ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 25. Εις τους Αγίους Μακκαβαιους. Ὁμιλία βʹ

Πέμπτη 16 Ιουνίου 2016

25. Εις τους Αγίους Μακκαβαιους. Ὁμιλία βʹ



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

25. Εις τους Αγίους Μακκαβαιους. Ὁμιλία βʹ

αʹ. Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι τοὺς ἁγίους μάρτυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στόματα ἔχωμεν καὶ γλώττας  τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων· καὶ ταὐτὸν   πάσχω   πρὸς   τὰ   κατορθώματα   τῶν   ἑπτὰ   μαρτύρων   ὁρῶν,   οἷον   ἂν   εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν  ἐξαντλῆσαι  ἐπιχειροίη,  μετὰ δὲ τὸν πολὺν  καὶ ἄφατον  πόνον  τὸ πλέον  ἀφεὶς ἀπέλθοι. Πηγῆς γὰρ ὅσον ἂν ἐξαντλήσῃς, τὸ πλέον ἀπολείπεται.  Τί οὖν; ἐπειδὴ τὰ κατ' ἀξίαν εἰσενεγκεῖν  οὐ δυνάμεθα, σιγήσομεν; Οὐδαμῶς. Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν  ∆εσπότην μιμοῦνται  ἐν τῇ κρίσει τῆς τοιαύτης φιλοτιμίας. Πῶς δὲ ἐκεῖνος ποιεῖ; Ὅταν τις προσενέγκῃ δῶρα, οὐ τῷ μεγέθει τοῦ προσενεχθέντος, ἀλλὰ τῇ προθυμίᾳ τοῦ προσενέγκαντος προσέχων μετρεῖ τὴν ἀντίδοσιν.Οὕτως ἐποίησεν  ἐπὶ  τῆς  χήρας  ἐκείνης·  δύο κατέβαλεν  ὀβολοὺς  ἡ γυνὴ,  καὶ προετιμήθη τῶν πολλὰ καταβεβληκότων·  οὐ γὰρ τὴν ὀλιγότητα  τῶν χρημάτων,  ἀλλὰ τὴν πολυτέλειαν  τῆς γνώμης εἶδεν ὁ Θεός· δύο ὀβολοὶ τὰ χρήματα, ἀλλὰ μυρίων χρυσοῦ ταλάντων  τιμιωτέρα ἡ γνώμη. Ἁψώμεθα δὴ τῶν ἐγκωμίων  θαῤῥοῦντες, καὶ ὅπερ χθὲς ἐποιήσαμεν, τοῦτο εἰ δοκεῖ γενέσθω  καὶ νῦν· καὶ γὰρ χθὲς  τὴν  μητέρα ἀπολαβόντες μόνην εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν· ἐποιοῦμεν δὲ τοῦτο οὐκ ἀποσχίσαι βουλόμενοι τοῦ χοροῦ τῶν  παίδων  αὐτὴν,  ἀλλ' ἀσφαλέστερον  ἡμῖν  κατασκευάσαι τὸν  πλοῦτον· τοῦτο δὴ καὶ νῦν ποιήσωμεν· ἕνα τῶν παίδων ἀποσπάσαντες, εἰς αὐτὸν ὀλίγα εἴπωμεν· δέος γὰρ μή ποτε καθάπερ ἑπτὰ ποταμοὶ, οἱ τῶν ἑπτὰ μαρτύρων  ἔπαινοι  συνελθόντες ἀθρόον τὸν λόγον  ἡμῖν ἐπικλύσωσιν.  



 Οὐκοῦν ἕνα τῶν  νεανίσκων  ἀπολάβωμεν,  οὐδὲ τοῦτον   ἀποσχίζοντες   τοῦ  χοροῦ  τῶν  ἀδελφῶν,   ἀλλὰ  κοῦφον   ἡμῖν  ποιοῦντες   τὸ φορτίον· καὶ γὰρ ἑνὸς ἐπαινουμένου, κοινὸς καὶ τῶν ἄλλων ὁ στέφανος ἔσται, ἐπεὶ καὶ τῶν ἄθλων τῶν αὐτῶν ἐκοινώνησαν  ἅπαντες. Πάντως δὲ ἐπεισελεύσεται ἡμῖν ἡ μήτηρ καὶ σήμερον, κἂν μὴ αὐτῆς ἁπτώμεθα· ἡ γὰρ ἀκολουθία αὐτὴν τῶν λόγων ἐπισπάσεται πάντως,  καὶ οὐκ ἀνέξεται  ἀφεῖναι  τὰ παιδία· εἰ γὰρ ἐν τοῖς ἀγῶσιν  οὐκ ἀπέστη τῶν  ἐκγόνων, οὐδὲ ἐν τοῖς ἐγκωμίοις αὐτῶν ἀφέξεται. Τίνα οὖν βούλεσθε τῶν ἑπτὰ ἀπολάβωμεν  ἀθλητῶν; Ἆρα τὸν πρῶτον, ἢ τὸν δεύτερον, ἢ τὸν τρίτον, ἢ τὸν ἔσχατον; Μᾶλλον δὲ οὐδεὶς ἐν αὐτοῖς ἔσχατος· χορὸς γάρ ἐστι, χοροῦ δὲ οὔτε ἀρχὴ, οὔτε τέλος φαίνεται· ἀλλ' ἵνα γνωριμώτερον ποιήσωμεν τὸν ἐπαινούμενον,  τὸν ἔσχατον τῇ ἡλικίᾳ λέγομεν. Ἀδελφὰ γὰρ τὰ παλαίσματα, καὶ συγγενῆ τὰ κατορθώματα· ἔνθα δὲ ἡ συγγένεια κατορθωμάτων, οὐκ ἔστι πρῶτος καὶ δεύτερος. Ἀπολάβωμεν οὖν τὸν ἔσχατον τῇ ἡλικίᾳ καὶ ὁμήλικα τῷ φρονήματι, οὐ τοῖς ἀδελφοῖς ὁμήλικα μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ γέροντι. Οὗτος μόνος τῶν ἀδελφῶν  λελυμένος  ἤγετο πρὸς τὰ βασανιστήρια· οὐ γὰρ ἀνέμεινε  τὰς  τῶν  δημίων  χεῖρας·  ἀλλὰ  προέλαβε  τῇ  οἰκείᾳ  προθυμίᾳ  τὴν  ἐκείνων ὠμότητα, καὶ λελυμένος ἤγετο.
Καὶ τῶν μὲν ἀδελφῶν  οὐδένα εἶχε θεατήν· πάντες γὰρ ἦσαν τελειωθέντες·  εἶχε δὲ σεμνότερον τῶν ἀδελφῶν  θέατρον, τοὺς τῆς μητρὸς ὀφθαλμούς.  Οὐκ ἔλεγον  ὑμῖν, ὅτι καὶ μὴ σπουδαζόντων ἡμῶν ἐπεισελεύσεται καὶ ἡ μήτηρ πάντως; Ἰδοὺ τοίνυν εἰσήγαγεν  αὐτὴν  ἡ ἀκολουθία  τοῦ λόγου. Τοῦτο δὲ τὸ θέατρον  οὕτω  σεμνὸν ἦν καὶ μέγα, ὥστε καὶ αὐτὸν  τῶν  ἀγγέλων  τὸν δῆμον, μᾶλλον  δὲ καὶ τοὺς ἀδελφοὺς  εἶχεν αὐτὸν  θεωμένους,  οὐκ ἔτι  ἀπὸ τῆς γῆς, ἀλλ' ἐκ τῶν  οὐρανῶν.  Ἐστεφανωμένοι  γὰρ ἐκάθηντο, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οἱ δικασταὶ, οὐχὶ κρίνοντες τοῖς παλαίσμασιν, ἀλλὰ τὸν στεφανίτην ἐπειγόμενοι λαβεῖν. Εἰστήκει τοίνυν λελυμένος, καὶ φθεγγόμενος  ῥήματα φιλοσοφίας γέμοντα· ἐβούλετο μὲν γὰρ μεταστῆσαι τὸν τύραννον πρὸς τὴν οἰκείαν  εὐσέβειαν· ὡς δὲ οὐκ ἴσχυσε, τὸ ἑαυτοῦ λοιπὸν  ἐποίησεν, ἐξέδωκεν ἑαυτὸν  τῇ τιμωρίᾳ.  Κἀκεῖνος μὲν  ᾤκτειρεν  αὐτὸν  τῆς  ἡλικίας,  οὗτος  δὲ ἐδάκρυσεν αὐτὸν τῆς ἀσεβείας· οὐ γὰρ τὰ αὐτὰ βλέπει ὁ τύραννος  καὶ ὁ μάρτυς· ἀμφοτέροις  μὲν γὰρ οἱ αὐτοὶ  ὀφθαλμοὶ,  ἀλλὰ  τῆς  σαρκός· οἱ δὲ τῆς  πίστεως  οὐκ ἔτι  οἱ αὐτοί· ἀλλ' ἐκεῖνος  μὲν  ἔβλεπε  τὴν  παροῦσαν  ζωὴν,  οὗτος  δὲ ἔβλεπε  τὴν  μέλλουσαν,  πρὸς  ἣν ἔμελλεν  ἀναπτήσεσθαι·  καὶ    μὲν  τύραννος  ἑώρα  τήγανα,    δὲ  μάρτυς  ἑώρα  τὴν γέενναν,  εἰς ἣν ἔμελλεν ἑαυτὸν ἐμβαλεῖν ὁ τύραννος. Εἰ δὲ τὸν Ἰσαὰκ θαυμάζομεν, ὅτι δεθεὶς ὑπὸ τοῦ πατρὸς καὶ συμποδισθεὶς, οὐκ ἐξήλατο τοῦ βωμοῦ, οὐδὲ ἐσκίρτησεν ὁρῶν μάχαιραν ἐπαγομένην· πολλῷ  μᾶλλον  τοῦτον θαυμάζειν  χρὴ, ὅτι οὐκ ἐδέθη, οὐδὲ τῆς ἀπὸ τῶν  δεσμῶν ἀνάγκης  χρείαν  ἔσχεν, οὐδὲ ἀνέμεινε  τὰς χεῖρας τῶν  δημίων,  ἀλλ' αὐτὸς ἑαυτῷ καὶ θῦμα καὶ ἱερεὺς καὶ θυσιαστήριον γέγονε. Περισκοπήσας γὰρ κύκλῳ, καὶ ἰδὼν οὐδένα τῶν ἀδελφῶν  παρόντα ἐθορυβήθη, ἠπείχθη σπεῦσαι καὶ καταλαβεῖν, ὥστε  μὴ  ἀποσχισθῆναι  τοῦ  καλοῦ  τούτου  χοροῦ.  ∆ιὰ τοῦτο  οὐκ  ἀνέμεινε  τὰς  τῶν δημίων  χεῖρας· ἐφοβεῖτο  γὰρ  τὴν  φειδῶ  τοῦ  τυράννου,  μή ποτε  αὐτὸν  κατελεήσας ἐξαρπάσῃ τῆς  κοινωνίας  τῶν  ἀδελφῶν· διὰ  τοῦτο  προλαβὼν  ἑαυτὸν  ἐξήρπασε τῆς φιλανθρωπίας τῆς ἀνημέρου. Καὶ γὰρ πολλὰ  ἦν ἱκανὰ  ἐπικάμψαι  τὸν τύραννον,  τῆς ἡλικίας  τὸ νέον, τῶν ἀδελφῶν  τῶν τοσούτων  ἡ τιμωρία, ἡ καὶ θηρίον ἱκανὴ κορέσαι ἀλλ' ἐκεῖνος οὐκ ἐκορέννυτο, ἡ πολιὰ τῆς μητρὸς, τὸ μηδὲν αὐτῷ γενέσθαι πλέον ἀπὸ τῆς κολάσεως τῶν  προλαβόντων.  βʹ. Ταῦτα πάντα  ἐννοήσας ὁ νεανίας  ἐνέβαλεν ἑαυτὸν εἰς τιμωρίαν,  ἀφ' ἧς διαφυγεῖν  οὐκ ἐνῆν, καὶ ὡς εἰς πηγὴν ναμάτων  ψυχρῶν, οὕτως  εἰς  τοὺς  λέβητας  ἐκυβίστα,  λουτρὸν  αὐτοὺς  θεῖον  καὶ  βάπτισμα  νομίζων. Καθάπερ γὰρ  ἄνθρωποι  φλεγόμενοι   εἰς  εὔριπον  ψυχρῶν  ὑδάτων  ἑαυτοὺς  ἀφιᾶσιν, οὕτως  ἐκεῖνος  ἐκκαιόμενος  τῇ  τῶν  ἀδελφῶν  ἐπιθυμίᾳ  πρὸς  τὴν  τιμωρίαν  ἐκείνην ἀφῆκεν  ἑαυτόν.  Προσήγαγε δὲ  καὶ    μήτηρ  παράκλησιν,  οὐκ  ἐπειδὴ  παρακλήσεως ἐκεῖνος ἐδεῖτο, ἀλλ' ἵνα μάθῃς πάλιν τὸ στεῤῥὸν τῆς γυναικός· ἐπ' οὐδενὶ γὰρ τῶν ἑπτὰ παίδων ἔπαθε τὰ μητέρων, μᾶλλον δὲ ἐφ' ἑκάστῳ τὰ μητέρων ἔπαθεν· οὐ γὰρ εἶπε πρὸς ἑαυτήν· Τί ποτε τοῦτό ἐστιν; ἀνήρπασταί μοι τῶν παίδων ὁ χορός· οὗτος ὑπολέλειπται μόνος· ἐν τούτῳ μοι κινδυνεύει  τὰ τῆς ἀπαιδίας· τίς με γηροκομήσει λοιπὸν, ἂν οὗτος ἀπέλθῃ;  οὐ γὰρ ἤρκει μοι  τοὺς  ἡμίσεις  παραστῆσαι, εἰ δὲ μὴ τοὺς  ἡμίσεις, τὰς  δύο μοίρας; ἀλλὰ καὶ τὸν ὑπολελειμμένον μοι μόνον εἰς παραμυθίαν τοῦ γήρως, καὶ αὐτὸν ἐπιδώσω  πάλιν;  Οὐδὲν τούτων  οὐκ  εἶπεν,  οὐκ  ἐνενόησεν,  ἀλλὰ  καθάπερ  χερσὶ  τῇ παρακλήσει  τῶν  λόγων  ἐπάρασα ἐνέβαλεν  εἰς  τὸν  λέβητα  τὸν  υἱὸν,  δοξάζουσα τὸν Θεὸν, ὅτι ὅλον αὐτῆς τὸν καρπὸν τῆς γαστρὸς ἐδέξατο, καὶ οὐδένα ἀπεδοκίμασεν, ἀλλ' ὁλόκληρον  τὸ  δένδρον  ἐτρύγησεν· ὥστε  θαῤῥῶν  ἂν  εἴποιμι,  ὅτι  μείζονα  αὕτη  τῶν παίδων  ἔπαθεν.  Ἐκείνοις  μὲν  γὰρ  τὸ  πολὺ  τῆς  ὀδύνης  καὶ    λειποψυχία   λοιπὸν ὑπετέμνετο, αὕτη δὲ ἀκεραίῳ διανοίᾳ καὶ ἀκραιφνεῖ γνώμῃ τρανοτέραν ἐλάμβανε τῶν γινομένων τὴν  αἴσθησιν διὰ τὴν  φύσιν.  Καὶ ἦν ἰδεῖν  τριπλοῦν  πῦρ, ὅπερ ἔκαυσεν ὁ τύραννος  ἐκεῖνος,  ὅπερ  ἀνέφλεξεν     φύσις,  ὅπερ  ἐξῆψε  τὸ  Πνεῦμα  τὸ  ἅγιον.  Οὐ τοιαύτην ἀνῆψε κάμινον ὁ Βαβυλώνιος τύραννος ἐκεῖνος, οἵαν ἀνῆψε τῇ μητρὶ κάμινον ὁ τύραννος οὗτος· ἐκεῖ μὲν γὰρ ἡ τροφὴ τοῦ πυρὸς νάφθα, καὶ πίσσα, καὶ στύππιον, καὶ κληματὶς  ἦν· ἐνταῦθα  δὲ φύσις, ὠδῖνες,  φιλοστοργία,  παίδων  συμφωνία.  Οὐχ οὕτως ἐτηγανίζοντο    ἐκεῖνοι   ἐπὶ   τοῦ   πυρὸς   κείμενοι,   ὡς   ἐτηγανίζετο    αὕτη   διὰ   τὴν φιλοστοργίαν· ἀλλ' ἐκράτει διὰ τὴν εὐσέβειαν, καὶ φύσις ἐμάχετο χάριτι, καὶ ἡ νίκη τῆς χάριτος ἦν· εὐσέβεια ὠδίνων  περιεγένετο, καὶ πῦρ ἐκράτει πυρὸς, τὸ πνευματικὸν  τοῦ φυσικοῦ, καὶ τοῦ παρὰ τῆς ὠμότητος τοῦ τυράννου καυθέντος.
Καὶ καθάπερ θαλαττία πέτρα δεχομένη κυμάτων προσβολὰς αὐτὴ μὲν ἀκίνητος μένει,  ἐκεῖνα  δὲ εἰς  ἀφρὸν  διαλύουσα  ἀφανίζει  ῥᾳδίως·  οὕτω  δὴ καὶ  ἡ καρδία  τῆς γυναικὸς  ἐκείνης,  ὥσπερ τις  θαλαττία  πέτρα  κύματα  δεχομένη  τὰς  προσβολὰς τῶν ὀδυνῶν,  αὐτὴ μὲν ἀκίνητος  ἔμενε, τὰς δὲ προσβολὰς ἐκείνας  στεῤῥῷ καὶ φιλοσοφίας γέμοντι  διέλυε  λογισμῷ·  ἐφιλοτιμεῖτο  δεῖξαι τῷ τυράννῳ,  ὅτι ὄντως  μήτηρ αὐ50.626 τῶν ἐστιν, ὄντως ἐκεῖνοι γνήσιοι παῖδες αὐτῆς, οὐ διὰ τὴν συγγένειαν τῆς φύσεως, ἀλλὰ διὰ τὴν  κοινωνίαν τῆς  ἀρετῆς· οὐκ ἐνόμιζεν  ὁρᾷν  κολαστικὸν  πῦρ, ἀλλὰ  γαμήλιον λαμπάδα. Οὐχ οὕτω μήτηρ κοσμοῦσα παῖδας εἰς γάμον εὐφραίνεται,  ὡς ἐκείνη κολαζομένους βλέπουσα ἔχαιρε· καὶ καθάπερ τὸν μὲν στολῇ περιβάλλουσα νυμφικῇ, τῷ δὲ στεφάνους  πλέκουσα, τῷ  δὲ παστάδας ἱστᾶσα γαμηλίους,  οὕτω  τὸν  μὲν  ἐπὶ τοὺς λέβητας, τὸν δὲ ἐπὶ τὰ τήγανα  τρέχοντα,  τὸν δὲ τὴν κεφαλὴν  ἀποτεμνόμενον  ὁρῶσα ἠγάλλετο. Καὶ ἦν πάντα καπνοῦ καὶ κνίσσης μεστὰ, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τὴν  πεῖραν  ἐδέχετο  τῶν  παίδων,  διὰ  τῶν  ὀφθαλμῶν   ὁρῶσα,  διὰ  τῆς  ἀκοῆς  τῶν φιλτάτων ἀκούουσα ῥημάτων, αὐτῇ τῇ ῥινὶ τὸν καπνὸν δεχομένη τῶν σαρκῶν τὸν ἡδὺν ἐκεῖνον  καὶ ἀηδῆ· ἀηδῆ μὲν τοῖς ἀπίστοις, τῷ Θεῷ δὲ καὶ αὐτῇ πάντων  ἥδιστον· τὸν καπνὸν ἐκεῖνον ὃς τὸν μὲν ἀέρα ἐθόλωσε, τὴν δὲ διάνοιαν τῆς γυναικὸς οὐκ ἐθόλωσεν· εἰστήκει γὰρ ἀκλινὴς  καὶ ἀπερίτρεπτος ἐγκαρτεροῦσα πᾶσι τοῖς γινομένοις.  Ἀλλ' ὥρα λοιπὸν καταπαῦσαι τὸν λόγον, ὥστε πλειόνων  αὐτοὺς ἀπολαῦσαι τῶν ἐγκωμίων  παρὰ τῷ κοινῷ διδασκάλῳ. Ταύτην μιμείσθωσαν πατέρες, ζηλούτωσαν μητέρες, καὶ γυναῖκες, καὶ ἄνδρες, ἐν παρθενίᾳ ζῶντες, καὶ σάκκους περιβεβλημένοι,  καὶ κλοιὰ περικείμενοι· ὅπου γὰρ ἂν ἀφικώμεθα  σκληραγωγίας  τε καὶ φιλοσοφίας,  προφθάνει  τὴν καρτερίαν ἡμῶν τῆς γυναικὸς  ἡ φιλοσοφία.  Μηδεὶς τοίνυν  τῶν εἰς ἄκρον ἐληλακότων  ἀνδρείας καὶ καρτερίας ἀνάξιον εἶναι νομιζέτω τὴν γυναῖκα τὴν γεγηρακυῖαν διδάσκαλον ἔχειν· ἀλλ' εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες,  καὶ οἱ τῶν  παρόντων  ὑπερορῶντες  ἁπάντων,  καὶ  τὸ  σῶμα σταυρώσαντες,  δυνηθῆναι   τὸν  αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι  παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος  Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου  γέροντος καὶ ψυχὴν  ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου.  ∆υνησόμεθα δὲ ἂν μετὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν, πρὸ τῶν πολέμων καὶ τῶν δεινῶν ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν ἡμῖν κρατοῦντες παθῶν, τὰ ἄτακτα τῆς σαρκὸς περικόπτοντες  σκιρτήματα, ὑπωπιάζοντες  καὶ δουλαγωγοῦντες τὸ σῶμα. Οὕτω γὰρ ἄν τε ἐν εἰρήνῃ διάγωμεν,  λαμπροὺς ἕξομεν τῶν  γυμνασίων  τοὺς στεφάνους· ἄν τε τὸν αὐτὸν ἡμῖν ἀγῶνα ἀνύσαι δοκῇ τῷ φιλανθρώπῳ Θεῷ, παρεσκευασμένοι πρὸς τὰ παλαίσματα ἥξομεν, καὶ τῶν οὐρανίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


26.Εις τους Αγίους Μακκαβαίους  Ὁμιλία γʹ.

Καὶ τοῖς μάρτυσιν ὁρῶν τὴν τῶν ἔργων εὐφημίαν  ὀφειλομένην,  καὶ τὸ πλῆθος στενοχωρούμενον  βλέπων  ὀκνῶ. Οὐκοῦν, εἰ δοκεῖ, τὴν διδασκαλίαν πρὸς  τὸ παρὸν ὑπερθώμεθα, μιμεῖσθαι δὲ σπουδάζωμεν  τῶν  μαρτύρων  τὸν τόνον.  Οὐκοῦν πρῶτος  ἡμῖν  Ἐλεάζαρος ὁ πρεσβύτης εἰς μέσον ἡκέτω,  ἡ τῶν  ἀγώνων  ἀρχὴ, ὁ τῆς μαρτυρίας θεμέλιος, τῶν σκαμμάτων ἡ θύρα, τῆς ἀνδρείας ὁ ἀρχηγὸς, τῆς καρτερίας ὁ πρόδρομος, ἡ νεάζουσα πολιὰ, ὁ τῆς Παλαιᾶς πρωτόμαρτυς,  ἡ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων εἰκών· ἔκαμε κολακεύων  καὶ μαστιγῶν ὁ πολέμιος, καὶ οὐκ ἐπαύσατο ῥητορεύων  ὁ κολαζόμενος· εἱστήκει τρέμων  ὁ πρεσβύτης ὑπὸ τοῦ γήρως, ἐκάθητο δὲ ἀπειλῆς  καὶ  φόνου  πνέων  ὁ τύραννος,  καὶ  ὁ μὲν  τρέμων  ἀπῆλθεν  ἀκμάζων,  ὁ δὲ σφριγῶν  ἀπῆλθε νενικημένος·  εἱστήκει πολιὰ καταξαινομένη,  ἐδίκαζε δὲ νεότης μετὰ αὐθεντίας  ἀγριουμένη,  καὶ  τῇ  πολιᾷ  τὰ  τῆς  νίκης  ἐγίνετο.  Ὢ τρόπου  νικητηρίων καινοῦ· ὅλην  ὁμοῦ τοξεύουσαν στρατιὰν τυπτόμενος  εἷς ἐτρέψατο  γέρων.  Οὐκ ἐᾷ με πρὸς  τὴν  τῶν   νέων   ἀνδρείαν   τῶν   τοῦ  γέροντος   ἄθλων   μεταβαίνειν   τὸ  θαῦμα· πορευτέον  δ' οὖν  ὅμως  ἡμῖν  ἐπ' αὐτοὺς  τοῦτον  βιασαμένους· λαμπρὰ  γὰρ καὶ παρ' ἐκείνοις  κατὰ τοῦ τυράννου  τὰ τρόπαια· οὐ γὰρ ἔμελλε πολιᾶς  νεότης  ἀτολμηροτέρα φανεῖσθαι. Ἑπτὰ γοῦν ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο  νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες  παράταξιν.  Εἰ δοκεῖ,  καταπαύω  τὸν  λόγον,  ἰσχυρῶν  μαρτύρων  ἰσχυροὶ χορευταί.  Ἀλλ',  ὅπερ  ἔλεγον,  ἑπτὰ  ἐφεξῆς  ἀριστεύοντες  ἐστεφάνωντο   νέοι  ἐκ  μιᾶς γαστρὸς   εἰς   μίαν    δραμόντες    παράταξιν,    μιᾷ   γόνων    ἀδελφότητι    καὶ   τρόπῳ κεκοσμημένοι, ἄλλος ἐπ' ἄλλῳ τοῖς ἀγῶσιν ἐμβάλλων.Νῦν μοι τῆς εὐαγγελικῆς  ἐκείνης  ἐφ' ὑμῖν, ὦ γενναῖοι,  μνημονευτέον  φωνῆς· Μακαρία, φησὶν,    κοιλία    βαστάσασα ὑμᾶς,  καὶ  μαστοὶ, οὓς  ἐθηλάσατε.  Ἐπεὶ δὲ μαστῶν καὶ κοιλίας ἐμνήσθην, ὥρα μοι καὶ πρὸς τὴν τῶν ἀριστέων διαβαίνειν  μητέρα τὴν ἐν ἑνὶ σώματι πολλάκις  ἀποθανοῦσαν· μᾶλλον δὲ τὴν πολλάκις σφαγεῖσαν, καὶ μηδὲ ἅπαξ ἀλγήσασαν· τὴν ἄτρωτον ὁμοῦ καὶ πολύτρωτον.  Οὐκ ἐτάραττεν αὐτὴν ὁ πρῶτος  ἑλκόμενος  εἰς  θάνατον  τῶν  παίδων,  ὡς    δεύτερος  μηδέπω  τῶν  ἀγώνων ἁψάμενος  ἐπτόει· οὐκ ἐλύπει  τοῦ δευτέρου πάλιν  ἡ τελευτὴ, ὡς ἡ τοῦ τρίτου παιδὸς ἐφόβει  ζωὴ τὸ πέρας ἀγνοούμενον  ἔχουσα· μικρὸς ἦν  αὐτῇ  καὶ τρίτος  καὶ τέταρτος
 ἀποσφαττόμενος παῖς, τοῦ πέμπτου μήπω πεφονευμένου· οὐδὲ τοῦ ἕκτου τὸ πτῶμα τὴν φιλοσοφίαν  ἐνίκησεν· ἔμενε  λοιπὸν  τελευταῖος  πρὸς τοὺς  ἀγῶνας  ὁ ἕβδομος ὁ τὴν ἑπτάφθογγον τῶν μαρτύρων συμπληρώσας κιθάραν. Τί οὖν; ἐπεκάμφθη τῷ τῆς ἡλικίας ἀώρῳ, συνήλγησε  κἂν τῷ  λειψάνῳ  τῆς φύσεως; Αὐτὴ μὲν οὖν  τὸ παιδίον  πρὸς τὸν θάνατον  ὤθει, εἰ καὶ μὴ ταῖς χερσὶν, ἀλλὰ ταῖς συμβουλαῖς. Μὴ διακόψῃς, φησὶ, τῶν στεφάνων, ὦ τέκνον, τὸν ἀριθμόν· γενοῦ μετὰ τῶν ὠδίνων καὶ τῶν κατορθωμάτων τοῖς ἀδελφοῖς  κοινωνός·  μίμησαι  τὴν  κοινωνίαν τῆς  φύσεως  τῇ  κοινωνίᾳ  τῆς  πράξεως· δεῖξον  σαυτὸν τῶν  ἀνῃρημένων  καὶ ἐν τοῖς  σκάμμασιν ἀδελφόν.  Ἕβδομός μοι παῖς ἐτέχθης  παρὰ τῆς φύσεως,  ἕβδομός μοι μάρτυς  γενοῦ  παρὰ τῆς προαιρέσεως· μή με δείξῃς, ὦ τέκνον, παίδων με ἑπτὰ, μαρτύρων δὲ ἓξ καλουμένην  μητέρα. Ποῦ μοι νῦν οἱ μηδὲ τὰς ἐκ χρημάτων  τῷ Θεῷ προσφορὰς προσκομίζοντες; Ἑπτὰ τῷ ∆εσπότῃ σήμερον παῖδας ἁπαλοὺς προσήγαγε μήτηρ, καὶ οὐκ ἐνάρκησεν ἐκ τῶν σπλάγχνων  θυσίαν προσφέρουσα· πολλοὶ δὲ ἡμῖν καὶ περὶ ὀβολῶν ἐν καιρῷ μικρολογοῦνται  προσκομιδήν. Ἀλλ'   ἡμεῖς   τῷ   Θεῷ   καὶ   ψυχῶν    καὶ   χρημάτων    καὶ   σωμάτων    προσκομιδὴν προσαγάγωμεν, ἐπὶ πᾶσι δοξάζοντες Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |