ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 19.Τοῦ αὐτού ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.

Πέμπτη 16 Ιουνίου 2016

19.Τοῦ αὐτού ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
19.Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.

Ἔδει μὲν μείζονος τῆι Πελαγίαι θεάτρου· μεγάλα γὰρ τῆς κόρης τὰ σκάμματα καὶ  πολυανθρώπου  θεωρίας  ἀντάξια.  ἀρκεῖ δὲ ὅμως  ἀντὶ  τοῦ  κόσμου παντὸς  ὁ Χριστός, τῆι  τῆς  παρθένου  πανηγύρει  παρών·  ὅπου  γὰρ  Χριστὸς ὁ παρών,  ἐκεῖ πάντων ὁ χορὸς τῶν ἀγγέλων. ἅπας μὲν οὖν μάρτυς ξιφῶν καὶ βασάνων δεικνὺς τὸ σῶμα  φιλονεικότερον,   μέγαν   τῶι   διαβόλωι   κατασκευάζει   θεατρισμόν,   τὸν ἀσώματον νικῶν διὰ σώματος καὶ πρὸς σίδηρον ἐρίζων διὰ σαρκός. ὅταν δὲ ἴδω καὶ κό ρας τὴν  ὑπὲρ τοῦ Σταυρωθέντος  τελευτὴν  ὠδινούσας,  πλατύτερον  γελῶ  τοῦ διαβόλου τὸ θράσος, ὃς μαντεῖα πλαττόμενος πάμπολλα, ὡς δὴ τὸ μέλλον δι' αὐτῶν προμηνύων,  τὴν  οἰκείαν  σήμερον οὐκ ἐμαντεύσατο χλεύην,  πολλοῦ  τινος  οὖσαν ἀντάξιον γέλωτος. τί γὰρ ἂν γελοιό τερον εὕροι τις ἧς ὑπέμεινε σήμερον ὁ διάβολος χλεύης; ἔχων γὰρ ἐν δικτύωι παρθένον, ἐκπεπτώκει τῆς θήρας, καὶ λαβόμενος τῆς παιδὸς οὐκ ἐλάβετο, καθάπερ σκιᾶς, οὐκ αὐτῆς δεδραγμένος. ἡ γὰρ κόρη καὶ τῶι τῆς περιστερᾶς ἀκεραίωι καὶ τῶι τοῦ ὄφεως κεκραμένη φρονίμωι, ** ὡς μὲν ἀκέραιος περιστερὰ  συνηλήφθη,   ὡς   δὲ   φρόνιμος   ὑπεξέκλινεν   ὄφις.   οὐ   γὰρ   ἀπέγνω συλληφθεῖσα  τὴν  νίκην,  οὐδὲ  συγκατεσχέθη  τῆι  σαρκὶ  καὶ  τὴν  σύνεσιν·  ἀλλ' ἐσκοπεῖτο μηχανήν, τὸ τῶν συλλαβόντων ἀντεκλήττουσαν  θράσος. τί οὖν; μεταμέλειαν ὑποκρίνεται, καὶ χειμῶνι ναυαγοῦσα τοσούτωι, παραγ γέλλει τῶι προσώπωι φαιδρότητα. οἱ δὲ δελεασθέντες τῶι πλάσματι καὶ τῆι τῆς κόρης ἱλαρότητι κλαπέντες, ἔπαθόν τι πρὸς αὐτὴν καὶ φιλάν θρωπον καὶ σχῆμα περιθέσθαι νυμφικὸν αἰτησάσηι διδόασιν ἄδειαν, ὡς οὐ τῆι παρθένωι χαριούμενοι μόνον, ἀλλὰ καὶ τῶι δικαστῆι  φανούμενοι   κρείττους,  εἰ  κεκαλλωπισμένην   ἀπαγάγοιεν  κόρην.    δὲ τυχοῦσα τῆς τέχνης, τὸν ὄντως εὐθὺς ἠμφιέννυτο  κόσμον· ζωσαμένη γὰρ τόλ μαν καὶ  τὰς  τῆς  ἀναστάσεως  ἐλπίδας  ἐνδυσαμένη,  πρὸς  τὸ  τοῦ  στέ γους  δραμοῦσα πτερύγιον, ἐκεῖθεν καθίησιν ἑαυτήν, καὶ νικᾶι πάλης ἰδέαν, ἣν ὡς μεγάλην ποτὲ τῶι Κυρίωι τετολμήκει  προτεῖναι  ο  διάβολος,  Εἰ υἱὸς  εἶ  τοῦ  Θεοῦ, λέγων,  βάλε σεαυτὸν κάτω. 



*** πρὸ τῆς πίστεως τὴν εὐτολμίαν τῆς κόρης ἐκπλήττομαι· τίς γὰρ οὐκ ἂν καθ' ἑαυτὴν ἀνεκίνησεν· Ἐκδίδωμι ἐμαυτὴν πρὸς κατάπτωσιν βεβιασ μένην, φοβουμένη πορνεύειν· καλὸς ὁ σκοπός, εἰ θανάτωι βεβαιωθείη τὸ πτῶμα· νεκρᾶι γὰρ κἂν παροινῶσιν,  οὐκ εἴσομαι· ἂν δὲ δὴ προσραγεῖσα τῆι γῆι, θραύσω μὲν τὰ τοῦ σώματος καίρια, ἡ ψυχὴ  δὲ ἐμμένηι  τοῖς  μέλεσιν,  ὀδυρομένη  τὴν  τοῦ  σώματος λώβην, ἃ δέδοικα πείσομαι τῷ δι καστῆι προσαχθεῖσα. τεθραυσμένην γὰρ τὸ σῶμα καὶ πορνείαι παρα δόντες, ἀπολύσουσιν ἄτιμον, ὡς εἶναί μοι τὴν δυσπραγίαν διττήν, καὶ τῆς τοῦ σώματος χρείας βλαβείσης τῶι πτώματι  καὶ τῆς παρθενίας παρ' ἐμοῦ συληθείσης. ταῦτα ἂν ἄλλην παρετάραξε κόρην· ἡ δὲ ὥσπερ ἐγγυητῆι τοῦ τέλους τῆι πίστει θαρρήσασα, πρὸς τὴν τοῦ πτώ ματος εὐτολμίαν  ἐξώρμα. ἑάλως ὑπὸ κόρης, διάβολε, νενίκησαι παρ θένου τολμήματι· ἃ γὰρ τῶι σαυτοῦ ∆εσπότηι προέτεινας, ἐπὶ ταῦτα δούλη τις ἐκείνου προκαλεῖταί σε κόρη, καὶ πρὸς τὸ τοῦ στέγους δρα μοῦσα πτερύγιον, ἐκεῖθεν ἑαυτὴν ἀκοντίζει. οὐχ ὑπακούει σου διὰ δικαστοῦ καλουμένη, οὐ δέχεται  τὴν  παρένθετον  μάχην·  γνωρίζει  γάρ σου τῆς  πανουργίας  τὴν  ἔννοιαν· καλεῖς πολλάκις παρθένους πρὸς δικα στὰς ὡς εἰς μάστιγας, καὶ ἄνευ μάχης τῶν ἐκ μάχης ἐκβάλλεις κεκρα τημένας πικρότερον. εἰ δὲ ὄντως καλεῖς πρὸς παράταξιν, ἢ πρὸς σκάμματα μεταστέλληι τὴν κόρην, ἐκ τοῦ στέγους ἐμβαλλούσηι συμ πλέκου, ἐκεῖθεν  ἐκπεσουμένην  ὑπόμεινον.  στῆθι καὶ πειρῶ  τοῦ πα λαίσματος, ἀκόνησον πανουργίαν  ἣν βούλει· ἔχεις  τὴν  γῆν  ἀντὶ  σκάμ ματος, κατάπηξον  ἐν αὐτῆι τοῦ θανάτου τὸ ξίφος, ἀνθρωποκτόνον  ἀντιτυπίαν  ὑπόστρωσον, ἑτοίμασον συντριβὴν κατιούσηι·   καθ'   ὅλων   γάρ   σου  κυβιστήσει  τῶν   ἄντρων,   ὡς   κολυμβήθρας ἁπαλωτέρων.  καὶ τὸ δὴ μεῖζον, οὐδὲ τὸ γεγραμμένον  ἀπαιτεῖ τὸν Θεόν, τοῖς ἀγγέ λοις ἐντείλασθαι περὶ αὐτῆς, μήποτε προσκόψηι πρὸς λίθον  τὸ σῶμα αὐτῆς· ἀλλ' ἐντείλασθαι τῆι ψυχῆι μετὰ τὸ πτῶμα τῆς σαρκὸς ἐκδημῆσαι. ὢ κτισθεῖσα μὲν εἰς τὸ τοῦ  θήλεος  γένος,  ἄρρεν  δὲ  δειχθεῖσα  φρονήματι.     παρθένων   ἀγέλαις  καὶ μαρτύρων χοροῖς περιμάχητε. ὢ μηδὲ μέχρις ὄψεως ἀπόλαυσιν ἀκολάστωι δικαστῆι πα ρασχοῦσα. τὸ τῆς κόρης τοίνυν καὶ αὐτοὶ μεταδιώξωμεν  σῶφρον, τὰ κατὰ τῶν ἡδονῶν  ἀνελώμεθα τρόπαια, ἀκολασίαν ἐπιοῦσαν ῥηγνύωμεν,  πρὸ τῆς ψυχῆς τὴν εὐσέβειαν σφίγγωμεν, δικαστὴν ἐκ πειρασμῶν μεταλλεύωμεν, εὐκαίρους ἐπιδειξώμεθα τόλμας, νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ὁ Κύριος μεταχωνεύσηι τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος αὐτοῦ, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν.  




20.Εἰς τὸν ἅγιον ἱερομάρτυρα Ἰγνάτιον τὸν θεοφόρον ἀρχιεπίσκοπον γενόμενον Ἀντιοχείας τῆς μεγάλης εἰς Ῥώμην ἀπενεχθέντα, καὶ αὐτόθι μαρτυρήσαντα, κακεῖθεν αὖθις εἰς Ἀντιόχειαν κομισθέντα.

αʹ. Οἱ πολυτελεῖς  καὶ φιλότιμοι  τῶν  ἑστιατόρων  πυκνὰς  καὶ ἐπαλλήλους ποιοῦνται τὰς ἑστιάσεις, ὁμοῦ μὲν τὴν οἰκείαν περιουσίαν ἐπιδεικνύμενοι, ὁμοῦ δὲ τὴν περὶ τοὺς ἐπιτηδείους φιλοφροσύνην  ἐμφαίνοντες. Οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις τῆς οἰκείας δυνάμεως τὴν ἀπό δειξιν ἡμῖν παρεχομένη, καὶ πολλὴν τὴν φιλοφροσύνην  περὶ τοὺς τοῦ Θεοῦ φίλους ἐπιδεικνυμένη, συνεχεῖς ἡμῖν καὶ ἐπαλλήλους τὰς τῶν μαρτύρων παρατίθεται τραπέζας.Πρῴην γοῦν  ἡμᾶς κόρη κομιδῇ νέα καὶ ἀπειρό γαμος, ἡ μακαρία μάρτυς Πελαγία, μετὰ πολλῆς τῆς εὐφροσύνης εἱστίασε· σήμερον πάλιν τὴν ἐκείνης ἑορτὴν ὁ μακάριος οὗτος καὶ γενναῖος  μάρτυς Ἰγνάτιος  διεδέ ξατο. ∆ιάφορα τὰ πρόσωπα, ἀλλὰ μία ἡ τράπεζα· ἐνηλλαγμένα  τὰ παλαίσματα, ἀλλ' εἷς ὁ στέφανος· ποικίλα τὰ ἀγωνίσματα,  ἀλλὰ  τὸ αὐτὸ βραβεῖον. Ἐπὶ μὲν  γὰρ τῶν  ἔξωθεν  ἀγώνων,  ἐπειδὴ σωμάτων εἰσὶν οἱ πόνοι, εἰκότως ἄνδρες ἐγκρίνονται μόνοι· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς ψυχῆς ὁ ἀγὼν ἅπας ἐστὶν, ἑκατέρᾳ τῇ φύσει τὸ στάδιον ἀνέῳγεν, ἑκατέρῳ τῷ γένει τὸ θέατρον  κάθη ται. Καὶ οὔτε ἄνδρες ἀπεδύσαντο  μόνον,  ἵνα  μὴ πρὸς τὴν  τῆς φύσεως   ἀσθένειαν   αἱ   γυναῖκες   καταφεύγουσαι   δόξωσιν   ἔχειν   εὐπρόσωπον ἀπολογίαν· οὔτε γυναῖκες ἠνδρίσαντο μόναι, ἵνα μὴ τὸ τῶν ἀνδρῶν καταισχύνηται γένος· ἀλλὰ καὶ ἐντεῦθεν κἀκεῖθεν πολλοὶ οἱ ἀνακηρυττόμενοι καὶ στεφανούμενοι, ἵνα μάθῃς διὰ τῶν ἔργων αὐτῶν ὅτι ἐν Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ, ὅτι οὔτε φύσις,  οὔτε  σώματος  ἀσθένεια,  οὔτε  ἡλικία,  οὔτε  ἄλλο  οὐδὲν  τῶν  τοιούτων ἐμποδίσαι  δύναιτ'  ἂν  τοῖς  τὸν  τῆς  εὐσεβείας  τρέχουσι  δρόμον,  ἐὰν  προ  θυμία γενναία, καὶ φρόνημα διεγηγερμένον,  καὶ φόβος Θεοῦ θερμὸς καὶ διάπυρος ἐῤῥιζωμένος ἡμῶν ἐν ταῖς ψυχαῖς ᾖ. ∆ιὰ τοῦτο καὶ κόραι, καὶ γυναῖκες, καὶ ἄν δρες, καὶ νέοι, καὶ γέροντες, καὶ δοῦλοι, καὶ ἐλεύθεροι, καὶ πᾶσα ἀξία, καὶ ἡλικία ἅπασα, καὶ φύσις ἑκατέρα πρὸς τοὺς ἀγῶνας  ἀπεδύσαντο τούτους, καὶ οὐδαμόθεν οὐ δὲν παρεβλάβησαν, ἐπεὶ προαίρεσιν γενναίαν  εἰσήνεγκαν εἰς τὰ παλαίσματα ταῦτα. Ὁ μὲν οὖν καιρὸς ἡμᾶς ἤδη πρὸς τὴν διήγησιν τῶν  τοῦ μακαρίου τούτου κατορθω μάτων  καλεῖ· ὁ λογισμὸς δὲ ταράττεται  καὶ θορυβεῖται, οὐκ ἔχων  τί πρῶτον,  τί δεύτερον εἰπεῖν, τί τρίτον· τοσοῦτον περιῤῥεῖ πάντοθεν ἡμᾶς ἐγκωμίων πλῆθος. Καὶ ταὐτὸν  πάσχομεν,  οἷον  ἂν  εἴ  τις  εἰς  λειμῶνα  εἰσελθὼν,  καὶ  πολλὴν  μὲν  τὴν ῥοδωνιὰν  ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲ ἠρινὰ ἄνθη ποικίλα  τε  καὶ  διάφορα,  ἀπορήσειε, τί  πρῶτον  ἴδῃ,  τί  δεύτερον,  ἑκάστου  τῶν ὁρωμένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις.Καὶ γὰρ  καὶ  ἡμεῖς  εἰς  τὸν  πνευματικὸν  τοῦ  τον  λειμῶνα  τῶν  Ἰγνατίου κατορθωμάτων  εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες  ποῦ πρῶτον  τὸν  λογισμὸν  ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων  ἀπὸ τῶν  πλησίον  ἀνθέλκοντος,  καὶ πρὸς τὴν  τῆς  οἰκείας  εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς ψυχῆς ὄψιν. Σκοπεῖτε γάρ· προέστη τῆς παρ' ἡμῖν  Ἐκκλησίας  γενναίως,   καὶ  μετὰ  τοσαύτης  ἀκριβείας,  μεθ'  ὅσης    Χριστὸς βούλεται· ἂν γὰρ μέγιστον ὄρον καὶ κανόνα  τῆς ἐπισκοπῆς ἔφησεν εἶναι ἐκεῖνος, τοῦτον οὗτος διὰ τῶν ἔργων ἐπεδείξατο. Καὶ γὰρ τοῦ Χριστοῦ λέγον τος ἀκούσας, ὅτι Ὁ ποιμὴν  ὁ καλὸς  τὴν  ψυχὴν  αὐτοῦ  τίθησιν  ὑπὲρ  τῶν  προβάτων,  μετὰ  πάσης ἀνδρείας   αὐτὴν   ἐπέδωκεν   ὑπὲρ  τῶν   προβάτων.  Συνεγένετο   τοῖς  ἀποστόλοις γνησίως, καὶ τῶν πνευ ματικῶν ναμάτων  ἀπήλαυσεν. Ὁποῖον οὖν εἶναι εἰκὸς τὸν συντραφέντα  ἐκείνοις,  καὶ πανταχοῦ  συγγενόμε  νον,  καὶ ῥητῶν  καὶ ἀποῤῥήτων αὐτοῖς  κοινωνήσαντα,  καὶ  τοσαύτης  εἶναι  δόξαντα  αὐτοῖς  ἀρχῆς  ἄξιον;  Ἐπέστη πάλιν καιρὸς ἀνδρείαν ἐπιζητῶν καὶ ψυχὴν τῶν παρόν των ὑπερορῶσαν ἁπάντων, καὶ τῷ θείῳ ζέουσαν ἔρωτι, καὶ τὰ μὴ βλεπόμενα τῶν ὁρωμένων  προτιμῶσαν· καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀπέθετο, μεθ' ὅσης ἄν τις ἱμάτιον ἀποδύσαιτο. Τί οὖν πρότερον εἴπωμεν; τῶν ἀποστόλων τὴν διδασκαλίαν, ἢν ἐπεδείξατο διὰ πάντων, ἢ τῆς  παρούσης ζωῆς τὴν  ὑπεροψίαν,  ἢ τὴν  ἀκρίβειαν  τῆς  ἀρετῆς, μεθ' ἧς τὴν προστασίαν τῆς Ἐκ κλησίας ᾠκονόμησε; Τίνα πρότερον ἀνυμνήσομεν; τὸν μάρτυρα, ἢ  τὸν  ἐπίσκοπον,    τὸν  ἀπόστολον;  Τριπλοῦν  γὰρ  στέφανον    τοῦ  Πνεύματος πλέξασα χάρις, οὕτω τὴν ἁγίαν ἐκείνην ἀνέδησε κεφαλήν· μᾶλλον δὲ πολλα πλοῦν. Τῶν γὰρ στεφάνων ἕκαστον, εἴ τις αὐτοὺς μετὰ ἀκριβείας ἀναπτύξειεν, εὑρήσει καὶ ἑτέρους ἡμῖν βλα στάνοντας στεφάνους.

βʹ. Καὶ εἰ βούλεσθε, πρότερον ἐπὶ τὸν τῆς ἐπισκο πῆς ἔπαινον ἔλθωμεν· οὐ δοκεῖ εἷς οὗτος εἶναι στέφανος μόνος; Φέρε οὖν αὐτὸν ἀναπτύξωμεν  τῷ λόγῳ, καὶ ὄψεσθε καὶ δύο, καὶ τρεῖς, καὶ πλείους ἐξ αὐτοῦ τικτο μένους ἡμῖν. Οὐ γὰρ μόνον ὅτι τοσαύτης ἀρχῆς ἄξιος εἶναι ἔδοξε, θαυμάζω τὸν ἄνδρα ἐγὼ, ἀλλ' ὅτι καὶ παρὰ τῶν ἁγίων  ἐκείνων  τὴν ἀρχὴν ταύτην  ἐνεχειρίσθη, καὶ αἱ τῶν  μακαρίων  ἀποστόλων χεῖρες τῆς ἱερᾶς ἥψαντο κεφαλῆς. Οὐδὲ γὰρ μικρὸν τοῦτο εἰς ἐγκωμίου λόγον· οὐκ ἐπειδὴ  πλείω  τὴν  ἄνωθεν  ἐπεσπάσατο χάριν,  οὐδ'  ὅτι  δαψιλεστέραν  ἐπ'  αὐτὸν ἐποίησαν ἐλθεῖν τὴν τοῦ Πνεύ ματος ἐνέργειαν μόνον· ἀλλ' ὅτι καὶ πᾶσαν αὐτῷ τὴν ἐν ἀνθρώποις ἐμαρτύρησαν ἀρετήν· τὸ δὲ πῶς ἐγὼ λέγω. Τίτῳ γράφων  ὁ Παῦλος ποτέ· ὅταν δὲ Παῦλον εἴπω, οὐ τοῦτον μόνον λέγω, ἀλλὰ καὶ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ πάντα αὐτῶν τὸν χορόν. Καθάπερ γὰρ ἐν λύρᾳ μιᾷ διάφοροι μὲν αἱ νευραὶ, μία δὲ ἡ συμφωνία· οὕτω καὶ ἐν τῷ χορῷ τῶν ἀποστόλων διάφορα μὲν τὰ πρόσ ωπα, μία δὲ ἡ διδασκαλία, ἐπειδὴ καὶ εἷς ὁ τεχνίτης ἦν, τὸ Πνεῦμα τὸ ἅγιον τὸ κινοῦν τὰς ἐκείνων ψυχάς. Καὶ τοῦτο ἐμφαίνων  ὁ Παῦλος ἔλεγεν· Εἴτε οὖν ἐκεῖνοι, εἴτε ἐγὼ, οὕτω κηρύσσομεν. Γράφων τοίνυν  οὗτος τῷ Τίτῳ, καὶ δεικνὺς ὁποῖόν τινα τὸν ἐπίσκοπον εἶναι χρὴ,φησί·  ∆εῖ γὰρ  τὸν  ἐπίσκοπον  ἀνέγκλητον  εἶναι,  ὡς  Θεοῦ οἰκονόμον,  μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάρ οινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξε νον,φιλάγαθον,  σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον  τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ  λόγου,  ἵνα  δυνατὸς   καὶ  ἑτέρους  παρακαλεῖν  ἐν  τῇ  διδα  σκαλίᾳ  τῇ ὑγιαινούσῃ,  καὶ  τοὺς  ἀντιλέγοντας   ἐλέγ   χειν.   Καὶ  Τιμοθέῳ  πάλιν   περὶ  τῆς ὑποθέσεως ταύτης ἐπιστέλλων, οὕτω πώς φησιν· Εἴ τις ἐπισκοπῆς ὀρέγε ται, καλοῦ ἔργου ἐπιθυμεῖ· δεῖ οὖν τὸν  ἐπίσκοπον ἀνεπίληπτον  εἶναι, μιᾶς γυναικὸς  ἄνδρα, νηφάλιον,  σώφρονα, κόσμιον, φιλόξενον,  διδακτικὸν, μὴ πλή κτην, μὴ πάροινον, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάρ γυρον. Εἶδες πόσην ἀκρίβειαν ἀρετῆς ἀπαιτεῖ τὸν ἐπί σκοπον; Καθάπερ γάρ τις ζωγράφος ἄριστος ποικίλα κεράσας χρώματα, ἣν ἂν μέλλῃ βασιλικῆς μορφῆς πρω τότυπον  κατασκευάζειν εἰκόνα, μετὰ πάσης ἐργάζεται τῆς ἀκριβείας, ὥστε τοὺς μιμουμένους αὐτὴν ἅπαντας καὶ γράφοντας ἐξ αὐτῆς διηκριβωμένην ἔχειν εἰκόνα· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος καθάπερ τινὰ εἰκόνα βασιλικὴν γράφων, καὶ τὸ ἀρχέτυπον αὐτῆς κατασκευά ζων, τὰ ποικίλα τῆς ἀρετῆς κεράσας χρώματα, ἀπηρτι σμένους ἡμῖν τοὺς χαρακτῆρας ὑπέγραψε τῆς ἐπισκο πῆς, ἵν' ἕκαστος τῶν  εἰς  τὴν  ἀρχὴν  ταύτην  ἀναβαινόν  των,  εἰς  ἐκείνην  ὁρῶν,  μετὰ  τοσαύτης ἀκριβείας τὰ καθ' ἑαυτὸν ἅπαντα οἰκονομῇ. Θαῤῥῶν τοίνυν εἴποιμι ἂν, ὅτι πᾶσαν αὐτὴν μετὰ ἀκριβείας ὁ μακάριος Ἰγνάτιος  ἀπε μάξατο ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ ἀνεπίληπτος ἦν καὶ ἀνέγκλητος, καὶ οὔτε αὐθάδης, οὔτε ὀργίλος, οὔτε πάρ οινος, οὔτε πλήκτης, ἀλλ' ἄμαχος, ἀφιλάργυρος, δίκαιος, ὅσιος, ἐγκρατὴς, ἀντεχόμενος τοῦ κατὰ τὴν διδαχὴν πι στοῦ λόγου, νηφάλιος, σώφρων, κόσμιος, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλος ἀπῄτησε. Καὶ τίς τούτων ἀπόδειξις; φησίν· Αὐτοὶ οἱ ταῦτα εἰρηκότες αὐτὸν ἐχειροτόνησαν, καὶ οὐκ ἂν οἱ μετὰ τοσαύτης ἀκριβείας παραινοῦντες  ἑτέροις τὴν δοκιμασίαν ποιεῖσθαι τῶν μελλόντων  ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς ἀναβαίνειν ταύτης, αὐτοὶ παρέργως τοῦτο ἐποίησαν ἄν· ἀλλ' εἰ μὴ πᾶσαν εἶδον τὴν ἀρετὴν ταύτην ἐν τῇ ψυχῇ τοῦ μάρτυρος τούτου πεφυτευμένην,  οὐκ ἂν αὐτῷ ταύτην  ἐνεχείρισαν  τὴν ἀρχήν. Καὶ γὰρ ᾔδεισαν ἀκριβῶς ὅσος κίνδυνος κεῖται τοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τὰς τοιαύτας ποιουμένοις χειροτονίας. Καὶ τοῦτο αὐτὸ πάλιν ἐμφαίνων ὁ Παῦλος τῷ αὐτῷ Τιμοθέῳ γρά φων ἔλεγε· Χεῖρας ταχέως  μηδενὶ  ἐπιτίθει,  μηδὲ  κοινώνει  ἁμαρτίαις  ἀλλοτρίαις.  Τί λέγεις; ἄλλος ἥμαρτε, κἀγὼ κοινωνῶ  τῶν ἐγκλημάτων καὶ τῆς τιμω ρίας; Ναὶ, φησὶν, ὁ τῇ πονηρίᾳ τὴν ἐξουσίαν παρασχών. Καὶ καθάπερ τις μαινομένῳ καὶ παραπαίοντι ξίφος ἐγχειρίσας ἠκονημένον, ὃν ἂν ἐργάσηται φόνον ὁ μεμη νὼς, ἐκεῖνος ὑφίσταται τὴν αἰτίαν ὁ τὸ ξίφος δεδωκὼς, οὕτω καὶ ἀνθρώπῳ  τις πονηρίᾳ συζῶντι τὴν ἀπὸ τῆς ἀρχῆς ταύτης ἐξουσίαν παρασχὼν, τὸ πῦρ ἅπαν τῶν ἁμαρτημάτων ἐκείνου καὶ τῶν τολμημάτων ἐπὶ τὴν οἰ κείαν ἕλκει κεφαλήν· ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, παν ταχοῦ οὗτος τῶν  ἐξ αὐτῆς φυομένων  ἐστὶν αἴτιος. Εἶδες πῶς διπλοῦς  ἡμῖν  ὁ στέφανος ἐφάνη τῆς ἐπισκοπῆς τέως, καὶ λαμπροτέραν ἐποίησε τὴν ἀρχὴν τὸ τῶν χειροτονησάντων αὐτὸν ἀξίωμα, πᾶσαν ἀπόδειξιν ἀρετῆς αὐτῷ μαρτυρῆσαν;

γʹ. Βούλεσθε καὶ ἕτερον ὑμῖν ἐκκαλύψω στέφανον ἀπ' αὐτοῦ τούτου βλαστάνοντα; Ἀναλογισώμεθα τὸν  καιρὸν  καθ'  ὃν τὴν  ἀρχὴν ἐνεχειρίσθη ταύτην. Οὐ γάρ ἐστιν ἴσον Ἐκκλησίαν οἰκονομῆσαι νῦν, καὶ τότε, ὥσπερ οὐκ ἔστιν ἴσον τετριμμένην  ὁδὸν, καὶ κατεσκευασμένην κα λῶς, μετὰ πολλοὺς  ὁδοιπόρους ὁδεύειν, καὶ νῦν πρώτως τέμνεσθαι μέλλουσαν, καὶ φάραγγας καὶ λίθους ἔχουσαν, καὶ θηρίων γέμουσαν, καὶ μηδέπω μηδένα δεξαμένην ὁδοιπόρον. Νῦν μὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι κίνδυνος οὐδεὶς τοῖς ἐπισκόποις, ἀλλ' εἰρήνη πανταχόθεν  βαθεῖα, καὶ γαλήνης  ἀπολαύομεν  ἅπαντες,  τοῦ  λόγου  τῆς  εὐσε βείας  ἐκτεταμένου  πρὸς  τὰ πέρατα τῆς οἰκουμένης, καὶ τῶν βασιλευόντων ἡμῖν τὴν πίστιν συντηρούντων μετὰ ἀκριβείας. Τότε δὲ οὐδὲν τούτων ἦν, ἀλλ' ὅπουπερ ἄν τις εἶδε, κρημνοὶ, καὶ βάραθρα, καὶ πόλεμοι, καὶ μάχαι, καὶ κίνδυνοι,  καὶ ἄρχοντες, καὶ βασιλεῖς, καὶ δῆμοι, καὶ πόλεις, καὶ ἔθνη, καὶ οἰκεῖοι, καὶ ἀλλότριοι τοῖς πι στεύουσιν ἐπεβούλευον. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ' ὅτι καὶ αὐτῶν τῶν πιστευσάντων πολλοὶ, ἅτε νῦν πρώτως  δογμάτων  γευσάμενοι  ξένων,  πολλῆς  ἐδέοντο  τῆς  συγκαταβάσεως, καὶ ἀσθενέστερον ἔτι διέκειντο, καὶ πολλάκις ὑπεσκελίζοντο· καὶ τοῦτο ἦν ὃ τῶν ἔξωθεν πο λέμων οὐκ ἔλαττον ἐλύπει τοὺς διδασκάλους, μᾶλλον δὲ καὶ πολλῷ πλέον· αἱ μὲν γὰρ ἔξωθεν μάχαι, καὶ ἐπι βουλαὶ, καὶ ἡδονὴν παρεῖχον αὐτοῖς πολλὴν διὰ τὴν ἐλ πίδα τῶν ἀποκειμένων μισθῶν. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι ἐμαστιγώθησαν, καὶ Παῦλος βοᾷ λέγων· Χαίρω ἐν τοῖς παθήμασί μου, καὶ καυχᾶται ἐν ταῖς θλίψεσι παν ταχοῦ· τὰ δὲ τῶν οἰκείων τραύματα καὶ τὰ τῶν ἀδελφῶν  πτώματα οὐδὲ ἀναπνεῖν  αὐτοὺς ἠφίει, ἀλλ' ὥσπερ τις κύφων βαρύτατος τὸν  αὐχένα  τῆς  ψυχῆς  αὐτῶν  ἐπίεζε  καὶ  κατέσπα  διηνεκῶς.  Ἄκουσον  γοῦν,  ὁ Παῦλος ὁ οὕτω χαίρων ἐν τοῖς παθήμασι πῶς ὑπὲρ τούτων πικρῶς ὀδυνᾶται. Τίς γὰρ, φησὶν,  ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς  σκανδαλίζεται,  καὶ οὐκ ἐγὼ  πυροῦμαι;  Καὶ πάλιν· Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· καὶ μετ' ὀλίγα· Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ ἀσελγείᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Καὶ διὰ παντὸς ὁρᾷς ἐν δάκρυσιν αὐτὸν ὄντα καὶ θρήνοις διὰ τοὺς οἰκείους, καὶ δεδοικότα, καὶ τρέμοντα ὑπὲρ τῶν πεπιστευκότων ἀεί. Ὥσπερ οὖν κυβερνήτην θαυμάζομεν οὐχ ὅταν ἡσυχαζούσης τῆς θα λάττης καὶ ἐξ οὐρίων   τῆς   νηὸς   φερομένης   δυνηθῇ   τοὺς  ἐμπλέοντας   διασῶσαι,  ἀλλ'  ὅταν μαινομένου  τοῦ πελά γους, διανισταμένων  τῶν  κυμάτων,  αὐτῶν  τῶν  ἔνδον  ἐπι βατῶν στασιαζόντων, πολλοῦ χειμῶνος ἔσωθεν ἔξωθεν τοὺς ἐμπλέοντας πολιορκοῦντος, δυνηθῇ κατευθῦναι  τὸ σκάφος μετὰ ἀσφαλείας ἁπάσης· οὕτω καὶ τοὺς τότε τὴν Ἐκκλησίαν ἐγχειρισθέντας ἐκπλήττεσθαι χρὴ καὶ θαυ μάζειν πολλῷ πλέον  τῶν  νῦν  οἰκονομούντων  αὐτὴν, ὅτε πολὺς ὁ πόλεμος ἔξωθεν ἔσωθεν, ὅτε ἁπαλώτερον  ἔτι τὸ φυτὸν  τῆς πίστεως  ἦν, καὶ πολλῆς  δεόμενον  ἐπιμελείας,  ὅτε καθάπερ ἀρτίτοκον βρέφος τὸ τῆς Ἐκκλησίας πλῆθος πολλῆς ἔχρῃζε τῆς προνοίας, καὶ σοφωτάτης τινὸς τῆς μελλούσης αὐτὸ τιθηνεῖσθαι ψυχῆς. Καὶ ἵνα σαφέ στερον μάθητε, ὅσων ἦσαν ἄξιοι στεφάνων οἱ τότε τὴν  Ἐκκλησίαν ἐμπιστευθέντες, καὶ ὅσος πόνος καὶ κίνδυνος ἐν προοιμίοις καὶ ἀρχῇ πρᾶγμα ἀναδέξασθαι, καὶ πρώ τως ἐλθεῖν ἐπ' αὐτῷ, τοῦ Χριστοῦ παράγω μαρτυρίαν ὑμῖν ψηφιζομένου ταῦτα καὶ τὴν ὑφ' ἡμῶν εἰρημένην κυροῦντος γνώμην.  Ἰδὼν γὰρ πολλοὺς πρὸς αὐτὸν ἐρχο μένους,  καὶ  βουλόμενος  δεῖξαι  τοῖς  ἀποστόλοις,  ὅτι  πλέον  αὐτῶν  ἔκαμον  οἱ προφῆται, φησίν· Ἄλλοι κεκοπιάκα σι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Καίτοι πολλῷ πλείονα τῶν προφητῶν  ἔκαμνον οἱ ἀπό στολοι· ἀλλ' ἐπειδὴ πρότεροι ἐκεῖνοι τὸν λόγον τῆς εὐ σεβείας κατέβαλον, καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἀδι δάκτους οὔσας πρὸς τὴν ἀλήθειαν  ἐπεσπάσαντο, ἐκείνοις τὸ πλέον τοῦ πόνου ψηφίζεται. Οὐ γάρ ἐστιν ἴσον, οὐκ ἔστι, μετὰ πολλοὺς ἑτέρους διδασκάλους ἐλθόντα διδάσκειν, καὶ πρῶτον αὐτὸν κατα βάλλειν τὰ σπέρματα. Τὸ μὲν γὰρ ἤδη μελετηθὲν, καὶ ἐν συνηθείᾳ γενόμενον  πολλῶν,  εὐπαράδεκτον ἂν ῥᾳδίως γένοιτο· τὸ δὲ νῦν πρῶτον   ἀκουόμενον   θορυβεῖ  τὴν  διά  νοιαν   τῶν   ἀκροατῶν,  καὶ  πολλὰ   τοῖς διδάσκουσι παρέχει πράγματα. Τοῦτο γοῦν καὶ ἐν Ἀθήναις ἐθορύβει τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο ἀπεστρέφοντο τὸν Παῦλον, ἐγ καλοῦντες, ὅτι Ξενίζοντά τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εἰ γὰρ νῦν  κάματον καὶ πόνον  πολὺν  Ἐκκλησίας προστασία παρέχει τοῖς κυβερνῶσιν αὐτὴν, ἐννόησον πῶς διπλοῦς, καὶ τριπλοῦς, καὶ πολλαπλασίων  ἦν τότε ὁ πόνος, ὅτε κίνδυνοι, καὶ μάχαι, καὶ ἐπιβουλαὶ, καὶ φό βος διηνεκής. Οὐκ ἔστιν, οὐκ ἔστι, παραστῆσαι τῷ λόγῳ τὴν δυσκολίαν, ἢν ὑπέμενον οἱ ἅγιοι τότε ἐκεῖνοι· ἀλλ' οὗτος αὐτὴν εἴσεται μόνος ὁ διὰ τῆς πείρας αὐτῆς ἐλθών.

δʹ. Εἴπω καὶ τέταρτον στέφανον ἐκ τῆς ἐπισκοπῆς ἡμῖν ἀνίσχοντα ταύτης. Τίς οὖν ἐστιν οὗτος; Τὸ τὴν πατρίδα αὐτὸν ἐπιτραπῆναι  τὴν ἡμετέραν. Ἐπίπονον μὲν γὰρ καὶ ἑκατὸν ἀνδρῶν καὶ πεντήκοντα προστῆναι μόνον· τὸ δὲ πόλιν ἐγχειρισθῆναι τοσαύτην, καὶ  δῆμον  εἰς  εἴκοσιν  ἐκτεινόμενον  μυριάδας, πόσης ἀρετῆς  οἴει  καὶ σοφίας ἀπόδειξιν  εἶναι; Καὶ γὰρ ὥσπερ ἐπὶ τῶν  στρατοπέδων τὰς βασιλικωτέρας φάλαγγας  καὶ  πληθυούσας  μᾶλλον  οἱ σοφώτεροι  τῶν  στρατηγῶν  ἐγχειρίζονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων, τὰς μείζους καὶ πολυανθρώπους οἱ δο κιμώτεροι τῶν ἀρχόντων ἐμπιστεύονται. Καὶ ἄλλως δὲ πολὺς ἦν τῆς πόλεως ταύτης τῷ Θεῷ λόγος, ὡς καὶ διὰ τῶν ἔργων αὐτῶν ἐδήλωσε· τὸν γοῦν τῆς οἰκουμένης ἐπιστάτην ἁπάσης Πέτρον, ᾧ τὰς κλεῖς ἐνεχείρισε τῶν οὐρανῶν, ᾧ πάντα ἄγειν καὶ φέρειν ἐπέτρεψε, πολὺν ἐν ταῦθα χρόνον ἐνδιατρίψαι ἐκέλευσεν· οὕτως αὐτῷ τῆς οἰκουμένης ἁπάσης ἡ πόλις ἀντίῤῥοπος ἡ ἡμετέρα. Ἐπειδὴ δὲ ἐμνήσθην Πέτρου, καὶ πέμπτον ἐξ αὐτοῦ στέφανον εἶδον πλεκόμενον· οὗτος δέ ἐστι τὸ μετ' ἐκεῖ νον τοῦτον διαδέξασθαι τὴν ἀρχήν. Ὥσπερ γὰρ ἄν τις λίθον  ἐξαίρων  μέγαν  ἐκ θεμελίων,  ἕτερον ἀντίῤῥοπον ἐκείνου σπουδάζει πάντως ἀντεισαγαγεῖν, εἰ μὴ μέλλοι πᾶσαν σαλεύειν τὴν οἰκοδομὴν, καὶ σαθροτέραν ποιεῖν· οὕτω δὴ καὶ Πέτρου μέλλοντος  ἐντεῦθεν ἀποδημεῖν, ἕτε ρον ἀντίῤῥοπον  Πέτρου διδάσκαλον ἡ τοῦ Πνεύματος ἀντεισήγαγε χάρις, ὥστε μὴ τὴν ἤδη γενομένην οἰκοδο μὴν τῇ τοῦ διαδεξομένου εὐτελείᾳ σαθροτέραν γενέσθαι. Πέντε μὲν οὖν στεφάνους ἀπηριθμησάμεθα, ἀπὸ τοῦ μεγέθους τῆς ἀρχῆς, ἀπὸ τῆς ἀξίας τῶν κεχειροτονηκό των, ἀπὸ τῆς τοῦ καιροῦ δυσκολίας, ἀπὸ τοῦ μέτρου τῆς πόλεως. ἀπὸ τῆς ἀρετῆς τοῦ παραδόντος αὐτῷ τὴν ἐπι σκοπήν. Τούτους ἅπαντας πλέξαντας ἐνῆν καὶ ἕκτον εἰ πεῖν, καὶ ἕβδομον, καὶ πλείους τούτων· ἀλλ' ἵνα μὴ τὸν ἅπαντα χρόνον εἰς τὸν περὶ τῆς ἐπισκοπῆς ἀναλώσαντες λόγον, ἐκπέσωμεν τῶν περὶ τοῦ μάρτυρος διηγημάτων, φέρε λοιπὸν ἐπὶ τὸν ἆθλον ἐκεῖνον ἴωμεν. Πόλεμος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος  χαλεπωτάτης  τὴν γῆν  καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο  τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρη σκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν  Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ  προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες.Ὁ γὰρ διάβολος, κακουργὸς ὢν καὶ δεινὸς τὰς τοιαύτας ῥάπτειν ἐπιβουλὰς, προσεδόκησεν  ὅτι,  τοὺς  ποιμένας   ἐὰν   ἀφέλῃ,   τὰ  ποίμνια   ῥᾳδίως   διασπάσαι δυνήσεται. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, βουλόμενος αὐτῷ δεῖξαι, ὅτι οὐκ ἄνθρωποι τὰς αὐ τοῦ κυβερνῶσιν Ἐκκλησίας, ἀλλ' αὐτός ἐστιν ὁ παντα χοῦ ποιμαίνων τοὺς πιστεύοντας εἰς αὐτὸν, συνεχώρησε τοῦτο γενέσθαι, ἵν' ὅταν   ἀφαιρεθέντων   ἐκείνων   ἴδῃ   τὰ   τῆς   εὐσεβείας  οὐκ   ἐλαττούμενα,   οὐδὲ σβεννύμενον  τὸν τοῦ κηρύγματος λόγον, ἀλλ' αὐξόμενον μᾶλλον, μάθῃ διὰ τῶν ἔργων  αὐτῶν   καὶ  αὐτὸς,  καὶ  οἱ  ταῦτα  αὐτῷ  διακονούμενοι   πάντες,  ὅτι  οὐκ ἀνθρώπινα  τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν  ἐκ τῶν οὐρανῶν ἔχει τὴν ῥίζαν ἡμῖν ἡ τῆς διδασκαλίας ὑπόθεσις, καὶ Θεός ἐστιν ὁ πανταχοῦ τὰς Ἐκκλησίας ἄγων, καὶ ὅτι τὸν Θεὸν πολεμοῦντα οὐκ ἔνι περιγενέσθαι ποτέ. Οὐ τοῦτο δὲ ἐκακούργησεν ὁ διάβολος μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Οὐ γὰρ ἐν ταῖς πόλεσιν, ὧν προειστήκεισαν, ἠφίει σφάττεσθαι τοὺς ἐπισκόπους, ἀλλ' εἰς τὴν ἀλλοτρίαν  ἄγων ἀνῄρει· ἐποίει δὲ τοῦτο ὁμοῦ μὲν ἐρήμους τῶν ἐπιτη δείων λαβεῖν σπεύδων, ὁμοῦ δὲ ἀσθενεστέρους ἐργάσε σθαι τῷ μόχθῳ  τῆς ὁδοιπορίας ἐλπίζων·  ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου τούτου πεποίηκεν. Ἀπὸ γὰρ τῆς ἡμετέρας πόλεως εἰς τὴν Ῥώμην αὐτὸν ἐκάλεσεν, μακροτέρους αὐτῷ τιθεὶς τοὺς διαύλους τοῦ δρόμου, καὶ τῷ μήκει τῆς ὁδοῦ καὶ τῷ πλήθει τῶν ἡμερῶν τὸ φρόνημα  κατα βάλλειν  αὐτοῦ προσδοκῶν, οὐκ εἰδὼς  ὅτι συνέμπορον ἔχων  Ἰησοῦν  καὶ  συναπόδημον  τῆς  τοσαύτης  ὁδοιπορίας,  ἰσχυρότερος  μᾶλλον ἐγίνετο, καὶ τῆς μετ' αὐτοῦ δυνά μεως οὔσης πλείονα παρεῖχε τὴν ἀπόδειξιν, καὶ τὰς Ἐκκλησίας  συνεκρότει  μειζόνως.  Αἱ  γὰρ  κατὰ  τὴν  ὁδὸν  πόλεις  συντρέχουσαι πάντοθεν ἤλειφον τὸν ἀθλητὴν, καὶ μετὰ πολλῶν  ἐξέπεμπον τῶν ἐφοδίων, εὐχαῖς καὶ πρεσβείαις αὐτῷ συναγωνιζόμεναι.  Καὶ αὐταὶ δὲ οὐ τὴν τυχοῦσαν παράκλησιν ἐλάμβανον  μετὰ προθυμίας τοσαύτης ἐπὶ θάνατον  τρέχοντα ὁρῶσαι τὸν μάρτυρα, μεθ' ὅσης εἰκὸς ἦν τὸν ἐπὶ βασίλεια καλούμενον τὰ ἐν οὐρανῷ. Καὶ διὰ τῶν ἔργων ἐμάνθανον αὐτῶν, διὰ τῆς τοῦ γενναίου προθυμίας ἐκείνου καὶ φαιδρότητος, ὅτι οὐ θάνατος ἦν ἐφ' ὃν ἔτρεχεν, ἀλλ' ἀποδημία τις καὶ μετά στασις, καὶ πρὸς τὸν οὐρανὸν ἀνάβασις. Καὶ ταῦτα δι δάσκων κατὰ πᾶσαν πόλιν  ἀπῄει διὰ τῶν λόγων,  διὰ τῶν πραγμάτων αὐτῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων  συνέβη, ὅτε τὸν Παῦλον δήσαντες καὶ εἰς τὴν Ῥώμην ἀποστείλαντες ἐνόμιζον μὲν ἐπὶ θάνατον  πέμπειν, ἔπεμπον δὲ τοῖς  ἐκεῖ  κατοικοῦσιν  Ἰουδαίοις  διδάσκαλον,   τοῦτο  δὴ  καὶ  ἐπὶ  Ἰγνατίου γέγονε μετὰ περιουσίας τινός.Οὐδὲ γὰρ  τοῖς  τὴν  Ῥώμην  οἰκοῦσι  μόνοις,  ἀλλὰ  καὶ  ταῖς  ἐν  τῷ  μέσῳ κειμέναις πόλεσιν ἁπάσαις διδά σκαλος ἀπῄει θαυμάσιος, πείθων καταφρονεῖν  τῆς παρ ούσης ζωῆς, καὶ μηδὲν ἡγεῖσθαι τὰ βλεπόμενα, καὶ τῶν μελλόντων  ἐρᾷν, καὶ πρὸς τὸν οὐρανὸν βλέπειν, καὶ πρὸς μηδὲν τῶν ἐν τῷ παρόντι βίῳ δεινῶν ἐπιστρέφε σθαι. Ταῦτα γὰρ καὶ τὰ τούτων  πλείονα  διὰ τῶν  ἔργων  αὐτοὺς παιδεύων  ὥδευε,καθάπερ ἥλιός τις ἐξ ἀνατολῆς ἀνίσχων καὶ πρὸς τὴν δύσιν τρέχων· μᾶλλον δὲ καὶ τούτου φαιδρότερος· οὗτος μὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαμπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς· κἀκεῖνος μὲν εἰς τὰ τῆς δύσεως ἀπιὼν μέρη κρύπτεται, καὶ νύκτα εὐθέως ἐπάγει· οὗτος δὲ εἰς τὰ τῆς δύσεως ἀπ ελθὼν μέρη φαιδρότερον ἐκεῖθεν ἀνέτειλε, καὶ τοὺς κατὰ τὴν ὁδὸν ἅπαντας εὐεργετήσας τὰ μέγιστα· ἐπειδὴ δὲ τῆς πόλεως ἐπέβη, κἀκείνην φιλοσοφεῖν ἐπαίδευσε. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἐκεῖ τὸν βίον αὐτὸν καταλῦσαι, ὥστε  τὴν  τούτου  τελευτὴν   διδασκάλιον  γενέσθαι  εὐσεβείας  τοῖς  τὴν  Ῥώμην οἰκοῦσιν  ἅπασιν.  Ὑμεῖς  μὲν  γὰρ  τῇ  τοῦ  Θεοῦ χάριτι  οὐδεμιᾶς  ἐδέεσθε  λοιπὸν ἀποδείξεως, ἐῤῥιζωμένοι κατὰ τὴν πίστιν· οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος  ἔχρῃζον βοηθείας. ∆ιὰ τοῦτο καὶ Πέτρος καὶ Παῦλος καὶ μετ' ἐκείνους οὗτος ἐκεῖ πάντες ἐτύθη σαν· τοῦτο μὲν ἵνα μολυνθεῖσαν τὴν πόλιν τοῖς τῶν εἰ δώλων αἵμασι, τοῖς οἰκείοις αἵμασιν ἐκκαθάρωσι, τοῦτο δὲ ἵνα τῆς  ἀναστάσεως  τοῦ  σταυρωθέντος  Χριστοῦ διὰ  τῶν  ἔργων  παράσχωνται  τὴνἀπόδειξιν, πείσαντες τοὺς τὴν Ῥώμην οἰκοῦντας ὡς οὐκ ἂν μετὰ τοσαύτης ἡδονῆς τῆς παρούσης κατεφρόνησαν ζωῆς, εἰ μὴ σφόδρα ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πρὸς τὸν ἐσταυρωμένον ἔμελ λον ἀναβαίνειν  Ἰησοῦν, καὶ ἐν τοῖς οὐρανοῖς αὐτὸν ὄψεσθαι. Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ  θάνατον   ἐπιδείξασθαι  δύναμιν,   ὡς  τοὺς  ζῶντας   ἀνθρώπους   πεῖσαι  καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων,  καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρτῆς  εἰς  αὐτὸν  ὁμολογίας,  καὶ  μάστιγας,  καὶ  κινδύνους,  καὶ  θάνατον  ἀντὶ  τῶν παρόντων ἡδέων ἑλέσθαι.Ταῦτα γὰρ οὐχὶ νεκροῦ τινος, οὐδὲ ἐπὶ τῷ τάφῳ μείναντος, ἀλλ' ἀναστάντος καὶ ζῶν  τος ἦν  τὰ κατορθώματα.  Ἐπεὶ πῶς ἂν ἔχοι  λόγον,  ἡνίκα  μὲν  ἔζη, τοὺς συνόντας αὐτῷ πάντας ἀποστόλους ἀπὸ τοῦ φόβου γενομένους ἀσθενεστέρους προδοῦναι τὸν δι δάσκαλον, καὶ φεύγοντας  ἀπελθεῖν,  ἐπειδὴ δὲ ἐτελεύτη σεν, μὴ μόνον  Πέτρον καὶ Παῦλον, ἀλλὰ  καὶ Ἰγνάτιον  τὸν  οὐδὲ ἑωρακότα  αὐτὸν,  οὐδὲ ἀπολελαυκότα αὐτοῦ τῆς συνουσίας τοσαύτην ὑπὲρ αὐτοῦ προθυμίαν ἐπιδεί ξασθαι, ὡς καὶ αὐτὴν δι' αὐτὸν ἐπιδοῦναι τὴν ψυχήν;

εʹ. Ἵν' οὖν ταῦτα ἔργῳ μάθωσιν οἱ τὴν Ῥώμην οἰκοῦντες ἅπαντες, συνεχώρησεν ὁ Θεὸς ἐκεῖ τελειωθῆναι  τὸν ἅγιον.  Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς  τοῦτο πιστώσομαι. Οὐ γὰρ ἔξω τειχῶν  ἐν βαράθρῳ, οὐδὲ ἐν  δικαστηρίῳ, οὐδὲ ἐν  γωνίᾳ  τινι  τὴν  καταδικάζουσαν  ἐδέξατο ψῆφον,  ἀλλ' ἐν μέσῳ τῷ θεάτρῳ, τῆς πόλεως  ἄνω καθεζομένης ἁπάσης, τὸν τοῦ μαρτυ ρίου τρόπον ὑπέμεινε, θηρίων ἐπ' αὐτὸν ἀφεθέντων,  ἵν' ὑπὸ ταῖς ἁπάντων ὄψεσι τὸ τρόπαιον στήσας κατὰ τοῦ διαβόλου, τοὺς θεατὰς ἅπαντας ζηλωτὰς ποιήσῃ τῶν ἀγωνισμάτων  τῶν ἑαυτοῦ, οὐκ ἀποθνήσκων μόνον οὕτω γενναίως,  ἀλλὰ καὶ μεθ' ἡδονῆς  ἀποθνήσκων.  Οὐ γὰρ ὡς ζωῆς ἀποῤῥήγνυσθαι μέλλων,  ἀλλ' ὡς ἐπὶ ζωὴν καλού μενος βελτίω  καὶ πνευματικωτέραν,  οὕτως ἀσμένως ἑώρα τὰ θηρία. Πόθεν  τοῦτο  δῆλον;  Ἀπὸ  τῶν  ῥημάτων  ὧν  ἀποθνήσκειν  μέλλων   ἐφθέγξατο. Ἀκούσας γὰρ  ὅτι  οὗτος  αὐτὸν  τῆς  τιμωρίας    τρόπος  μένει,  Ἐγὼ  τῶν  θηρίων ἐκείνων  ὀναίμην,  ἔλεγεν.  Τοιοῦτοι γὰρ οἱ ἐρῶντες· ὅπερ ἂν πάσχωσιν ὑπὲρ τῶν ἐρωμένων,  μεθ' ἡδονῆς  δέχονται,  καὶ τότε δοκοῦσιν ἐμφορεῖσθαι τῆς ἐπιθυμίας, ὅταν πολλῷ χαλεπώτερα ᾖ τὰ γινόμενα· ὅπερ οὖν καὶ ἐπὶ τούτου συνέβαινεν. Οὐ γὰρ τῷ θανάτῳ  μόνον, ἀλλὰ καὶ τῇ προθυμίᾳ ζηλῶσαι τοὺς ἀποστόλους ἔσπευδε· καὶ ἀκούων ὅτι μαστιχθέντες ἐκεῖνοι μετὰ χαρᾶς ἀνεχώρουν, ἐβουλήθη καὶ αὐτὸς μὴ τῇ τελευτῇ  μόνον, ἀλλὰ καὶ τῇ χαρᾷ μιμήσασθαι τοὺς διδασκάλους· διὰ τοῦτο, Τῶν θηρίων, ἔλεγεν, ὀναίμην. Καὶ πολλῷ τού των ἡμερώτερα τὰ στόματα ἐνόμιζεν εἶναι τῆς τοῦ τυράννου  γλώττης,  καὶ μάλα εἰκότως· ἐκείνη μὲν γὰρ πρὸς τὴν γέενναν ἐκάλει,   τὰ   δὲ  τούτων   στόματα  πρὸς  βασιλείαν   παρέπεμπεν.   Ἐπειδὴ  τοίνυν κατέλυσεν  ἐκεῖ  τὴν  ζωὴν,  μᾶλλον  δὲ ἐπειδὴ  πρὸς τὸν  οὐρανὸν  ἀνέβη,  ἐπανῄει στεφανίτης λοιπόν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ γέγονεν οἰκονομίας, τὸ πάλιν αὐτὸν πρὸς ἡμᾶς ἐπαναγαγεῖν,  καὶ ταῖς πόλεσι διανεῖμαι τὸν μάρτυρα. Ἐκείνη μὲν γὰρ αὐτοῦ στάζον τὸ αἷμα ἐδέξατο, ὑμεῖς δὲ τῷ λειψάνῳ τετίμησθε· ἀπηλαύσατε τῆς ἐπισκοπῆς  ὑμεῖς,  ἀπήλαυσαν  ἐκεῖνοι  τοῦ  μαρτυρίου·  εἶδον  ἀγωνιζό  μενον  καὶ νικῶντα  καὶ στεφανούμενον  ἐκεῖνοι,  ἔχετε  διηνεκῶς  αὐτὸν  ὑμεῖς· ὀλίγον  ὑμῶν αὐτὸν χρόνον ἀπέ στησεν ὁ Θεὸς, καὶ μετὰ πλείονος ὑμῖν δόξης αὐτὸν ἐχα ρίσατο. Καὶ καθάπερ οἱ δανειζόμενοι χρήματα μετὰ τόκων ἀποδιδόασιν ἅπερ ἂν λάβωσιν· οὕτω καὶ ὁ Θεὸς τὸν τίμιον τοῦτον θησαυρὸν παρ' ὑμῶν ὀλίγον χρησάμε νος χρόνον, καὶ τῇ πόλει δείξας ἐκείνῃ, μετὰ πλείονος ὑμῖν αὐτὸν ἀποδέδωκε τῆς λαμπρότητος.Ἐξεπέμψατε γὰρ ἐπίσκοπον, καὶ ἐδέξασθε μάρτυρα· ἐξεπέμψατε μετ' εὐχῶν,καὶ ἐδέξασθε μετὰ στεφάνων· καὶ οὐχ ὑμεῖς δὲ μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ ἐν μέσῳ πόλεις. Πῶς γὰρ αὐτὰς οἴεσθε διακεῖσθαι ὁρώσας ἐπαναγόμενον τὸ λείψανον; πόσην καρποῦσθαι ἡδονήν; πόσον ἀγάλλεσθαι; πόσαις εὐφημίαις  πάντοθεν  βάλλειν  τὸν στεφανίτην; Καθάπερ γὰρ ἀθλητὴν  γενναῖον  τοὺς ἀνταγωνιστὰς  καταπαλαίσαν τα ἅπαντας, καὶ μετὰ λαμπρᾶς ἐξελθόντα δόξης ἀπὸ τοῦ σκάμματος, εὐθέως δεχόμενοι οἱ θεαταὶ, οὐδ' ἐπιβῆναι  τῆς γῆς ἀφίασι, φοράδην  ἀπάγοντες  οἴκαδε, καὶ μυρίοις βάλλοντες ἐγκωμίοις· οὕτω δὴ καὶ τὸν ἅγιον τότε ἐκεῖνον ἀπὸ τῆς Ῥώμης αἱ πόλεις ἑξῆς διαδεχόμεναι,  καὶ ἐπ' ὤμων  φέρουσαι μέχρι τῆς πόλεως  ταύτης παρέπεμπον ἐγκωμιάζουσαι τὸν στεφανίτην, ἀνυμνοῦσαι τὸν ἀγωνο θέτην, καταγελῶσαι τοῦ διαβόλου, ὅτι εἰς τὸ ἐναντίον  αὐτῷ περιετράπη τὸ σόφισμα, καὶ ὅπερ ἐνόμισε κατὰ τοῦ μάρτυρος ποιεῖν,  τοῦτο ὑπὲρ αὐτοῦ γέγονε.  Καὶ τότε μὲν τὰς πόλεις  ἁπάσας ἐκείνας ὤνησε καὶ ἀνώρθω σεν· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς παρούσης τὴν ὑμετέραν πλουτίζει πόλιν· καὶ καθάπερ θησαυρὸς διηνεκὴς, καθ' ἑκάστην ἀντλούμενος τὴν ἡμέραν, καὶ οὐκ ἐπιλείπων, ἅπαντας τοὺς μετέχοντας εὐπορωτέρους ποιεῖ· οὕτωδὴ  καὶ    μακάριος  οὗτος  Ἰγνάτιος   τοὺς  πρὸς  αὐτὸν  ἐρχο  μένους  εὐλογιῶν,παῤῥησίας, γενναίου  φρονήματος, καὶ πολλῆς ἀνδρείας πληρῶν οἴκαδε ἀποπέμπει. Μὴ τοίνυν σήμερον μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πρὸς αὐτὸν βαδίζωμεν, πνευματικοὺς  ἐξ  αὐτοῦ  δρεπόμενοι  καρπούς.  Ἔστι γὰρ,  ἔστι  τὸν  μετὰ  πίστεως ἐνταῦθα παραγινόμενον  μεγάλα καρπώσασθαι ἀγαθά· οὐδὲ γὰρ τὰ σώματα μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ θῆκαι τῶν ἁγίων πνευματικῆς εἰσι πεπληρωμέναι χάριτος. Εἰ γὰρ ἐπὶ Ἐλισσαίου τοῦτο συνέβαινε, καὶ θήκης νεκρὸς ἁψάμενος τοῦ θανάτου τὰ δεσμὰ διέῤῥηξε, καὶ πρὸς ζωὴν ἐπανῆλθε  πάλιν, πολλῷ  μᾶλλον νῦν, ὅτε δαψιλεστέρα ἡ χάρις, ὅτε πλείων ἡ τοῦ Πνεύματος ἐνέργεια, ἔστι καὶ θήκης μετὰ πίστεως ἁψάμενον πολ λὴν ἐκεῖθεν ἐπισπάσαθαι δύναμιν. ∆ιὰ τοῦτο καὶ τὰ λείψανα τῶν ἁγίων εἴασεν ἡμῖν ὁ Θεὸς, βουλόμενος ἡμᾶς πρὸς τὸν αὐτὸν ἐκείνοις χειραγωγῆσαι  ζῆλον, καὶ λιμένα τινὰ παρασχεῖν καὶ παραμύθιον ἀσφαλὲς τῶν  ἀεὶ καταλαμβανόντων  ἡμᾶς κακῶν. ∆ιὸ παρακαλῶ πάν τας ὑμᾶς, εἴτε ἐν ἀθυμίᾳ τίς ἐστιν, εἴτε ἐν νόσοις, εἴτε ἐν ἐπηρείαις, εἴτε ἐν ἄλλῃ τινὶ βιωτικῇ περιστάσει, εἴτε ἐν ἁμαρτιῶν βάθει, μετὰ πίστεως ἐνταῦθα παραγινέσθω, καὶ πάντα ἐκεῖνα ἀποθήσεται, καὶ μετὰ πολλῆς ἐπαν ήξει τῆς  ἡδονῆς,  κουφότερον  τὸ συνειδὸς  ἐργασάμενος ἀπὸ τῆς  θεωρίας  μόνης· μᾶλλον δὲ οὐ τοὺς ἐν δεινοῖς ὄντας μόνον ἀναγκαῖον ἐνταῦθα παραγίνεσθαι, ἀλλὰ κἂν ἐν εὐθυμίᾳ τις ᾖ, κἂν ἐν δόξῃ, κἂν ἐν δυναστείᾳ, κἂν ἐν παῤῥησίᾳ πολλῇ τῇ πρὸς τὸν Θεὸν, μηδὲ οὗτος καταφρονείτω  τῆς ὠφελείας.  Ἐλθὼν γὰρ ἐνταῦθα  καὶ τὸν ἅγιον  ἰδὼν  τοῦτον,  ἀκίνητα  ἕξει τὰ καλὰ, τῇ μνήμῃ τῶν  τούτου κατορθωμάτων μετριάζειν τὴν αὐτοῦ ψυχὴν ἀναπείσας, καὶ οὐκ ἀφιεὶς τὸ συνειδὸς ὑπὸ τῶν κατορθωμάτων πρὸς ὄγκον ἐπαρθῆναί τινα.Οὐ μικρὸν δὲ τοῖς ἐν εὐπραγίαις τὸ μὴ φυσᾶσθαι ἐπὶ ταῖς εὐημερίαις, ἀλλ' εἰδέναι μετρίως φέρειν τὰς εὐπραγίας. Ὥστε ἅπασι χρήσιμος ὁ θησαυρὸς, ἐπιτήδειον τὸ καταγώγιον, τοῖς μὲν ἐπταικόσιν, ἵνα ἀπαλλαγῶσι τῶν πειρασμῶν, τοῖς δὲ εὐημεροῦσιν, ἵνα  βέβαια αὐτοῖς  μείνῃ  τὰ καλά· τοῖς  μὲν  ἐν  ἀῤῥωστίᾳ, ἵνα  πρὸς ὑγίειαν ἐπανέλθωσι, τοῖς δὲ ὑγιαίνουσιν, ἵνα μὴ πρὸς ἀῤῥωστίαν καταπέσωσιν. Ἅπερ ἅπαντα λογιζόμενοι, πάσης τέρψεως, πάσης ἡδονῆς τὴν ἐνταῦθα προτιμῶμεν διατριβὴν,  ἵν' ὁμοῦ καὶ εὐφραινόμενοι  καὶ κερδαίνοντες,  καὶ ἐκεῖ σύσκηνοι τοῖς ἁγίοις τούτοις καὶ ὁμοδίαιτοι γενέσθαι δυνηθῶμεν εὐχαῖς αὐτῶν τῶν ἁγίων, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |