ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 59 .Εις τον Τίμιον καὶ Ζωοποιὸν σταυρὸν

Πέμπτη 16 Ιουνίου 2016

59 .Εις τον Τίμιον καὶ Ζωοποιὸν σταυρὸν


ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

59 .Εις τον Τίμιον καὶ Ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.

Τί εἴπω, ἢ τί λαλήσω; ἢ τίνας ὑμᾶς καλέσω; πρόβατα, ἢ ποιμένας; ναύτας, ἢ κυβερνήτας; μαθητὰς, ἢ διδασκάλους; πῶς ὑμῶν  θαυμάσω τὸν  ζῆλον  τὸν πυρὸς λαβρότερον; Πρόβατα ὑμᾶς καλέσω, καὶ γάρ ἐστε πραεῖς καὶ ἡσύχιοι. Ποιμένας ὑμᾶς  καλέσω; καὶ γάρ ἐστε μιμούμενοι τὸν ἑαυτῶν ∆εσπότην. Ναύτας ὑμᾶς καλέσω; καὶ γάρ ἐστε τῇ πείρᾳ τῶν κλυδωνίων  χειμῶνα ὑπομείναντες. Κυβερνήτας ὑμᾶς καλέσω; καὶ γάρ ἐστε Καθάπερ γάρ τις ἄριστος κυβερνήτης καθήμενος ἐπὶ τῶν οἰάκων,  τῇ τέχνῃ  τὰς τρικυμίας διαφεύγων,  καὶ σῶον ἀποσώζων  τὸ σκάφος, ἐπ' εὔδιον λιμένα χειραγωγεῖ· οὕτω δὴ καὶ ὑμεῖς. Ἀλλὰ μαθητὰς ὑμᾶς καλέσω; καὶ γάρ ἐστε ἕτοιμοι πρὸς τὴν ὑπακοήν. Ἀλλὰ διδασκάλους ὑμᾶς καλέσω; Πάλιν ἐρῶ, Ἐστὲ, ἁπάσης  γὰρ  τῆς  οἰκουμένης  διδάσκαλοι  Ἐγένεσθε.  Τί  οὖν  ἐροῦμεν;  Βούλομαι σήμερον ὑμῖν τράπεζαν παραθεῖναι πνευματικὴν, οὐ σῶμα τρέφουσαν, ἀλλὰ πνεῦμα τειχίζουσαν, μᾶλλον  δὲ καὶ σῶμα τρέφουσαν, καὶ ψυχὴν  ἀποσμήχουσαν. Τοιαύτη γάρ ἐστιν ἡ τράπεζα πνευματικὴ,  οὐ καθὼς ἡ τράπεζα τῶν  γαστριμάργων  κόρον ἐμποιοῦσα. Λόγος γάρ ἐστι πνευματικὸς  εὐωδίας  πνέων·  ὑπομιμνησκόμενος  γὰρ αὐτὸν  ἄνθρωπος,  καθάπερ μύρον μασσώμενος, εὐωδίαν  τινὰ  ἐκπέμπει, οὐ μόνον ἑαυτὸν τῇ εὐωδίᾳ παραμυθούμενος, ἀλλὰ καὶ τοὺς παρεστῶτας αὐτῷ πληροῦσθαι τῆς εὐωδίας ἐκείνης παρασκευάζων.Συντείνατε  δὴ ἑαυτούς· λόγον  γὰρ ἐξαγαγεῖν  βούλομαι. Καὶ γάρ τινές  εἰσι τῶν κολυμβητῶν ῥίπτοντες ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὴν θάλασσαν, περιερχόμενοι  τὸν βυθὸν, βουλόμενοι  μαργαρίτην  ἀνιμήσασθαι· ἡμεῖς δὲ ἔχοντες ἀντὶ σκάφους τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, ἀντὶ πηδαλίου τὸν σταυρὸν, ἀντὶ κυβερνήτου τὸν Χριστὸν, ἀντὶ  πρωρέως τὸν Πατέρα, ἀντὶ ζεφύρου τὸ Πνεῦμα τὸ ἅγιον,  ἀντὶ  ἱστίου  τὴν  χάριν,  ἀντὶ  ναυτῶν  τοὺς  μαθητὰς,  ἀντὶ  ἐπιβατῶν  τοὺς προφήτας, οὐκοῦν καὶ ἡμεῖς ῥίψωμεν ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὸ πέλαγος τῶν νοημάτων, οὐχ ἵνα μαργαρίτην ἀνιμησώμεθα, ἀλλὰ μαργαρίτου τιμιώτερον. Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, παρέχοντές μοι τὴν ὑπακοήν· καθὼς γὰρ προλαβὼν εἶπον, ὅτι μαργαρίτου τιμιώτερον  μέλλω ἀνιμᾶσθαι ἐκ τοῦ βάθους τῶν νοημάτων.


 Μὴ οὖν παραπέμψησθε, καὶ ὡς ἀλογίστοις χρήσησθε ἑαυτοῖς. Γέγραπται γάρ· Μὴ βάλητε τὸν μαργαρίτην ὑμῶν ἔμπροσθεν τῶν χοίρων, καὶ μὴ ῥίπτητε τὰ ἅγια τοῖς κυσί. Χοίρους δὲ ὅταν ἀκούσῃς, μὴ τὰ ἄλογα ζῶα ταῦτα νομίσῃς· καὶ κύνας ὅταν ἀκούσῃς, μὴ τοὺς κύνας τούτους νομίσῃς. Χοίρους γὰρ λέγει τοὺς ἐν ἀσωτίᾳ ζῶντας·  κύνας  δὲ λέγει  τοὺς εἰκῆ λυσσῶντας κατὰ τοῦ ∆εσπότου. Ποιήσατε οὖν ἀξίους ἑαυτοὺς εἶναι τοῦ μαργαρίτου οὗ μέλλω ὑμῖν σήμερον παρατιθέναι. Καὶ γὰρ οἱ γηπόνοι οὐχ ἁπλῶς τὰ σπέρματα καταβάλλονται,  ἐὰν μὴ πρῶτον βοῦς ζεύξωσι, καὶ ἄροτρον ἑλκύσωσι, καὶ ἀκάνθας ἀνασπάσωσι, καὶ αὔλακας ἀνατέμωσι, καὶ τότε τὰ σπέρματα καταβάλλονται ἐπὶ τὴν γῆν, ἵνα εὑρὼν αὐτὰ ὁ ὑετὸς κατενέγκῃ εἰς τὰς λαγόνας  τῆς γῆς· καὶ τότε λαβοῦσα ἡ γῆ, τίκτει  τὸν  ἄσταχυν. Ἀλλὰ ἐκεῖνα  μὲν ἐκδέχονται  καὶ χειμῶνα,  καὶ θέρος, καὶ ὄμβρον οὐράνιον, καὶ ἡλίου ἀκτῖνας, καὶ καιρὸν θερισμοῦ, καὶ τότε συνάγουσιν αὐτὰ εἰς τὰς ἀποθήκας· ἐγὼ δὲ οὐ χειμῶνα ἐκδέχομαι, οὐδὲ θέρος, οὐδὲ ἡλίου ἀκτῖνας, οὐδὲ ὄμβρον, οὐδὲ βόας ζευγνύω, οὐδὲ ἄροτρον  ἑλκύω,  οὐδὲ  αὔλακας  ἀνατέμνω,  οὔτε  ἀκάνθας  ἀνασπῶ·  σήμερον γὰρ σπείρω, σήμερον καὶ θερίζω. Οὐκ ἐργάζομαι γὰρ γῆν ἄλογον, ἀλλὰ γῆν λογικὴν, οὐκ ἀναίσθητον, ἀλλ' αἰσθητὴν, οὐκ ἄψυχον, ἀλλὰ ψυχικήν. Καὶ μακάριος ἐγὼ ποταπῆς γῆς γεωργὸς ἐκληρώθην· τότε γὰρ μακάριός εἰμι, ὅταν λαλῶ εἰς ὦτα ἀκουόντων. Καὶ πάλιν λέγει· Παρακοὴ θάνατον κατεργάζεται. Μακάριος οὖν ἐγώ· μακάριοι καὶ ὑμεῖς. Καὶ γὰρ Ἰησοῦς ἐν τῷ Εὐαγγελίῳ λέγει τοῖς μαθηταῖς· Μακάριοί ἐστε, ἐὰν τὸν ἐμὸν λόγον τηρήσετε. Συντείναντες  οὖν ἑαυτοὺς προσέχετε τοῖς λεγομένοις. Βούλομαι δὲ ὑμῖν ἐν ὑποδείγμασι  δεῖξαι  τί  ἐστι Θεός·  λόγῳ  χρησάμενος λέγω·  

 Ἔοικεν ὁ Θεὸς ἀνδρὶ καθημένῳ ἐπὶ σκοπέλῳ, καὶ θεωροῦντι πᾶσαν τὴν θάλασσαν, πλοῖα δὲ βαδίζοντα ἐν αὐτῇ, τὴν δὲ ἐπίσαλον οὖσαν, τρικυμίαις δὲ ἐγείρουσαν ἑαυτὴν, διὰ τὸ σφοδροὺς ἐν αὐτῇ πνεῖν ἀνέμους· ἄριστος δέ τις κυβερνήτης φιλονεικῶν  τοῖς κύμασιν ἐπ' εὔδιον λιμένα  τὸ σκάφος ὁρμίσαι, διὰ τὸ ὀψίαν αὐτοὺς καταλαμβάνειν,  δεδοικὼς μήποτε ὑποβρύχιον γένηται τὸ πλοῖον, ἄλλων πλοίων τὴν ὀρθὴν ὁδὸν βαδιζόντων, ἑτέρων   δὲ  τῇ  ῥύμῃ  τῶν   ἀνέμων   ὑποβρυχίων   γενομένων   καὶ  διαλυθέντων, τεθνηκότων  δέ τινων,  τινῶν  δὲ περιγενομένων,  καὶ ἐπιλαβομένων  οἰκτροῦ τινος πηδαλίου,   καὶ  ταῖς   τρικυμίαις   ἐπὶ   τὴν   στερεὰν  ἐξελκομένων,   καὶ  τῶν   ἤδη τεθνηκότων  τὰ σώματα ἐξεῤῥιμμένα. Ταῦτα δὲ πάντα θεωρεῖ ὁ καθήμενος ἐπὶ τῷ σκοπέλῳ· οὗτός ἐστιν ὁ Θεός· καὶ καθὼς προλαβὼν  εἶπον, ὅτι λόγῳ  χρησάμενος λέγω. Ὅταν δὲ εἴπω Θεὸν καθήμενον ἐν ὑψηλοῖς, μὴ νόμιζε αὐτὸν ἐν τοῖς ὑψηλοῖς εἶναι μόνον, ἀλλὰ καὶ πανταχοῦ. Οὐ γὰρ τόπου διάστασιν ἔχει, αὐτὸς ἑαυτοῦ τόπος ὢν, αὐτὸς τὰ πάντα  χωρῶν,  χωρεῖ δὲ αὐτὸν  οὐδέν. Τί γὰρ δύναται  χωρῆσαι τὴν ἀσώματον φύσιν καὶ ἄϋλον καὶ ἀπέραντον καὶ ἀνεξιχνίαστον, καὶ ἀνώλεθρον  καὶ ἄφθαρτον καὶ ἀκατάληπτον; παρὰ γὰρ τοῖς εὐσεβοῦσιν οὕτω δεῖ νοεῖν Θεόν. Αὕτη γὰρ ἡμῶν ἡ ἐλπὶς, καθὼς γέγραπται· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐντεῦθεν ἡμῶν ἐπιλαμβάνονται οἱ αἱρετικοὶ, οἱ ὄντες ἀγνώμονες, οἱ ἀναγινώσκοντες, καὶ μὴ ἐπιγινώσκοντες· Χριστὸν δὲ σὺ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίζου μόνον, μήτε τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον, καὶ τὸν Θεὸν Λόγον καὶ τὴν ἔνσαρκον οἰκονομίαν. Ἐπεὶ οἶδα Χριστὸν πεινάσαντα, καὶ οἶδα Χριστὸν ἐκ πέντε  ἄρτων  καὶ δύο ἰχθύων  θρέψαντα  πεντακισχιλίους  χωρὶς γυναικῶν καὶ παιδίων· οἶδα Χριστὸν διψήσαντα, καὶ οἶδα Χριστὸν τὸ ὕδωρ εἰς οἶνον μεταβαλόντα·   οἶδα   Χριστὸν  πλεύσαντα,   καὶ   οἶδα   Χριστὸν  ἐπὶ   τῶν   ὑδάτων περιπατήσαντα·  οἶδα Χριστὸν ἀποθανόντα,  καὶ οἶδα Χριστὸν νεκροὺς  ἐγείραντα· οἶδα Χριστὸν Πιλάτῳ παρεστῶτα, καὶ οἶδα Χριστὸν τῷ Πατρὶ συγκαθεζόμενον· οἶδα Χριστὸν ὑπὸ    Ἰουδαίων  ἐμπτυόμενον,    καὶ    οἶδα    Χριστὸν   ὑπὸ    ἀγγέλων προσκυνούμενον· καὶ τὸ μὲν ἐπάγω τῇ θεότητι, τὸ δὲ τῇ ἀνθρωπότητι. ∆ιὰ γὰρ τοῦτο συναμφότερον εἴρηται, ἐπεὶ οἶδα Χριστὸν ἐκ Μαρίας γεννηθέντα,  καὶ οἶδα Χριστὸν πρὸ τῶν αἰώνων ὄντα. ∆οξάσωμεν  μὲν  οὖν  Ἰησοῦν  τὸν  Χριστὸν, τὸ  τεῖχος  τὸ  ἄῤῥηκτον,  τὸν θεμέλιον τὸν ἐπὶ τὴν πέτραν τεθεμελιωμένον.  Αὐτὸς λέγει τῷ Πέτρῳ· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὁμοίως δὲ καὶ Παῦλος λέγει· Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Παρακαλῶ οὖν ὑμᾶς ἵνα πάσῃ πραότητι προσέχωμεν ἀλλήλοις, Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ βρώσει καὶ πόσει καὶ ποικίλαις  ἡδοναῖς δελεαζόμεθα, ἐν δὲ τῷ μέλλοντι,  κρίσις καὶ δίκη. Μὴ δώσωμεν οὖν τόπον τῷ διαβόλῳ. Οὐ γὰρ ἡμῖν ἐστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Σπεύσωμεν οὖν φυγεῖν  τὴν αἰώνιον  κόλασιν. Οὐ γὰρ ἐποίησεν ὁ Θεὸς τὴν κόλασιν, ἵνα  ἡμᾶς ἐμβάλῃ, ἀλλ' ἵνα  ἐμπεσόντα σε ἐκβάλῃ· τοιοῦτον  γὰρ ἔχομεν φιλάνθρωπον   Θεὸν καὶ  ἐλεήμονα.  Μαρτυρεῖ γὰρ  ∆αυῒδ  λέγων·    Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Ταῦτα λέγει ὁ Θεὸς, οὐχ ἵνα ἡμᾶς κρίνῃ, ἀλλ' ἵνα μὴ ῥᾳθυμότεροι γενώμεθα. Εἰ γὰρ ἐβούλετο ἡμᾶς ἀπολέσαι, οὐκ ἂν τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἡμῶν. Ἀπέθανεν οὖν, ἵνα σοι ἀθανασίαν χαρίσηται· ἐπείνασεν,  ἵνα  σε τὴν  ἑαυτοῦ σάρκα χορτάσῃ·  ἐδίψησεν,  ἵνα  σε τὸ ἑαυτοῦ αἷμα ποτίσῃ· ἐν πλοίῳ ἐκάθισεν, ἵνα σε ὑπεράνω τῶν Χερουβὶμ καθίσῃ· ἐβαπτίσθη, ἵνα σε φωτίσῃ·  ἐῤῥαπίσθη, ἵνα  σε ἐλευθερώσῃ· ὡδοιπόρησεν,  ἵνα  σε ἀκάματον  ποιήσῃ· ἔπλευσε, ἵνα σε ἄφοβον καταστήσῃ· ἐκοιμήθη, ἵνα σε ἀμέριμνον ποιήσῃ· ἐκ γυναικὸς προσῆλθεν, ἵνα τὴν παράβασιν τὴν ἐν τῷ παραδείσῳ οἰκτειρήσῃ· ἐκλήθη ἄνθρωπος, ἵνα σε θεὸν καλέσῃ· ἐκλήθη Υἱὸς ἀνθρώπου, ἵνα σε υἱὸν Θεοῦ καλέσῃ· ἔλαβε τὰ ἡμέτερα, καὶ ἔδωκεν ἡμῖν τὰ ἑαυτοῦ· ηὔξατο, ἵνα σε πιστὸν ποιήσῃ, καθὼς λέγει ἐπὶ τοῦ Λαζάρου· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Καὶ ἦλθε φωνὴ  ἐκ τῶν  οὐρανῶν, λέγουσα· Καὶ ἐδόξασα, καὶ πάλιν  δοξάσω. Οἶδα ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον εἶπον, ἵνα πάντες πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Εἴ τι οὖν ὑπέστη, οὐ δι' ἑαυτὸν ὑπέστη, οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ' ἵνα σώσῃ τὸ ἀνθρώπινον  γένος  διὰ τοῦ σταυροῦ. Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ, τὴν δύναμιν τοῦ σταυροῦ, καὶ ὅσα δὴ ἐγκώμια περὶ τοῦ σταυροῦ, ἄκουε. Σταυρὸς Χριστιανῶν  ἐλπὶς,  σταυρὸς νεκρῶν  ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων  ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν  βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων  καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια,  σταυρὸς  τρόπαιον  κατὰ  δαιμόνων,  σταυρὸς  διαβόλου  νῖκος,  σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων  κυβερνήτης, σταυρὸς  χειμαζόντων   λιμὴν,   σταυρὸς  πολεμουμένων   τεῖχος,   σταυρὸς  πατὴρ ὀρφανῶν,  σταυρὸς προστάτης  χηρῶν,  σταυρὸς ἀδίκων  κριτὴς,  σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων  ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ,  σταυρὸς πρεσβυτέρων  τέλος,  σταυρὸς φῶς  τοῖς  ἐν  σκότει καθημένοις, σταυρὸς  βασιλέων   μεγαλοπρέπεια,   σταυρὸς  βαρβάρων  φιλανθρωπία,   σταυρὸς δούλων  ἐλευθερία, σταυρὸς ἀπαιδεύτων  σοφία, σταυρὸς ἀνόμων  νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων   σκάνδαλον,  σταυρὸς  ἀσεβῶν  ἀπώλεια,   σταυρὸς  ἀδυνάμων   δύναμις, σταυρὸς νοσούντων  ἰατρὸς, σταυρὸς λεπρῶν  καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις,  σταυρὸς  πεινώντων   ἄρτος,  σταυρὸς  διψώντων   πηγὴ,  σταυρὸς  γυμνῶν σκέπη· γυμνότητα δὲ ὅταν εἴπω, οὐ τὴν τοῦ σώματος λέγω, ἀλλὰ τὴν τῆς πίστεως. Ὅταν  δὲ  πιστεύσας  βαπτισθῇς,  τότε  ἀκούσεις  ἐνδεδυμένος.  Καὶ ἄκουε  Παύλου λέγοντος·  Ὅσοι εἰς  Χριστὸν ἐβαπτίσθητε,  Χριστὸν ἐνεδύσασθε. Χριστὸν δὲ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίσῃ μόνον, μηδὲ τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον. Πολλάκις γὰρ εἶπον, καὶ νῦν λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν γὰρ τὸ λέγειν  οὐκ ὀκνηρὸν,  ὑμῖν  δὲ ἀσφαλές· βούλομαι γὰρ πάντας  διδασκάλους εἶναι. Χριστὸς οὖν εἴρηται, ἐπειδὴ σάρκα ἐνεδύσατο· Ἰησοῦς Χριστὸς εἴρηται, τὸ ὄνομα τῆς σαρκὸς  αὐτοῦ·  Λόγος  εἴρηται,  ἐπειδὴ  ἔκ  τινος  Υἱός· Υἱὸς, ἐπειδὴ  ἐκ  Πατρός· Μονογενὴς, ἐπειδὴ μόνος ἐκ μόνου Θεοῦ· Θεὸς, ἐπειδὴ ποιητής. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο  οὐδὲ ἓν, ὃ γέγονεν.  Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ λόγῳ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὸν ποικίλον χορὸν τῶν ἄστρων κοσμήσας, καὶ δείξας καθάπερ λειμῶνα  τὸν οὐρανόν; Οὗτός ἐστιν ὁ τὸν ἥλιον ἀνάψας, καὶ τοὺς αὐτῷ τάξας δρόμους· οὗτός ἐστιν ὁ τὴν σελήνην  ὁρίσας εἰς δυσμάς· οὗτός ἐστιν ὁ τὴν  γῆν  θεμελιώσας  ἐπὶ τῶν  ὑδάτων· οὗτός ἐστιν, ὁ τῇ γῇ ἐπιτάξας ἀνατεῖλαι  βοτάνην  χόρτου, καὶ ταῖς πηγαῖς  βρύειν ὕδατα, καὶ ποταμοῖς ῥέειν, καὶ λίμναις  συναχθῆναι· καὶ τῇ θαλάσσῃ ὅρια θεὶς διὰ ψάμμου, καὶ τοῖς ὕδασιν ἐπιτάξας ἐκβαλεῖν ψυχὰς ζώσας, καὶ τοῖς ἀνέμοις πνέειν, καὶ τὰ ὄρη σταθμήσας ζυγῷ, νεφέλαις κινεῖσθαι, κτήνεσι, τετράποσιν, ἑρπετοῖς, πετεινοῖς διατρέχειν ἐπὶ τῆς γῆς. Τί  δὲ  λέγω  ἀγγέλους,  ἀρχαγγέλους,  θρόνους,  τὰ  Χερουβὶμ, τὰ  Σεραφὶμ, Ἀρχὰς, Ἐξουσίας, τάξεις, χρόνους, καὶ ἐνιαυτοὺς,  καὶ μῆνας, καὶ ἑβδομάδας, καὶ ἡμέρας, καὶ ὥρας, καὶ νύκτας, καὶ φῶς, καὶ σκότος, καὶ τὰς τῶν πραγμάτων οὐσίας; Ἔσχατον δὲ ποιήσας τὸν ἄνθρωπον  κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἑαυτοῦ, ἐν τῷ παραδείσῳ ἔθετο  αὐτόν.  Ἰδὼν  δὲ τὸ ἀνθρώπινον  γένος  νικώμενον  ὑπὸ τῆς  τοῦ διαβόλου κακίας, ἐβουλήθη τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἐνδύσασθαι, καὶ προσηλῶσαι αὐτὴν ἐν τῷ ξύλῳ, ἵν', ὥσπερ διὰ τοῦ ξύλου ἡ παράβασις, οὕτω πάλιν διὰ τοῦ ξύλου ἡ σωτηρία. Ζηλώσας οὖν ὁ διάβολος ὅτι αὐτὸς μὲν ἐκ τοῦ οὐρανοῦ ἐῤῥίφη, ὁ δὲ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἦν, καθάπερ ὅπλῳ χρησάμενος τῷ ὄφει ἐνήργησεν εἰς αὐτόν· καὶ οὕτω προδιελέχθη αὐτοῖς οὖσιν ἐν τῷ παραδείσῳ· ἀσώματος γὰρ σωματικοῖς διαλεχθῆναι  οὐκ ἠδύνατο· καί φησι πρὸς τὴν Εὔαν, ὅτι Καλὸν τὸ ξύλον τοῦτο καὶ ὡραῖον εἰς βρῶσιν· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, ἔσεσθε ὡς θεοὶ πάντα γινώσκοντες.  Πείσας οὖν τὴν  Εὔαν, ἠπάτησεν· εἶτα ἐκείνη  συνέπεισε τὸν  ἑαυτῆς ἄνδρα, καὶ ἔφαγον ἀπὸ τοῦ ξύλου. Φαγόντων δὲ αὐτῶν ὤφθησαν γυμνοί· καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ποῦ εἶ; Ὅταν ἀκούσῃς, Ποῦ εἶ, μὴ ἄγνοιαν λογίσῃ. τῷ Θεῷ· ἔλεγε δὲ, Ποῦ εἶ, ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διάβολος, ὅτι Ἐν ᾗ ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί· ὡς ὑπολαμβανόντων  αὐτῶν, ὅτι μέλλουσι γενέσθαι ὡς θεοὶ, διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς αὐτῷ· Ἀδὰμ, ποῦ εἶ; ἀνθ' ὧν, ὅτι ἔφαγες καὶ ἔμεινας ἄνθρωπος· οὐ παρήγγειλά σοι ἐκ τοῦ ξύλου τούτου μὴ φαγεῖν; ἔφαγες δὲ, καὶ παρέβης· τοῦτό ἐστι τὸ, Ποῦ εἶ; Φύλλα δὲ συκῆς ἦσαν περιβεβλημένοι, σκέποντες τὸ εἶδος τῆς ἁμαρτίας. Καὶ τί φησιν ὁ Ἀδάμ; Ἤκουσά σου τῆς φωνῆς περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐκρύβην. Καί φησι· Τί τοῦτο ἐποίησας; Καί φησι πρὸς τὸν Θεόν· Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη με ἠπάτησεν. Εἶτα πρὸς τὴν Εὔαν, Τίς σέ; Καὶ τί φησιν ἐκείνη; Ὁ ὄφις ἠπάτησέ με. Ὦ Εὔα, ἔστω, σὲ τῷ ἀνδρί σου ἔδωκα, μὴ καὶ τῷ ὄφει σε ἔδωκα; Ταῦτα δὲ προεφασίζοντο, ὡς βουλόμενοι ἑαυτοὺς ὑπεξαιρεῖν τῆς τιμωρίας.Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Εἶτα πρὸς τὴν γυναῖκα· Ἐν λύπαις  τέξῃ τέκνα, καὶ πληθύνων  πληθυνῶ  τὰς λύπας σου· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Εἶτα πρὸς τὸν ὄφιν· Ἐν τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὁ ἄνθρωπος  σοῦ κυριεύσει· αὐτός  σου τηρήσει κεφαλὴν,  καὶ σὺ αὐτοῦ πτέρναν. ∆ιὰ τί δὲ τῷ ὄφει ἐπικατηράσατο ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεσθαι, καὶ γῆν τρώγειν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ; Τὸ στῆθος κατηράσατο, ἐπειδὴ ἐν αὐτῷ ἐγκάθηται ἡ καρδία ἡ ἐνθυμηθεῖσα τὸ κακόν· τὴν κοιλίαν, ἐπειδὴ διὰ βρώσεως ἠπάτησε· γῆν δὲ ἐκέλευσε φαγεῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐπειδὴ ὁ Ἀδὰμ ἐκ γῆς  χοϊκὸς  ἦν.  Ἔλαβον οὖν  οἱ τρεῖς  τὴν  ἀπόφασιν,  ἐπειδὴ  καὶ οἱ τρεῖς  τὴν παράβασιν ἐποιήσαντο. Ἐπειδὴ ἀπὸ ξύλου ἡ παράβασις ἐγένετο, καθὼς προλαβὼν εἶπον, διὰ τοῦτο εἰς ξύλον ἠβουλήθη τὴν ἀπαρχὴν ταύτην προσηλῶσαι, ἵν' ὥσπερ διὰ ξύλου ἡ παράβασις, οὕτω διὰ ξύλου ἡ σωτηρία. Ὑπὲρ δὲ τούτων ἁπάντων δόξαν  ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   

60 .Εις την τριήμερον ανάστασιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,Ὁμιλία.

Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀγαπητοὶ ἀδελφοί· πάλιν ἐρῶ, χαίρετε· ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· ὁ Κύριος ἐκ νεκρῶν ἐγήγερται, καὶ μετ  αὐτοῦ ὄχλος πολὺς ἁγίων.  Ἑορτάσωμεν οὖν ἡδέως τε καὶ σωφρόνως· Αὕτη γὰρ ἀληθῶς  ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν  ἐν αὐτῇ· κηρύξωμεν τὴν τοῦ Σωτῆρος ἀνάστασιν, μᾶλλον δὲ τὴν ἡμετέραν βοήσωμεν σωτηρίαν· κηρύξωμεν τῆς σωτηρίου ἡμέρας τὴν ὑπόμνησιν· κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων   δαιμόνων   αἰχμαλωσίαν,   τὴν  τῶν  Χριστιανῶν  σωτηρίαν,  τὴν  τῶν νεκρῶν ἀνάστασιν.∆ιὰ γὰρ τῆς ἀναστάσεως τοῦ Χριστοῦ σβέννυται μὲν γέεννα πυρὸς, σκώληξ δὲ ἀκοίμητος τελευτᾷ· ᾅδης ταράττεται, πενθεῖ διάβολος, ἁμαρτία νεκροῦται, πνεύματα πονηρὰ διώκεται, οἱ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσιν, οἱ ἐν τῷ ᾅδῃ ἐλευθεροῦνται  τῶν  δεσμῶν  τοῦ  διαβόλου,  καὶ  Θεῷ προσφεύγοντες,  λέγουσι  τῷ διαβόλῳ· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον, Αἴτιος δὲ ἡμῖν τῆς ἁγίας ταύτης ἑορτῆς τε καὶ πανηγύρεως ὁ Χριστὸς, ὁ καὶ πάντων  ἡμῖν τῶν καλῶν πρόξενος. Οὗτος μὲν γὰρ ἡμᾶς καὶ ἐξ ἀρχῆς ἐποίησε, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν· οὗτος καὶ νῦν ἀπολλυμένους  ἔσωσε· νεκρωθέντας ἐζωοποίησε· καὶ τῆς τοῦ  διαβόλου  τυραννίδος   ἀφείλετο·   οὗτος  δούλους  ὄντας   ἡμᾶς  τῇ  ἁμαρτίᾳ, ἐλευθέρους ἐποίησεν, ἐξαλείψας τὸ καθ    ἡμῶν χειρόγραφον· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐφ  οἷς ἄξιον καὶ ἡμᾶς εἰπεῖν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων  ὧν ἀνταπέδωκεν  ἡμῖν; Θεὸς ὢν μονογενὴς,  ἄνθρωπος  δι   ἡμᾶς γενέσθαι ηὐδόκησε, καὶ γέγονε  ὑπήκοος μέχρι θανάτου, ἵνα ἡμᾶς αἰωνίου θανάτου ῥύσηται· δούλου μορφὴν ἐφόρεσεν ὁ τῶν ἀγγέλων  ∆εσπότης· σάρκα προσέλαβεν ὁ Θεὸς Λόγος, καὶ ἄνθρωπος  ἐφαίνετο,  ὁ σύμμορφος καὶ ὁμοούσιος τῷ  Πατρί· καὶ ταῦτα  ὑπέμεινεν,  ἵνα  ἡμᾶς τῆς  ἀδίκου δουλείας ἐξέληται, καὶ τῆς ἀτιμίας λυτρώσηται· διὰ τοῦτο παθεῖν ἠνέσχετο σαρκὶ ὁ τῆς ζωῆς ἡμῶν χορηγός· διὰ τοῦτο καὶ ἐτάφη τῆς ἀθανασίας ἡ πηγὴ, ἵνα τοῖς θνητοῖς ἀΐδιον  χαρίσηται  ζωήν.  Καὶ παρῆν  μὲν  ἐπὶ  γῆς  εὐεργετῶν,  καὶ  ἰώμενος  τῶν ἀνθρώπων  τὰ  πάθη·  ἀναξίας  δὲ  ὑπὸ  τῶν  θεομάχων  Ἰουδαίων  ἀπελάμβανε  τὰς ἀμοιβάς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πολλὴν  ἀγαθότητα λεπροὺς ἐκαθάριζε, τυφλοῖς  τὸ βλέπειν  ἐχαρίζετο, χωλοὺς  ἐθεράπευε, δαίμονας ἀπήλαυνε, τὸν  Λάζαρον τετραήμερον  ἐκ  νεκρῶν  ἤγειρε,  ἐκ  πέντε  ἄρτων  πεντακισχιλίους ἐχόρτασεν,   ἐπὶ   θαλάσσης   περιεπάτησε,   τὸ   ὕδωρ   εἰς   οἶνον   μετέβαλε,   τὴν αἱμοῤῥοοῦσαν ἰάσατο, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου θανοῦσαν ἀνεζωοποίησε, καὶ ἄλλα πολλὰ μυστήρια θαύματος ἄξια πεποίηκεν· Ἰουδαῖοι δὲ ὑπὸ φθόνου καὶ βασκανίας κινηθέντες,  ποτὲ  μὲν  ἐλίθαζον  τὸν    Κύριον, ποτὲ  δὲ κατακρημνίζειν ἐπειρῶντο, τελευταῖον δὲ καὶ ἐπὶ τὸν σταυρὸν ἤγαγον. Ἀλλ  ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐμιμήσατο τὴν κακίαν τῶν βλασφήμων Ἰουδαίων· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ  ἐδίδου  εἰς  μάστιγας,  κατὰ  τὸν  προφήτην,  καὶ  τὰς  σιαγόνας  αὐτοῦ  εἰς ῥαπίσματα· καὶ οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ τὸ τελευταῖον ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὐκ ἀντιτασσόμενος, οὐκ ἀντιλέγων.  Βλασφημούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ ἑαυτὸν τῷ κρίνοντι, δικαίως. Οὐ γὰρ ἦλθεν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀπίστους, ἀλλ ἠθέλησε διὰ  μακροθυμίας  καὶ  ὑπομονῆς  ὁδηγῆσαι τοὺς  πεπλανημένους  ἐπὶ  τὴν ἀλήθειαν.   Καὶ μάθε τοῦ Κυρίου τὴν ἀγαθότητα καὶ τὴν χρηστότητα τὴν μεγάλην. Ἐβλασφήμουν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον πρὸς αὐτόν· ∆αιμόνιον ἔχεις· ὁ δὲ Κύριος μακρόθυμος ὢν, τοὺς δαίμονας ἐκ τῶν ἀνθρώπων ἤλαυνεν. Ἰουδαῖοι εἰς τὸ πρόσωπον ἐνέπτυον  τοῦ Σωτῆρος, αὐτὸς δὲ τοὺς τυφλοὺς  αὐτῶν  ἐθεράπευεν· Ἰουδαῖοι  τὸν  Χριστὸν  ἐλίθαζον,    δὲ  Χριστὸς τοῖς  χωλοῖς   αὐτῶν  τὸ  τρέχειν ἐχαρίζετο· καὶ διόλου διετέλεσεν εὐεργετῶν τοὺς ὑβρίζοντας, καὶ ἀντὶ κακῶν ἀγαθὰ δωρούμενος τοῖς ἀχαρίστοις ἐκείνοις καὶ μιαροῖς ἀνθρώποις· ἀνεξικάκως δὲ φέρων λοιδορίας, ἴσως καὶ ἀσθενὴς ἐνομίζετο ὁ ὑπ  ἀγγέλων  δορυφορούμενος. Καὶ ἵνα μὴ πολλὰ λέγοντες δόξωμεν μηκύνειν τὸν λόγον, ἔλθωμεν εἰς αὐτὰ τὰ κεφάλαια τῶν πραγμάτων. Τέλος γοῦν ἤγετο ἐπὶ τὸν σταυρὸν καὶ θάνατον ὁ τῆς δόξης βασιλεὺς, καὶ προσηλοῦται τῷ ξύλῳ ὁ ὑπὸ τῶν Χερουβὶμ καὶ Σεραφὶμ δοξολογούμενος, καὶ ὑπὸ πασῶν δυνάμεών τε καὶ ἀγγέλων  προσκυνούμενος· ταῦτα δὲ πραέως ὑπέμεινέ τε καὶ ἔπασχεν, ἡμῖν ὑπογραμμὸν παρέχων, καὶ διδάσκαλος ἐπιεικείας γενόμενος.∆ιὰ τοῦτο οὖν καὶ ἡμεῖς ὀφείλομεν γενναίως  φέρειν τὰς τῶν πονηρῶν ἀνθρώπων ἀπειλάς.  Ἀλλὰ  γὰρ  καὶ  ἐπὶ  τοῦ  σταυροῦ κρεμασθεὶς μείζονα  ἔργα  καὶ  πλείοναθαύματα ἐπεδείξατο, ἵνα κἂν οὕτως παύσῃ τῶν  θεοστυγῶν  τὴν μανίαν,  ὥστε μὴ ἔχειν αὐτοὺς πρόφασιν τῆς ἀπιστίας, μήτε λέγειν, ὅτι ψιλὸν ἄνθρωπον ἐσταύρωσαν.Πρῶτον μὲν οὖν ἠνέσχετο ὁ Χριστὸς σταυρωθῆναι καὶ εἰς τὸν ἀέρα ἐπαρθῆναι, ἵνα τοὺς ἐν τῷ ἀέρι δαίμονας φυγαδεύσῃ· ἐκρεμάσθη ἐπὶ ξύλου, ἵνα τὴν πάλαι διὰ ξύλου προσγενομένην  τοῖς  ἀνθρώποις  ἁμαρτίαν  ἰάσηται·  ἐνύγη  δὲ  καὶ  τῇ  λόγχῃ  τὴν πλευρὰν, διὰ τὴν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ληφθεῖσαν γυναῖκα. Ἐπειδὴ γὰρ ὁ ὄφις τὴν  Εὔαν ἠπάτησεν,    δὲ  Εὔα τὸν  Ἀδὰμ  παραβῆναι  παρεσκεύασεν (ἐξῆλθε  δὲ ἀπόφασις  κατ   αὐτῶν  ἀμφοτέρων,  καὶ  ἐβασίλευσεν ὁ θάνατος  ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας), διὰ τοῦτο τιτρώσκεται  ἡ πλευρὰ, ἵνα μάθωμεν, ὅτι οὐ μόνον ἀνδράσιν ἤνεγκε σωτηρίαν τὸ πάθος τοῦ Χριστοῦ, ἀλλὰ καὶ γυναιξίν.  Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα. Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ποίας τεκνογονίας,  εἰ μὴ διὰ τῆς  τεκνογονίας  Μαρίας; αὕτη  γὰρ τὸν  Σωτῆρα Χριστὸν ἐτεκνώσατο, οὐκ ἀνδρὶ συνελθοῦσα, ὡς Ἡσαΐας μαρτυρεῖ, ἀλλὰ Πνεύματος ἁγίου ἐπισκιάσαντος αὐτῇ, καθὼς Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο ∆ιὰ ταύτην οὖν τὴν πρόφασιν καὶ ἡ πλευρὰ πλήσσεται τοῦ Χριστοῦ, ἵνα καὶ τὰ προειρημένα οἰκονομηθῇ, καὶ τὸ μυστήριον τοῦ βαπτίσματος κηρυχθῇ, καὶ ἡ χάρις ἡ μέλλουσα λάμψῃ. Πηγάζει γὰρ αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ, ἵνα καὶ τὸ καθ  ἡμῶν χειρόγραφον τῆς ἁμαρτίας ἀπαλείψῃ, καὶ τῷ αἵματι αὐτοῦ καθαρισθῶμεν, καὶ τὸν παράδεισον ἀπολάβωμεν.  Ὢ μυστηρίου μεγάλου! μετενόησεν  ὁ λῃστὴς, χρεία ἦν ὕδατος, ἵνα βαπτισθῇ· ἐπὶ τοῦ σταυροῦ ἐκρέματο, οὐκ ἦν ἕτερος τόπος βαπτίσματος, οὐ πηγὴ, οὐ λίμνη, οὐκ ὄμβρος, οὐχ ὁ τὴν μυσταγωγίαν ἐκτελῶν· πάντες γὰρ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἔφυγον οἱ μαθηταί· ἀλλ  οὐκ ἠπόρησεν ὁ Ἰησοῦς ναμάτων, ἀλλὰ καὶ ἐπὶ σταυροῦ κρεμάμενος δημιουργὸς ὑδάτων γέγονεν.Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰσελθεῖν  εἰς τὴν βασιλείαν  τὸν λῃστὴν δίχα βαπτίσματος, ἐχρῆν δὲ τὸν μετανοήσαντα μὴ ἀμοιρῆσαι τοῦ βαπτίσματος, ὕδωρ καὶ αἷμα  προήκατο  τῆς  νυγείσης  αὐτοῦ  πλευρᾶς      Σωτὴρ,  ἵνα  καὶ  τὸν  λῃστὴν ἐλευθερώσῃ τῶν ἐπηρτημένων κακῶν, καὶ τὸ αἷμα αὐτοῦ λύτρον ἀποδείξῃ   γενόμενον τῶν εἰς αὐτὸν τὰς ἐλπίδας ἐχόντων. Εἰ γὰρ τὸ αἷμα ταύρων, καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς κάθαρσιν· πόσῳ μᾶλλον  τὸ αἷμα τοῦ   Χριστοῦ Σωτῆρος ἡμῶν  καθάρσιον γέγονε πάντων ὁμοῦ τῶν Χριστιανῶν; Ἐὰν οὖν εἴπῃ σοί τις τῶν ἀπίστων, ∆ιὰ τί ἐσταυρώθηὁ Χριστός; εἰπὲ αὐτῷ· Ἵνα σταυρώσῃ τὸν διάβολον. Ἐὰν εἴπῃ σοι, ∆ιὰ τί ἐκρεμάσθη ἐπὶ ξύλου; εἰπὲ αὐτῷ· Ἵνα τὴν διὰ ξύλου προσγινομένην ἁμαρτίαν ἐν τῷ παραδείσῳ ἀνακαλέσηται.  Ἐὰν εἴπῃ  σοι, ∆ιὰ τί  καὶ ἀκάνθας  ἐφόρεσεν; εἰπὲ  αὐτῷ· Ἵνα  τὰς ἀκάνθας καὶ τοὺς τριβόλους τοῦ Ἀδὰμ ἐκριζώσῃ· ἐκεῖνος γὰρ στένειν καὶ τρέμειν κατεδικάσθη, καὶ ἀκάνθας καὶ τριβόλους γεωργεῖν.  Ἰησοῦς οὖν φιλάνθρωπος  ὢν, τοῦ  ἰδίου  ποιήματος  θέλων  προνοήσασθαι,  πάντα  ὑπέστη  δι    ἡμᾶς,  ἵνα  ἡμᾶς καταδίκης  ἐλευθερώσῃ. Ὥσπερ γὰρ ἐγεννήθη  διὰ γυναικὸς,  ἵνα  τὴν  ἐκ γυναικὸς προσγενομένην ἁμαρτίαν τοῖς ἀνθρώποις ἀπαλείψῃ· οὕτω καὶ ταῖς ἀκάνθαις στεφανοῦται,  ἵνα  τὴν  κακῶς γεωργηθεῖσαν  ὑπὸ τῆς παρακοῆς γῆν  διὰ τῆς ἰδίας ὑπακοῆς ἡμερωτέραν ἐργάσηται. Ἐὰν δὲ εἴπῃ σοι, Χολὴν καὶ ὄξος διὰ τί ἔπιεν; εἰπὲ αὐτῷ· Ἵνα  ἡμεῖς  τὸν  θανατηφόρον  ἰὸν  ἐξεμέσωμεν τοῦ δράκοντος· ἡ γὰρ χολὴ ἐκείνη ἐμὸν γέγονε γλύκασμα, καὶ τὸ ὄξος ἐκεῖνο ἐμὸν γέγονεν  ἴαμα. Ἐὰν δέ σοι εἴπῃ  πάλιν     ἄπιστος,  ∆ιὰ  τί  καὶ  κοκκίνην   ἐνεδύσατο  χλαμύδα,  καὶ  διὰ  τί ἐγονυπέτουν    προσιόντες   αὐτῷ,   εἰπὲ   αὐτῷ·   Ἵνα   καὶ   μὴ   θέλοντες    αὐτῷ προσκυνήσωσιν οἱ Ἰουδαῖοι, καὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἄκοντες ἐπὶ γῆς ὁμολογήσωσι. Νῦν μὲν χλευάζοντες προσεκύνουν οὐκ εἰδότες ἅπερ ἔπραττον· ἐν δὲ τῇ   μελλούσῃ   ἀναστάσει   πᾶν   γόνυ   κάμψει   ἐπουρανίων    καὶ   ἐπιγείων    καὶ καταχθονίων,  καὶ  πᾶσα γλῶσσα ἐξομολογήσεται,  ὅτι  Κύριος  Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Ἔχει δὲ καὶ ἡ χλαμὶς ἐκείνη καὶ ἕτερον αἴνιγμα· οὐ μόνον γὰρ  τὴν  βασιλείαν  ὑπετύπου,  ἀλλὰ  γὰρ  καὶ  τὸ  αἱμοβόρον  καὶ  φονῶδες   τῶν Ἰουδαίων  ἐπεδείκνυτο. Ἔδωκαν δὲ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, ἵνα γραφῶσιν αὐτῶν αἱ ἁμαρτίαι.Ταῦτα  μὲν  οὖν  οἱ  Χριστομάχοι ἐποίουν,  ἀγνοοῦντες  τὸν  σταυρούμενον, μᾶλλον δὲ ἑκουσίως ἀποτυφλωθέντες· ἡ δὲ κτίσις οὐκ ἠγνόησε τὸν ἑαυτῆς ∆εσπότην τε καὶ δημιουργόν. Ἔτι γὰρ τοῦ Σωτῆρος ἐπὶ τοῦ σταυροῦ κρεμαμένου, θεωρήσας ὁ ἥλιος ὁ αἰσθητὸς τὸν ἥλιον τῆς δικαιοσύνης Χριστὸν ὑπὸ τῶν παρανόμων ὑβριζόμενον,  μὴ  φέρων   τὸ  τόλμημα,  φεύγει   σκοτίσας  τὴν   γῆν,  καὶ  ἄτοπον ἡγησάμενος  συνεργεῖν,  καὶ  φωτίζειν   ὀφθαλμοὺς   τοὺς  τὴν   μεγίστην ἀσεβοῦντας ἀσέβειαν. Οὐ μόνον δὲ ὁ ἥλιος ἔφυγεν,  ἀλλὰ καὶ ἡ γῆ ἐκλονεῖτο,  μὴ φέρουσα τὴν ἀνομίαν τῶν δρωμένων, ἐνδεικνυμένη  δὲ καὶ διδάσκουσα ὅτι Θεὸς ἦν ὁ σταυρούμενος· διὸ καὶ οὐκ ἠνείχετο,  ἀλλ   ἐχαλέπαινε,  μὴ θέλουσα φέρειν  ἐφ ἑαυτῆς τοὺς θεοστυγεῖς Ἰουδαίους. Οὐχ οὕτω γὰρ ἀδελφοκτονήσας ἔχρανεν ὁ Κάϊν τὴν γῆν, οὐδ  οὕτως ἐβάρησεν αὐτὴν ἡ τῶν γιγάντων  πυργοποιία, οὐδ  οὕτως αὐτὴν ἐμόλυναν  ἀθεμιτουργήσαντες  Σοδομῖται, οὐδ   αὐτοὶ  οἱ τὰ εἴδωλα  πλάσαντες  ἐξ αὐτῆς· οὐ τὸ αἷμα Ζαχαρίου καὶ Ἄβελ ἐκχυθὲν ἐβάρησεν αὐτὴν οὕτως ὅσον Ἰουδαῖοι, τὸ μέγα τοῦτο τολμήσαντες ἀσέβημα. ∆ιὰ γὰρ τοῦτο καὶ αἱ σκληραὶ πέτραι ἐσχίζοντο, ἵνα μάθωσιν ὅτι οὗτός ἐστιν ἡ πνευματικὴ καὶ ζῶσα πέτρα. Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς  ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα  ἦν  ὁ Χριστός. Ὢ τῆς  Ἰουδαίων ἀγνωμοσύνης! αἱ πέτραι ἐσχίσθησαν, καὶ οὗτοι ἀναισθητοῦσι· τὰ ἄψυχα κλονεῖται, καὶ  οἱ  ἔμψυχοι  ἀπιστοῦσι· τὸ  καταπέτασμα  τοῦ  ναοῦ  ῥήγνυται,  ἵνα  λοιπὸν  ἡ ἐρήμωσις αὐτῶν δειχθῇ. Ἐσχίσθη γὰρ τὸ καταπέτασμα, καὶ ἐγυμνώθη τὰ ἐν τῷ ναῷ διὰ τὸν εἰπόντα Χριστόν· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ γὰρ καὶ ἠρήμωται μετὰ τὴν χριστοκτονίαν  πάντα  τὰ τῶν  Ἰουδαίων  σεμνὰ, καὶ οἱ παραμένοντες  τῇ πόλει καὶ τῷ ἱερῷ ἄγγελοι μετέβησαν ἐκεῖθεν, καὶ ἦλθον εἰς τὴν Ἐκκλησίαν. Πολλὰ δὲ σώματα τῶν  κεκοιμημένων  ἁγίων  συνηγέρθη Χριστῷ, ἵνα μάθωμεν  ἡμεῖς, ὅτι Χριστὸς ἀποθανὼν  μόνος οὐκ ἀνίσταται, ἀλλὰ Πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας ἐκ νεκρῶν ἀνίστησιν.Αὕτη,  ὡς  ἐν  κεφαλαίῳ,   ἐστὶν    σεμνὴ  τοῦ  Πάσχα  ἑορτὴ,  καὶ  ταῦτα Χριστιανῶν τὰ  μυστήρια, περὶ    ἀναστάσεως    νεκρῶν    καὶ    ζωῆς    αἰωνίου  πανηγυρίζομεν.  Τοιγαροῦν ἑορτάσωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ   ἐν ἀζύμοις  εἰλικρινείας  καὶ  ἀληθείας,  πιστεύοντες  εἰς  Πατέρα, καὶ  Υἱὸν, καὶ  ἅγιον Πνεῦμα, εἰς Τριάδα ὁμοούσιον, ἄκτιστον· πιστεύοντες τῇ ἀναστάσει, προσδοκῶντες τὸν   Κύριον  πάλιν   ἐρχόμενον,   οὐκέτι   μέντοι   ταπεινῶς,   ἀλλ     ἐνδόξως   μετὰ λαμπρότητος  οὐρανίου, μετὰ φωτεινῶν  ἀγγέλων,  μετὰ σάλπιγγος  καὶ φόβου καὶ χαρᾶς· χαρᾶς μὲν τῶν ἁγίων καὶ δικαίων, φόβου δὲ τῶν ἀδίκων καὶ ἁμαρτωλῶν. Ὁ Θεὸς δὲ τῆς εἰρήνης πάντας ἡμᾶς καταξιώσειε τῆς μετὰ ἁγίων ἀναστάσεως, ἐν ἔργοις καλοῖς εὑρεθέντας, καὶ πίστει ὀρθοδόξῳ, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ οὗ δόξα, τιμὴ καὶ προσκύνησις τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΕΛΟΣ  ΤΟΥ ΤΟΜΟΥ  50

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


           





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |