ γένωνται.
Ελληνική Πατρολογία Τόμος
51
22.Εις το αποστολικον ρητον
τὸ λέγον· "∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται."
αʹ. Ἱκανῶς πρώην ἡμῖν
διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ
λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν
συμφοράς. Καὶ γὰρ εἶδον ὑμῶν
τοὺς ὀφθαλμοὺς τότε ὠδίνοντας πηγὰς ἀφιέναι δακρύων·
εἶδον, ἐξ ὧν ἔπασχον, τὴν ἑκάστου διάνοιαν
ὀλοφυρμῶν γέμουσαν καὶ συγκεχυμένην.
∆ιὸ καὶ ταχέως αἰσθόμενος συνέστειλα
τὴν τραγῳδίαν, ἥρπασα ἐκ τοῦ μέσου τὸν λόγον, ὥστε τὸν θρῆνον ἐκεῖνον τῆς
ἑκάστου καρδίας ἐκρήγνυσθαι μέλλοντα προκατασχεῖν. Ψυχὴ γὰρ πένθει κατασχεθεῖσα,
οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαί τι δύναιτ' ἂν ὑγιές. Τίνος οὖν ἕνεκεν ἐκείνων ὑμᾶς ἀνέμνησα
νῦν; Ὅτι καὶ τὰ σήμερον ῥηθήσεσθαι μέλλοντα συγγενῆ τῶν τότε εἰρημένων ἐστίν. Ὥσπερ
γὰρ ἐκεῖνα τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ἡμῶν ἀνέστελλε, καὶ τὴν ὀλιγωρίαν τὴν περὶ τὰ
πρακτέα διώρθου, οὕτω δὴ τὰ ῥηθησόμενα νῦν
περὶ τὴν τῶν δογμάτων ἀκριβῆ παρατήρησιν ἀσφαλεστέρους ἡμᾶς
ἐργάσασθαι δύναιτ' ἄν· ὥστε ἐξ ἁπάντων ἀπηρτισμένους εἶναι, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας φθάνοντας
κατὰ τὸν θεῖον Ἀπόστολον. Τότε τὸ σῶμα ὑμῖν ἐθεραπεύσαμεν, νῦν τὴν κεφαλὴν ἰατρεύομεν· τότε διὰ τῶν Ἱερεμίου λόγων, νῦν
διὰ τῶν τοῦ Παύλου ῥημάτων. Τίνα οὖν ἐστι τὰ Παύλου ῥήματα, ἃ σήμερον ἡμῖν ἐξεργάσασθαι
πρόκειται; ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Οὐ μικρὸν τὸ ζητούμενον. Εἰ γὰρ
συμβουλεύων τοῦτό φησιν ὁ Παῦλος, καὶ δεῖ αἱρέσεις εἶναι, ἀναίτιοι οἱ τὰς αἱρέσεις
εἰσάγοντες. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐ γὰρ συμβουλεύοντος τὸ ῥῆμά ἐστιν,
ἀλλὰ τὸ μέλλον προλέγοντος. Ὥσπερ γὰρ ἰατρὸς, ὁρῶν τὸν κάμνοντα ἀδηφαγίᾳ καὶ μέθῃ
προσέχοντα καὶ ἑτέροις
κεκωλυμένοις, φησὶν ὅτι τὴν ἀταξίαν
ταύτην δεῖ πυρετὸν τεκεῖν,
οὐχὶ νομοθετῶν, οὐδὲ συμβουλεύων, ἀλλ' ἐκ τῶν
παρόντων τὸ μέλλον μετὰ σκέψεως προλέγων· καὶ γεωργὸς πάλιν,
ἢ κυβερνήτης ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυμένας μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα
τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραινῶν, ἀλλὰ τὸ ἐσόμενον
προαναφωνῶν· οὕτω καὶ Παῦλος τὸ, ∆εῖ, τέθεικε.
Πολλάκις γοῦν καὶ ἡμεῖς ὁρῶντες ἀνθρώπους ἀλλήλοις συῤῥηγνυμένους καὶ χαλεπαῖς ἑαυτοὺς
πλύνοντας λοιδορίαις, λέγομεν, ∆εῖ συμπληγάδας γενέσθαι τούτους καὶ φυλακίζεσθαι,
οὐ συμβουλεύοντες οὐδὲ ἡμεῖς, οὐδὲ
παραινοῦντες ἐκείνοις, (πῶς γάρ;)
ἀλλ' ἀπὸ
τοῦ παρόντος τὸ μέλλον στοχαζόμενοι. Οὕτω δὴ καὶ ὁ Παῦλος
οὐχὶ συμβουλεύων ταῦτά φησιν, ὅτι ∆εῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι,
ἀλλὰ προαναφωνῶν καὶ προφητεύων τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ οὐ
συμβουλεύει αἱρέσεις εἶναι, αὐτός ἐστιν ὁ λέγων,
ὅτι Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Αὐτός ἐστιν ὁ
τὴν περιτομὴν, ἐπειδὴ παρὰ καιρὸν παρελαμβάνετο, καὶ ἐθόλου τὸ καθαρὸν τοῦ κηρύγματος, ἐκβάλλων
καὶ λέγων, Ἐὰν
περιτέμνησθε, Χριστὸς ὑμᾶς
οὐδὲν ὠφελήσει. Πῶς οὖν, φησὶ,
καὶ αἰτίαν προσέθηκεν
εἰπὼν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται; Τὸ, Ἵνα, πολλαχοῦ ἐν ταῖς
Γραφαῖς οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οἷον, ἦλθεν ὁ
Χριστὸς, καὶ τὸν τυφλὸν ἀναβλέψαι ἐποίησε·
κἀκεῖνος μὲν αὐτὸν προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι,
τούτου θεραπευθέντος, πάντα ἐποίουν, ὥστε συσκιάσαι τὸ θαῦμα, καὶ τὸν Χριστὸν ἤλαυνον.
Τότε τοίνυν φησίν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ
μὴ βλέποντες βλέπωσι, καὶ οἱ
βλέποντες τυφλοὶ γένωνται. Ἆρα οὖν διὰ τοῦτο ἦλθεν, ἵνα ἐκεῖνοι τυφλοὶ γένωνται;
Οὐ διὰ τοῦτο ἦλθε, τοῦτο δὲ ἐξέβη, καὶ τὴν ἔκβασιν ἐν σχήματι αἰτιολογίας τέθεικε.
Πάλιν, νόμος ἐδόθη,
ἵνα κωλύσῃ τὴν τῶν ἁμαρτημάτων
φορὰν, ἵνα ἐπιεικεστέρους ποιήσῃ
τοὺς δεχομένους. Ἀλλὰ τοὐναντίον ἐξέβη παρὰ τὴν ῥᾳθυμίαν ἐκείνων· ηὔξησαν γὰρ τὰ
ἁμαρτήματα· καὶ φησὶν ὁ Παῦλος, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα·
καὶ μὴν οὐ διὰ τοῦτο ἐπεισῆλθεν, ἀλλ' ἵνα ἐλαττώσῃ τὸ παράπτωμα. Τοῦτο δὲ ἐξέβη
παρὰ τὴν ἀγνωμοσύνην τῶν δεξαμένων αὐτόν. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸ, Ἵνα, οὐχὶ αἰτιολογίας
ἐστὶν, ἀλλὰ ἐκβάσεως. Ὅτι γὰρ ἄλλη τίς ἐστιν
αἰτία τῶν αἱρέσεων,
καὶ οὐ διὰ τοῦτο ἐγένοντο
αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται,
ἀλλ' ἑτέρωθεν ἔλαβον τὰς
προφάσεις, ἄκουσον τοῦ Χριστοῦ δῆλον
τοῦτο ποιοῦντος ἡμῖν· Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι
καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ἐχθρὸς
ἄνθρωπος, καὶ ἔσπειρε τὰ ζιζάνια. Ὁρᾷς, ὅτι διὰ τοῦτο αἱρέσεις, ἐπειδὴ ἐκαθεύδησαν οἱ ἄνθρωποι, ἐπειδὴ
ἐῤῥᾳθύμησαν; ἐπειδὴ οὐ
προσέσχον μετὰ ἀκριβείας τοῖς
λεγομένοις; Ἵν' οὖν μὴ λέγῃ
τις, Τίνος ἕνεκεν
συνεχώρησεν ὁ Χριστός; φησὶν ὁ Παῦλος,
ὅτι Οὐδέν σε βλάπτει ἡ συγχώρησις αὕτη· ἐὰν ᾖς δόκιμος, φανερώτερος ἔσῃ μᾶλλον. Οὐ γάρ
ἐστιν ἴσον, μηδενὸς
ὑποσκελίζοντος, μηδὲ ἀπατῶντος, ἐπὶ
τῆς ὀρθῆς στῆναι πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσειστον καὶ ἀπερίτρεπτον μεῖναι.
Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα
καὶ μετὰ ἀκριβείας· οὕτω δὴ καὶ τὰς ψυχὰς τὰς πεπηγυίας ἐν τῷ θεμελίῳ
τῆς ὀρθῆς πίστεως, ὅσαι ἂν προσβάλωσιν αἱρέσεις, οὐ περιτρέπουσιν, ἀλλὰ
καὶ ἰσχυροτέρας ποιοῦσι. Τί οὖν πρὸς τοὺς ἀσθενοῦντας, φησὶ, καὶ περιτρεπομένους
καὶ ὑποσκελιζομένους ῥᾳδίως; Οὐδὲ ἐκεῖνοι παρὰ τὴν τῆς αἱρέσεως προσβολὴν, ἀλλὰ
παρὰ τὴν οἰκείαν ἀσθένειαν τοῦτο πάσχουσιν. Ἀσθένειαν δὲ οὐ φυσικὴν λέγω, ἀλλὰ
τὴν ἐκ προαιρέσεως, τὴν καὶ ἐκγλημάτων ἀξίαν
καὶ ὑπὸ κόλασιν καὶ τιμωρίαν κειμένην,
ἣν καὶ ἡμεῖς κύριοι διορθῶσαι. ∆ιὸ κατορθοῦντές τε ἐπαινούμεθα, καὶ μὴ κατορθοῦντες
κολαζόμεθα.
βʹ. Καὶ ἵνα μάθῃς,
ὅτι τοὺς νήφοντας
οὐδὲν δύναται παραβλάψαι,
καὶ ἑτέρωθεν τοῦτο ἀποδεῖξαι πειράσομαι. Τί τοῦ διαβόλου γένοιτ' ἂν
πονηρότερον, τί δὲ μιαρώτερον; Ἀλλ' ὅμως οὗτος ὁ πονηρὸς καὶ κακοῦργος καὶ πολλὴν
ἔχων ἰσχὺν, μετὰ πάντων αὐτοῦ τῶν
μηχανημάτων προσβαλὼν τῷ Ἰὼβ, καὶ πᾶσαν
αὐτοῦ τὴν βελοθήκην εἰς τὴν οἰκίαν καὶ τὸ
σῶμα τοῦ δικαίου κενώσας, οὐ μόνον αὐτὸν οὐ περιέτρεψεν, ἀλλὰ καὶ λαμπρότερον ἐποίησε.
Καὶ οὗτος μὲν οὐδὲ παρὰ τοῦ διαβόλου τότε ἐβλάπτετο· ὁ δὲ Ἰούδας, ἐπειδὴ ἠμελημένος
καὶ ῥᾴθυμος ἦν, οὐδὲν παρὰ τῆς τοῦ
Χριστοῦ συνουσίας ἐκέρδανεν, ἀλλ'
ἔμεινεν ὢν προδότης
μετὰ τὰς πολλὰς παραινέσεις ἐκείνας
καὶ συμβουλάς· τὸ δὲ αἴτιον, ὅτι μὴ βουλόμενόν
τινα οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται
ὁ Θεός· ὥσπερ οὖν οὐδὲ ἐκεῖνον. Οὕτως ἐὰν νήφωμεν καὶ ἡμεῖς, οὐδὲ ὁ διάβολος ἡμᾶς βλάψαι δύναται·
ἂν δὲ μὴ νήφωμεν, ἀλλὰ ῥᾳθυμῶμεν, οὐδὲ παρὰ τῶν
ὠφελούντων κερδανοῦμεν ποτε, ἀλλὰ καὶ ζημίαν ὑποστησόμεθα τὴν ἐσχάτην. τοσοῦτόν ἐστι ῥᾳθυμία κακόν. Οἱ γοῦν Ἰουδαῖοι
οὐ μόνον οὐκ ὠφελήθησαν, τοῦ Χριστοῦ παραγενομένου, ἀλλὰ καὶ ἐβλάβησαν· ἀλλ'
οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν οἰκείαν αὐτῶν ῥᾳθυμίαν καὶ ἀγνωμοσύνην. Καὶ
τοῦτο ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς,
ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁρᾷς, ὅτι
ἡ παρουσία αὐτοῦ καὶ συγγνώμης αὐτοὺς ἀπεστέρησε,
καὶ τὴν ἀπολογίαν αὐτῶν ἐξέκοψε; Τοσοῦτόν ἐστι κακὸν μὴ συγκροτεῖν ἑαυτὸν, μηδὲ
τὰ καθ' ἑαυτὸν οἰκονομεῖν ὡς χρή. Τοῦτο καὶ ἐπὶ σωμάτων συμβαῖνον ἴδοι τις ἄν·
τὸν μὲν γὰρ νοσοῦντα τὰς ὄψεις καὶ αὐτὸς ὁ ἥλιος σκοτίζειν εἴωθε, τὸν δὲ ὑγιῆ οὐδὲ
τὸ σκότος παραβλάψαι δύναται. Καὶ τοῦτον οὐχ ἁπλῶς μηκύνω τὸν λόγον· ἀλλ' ἐπειδὴ
πολλοὶ τὰς ἑαυτῶν ἀφέντες ῥᾳθυμίας αἰτιᾶσθαι, καὶ τὴν ἀγνωμοσύνην
αὐτῶν καὶ τὴν ἀναισθησίαν διορθοῦν, τοῦτο
μὲν οὐ ποιοῦσι,
περιέρχονται δὲ ζητοῦντες
ἑαυτοῖς ψυχρὰς ἀπολογίας, καὶ λέγοντες·
Εἰ μὴ ὁ διάβολος ἦν, οὐκ ἂν ἀπωλόμεθα· εἰ μὴ νόμος ἦν, οὐκ ἂν ἡμάρτομεν· εἰ μὴ
αἱρέσεις ἦσαν, οὐκ ἂν ὑπεσκελίσθημεν. Σκήψεις ταῦτα καὶ προφάσεις, ἄνθρωπε· τὸν
γὰρ νήφοντα οὐδὲν βλάπτει ποτὲ, ὥσπερ οὖν τὸν καθεύδοντα καὶ ῥᾳθυμοῦντα καὶ τὴν
ἑαυτοῦ προδιδόντα σωτηρίαν οὐδὲν ὠφελεῖ. Τοῦτο
γοῦν αὐτὸ καὶ ὁ Παῦλος
αἰνιττόμενος ἔλεγεν, Ἵνα οἱ δόκιμοι
φανεροὶ γένωνται ἐν ὑμῖν· τουτέστι,
μὴ θορυβεῖσθε, μηδὲ ἀλύετε· οὐδὲν ὑμᾶς αἱ αἱρέσεις παραβλάψαι δύνανται. Ὅτι μὲν
οὖν, εἰ καὶ περὶ αἱρέσεων ἦν ὁ λόγος, οὐδὲ οὕτως ἔχει ζήτημα τὸ εἰρημένον, ἐκ τούτων
δῆλον. Προφητεία γάρ ἐστιν, οὐ
συμβουλή· πρόῤῥησις, οὐ παραίνεσις· καὶ τὸ, Ἵνα, ἐκβάσεως, οὐκ αἰτιολογίας. Ὅτι δὲ οὐδὲ περὶ δογμάτων ἐστὶν ὁ λόγος αὐτῷ
νῦν, ἀλλὰ περὶ πενήτων καὶ πλουσίων, περὶ
τοῦ φαγεῖν καὶ μὴ φαγεῖν, περὶ τῆς τῶν εὐπόρων
ἀσωτίας καὶ λαιμαργίας,
περὶ τῆς τῶν πενήτων ἐγκαταλείψεως τῆς παρ' αὐτῶν γενομένης,
ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένου· οὐδὲ γὰρ ἂν ἄλλως ὑμῖν γένοιτο σαφὲς τὸ
λεγόμενον. Ἐπειδὴ γὰρ ἤρξαντο σπείρειν τὸν
λόγον τῆς εὐσεβείας οἱ ἀπόστολοι, προσῆλθον εὐθέως τρισχίλιοι,
καὶ πάλιν πεντακισχίλιοι, καὶ πάντων αὐτῶν ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Τὸ
δὲ τῆς ὁμονοίας αἴτιον, καὶ συνδῆσαν αὐτῶν τὴν ἀγάπην, καὶ τοσαύτας ψυχὰς εἰς ἓν
συναγαγὸν, ἡ τῶν χρημάτων ὑπεροψία ἦν. Οὐδεὶς γάρ τι τῶν ὑπαρχόντων, φησὶν, ἴδιον ἔλεγεν εἶναι, ἀλλ' ἦν αὐτῶν ἅπαντα κοινά. Ἐπειδὴ γὰρ ἀνῃρέθη ἡ ῥίζα τῶν κακῶν, τὴν φιλαργυρίαν λέγω, πάντα ἐπεισῆλθε
τὰ ἀγαθὰ, καὶ λοιπὸν συνεσφίγγοντο πρὸς ἀλλήλους, οὐδενὸς ὄντος τοῦ διαιροῦντος
αὐτούς. Τὸ γὰρ ἐμὸν, καὶ τὸ σὸν, τοῦτο τὸ ψυχρὸν ῥῆμα καὶ μυρίους πολέμους εἰς τὴν οἰκουμένην εἰσαγαγὸν, ἐκ τῆς ἁγίας ἐκείνης Ἐκκλησίας ἐξώριστο,
καὶ τὴν γῆν ᾤκουν, καθάπερ οἱ ἄγγελοι τὸν οὐρανὸν, καὶ οὔτε ἐφθόνουν οἱ πένητες
τοῖς πλουτοῦσιν· οὐδὲ γὰρ ἦσαν πλούσιοι· οὔτε ὑπερεώρων οἱ πλούσιοι τῶν πενήτων·
οὐδὲ γὰρ ἦσαν πένητες· ἀλλὰ πάντα ἦν κοινά. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἴδιον ἔλεγεν εἶναι· οὐ γὰρ, καθάπερ νῦν γίνεται,
οὕτω καὶ τότε συνέβαινε. Νῦν μὲν γὰρ ἔχοντες τὰ ἑαυτῶν, διδόασι τοῖς δεομένοις·
τότε δὲ οὐδὲ τοῦτο ἦν, ἀλλ' ἀποστάντες τῆς δεσποτείας τῶν οἰκείων χρημάτων, καὶ
εἰς μέσον αὐτὰ καταθέντες καὶ ἀναμίξαντες, οὐδὲ δῆλοι
λοιπὸν ἦσαν οἱ πρώην ὄντες
εὔποροι· ὥστε καὶ εἴ τις ἐκ τῆς ὑπεροψίας τῶν
χρημάτων ἐγένετο τῦφος, καὶ οὗτος ἀνῄρητο
παντάπασι, πάντων ὄντων ἐν ἰσότητι
μιᾷ, καὶ τῶν χρημάτων ἀναμιχθέντων ἁπάντων. Οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐξ
αὐτοῦ τοῦ τρόπου τῆς καταβολῆς ἔστιν αὐτῶν ἰδεῖν τὴν εὐλάβειαν. Ὅσοι γὰρ κτήτορες
χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον
τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Οὐκ εἶπεν, ὅτι εἰς τὰς χεῖρας
αὐτῶν ἐνέβαλλον, ἀλλὰ, Παρὰ τοὺς πόδας αὐτῶν
ἐτίθεσαν, τὴν αἰδῶ
καὶ τὴν εὐλάβειαν
καὶ τὸν φόβον,
ὃν περὶ τοὺς ἀποστόλους εἶχον,
διὰ τούτου δεικνύντες· οὐ γὰρ διδόναι μᾶλλον,
ἢ λαμβάνειν ἐνόμιζον. Καὶ τοῦτο γὰρ μάλιστά ἐστιν ὑπεριδεῖν χρημάτων· τοῦτο
θρέψαι γνησίως ἐστὶ Χριστὸν, ὅταν μὴ μετὰ ἀπονοίας καὶ τύφου τοῦτο
ποιῇς, ὅταν ὡς
σαυτὸν μᾶλλον, ἣ τὸν λαμβάνοντα εὐεργετῶν, οὕτω παρέχῃς. Εἰ γὰρ μὴ οὕτω
διάκεισαι, μηδὲ δῷς· εἰ μὴ νομίζεις λαμβάνειν μᾶλλον
ἢ διδόναι, μὴ παράσχῃς. Τοῦτο καὶ ἑτέροις
λοιπὸν ὁ Παῦλος ἐμαρτύρησεν, οὕτω λέγων· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ,
τὴν χάριν τοῦ
Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἡ κατὰ βάθος
πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον
τῆς ἁπλότητος αὐτῶν,
ὅτι κατὰ δύναμιν,
μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι
μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας
τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν. Ὁρᾷς πῶς αὐτοὺς ἐπὶ τούτῳ μᾶλλον θαυμάζει, ὅτι χάριν
εἰδότες, καὶ δεόμενοι, καὶ παρακαλοῦντες, οὕτω τὴν ἐπὶ τῶν χρημάτων δαψίλειαν ἐπεδείκνυντο;
γʹ. ∆ιὰ τοῦτο καὶ τὸν Ἀβραὰμ
θαυμάζομεν, οὐχ ὅτι μόσχον ἔθυσε μόνον, οὐδὲ ὅτι ἄλευρα
ἐφύρασεν, ἀλλ' ὅτι μετὰ πολλῆς ἡδονῆς
καὶ ταπεινοφροσύνης τοὺς ξένους ὑπεδέχετο, προστρέχων, θεραπεύων,
κυρίους. καλῶν, θησαυρὸν μυρίων ἀγαθῶν
εὑρηκέναι νομίζων, εἴ
ποτε ἴδοι παριόντα
ξένον. Οὕτω γὰρ
διπλῆ ἐλεημοσύνη γίνεται, ὅταν καὶ
διδῶμεν, καὶ διδόντες μετὰ προθυμίας παρέχωμεν. Ἱλαρὸν γὰρ δότην,
φησὶν, ἀγαπᾷ ὁ Θεός. Ἐπεὶ κἂν μυρία καταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου
καὶ κενοδοξίας, τὰ πάντα ἀπώλεσας· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀποδεκατῶν
αὐτοῦ τὰ ὑπάρχοντα,
ἐπειδὴ καὶ μέγα ἐφρόνει καὶ ἐφυσᾶτο, πάντα ἀπολέσας, οὕτω κατῆλθεν ἀπὸ
τοῦ ἱεροῦ. Οὐκ ἐπὶ τῶν ἀποστόλων δὲ οὕτως· ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι. Καὶ καθάπερ πρὸς τὰς
μεγάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικωτέρας τῶν πόλεων μέλλοντες οἰκεῖν,
διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθίστανται· οὕτω δὴ καὶ
οἱ ἄνθρωποι τότε ἐποίουν ἐκεῖνοι, πρὸς τὸν οὐρανὸν κληθέντες, εἰς τὴν ἄνω μητρόπολιν
καὶ τὴν ἐκεῖ βασιλείαν.Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι ἐκείνη ὄντως αὐτῶν ἐστιν ἡ πατρὶς,
ἐξαργυρίσαντες τὴν ἑαυτῶν οὐσίαν, διὰ τῶν ἀποστολικῶν αὐτὴν χειρῶν ἐκεῖ προέπεμπον.
Καὶ γὰρ ἐσχάτης ἀνοίας ἐστὶν ἀφεῖναί τι τῶν ἡμετέρων ἐναπομεῖναι ἐνταῦθα, ἡμῶν
μικρὸν ὕστερον μελλόντων ἐντεῦθεν ἀποδημεῖν· καὶ γὰρ ὅπερ ἀπολειφθῇ, ζημία
γίνεται. Πάντα τοίνυν ἐκεῖ
προπεμπέσθω, ἔνθα καὶ ἡμεῖς
διαπαντὸς διατρίβειν μέλλομεν
λοιπόν. Ταῦτα γὰρ καὶ αὐτοὶ λογισάμενοι, πᾶσαν ἀπεδύσαντο τὴν οὐσίαν, καὶ διπλοῦν
ἐγίνετο τὸ κατόρθωμα· καὶ γὰρ τοῖς δεομένοις τὴν πενίαν διώρθουν, καὶ πλείω καὶ
ἀσφαλεστέραν τὴν αὐτῶν οὐσίαν ἐποίουν, εἰς τὸν οὐρανὸν τοὺς ἑαυτῶν μετατιθέντες θησαυρούς. Ἐκ τούτου τοίνυν τοῦ νόμου καὶ τοῦ ἔθους ἐγένετό τις συνήθεια
θαυμαστὴ τότε ἐν ταῖς ἐκκλησίαις· συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς
διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως
λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ' οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν
τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας
ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια
ἐν αὐτῇ τῇ ἐκκλησίᾳ· ὥστε καὶ ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν τράπεζαν, καὶ ἀπὸ
τῆς εὐλαβείας τῆς ἀπὸ τοῦ τόπου, καὶ πανταχόθεν
τὴν ἀγάπην αὐτοῖς ἐπισφίγγεσθαι, καὶ πολλὴν μὲν τὴν ἡδονὴν, πολλὴν δὲ αὐτοῖς γίνεσθαι τὴν ὠφέλειαν. Οἵ τε γὰρ πένητες παραμυθίας ἀπέλαυον οὐ τῆς
τυχούσης, καὶ οἱ πλουτοῦντες
πολλὴν εὔνοιαν καὶ
παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ
Θεοῦ, δι' ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολλὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε.
Καὶ μυρία ἐκ τοῦ πράγματος τούτου ἐγίνετο τὰ ἀγαθὰ, καὶ τὸ πάντων κεφάλαιον,
ἡ φιλία θερμοτέρα
ἦν καθ' ἑκάστην
σύναξιν, μετὰ τοσαύτης φιλοφροσύνης ἀλλήλοις
συνηνωμένων αὐτῶν εὐεργετούντων τε αὐτῶν καὶ εὐεργετουμένων. Τοῦτο τοίνυν τὸ ἔθος
Κορίνθιοι, τοῦ χρόνου προϊόντος, διέφθειρον, καὶ καθ' ἑαυτοὺς ἑστιώμενοι οἱ εὐπορώτεροι
τοὺς πένητας παρεώρων, καὶ οὐκ ἀνέμενον ὑστερίζοντας
πολλάκις, καὶ ὑπὸ βιωτικῶν χρειῶν,
οἷα τὰ τῶν πενήτων, κατεχομένους καὶ βραδύνοντας. Ἐκ δὲ τούτου συνέβαινε
παραγενομένους αὐτοὺς ὕστερον μετὰ αἰσχύνης ἀναχωρεῖν, τῆς τραπέζης ἀναιρεθείσης,
φθανόντων τούτων, κἀκείνων ὑστεριζόντων. Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος
τούτου πολλὰ κακὰ, τὰ μὲν γινόμενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν
πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ
ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν),
διορθοῦται τὴν πονηρὰν ταύτην καὶ πικρὰν συνήθειαν. Καὶ ὅρα μεθ' ὅσης συνέσεως
καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν. Ἀρχόμενος γὰρ οὕτω φησί· Τοῦτο δὲ παραγγέλλων
οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. Τί δέ ἐστιν,
Οὐκ εἰς τὸ κρεῖττον; Οἱ πρόγονοι, φησὶν, οἱ ὑμέτεροι καὶ οἱ πατέρες καὶ τὰς ἑαυτῶν
οὐσίας ἐπώλουν καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις, καὶ κοινὰ πάντα εἶχον, καὶ πολλὴν πρὸς ἀλλήλους τὴν ἀγάπην· ὑμεῖς δὲ ὀφείλοντες ἐκείνους ζηλοῦν, οὐ μόνον οὐδὲν ἐποιήσατε τοιοῦτον,
ἀλλὰ καὶ ὅπερ εἴχετε μόνον, καὶ τοῦτο ἀπωλέσατε, τὰ συμπόσια τὰ κατὰ σύναξιν
γινόμενα· διὰ τοῦτό φησιν, Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. Καὶ ἐκεῖνοι μὲν καὶ τῶν
κτημάτων ἁπάντων τοῖς πένησι παρεχώρησαν· ὑμεῖς δὲ τραπέζης αὐτοῖς
μεταδιδόντες, καὶ ταύτης ἀπεστερήσατε. Πρῶτον μὲν γὰρ, συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ,
ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
δʹ. Ὅρα πῶς πάλιν συνετῶς
ποιεῖται τὴν διόρθωσιν. Οὐκ εἶπεν, οὔτε Ἀπιστῶ, οὔτε Πιστεύω· ἀλλὰ μέσον ἀφῆκε τὸ
ῥῆμα, ὅτι Μέρος τι καὶ πιστεύω· οὐ πιστεύω
τέλεον, ἀλλ' οὐδὲ ἀπιστῶ τέλεον·
τοῦ δὲ ἢ τοῦτο, ἢ ἐκεῖνο συμβῆναι παντελῶς ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ
διορθώσησθε, οὐ πιστεύω· ἂν δὲ ἐπὶ τῶν αὐτῶν μείνητε, πιστεύω. Οὔτε οὖν κατηγόρησε,
καὶ κατηγόρησεν. Οὐ κατηγόρησεν ἀπηρτισμένως, ἵνα αὐτοῖς ἐλπίδα δῷ διορθώσεως
καὶ προθεσμίαν μετανοίας· οὐκ ἀφῆκεν ἀνεγκλήτους, ἵνα μὴ ἐπὶ τῆς αὐτῆς
μείνωσι ῥᾳθυμίας. Οὕτω τέλεον
ἐπίστευσα, φησί· τοῦτο γάρ ἐστι τὸ εἰπεῖν, Μέρος τι
πιστεύω. Τοῦτο δὲ ἔλεγε
προτρέπων μεταβαλέσθαι καὶ διορθώσασθαι καὶ ἀπαγαγεῖν αὐτὸν τοῦ κἂν ἐκ μέρους
πιστεῦσαί τι κατ' αὐτῶν τοιοῦτον. ∆εῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι
φανεροὶ γένωνται ἐν ὑμῖν. Εἶπε οὖν τὰς αἱρέσεις.
Ἐνταῦθα προσέχετε, ὅτι οὐ περὶ δογμάτων ἐστὶ τὸ, ∆εῖ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἀλλὰ
περὶ τῆς διχονοίας τῆς κατὰ τὰς τραπέζας. Εἰπὼν γὰρ, ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι,
ἐπήγαγε καὶ τὸν τρόπον τῶν αἱρέσεων· Συνερχομένων γὰρ ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.
Τί ἐστι, Κυριακὸν δεῖπνον φαγεῖν; ∆εσποτικὸν
δεῖπνον, φησὶν, οὐκ ἔστι
φαγεῖν· ἐκεῖνο λέγων τὸ δεῖπνον,
ὃ τῇ ἐσχάτῃ νυκτὶ παρέδωκεν ὁ Χριστὸς, ὅτε οἱ μαθηταὶ μετ' αὐτοῦ πάντες ἦσαν.
Ἐν ἐκείνῳ γὰρ τῷ δείπνῳ καὶ ∆εσπότης καὶ δοῦλοι πάντες ὁμοῦ κατέκειντο· ὑμεῖς
δὲ σύνδουλοι ὄντες
ἀλλήλους διεστήσατε καὶ ἀπεσχίσατε.
Κἀκεῖνος μὲν οὐδὲ τὸν προδότην ἀπήλασε· καὶ γὰρ ὁ Ἰούδας μετ' αὐτῶν ἦν τότε· σὺ
δὲ τὸν ἀδελφὸν διακρούῃ. ∆ιὰ τοῦτό φησιν, Οὐκ ἔστι κυριακὸν δεῖπνον
φαγεῖν, κυριακὸν δεῖπνον καλῶν, τὸ μεθ' ὁμονοίας, τὸ κοινῇ πάντων
συγκεκλημένων. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει φαγεῖν· καὶ ὃς μὲν πεινᾷ,
ὃς δὲ μεθύει. Καὶ οὐκ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ ἐσθίει, ἀλλὰ τῷ τῆς μέθης ὀνόματι
μᾶλλον αὐτῶν καθήψατο. Κἀκεῖ καὶ ἐνταῦθα ἀμετρία, φησί. Σὺ μὲν ὑπὸ τῆς ἀδηφαγίας
διαῤῥήγνυσαι, ἐκεῖνος δὲ ὑπὸ τοῦ
λιμοῦ τήκεται· σὺ καὶ
τῶν ὑπὲρ τὴν
χρείαν μετέχεις, ἐκεῖνος δὲ οὐδὲ τῶν ἀναγκαίων ἀπέλαυσε. ∆ιπλοῦν τὸ δεινὸν,
τῆς ἰσότητος διαφθαρείσης, τοῦτο αἱρέσεις καλεῖ· ἐπειδὴ φιλονείκως πρὸς ἀλλήλους
διέκειντο καὶ διεστασίαζον, καὶ ὃς μὲν ἐπείνα, ὃς δὲ ἐμέθυε. Καὶ καλῶς εἶπε,
Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτό. ίνος γὰρ ἕνεκεν συνέρχεσθε; φησί· τί βούλεται ἡ
σύνοδος; τίνος ἕνεκεν ἡ συλλογὴ κοινὴ, ὅταν ἡ τράπεζα μὴ γίνεται κοινή;
∆εσποτικά ἐστι τὰ χρήματα, ἅπερ ἐλάβομεν· κοινὰ προκείσθω τοίνυν τοῖς συνδούλοις
τοῖς ἡμετέροις. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε
εἰς τὸ ἐσθίειν, καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, φησὶ, καὶ
καταισχύνετε τοὺς μὴ ἔχοντας; Σὺ μὲν νομίζεις,
φησὶ, τὸν ἀδελφὸν ὑβρίζειν μόνον, κοινωνεῖ
δὲ καὶ ὁ τόπος τῆς ὕβρεως. Ἐκκλησίας
γὰρ ὁλοκλήρου καταφρονεῖς. Ἐκκλησία γὰρ διὰ τοῦτο λέγεται, ὅτι κοινῇ
πάντας ὑποδέχεται. Τί τοίνυν τῆς οἰκίας σου τὴν εὐτέλειαν εἰς τὴν
ἐκκλησίαν εἰσάγεις; Εἰ γὰρ καταφρονεῖς τοῦ ἀδελφοῦ, αἰδέσθητι τὸν τόπον· καὶ γὰρ
ἡ ἐκκλησία ὑβρίζεται. Καὶ οὐκ εἶπεν, Ἀποστερεῖτε τοὺς μὴ ἔχοντας, ἢ, Οὐκ ἐλεεῖτε
τοὺς μὴ ἔχοντας, ἀλλὰ τί; Καταισχύνετε τοὺς μὴ ἔχοντας. Ἐντρεπτικώτατα τὴν ἀσωτίαν
αὐτῶν ἐτραγῴδησεν. Οὐ γὰρ οὕτω μέλει τῷ πένητι, φησὶν, ὑπὲρ τῆς τροφῆς, ὡς ὑπὲρ
τῆς ὕβρεως. Ὅρα πῶς καὶ ὑπὲρ τούτου σεμνῶς ἀπελογήσατο, κἀκείνων σφοδρότερον
καθήψατο. Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ. Τί τοῦτο; Μετὰ τὴν ἀπόδειξιν
τῆς ἀτοπίας ὑφειμένη ἡ κατηγορία, καὶ μάλα
εἰκότως, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Πρὶν ἢ μὲν γὰρ ἀποδεῖξαι τὸ πρᾶγμα ἄτοπον,
ἀπηρτισμένην ἐξήνεγκε τὴν ἀπόφασιν, εἰπών· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ· ὅτε
δὲ ἀπέδειξεν ἀκριβῶς πολλῶν ὄντας ἐγκλημάτων
ἀξίους, ὑφειμένῃ κέχρηται τῇ διαβολῇ, τῇ τῶν εἰρημένων κατασκευῇ καὶ ἀποδείξει τὸ σφοδρότερον τῆς κατηγορίας
ἀφεὶς ἐναποκεῖσθαι. Εἶτα ἐπὶ τὴν μυστικὴν τράπεζαν ἐξάγει τὸν λόγον, μειζόνως
αὐτοὺς φοβῆσαι βουλόμενος. Ἐγὼ γὰρ, φησὶ, παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα
ὑμῖν. Ποία ἀκολουθία αὕτη; Περὶ ἀρίστου διαλέγῃ κοινοῦ, καὶ μυστηρίων φρικτῶν μέμνησαι;
Ναὶ, φησίν. Εἰ γὰρ τὰ πνευματικὰ ἐκεῖνα, εἰ γὰρ ἡ τράπεζα ἡ φρικώδης κοινὴ
πᾶσι πρόκειται, καὶ πλουσίῳ καὶ πένητι, καὶ οὐχὶ δαψιλέστερον
ἀπολαύει ταύτης ὁ πλούσιος,
οὐδὲ ἔλαττον ὁ πένης, ἀλλὰ μία τιμὴ, καὶ πρόσοδος μία· καὶ ἕως ἂν πάντες
μετασχῶσι καὶ κοινωνήσωσι τῆς πνευματικῆς καὶ ἱερᾶς ταύτης τραπέζης, οὐ συστέλλεται
τὰ προκείμενα, ἀλλ' ἑστήκασιν οἱ ἱερεῖς ἅπαντες,
καὶ τὸν πάντων
πενέστερον καὶ εὐτελέστερον ἀναμένοντες·
πολλῷ μᾶλλον ἐπὶ τῆς αἰσθητῆς τοῦτο χρὴ ποιεῖν. ∆ιὰ τοῦτο ἐμνήσθην
ἐκείνου τοῦ κυριακοῦ
δείπνου. Ἐγὼ γὰρ
παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος
Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε·
Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ πολλῶν κλώμενον
εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ
ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ
ἐμῷ αἵματι.
εʹ. Εἶτα πολλὰ διαλεχθεὶς
περὶ τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις, καὶ σφόδρα αὐτῶν καθαψάμενος
καὶ διελέγξας, διδάξας τε ὅτι τοῖς
τὸν Χριστὸν ἀποκτείνασι τὴν αὐτὴν ὑποστήσονται
τιμωρίαν οἱ τὸ αἷμα αὐτοῦ καὶ τὸ σῶμα ἁπλῶς καὶ
ὡς ἔτυχε λαμβάνοντες,
πάλιν εἰς τὴν
προκειμένην ὑπόθεσιν τὸν λόγον
ἐξήγαγεν, εἰπών· Ὥστε, ἀδελφοὶ, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε.
Εἰ δέ
τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω,
ἵνα μὴ εἰς κρίμα συνέρχησθε.
Ὅρα πῶς λανθανόντως καὶ λαιμαργίαν
αὐτῶν κατέγνω, καὶ οὐκ εἶπεν, Εἰ δὲ πεινᾶτε, ἀλλ', Εἰ δέ τις πεινᾷ, ἵνα ἕκαστος
αἰσχυνόμενος αὐτὸς ὑπεύθυνος φανῆναι τοῖς
ἐγκλήμασι, προλαβὼν διορθώσηται. Καὶ εἰς κολάσεως δὲ φόβον τὸν λόγον κατέκλεισεν, εἰπών· Ἵνα μὴ εἰς κρίμα συνέρχησθε, τουτέστιν,
εἰς κατάκριμα καὶ εἰς ὀνειδισμόν. Οὐ γάρ ἐστι τροφὴ, φησὶν, οὐδὲ τράπεζα ἡ μετὰ
αἰσχύνης τοῦ ἀδελφοῦ, ἡ μετὰ καταφρονήσεως τῆς ἐκκλησίας, ἡ μετὰ λαιμαργίας ἢ ἀσωτίας
γινομένη. Οὐκ ἔστιν εὐφροσύνη ταῦτα, ἀλλὰ κόλασις καὶ τιμωρία. Μεγάλην γὰρ ἐπισπᾶσθε
καθ' ἑαυτῶν δίκην τοὺς ἀδελφοὺς ὑβρίζοντες, τῆς ἐκκλησίας καταφρονοῦντες, οἰκίαν
ἰδιωτικὴν τὸν ἅγιον τόπον ποιοῦντες διὰ τὸ καθ' ἑαυτοὺς ἐσθίειν. Ταῦτα καὶ ὑμεῖς
ἀκούσαντες, ἀγαπητοὶ, ἐπιστομίζετε τοὺς
ἁπλῶς τῇ ἀποστολικῇ
κεχρημένους ῥήσει καὶ
διδασκαλίᾳ· διορθοῦτε τοὺς ἐπὶ βλάβῃ
τῇ ἑαυτῶν καὶ τῇ ἑτέρων
ταῖς Γραφαῖς κεχρημένους.Ἔγνωτε γὰρ
περὶ τίνος φησὶ τὸ, ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, περὶ τῆς διχοστασίας τῆς
ἐν ταῖς τραπέζαις γινομένης, ἐπειδὴ Ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει. Καὶ μετὰ τῆς ὀρθῆς
πίστεως καὶ πολιτείαν συμβαίνουσαν τοῖς
δόγμασιν ἐπιδειξώμεθα, πολλὴν περὶ τοὺς πένητας φιλοφροσύνην, πολλὴν ὑπὲρ τῶν δεομένων ποιούμενοι πρόνοιαν·
ἐμπορίαν πνευματικὴν ἐμπορευσώμεθα, μηδὲν πλέον τῆς χρείας ἐπιζητῶμεν. Τοῦτο
πλοῦτος, τοῦτο ἐμπορία, τοῦτο θησαυρὸς ἀνελλιπὴς, τὸ πάντα τὰ ὄντα εἰς τὸν οὐρανὸν
μετατιθέναι, καὶ θαῤῥεῖν λοιπὸν ὑπὲρ τῆς φυλακῆς τῶν ἀποκειμένων. ∆ιπλοῦν γὰρ ἡμῖν
ἀπὸ τῆς ἐλεημοσύνης ἔσται τὸ κέρδος, ὅτι τε οὐκέτι δεδοίκαμεν ὑπὲρ τῶν καταβληθέντων
χρημάτων, μήποτε λῃσταὶ καὶ τοιχωρύχοι καὶ οἰκετῶν κακουργία αὐτὰ λυμήνηται, καὶ
ὅτι κείμενα οὐχ ἁπλῶς κατορώρυκται ἄκαρπα· ἀλλ' ὥσπερ ῥίζα ἐν λιπαρῷ
φυτευθεῖσα χωρίῳ, καθ' ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει
τοὺς καρποὺς, οὕτω
καὶ ἀργύριον ἐν ταῖς τῶν
πενήτων χερσὶ φυτευθὲν, οὐ καθ' ἕκαστον
ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν
Θεὸν, ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συνειδὸς ἀγαθὸν, εὐφροσύνην
πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ
θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ
καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπιφανείας αὐτοῦ· ἧς γένοιτο πάντας ἡμᾶς
τὸν παρόντα βίον εὐαρέστως διανύσαντας ἐπιτυχεῖν, τῆς αἰωνίου
τῶν σωζομένων χαρᾶς, χάριτι καὶ οἰκτιρμοῖς
τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ
Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου