Πέμπτη 16 Ιουνίου 2016
49.Περι ειμαρμένης η κατὰ γαστριμαργίας. λόγος ςʹ
Τόμος 50
49.Περι ειμαρμένης η κατὰ
γαστριμαργίας. λόγος ςʹ
Φάγωμεν καὶ πίωμεν, αὔριον
γὰρ ἀποθνήσκομεν, ἐπὶ τῶν προφητῶν
ἦσαν πολλοὶ παρὰ Ἰουδαίοις λέγοντες.
Ἀλλὰ τὸ μὲν Ἰουδαίους ταῦτα λέγειν,
Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, θαυμαστὸν οὐδέν· τὸ
δὲ μετὰ τὴν χάριν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν πραγμάτων, καὶ τὴν τοσαύτην
τελειότητα καὶ ἀκρίβειαν, εἶναί τινας ἔτι καὶ νῦν, εἰ καὶ μὴ τοῖς ῥήμασι λέγοντας,
διὰ δὲ τῶν ἔργων τὸ αὐτὸ τοῦτο βοῶντας,
πόσης ἂν εἴη κατηγορίας
ἄξιον; Καὶ γάρ εἰσιν, εἰσὶν ὄντως, οἱ διὰ
τοῦτο νομίζοντες εἰς τόνδε
παρῆχθαι τὸν βίον,
ἵνα τρυφήσαντες, καὶ
τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν
τῷ σκώληκι παρασκευάζοντες τράπεζαν
τὴν ἐξ οἰκείων σαρκῶν. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι μάτην καὶ εἰκῇ καὶ
εἰς οὐδὲν δέον τὰ παρόντα ἀνήλισκον· καίτοι καὶ τοῦτο χωρὶς ἐγκλημάτων οὐκ ἔστιν, οὐδὲ κατηγορίας. Ὅταν γὰρ τὰ πρὸς
τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπικουρίαν τῶν δεομένων,
εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν, οὐκ ἀνεύθυνος
ἡμῖν ἔσται ἡ κακίστη αὕτη
δαπάνη, ἀλλὰ πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε
ταλάντων, καὶ δύο, καὶ ἑνὸς εἰρημένον,
καὶ ἐπὶ χρημάτων, καὶ τῶν ἄλλων ἁπάντων ἐστὶν
εἰπεῖν.
Ὅπερ οὖν ἔλεγον, ὅτι μάλιστα μὲν, εἰ καὶ εἰκῇ καὶ μάτην παραγεγόναμεν, οὐδὲ οὕτως ἀνεύθυνος ἡμῖν ἦν ἡ τοιαύτη πρᾶξις· νῦν δὲ χωρὶς τούτου
καὶ ἑτέρα κείσεται δίκη. Τὸν γὰρ τρυφῇ συζῶντα. καὶ μελετῶντα μέθην, καὶ παρασίτους
τρέφοντα καὶ κόλακας, κρεωφαγίᾳ τε καὶ οἰνοποσίᾳ διαῤῥηγνύμενον, πολλάκις
καὶ ἄκοντα καὶ ἑκόντα ἀνάγκη
ἁμαρτάνειν, καὶ παρὰ τὸν τοῦ παρόντος
τόπου καιρὸν, καὶ μετὰ τὴν ἐκεῖθεν ἀναχώρησιν.
Καθάπερ γὰρ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον
γίνεται, οὕτω καὶ ἡ ψυχὴ, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα τῆς οἰκείας δυνάμεως δεξαμένη τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ
κυβερνήτην, καὶ ναύτας
καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων
προσαπολλύει. Καθάπερ οὖν ἐπὶ τῶν
οὕτω διακειμένων πλοίων,
οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους
εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην
ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ λογισμῶν πλῆθος,
οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νουθεσίαι καὶ συμβουλίαι, οὐκ ἄλλο οὐδὲν, οὐ φόρος
τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν
παρόντων, οὐκ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζομένην ψυχήν· ἀλλ' ἐπικρατεῖ πάντων ἡ ἀμετρία, καὶ ἄκοντα καὶ ἑκόντα λοιπὸν ὑποβρύχιον τὸν τὰ τοιαῦτα νοσοῦντα καταφέρουσα,
καὶ ναυάγιον ἐργαζομένη χαλεπὸν, ὅθεν οὐδὲ
ἀνενεγκεῖν ῥᾴδιον. Καὶ οὐδὲ πρὸς τὰ μέλλοντα
καὶ τὰς εὐθύνας τὰς ἐκεῖ, ἀλλὰ καὶ πρὸς τὴν
παροῦσαν ζωὴν ὁ τοιοῦτος
ἄχρηστος γίνεται, καὶ πρὸς
οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ
καταγέλαστος, ἔν τε
πολιτικοῖς, ἔν τε ἰδιωτικοῖς πράγμασι·
κἂν δέοι τι πραχθῆναι
τῶν κατεπειγόντων, οὐδὲν προνοητικὸν,
οὐδὲν οἰκονομικὸν ἔχων εὑρεθήσεται,
πᾶσιν εὐχείρωτος ὢν τοῖς ἐχθροῖς, πᾶσιν ἄχρηστος τοῖς φίλοις καὶ τοῖς προσήκουσιν.
Οὐκ ἐν κινδύνοις καὶ περιστάσεσιν εὐεπηρέαστος
μόνον ὁ τοιοῦτος, οὐκ ἐν γαλήνῃ καὶ ἀδείᾳ ἀφόρητος, ἀλλὰ
καὶ ἐν ταῖς δυσκολίαις
ὑπὸ τῆς ἀμετρίας ἑκάστῳ τῶν
προσπιπτόντων ἔσται ἄχρηστος. Ἐκεῖ μὲν γὰρ
αὐτὸν, ἐν ταῖς δυσημερίαις λέγω, δειλία, καὶ ἀνανδρία, καὶ φόβος ἄμετρος, καὶ ἀβουλία
πολλὴ καθέξει· ἐνταῦθα δὲ θράσος, καὶ ῥᾳθυμία, καὶ ἀκολασία, ἀμετρία καὶ τῦφος,
καὶ ἀλαζονεία, τῶν προτέρων μᾶλλον δυσχερέστερον παρὰ πᾶσι ποιεῖ. Οὐ γὰρ δὴ μόνον
τὰ σώματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ,
καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν
ἔμπλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ
πολὺ τοῦ σώματός ἐστιν ἀειδεστέρα, πολλῷ
μείζονα ἐκείνου νοσήματα δεξαμένη
παρὰ τῆς τρυφῆς. Καθάπερ γὰρ τὸ σῶμα οὐ τὰ κατὰ φύσιν περιττώματα
προΐεται μόνον, ἀλλὰ πολλῷ πλεῖον
καὶ πανταχόθεν· καὶ γὰρ ὀφθαλμοὶ, καὶ ῥῖνες, καὶ στόματα, τῶν ἔνδον ὑπὸ τῆς
γενομένης πλημμύρας βαρυνομένων, ἰκμάδος φαυλοτάτης καὶ διαφθορᾶς ἀναπίμπλαται, καὶ αὐτὴ τῆς
σαρκὸς ἡ φύσις
χαυνοτέρα γενομένη τῆς
φυσικῆς συμμετρίας, καθάπερ βορβόρων καὶ ἀκαθάρτων τελμάτων πλησθεῖσα, δυσώδης τε ἅμα καὶ ἄχρηστος γίγνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος. Καὶ γὰρ καὶ αὐτὴ ἡ γῆ ὅταν ὑπὸ τῆς τοιαύτης πλεονεξίας
τυραννηθεῖσα τὴν οἰκείαν
καὶ ἔμφυτον ἀπολέσῃ θερμότητα,
συναπόλλυσιν αὐτῆς καὶ τὴν ἰσχὺν, καὶ οὔτε
πρὸς ἐργασίαν, οὔτε πρὸς τὴν οἰκείαν
γονήν ἐστιν ἐπιτήδειος.
Ἐντεῦθεν δὲ χαλεποῖς
καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες
διηνεκεῖ· καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύζαις, καὶ
ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίνονται. Οὕτως εἰ καὶ μὴ γέεννα ἦν, μηδὲ κόλασις, μηδὲ
κατάγνωσις ἐσχάτη παρὰ Θεοῦ, μηδὲ παρὰ ἀνθρώποις μέμψις, μηδὲ ἡ ἄκαιρος δαπάνη, μηδὲ ἕτερα μυρία
τὰ ἀπὸ τῆς τρυφῆς ἐγγινόμενα, τοῦτο
δὲ μόνον προσῆν, οὐχ ἱκανὸν ἅπαντας ἀποτρέψαι; ∆ηλητηρίων
γὰρ φαρμάκων οὐδὲν
ἄμεινον αἱ τοιαῦται
διακείσονται τράπεζαι, μᾶλλον δὲ,
εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ
χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως
ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων
θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις,
ζωὴν ἔφην, οὐκ ἐλεεινὴν μόνον, ἀλλὰ καὶ αἰσχρὰν καὶ καταγέλαστον. Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς
ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ
τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ'
αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ
κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις
τοῦ νοσήματος παροξύνει τὸν εἰδότα.∆ιότι
μέσον τι πάθος
πάθοιμεν ἂν, οὔτε ἐλεοῦντες αὐτούς· οὐ
γὰρ ἀφίησιν αὐτοὺς ἡ αἰτία τῶν
δεινῶν· οὔτε ὀργιζόμεθα· οὐ γὰρ ἐπιτρέπει τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ μεταξὺ
κατηγορίας καὶ συγγνώμης
ἡ στάσις. Οὐ γὰρ ὑπὸ
τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ
κἀκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων
ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς
ῥιπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Ὥσπερ
οὖν τοὺς βρόχους ἀνάπτοντας, καὶ τοὺς κατὰ κρημνῶν ἀφιέντας ἑαυτοὺς,
καὶ τοὺς διὰ μέσων ξιφῶν
ἑαυτοὺς ἀναιροῦντας οὐ σφόδρα
οἰκτείρομεν, οὕτως οὐδὲ
τούτους. Καίτοι εἰ δεῖ συγγνώμης
τυχεῖν, μᾶλλον ἐκεῖνοι τούτων ἂν
τύχοιεν, εἰ καὶ αὐτοὶ σφόδρα ἂν εἶεν ἀσύγγνωστοι. Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις,
ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον,
ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς
κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν
τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ
εἰς λιμένα τινὰ εὔδιον
ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἔχοντες
εἰπεῖν, μυρίων βιαίων θανάτων ζωῇ χαλεπωτέρᾳ παραδιδόασιν ἑαυτούς. Εὔκαιρον οὖν νῦν εἰπεῖν ἐκεῖνο τὸ τοῦ σοφοῦ· Τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον,
καὶ πάντας τοὺς προσάγοντας θηρίοις ἑαυτούς; Θηρίον γάρ ἐστιν ἡ τρυφὴ,
θηρίον χαλεπὸν καὶ ἀτίθασσον,
καὶ οὐχ
οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις
ἡμῶν ἐγκαθήμενος λυμαίνεται πανταχόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία
πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ, ὅταν ἐγκαθεσθῇ,
μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσι. ∆ιόπερ φύγωμεν ἀπ' αὐτῆς, ὡς φρονίμοις λέγω. Εἰ μὲν ἔχει τι χρηστὸν, μὴ ἀνασχώμεθα, μὴ πεισθῶμεν·
εἰ δὲ ἀληθῆ τὰ εἰρημένα, καὶ λύμη
πάντων ἐστὶ τὸ πρᾶγμα, καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ῥώσεως, τῆς κατὰ ψυχὴν
ὑγιείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς
ἀγαγεῖν, ἂν μὴ βουληθείης· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν. Ποίαν γὰρ
συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς
χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρείαν ὁδεύωμεν; Ὅρος ἡμῖν
ἔστω τροφῆς τὸ μὴ βλάπτον, τὸ παῦσαι πεινῶντας
χωρὶς βλάβης δυνάμενον, περαιτέρω δὲ μηδὲν ἐπιζητῶμεν· μᾶλλον δὲ εἰ χρή
τι θαυμαστὸν εἰπεῖν, καὶ παρὰ τὴν τῶν πολλῶν
ὑπόληψιν, ἀληθὲς δὲ, εἰ καὶ ἡδονὴν
ἐπιζητοῦμεν, ἐν αὐταρκείᾳ ταύτην μᾶλλον ἢ ἐν τρυφῇ οὖσαν εὑρήσομεν. Ἄκουσον πῶς
αὕτη μείζων ἐκείνης ἐστὶν ἡ ἡδονὴ καὶ εὐπορωτέρα.Ἡ μὲν γὰρ οὐδὲ συστῆναι δύναται
λοιπὸν, οὐδὲ εὑρίσκει φύσιν βρωμάτων ἐπιτηδείαν αὐτῇ· ἡ δὲ καὶ ἐξ ἐναντίων συνίστασθαι
δύναται. Τίς τοῦτό φησιν; Ὁ μάλιστα πάντων
αὐτῆς ἀπολελαυκώς. Ψυχῇ γὰρ, φησὶν,
ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· ψυχὴ
ἐμπεπλησμένη κηρίοις ἐμπαίζει.
Ὁρᾷς πῶς ἐκείνην μὲν καὶ
ἐξ ὀλίγων καὶ ἐκ πάντων συστῆναι ῥᾴδιον,
ταύτην δὲ οὐδαμῶς; Εἰ γὰρ τὰ κηρία μὴ προσιέμεθα, τί γένοιτο ἂν ἡμῖν ἡδὺ λοιπόν;
εἰ τὸ πάντων γλυκύτατον οὐκ ἂν δύναιτο παρέχειν ἡδονὴν, ποῖον ἔσται τὸ
δυνάμενον ποιῆσαι ἐν ἡδονῇ; Ὥστε εἰ ἡδονὴν ἐπιζητοῦμεν,
ἐνταῦθα μᾶλλον εὑρήσομεν. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας
τὴν μὲν ἡδονὴν,
καὶ ὑγίειαν, καὶ πάντα
ἔχουσαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ
φεύγειν τράπεζαν, ἑτέραν
δὲ κατασκευάζειν μυρίων γέμουσαν
συμφορῶν, ἀηδῆ τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλεπώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν; Εἰ γὰρ
Ἡ χήρα ἡ σπαταλῶσα ζῶσα τέθνηκε,
τί ἂν εἴποιμεν περὶ τῶν ἀνδρῶν; εἰ ἐν τῇ Παλαιᾷ τοῦτο ἀπηγόρευται
μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ πολλῇ κέχρηται κατὰ τῶν τρυφώντων καταφορᾷ ὁ
προφήτης· καίτοι γε εἶδος τέθεικε τρυφῆς οὐ σφόδρα δαπανηρὸν, οὐδὲ ὄντως ἁβρόν·
Οἱ δὲ ἐσθίοντες ἐρίφια ἐκ ποιμνίων καὶ
μοσχάρια γαλαθηνὰ, οἱ πίνοντες τὸν
διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι,
οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς
στρωμναῖς αὐτῶν· εἰ ταῦτα κατηγορίας
ἄξια, ὅτε πάντα ἦν σαρκικὰ, καὶ
τοῦ οὐρανοῦ λόγος οὐδεὶς,
ὅτε παιδαγωγία ἦν τὰ Ἰουδαϊκὰ,
τί ἂν εἴποιμεν
πρὸς τὴν βλακείαν τὴν νῦν;
Εἰ γὰρ ἐρίφια καὶ μοσχάρια γαλαθηνὰ ἐσθίειν ὡς ὑγρόν τινα
καὶ περιττὸν τοὺς ζῶντας
διαβάλλει βίον, τί ἂν εἴποιμεν
περὶ τῶν τοὺς
μυχοὺς τῆς θαλάσσης διερευνώντων,
καὶ τὰς ἐσχατιὰς
τῆς γῆς, καὶ
παντοδαποὺς ὀρνίθων καὶ ἰχθύων
θηρευτὰς πανταχόθεν συλλεγόντων
ἑαυτοῖς; Εἰ τὸν διυλισμένον
οἶνον οἱ πίνοντες ἐν μέμψει, τί ἂν εἴποις πρὸς τοὺς ἀποδημίας
διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος
διαλαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι,
ἢ ἐπὶ τοῖς
ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς
γένους ἐμφορηθεῖεν οἴνου; Εἰ ἐλέφαντος κλίνῃ κεχρῆσθαι κατηγορίας ἄξιον, οἱ πολὺν αὐταῖς
περιβάλλοντες ἄργυρον, μᾶλλον δὲ ἐξ ἀργύρου μόνου χαλκεύοντες, οὐ κλίνας, ἀλλ' ἤδη
καὶ ὑπόβαθρα, καὶ λέβητας, καὶ κεράμια, καὶ ἀμίδας, ποίας ἂν τύχοιεν συγγνώμης; Τί μικρὸν ἢ μέγα εἰπεῖν εἰς τὰς εὐθύνας
ἐκείνας δυνήσονται; Ἐγὼ δὲ τούτοις προστίθημι τὸ πάντων χαλεπώτατον,
ὅτι καὶ ἐξ ἀλλοτρίων συμφορῶν ταῦτα
συνείλεκται. Καίτοι γε ὁ προφήτης τοῦτο οὐ τέθεικεν, ἀλλὰ μόνον διέβαλε τὴν
τρυφήν. Ὅταν δὲ καὶ αἰτία προσῇ χαλεπωτέρα
τῆς τρυφῆς, τίς ἐξαιρήσεται τοὺς τὰ τοιαῦτα
ποιοῦντας τῆς ἐσχάτης κολάσεως; ποῖος Νῶε παραστήσεται, ποῖος
Ἰὼβ, ποῖος ∆ανιήλ; Οὐκ ἔστιν οὐδείς. Ἀλλ' ἐπὶ
τούτων ἔστιν εἰπεῖν·
Ἐκκαυθήσεται ὁ θυμός
μου ὡσεὶ καπνός.
Οὐ γάρ ἐστι, παρακαλῶ, θυμοῦ καὶ ὀργῆς
ὄντως ἐμπλησθῆναι ἐσχάτης, καὶ διαῤῥαγῆναι, ὅταν ἕτερος μὲν μηδὲ ἀναγκαίας ἀπολαύῃ
τροφῆς, σὺ δὲ
τοσοῦτον εἰκῆ καὶ μάτην χαλκεύῃς ἄργυρον εἰς οὐδὲν δέον, ἀλλ' οὐδὲ πρὸς
ἐπίδειξιν; Οὐδὲ γὰρ πρὸς αὐτὸ τοῦτο χρήσιμον ἔσται σοι, ἀλλ' εἰς τοὐναντίον περιτραπήσεται. Σὺ μὲν γὰρ ὥστε ἐπιφανὴς καὶ ἐπίσημος γενέσθαι τοῦτο ποιεῖς, συμβαίνει
δὲ τοὐναντίον. Οὐ γὰρ εἶ τις ἐπιφανὴς καὶ ἐπίσημος, ἀλλ' ἐπὶ ὠμότητι καὶ πλεονεξίᾳ,
καὶ τοῖς ἐσχάτοις κακοῖς ἅπαντές σε διαβάλλουσι.Πόσος γὰρ ὁ φθόνος, πόση ἡ βασκανία, πόσον τὸ μῖσος παρὰ πάντων, πόση ἡ μεταβολῆς ἐπιθυμία
πᾶσι! Τὰς γὰρ εἰς τὸν Θεὸν
βλασφημίας ἀφίημι, ἃς οἱ τοιοῦτοι πλοῦτοι τίκτουσι· καίτοι τοῦτο πάντων χαλεπώτερον·
καὶ τὸ πρὸ τούτου, καὶ ὅπερ ἂν εἴπῃς, θάτερον θατέρου χεῖρον εὑρήσεις. Ἀλλ'
οὐχὶ τὴν σύμμετρον καὶ μετρίαν οὖσαν ἡμῖν,
ἣν οὐ προφήτης σκώπτει,
οὐκ ἄνθρωπος μέμφεται, οὐ Θεὸς αἰτιᾶται, οὐ πῦρ κολάζει, οὐκ ἀποστρέφεταί τις, οὐ μισεῖ, οὐ
βασκαίνει, ἀλλ' ἀποδέχεται
μὲν Θεὸς, κοινωνοῦσι δὲ ἄγγελοι, ἐπαινοῦσι
δὲ ἄνθρωποι, καὶ δέχεται οὐρανός. Αὗται αἱ τράπεζαι ἀγγέλους ἐδέξαντο· ταύταις ὁ Χριστὸς παραγίνεται, οὐκ ἐν ἐκείναις. Τοιαῦται αἱ τῶν προφητῶν ἦσαν, τοιαῦται αἱ τῶν ἀποστόλων,
τοιαῦται αἱ τῶν
δικαίων. Αἱ δὲ τῶν τυράννων καὶ τῶν
ἐπὶ γῆς κακῶς πλουτούντων, ἔχουσαι ὀρχηστὰς, καὶ τοὺς ἄλλους τῶν ἐπὶ λύμῃ
τοῦ βίου ζώντων, καὶ λῃστῶν, καὶ γοήτων,
καὶ τυμβωρύχων, ἐκεῖναι. Ὅταν
τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ,
παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαιμόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ
μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον,
ἀλλὰ καὶ αὐτοὶ
οἱ δοκοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι,
φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν
παρόντων ἀπολαύοντες. Ὅταν δὲ ἐκείνην
τις παραθῇ, τὴν σώφρονα, καὶ σύμμετρον, καὶ οὐδεμίαν ἔχουσαν φλεγμονὴν, καὶ ἡδίστη καὶ προσηνὴς ᾖ πᾶσι τοῖς φίλοις,
καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις· παραγίνεται οὖν ὁ τοῦ Θεοῦ Μονογενής. Ὥσπερ γὰρ φεύγει τὸν
τῦφον, καὶ τὸν ὑψηλόφρονα ἅπαντα, καὶ τὸν
θόρυβον· οὕτω τῷ ταπεινῷ φίλος ἐστὶ, καὶ
σύνεστιν ἀεὶ, καὶ πάντα περιφράττει, καὶ τειχίζει πανταχόθεν. Τοῦ δὲ
Χριστοῦ παραγινομένου, οὐδὲν
ἕτερον ἐπιζητεῖν χρή.
Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν
ἐκεῖνα, διώκωμεν ταῦτα,
ἵνα καὶ τῶν
παρόντων καὶ τῶν μελλόντων τύχωμεν ἀγαθῶν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, ἅμα τῷ ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
50. Του αυτού περι
προσευχής. λόγος αʹ.
Ἀμφοτέρων ἕνεκα
προσήκει τοὺς τοῦ
Θεοῦ θεράποντας μακαρίζειν
καὶ θαυμάζειν· ὅτι τὴν ἐλπίδα τῆς ἑαυτῶν
σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες
τοὺς ὕμνους καὶ τὰς λατρείας,
ἃς τῷ Θεῷ σὺν χαρᾷ
καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς
διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπάσασθαι
δυνηθῶσιν. ∆ιαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν
ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι
τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα
τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ
Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι
νομίζοντες, τὸ προσεύχεσθαι
τῷ Θεῷ μετὰ καθαρᾶς
καὶ ἀδιαφθόρου ψυχῆς. Ὥσπερ γὰρ τῷ σώματι φῶς ἥλιος, οὕτω τῇ ψυχῇ ἡ
προσευχή. Εἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ
προσεύχεσθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς
εἰς τὴν ψυχὴν
εἰσάγειν; Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ
θαυμάσειε τὴν τοῦ
Θεοῦ φιλανθρωπίαν, ἣν εἰς ἡμᾶς ἐπιδείκνυται, τοσαύτην τιμὴν ἀνθρώποις χαριζόμενος,
ὡς καὶ προσευχῆς ἀξιῶσαι καὶ ὁμιλίας τῆς ἑαυτοῦ; Θεῷ γὰρ ὡς ἀληθῶς λαλοῦμεν τῷ
καιρῷ τῆς προσευχῆς, δι' ἧς καὶ τοῖς ἀγγέλοις συναπτόμεθα, καὶ τὴν πρὸς τὰ ἄλογα
κοινωνίαν πολὺ φαινόμεθα
διαφεύγοντες. Ἀγγέλων γὰρ ἔργον ἡ
προσευχὴ, ὑπεραίρουσα καὶ τὴν ἐκείνων ἀξίαν,
εἴπερ κρεῖττόν ἐστι τῆς ἀγγέλων
ἀξίας τὸ Θεῷ
διαλέγεσθαι. Καὶ ὅτι
γε κρεῖττόν ἐστιν,
αὐτοὶ διδάσκουσιν ἡμᾶς, σὺν πολλῷ μὲν φόβῳ τὰς εὐχὰς προσφέροντες, παρέχοντες δὲ ἡμῖν εἰδέναι καὶ μανθάνειν, ὅτι προσήκει τῷ Θεῷ προσιόντας σὺν χαρᾷ καὶ φόβῳ τοῦτο ποιεῖν· φόβῳ μὲν, δεδοικότας μὴ τῆς προσευχῆς ἀνάξιοι φανῶμεν,
χαρᾶς δὲ μεστοὺς γινομένους ἐπὶ τῷ
μεγέθει τῆς τιμῆς, ὅτι τοσαύτης καὶ τοιαύτης προνοίας
τὸ θνητὸν ἠξιώθη γένος, ὡς καὶ θείας
ἀπολαύειν ὁμιλίας συνεχῶς,
δι' ἧς καὶ θνητοὶ εἶναι καὶ πρόσκαιροι διαφεύγομεν,
φύσει μὲν ὄντες
θνητοὶ, τῇ δὲ πρὸς Θεὸν ὁμιλίᾳ πρὸς ἀθάνατον ζωὴν μεταβαίνοντες. Ἀνάγκη γὰρ
τὸν ὁμιλοῦντα Θεῷ καὶ κρείττονα γενέσθαι θανάτου καὶ πάσης διαφθορᾶς.
Καὶ ὥσπερ ἀνάγκη πᾶσα τῆς ἡλιακῆς
ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν
τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπολαύοντα μηκέτι εἶναι
θνητόν. Αὐτὸ γὰρ τὸ τῆς τιμῆς μέγεθος πρὸς ἀθανασίαν ἡμᾶς μεθίστησιν. Εἰ γὰρ τοὺς
βασιλεῖ διαλεγομένους, καὶ τῆς παρ' ἐκείνου τιμῆς ἀπολαύοντας, ἀμήχανον εἶναι πένητας, πολλῷ μᾶλλον ἀδύνατον
τοὺς τῷ Θεῷ προσευχομένους καὶ ὁμιλοῦντας θνητὰς ἔχειν ψυχάς· θάνατος γὰρ ψυχῆς
ἀσέβεια καὶ βίος παράνομος. Οὐκοῦν καὶ ζωὴ ψυχῆς ἡ τοῦ Θεοῦ λατρεία, καὶ βίος ὁ ταύτῃ πρέπων·
βίον δὲ ὅσιον καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ πρέποντα προσευχὴ συνάγει, καὶ θησαυρίζει
θαυμαστῶς ταῖς ἡμετέραις ψυχαῖς. Εἴτε γὰρ παρθενίας
τις ἐραστὴς, εἴτε τὴν
ἐν γάμῳ σωφροσύνην
τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου
καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν,
προσευχῆς ἡγουμένης, καὶ
προλεαινούσης τὴν τοιαύτην ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει
τὸν τῆς εὐσεβείας δρόμον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοὺς αἰτοῦντας παρὰ τοῦ Θεοῦ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ πραότητα, καὶ χρηστότητα, μὴ τυγχάνειν τῆς
εὐχῆς.Αἰτεῖτε γὰρ, φησὶ,
καὶ δοθήσεται ὑμῖν·
ζητεῖτε, καὶ εὑρήσετε·
κρούετε, καὶ ἀνοιγήσεται
ὑμῖν· Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν
εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστι, φησὶν,
ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε
δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει
Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν; Τοιούτοις μὲν λόγοις καὶ τοιαύταις ἐλπίσιν
ἐπὶ προσευχὴν παρεκάλεσεν ἡμᾶς ὁ τῶν
ὅλων Κύριος· ἡμᾶς δὲ προσήκει τῷ
Θεῷ πειθομένους ἀεὶ ζῇν ἐν ὕμνοις καὶ προσευχαῖς, ἀκριβέστερον τῆς τοῦ Θεοῦ
λατρείας ἐχομένους, ἢ τῆς ἑαυτῶν
ψυχῆς· οὕτω γὰρ ἡμῖν ὑπάρξειε ζῇν ἀεὶ τὴν πρέπουσαν ἀνθρώποις ζωήν. Ὅστις γὰρ οὐ προσεύχεται τῷ Θεῷ,
οὐδὲ θείας ὁμιλίας ἀπολαύειν ἐπιθυμεῖ
συνεχῶς, νεκρός ἐστι καὶ ἄψυχος, καὶ οὐ μετέχει τοῦ φρονεῖν. Αὐτὸ γὰρ τοῦτο μέγιστον
ἀφροσύνης σημεῖον, τὸ μὴ ἐπίστασθαι τὸ μέγεθος τῆς τιμῆς, μηδὲ ἐρᾷν προσευχῆς,
μηδὲ θάνατον ἡγεῖσθαι ψυχῆς τὸ μὴ προσκυνεῖν τῷ Θεῷ. Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο τὸ
ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες· οὕτω ψυχὴ, μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχὴν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης.
Ἀλλὰ μὴν ὅτι γε θανάτου παντὸς πικρότερον ἡγεῖσθαι προσήκει στερηθῆναι προσευχῆς,
διδάσκει καλῶς ἡμᾶς ∆ανιὴλ, ὁ μέγας προφήτης, μᾶλλον δὲ ἑλόμενος ἀποθανεῖν, ἢ
τρεῖς ἡμέρας μόνας στερηθῆναι προσευχῆς.
Οὐ γὰρ ἀσεβῆσαι τούτῳ προσέταξεν ὁ τῶν Περσῶν βασιλεὺς, ἀλλὰ τρεῖς ἡμέρας μόνον
σκοπούμενος εὑρεῖν. Ἄνευ γὰρ τῆς θείας ῥοπῆς οὐκ ἄν τι τῶν ἀγαθῶν εἰς τὰς ἡμετέρας
ἔλθοι ψυχάς· Θεοῦ δὲ ῥοπὴ συνεφάπτεται τῶν πόνων ἡμῖν, καὶ τούτους ἐπικουφίζει
καλῶς, ἂν ἴδῃ προσευχὴν ἀγαπῶντας, καὶ συνεχῶς τοῦ Θεοῦ δεομένους, καὶ πάντα ἐκεῖθεν
τὰ ἀγαθὰ καταβήσεσθαι προσδοκῶντας.
Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα
προσευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφοδρὸν, ἤδη μοι οὗτος δῆλός
ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται.
Ὅταν δὲ ἴδω τινὰ τῆς τοῦ Θεοῦ λατρείας ἀκορέστως ἐχόμενον, καὶ τὸ μὴ προσεύχεσθαι
συνεχῶς ἐν ταῖς μεγίσταις ἀριθμοῦντα ζημίαις,
τεκμαίρομαι τὸν τοιοῦτον πάσης ἀρετῆς ἀσκητὴν εἶναι βέβαιον, καὶ τοῦ Θεοῦ ναόν.Εἰ γὰρ στολισμὸς ἀνδρὸς,
καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει
τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν
Σολομῶντα, πολλῷ μᾶλλον
εὐχὴ καὶ ἡ λατρεία
Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ
τὴν παρ' αὐτοῦ
τιμὴν, πᾶσαν τοῦ
Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα
λογισμοὺς, ἐν ὑπεροψίᾳ
τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν. Αὕτη γὰρ ἡ ὑπερηφανία μόνη πρέπει τοῖς τὸν Χριστὸν σεβομένοις, τὸ
μηδενὶ δουλεύειν αἰσχρῷ, ἀλλὰ τηρεῖν ἐν ἐλευθερίᾳ τὴν ψυχὴν καὶ βίῳ κεκαθαρμένῳ.
Ὅτι μὲν οὖν παντελῶς ἀμήχανον ἄνευ προσευχῆς ἀρετῇ συζῇν, καὶ μετὰ ταύτης
πορεύεσθαι τὸν βίον, οἶμαι δῆλον ἅπασιν εἶναι. Πῶς γὰρ ἄν τις ἀρετὴν ἀσκήσειε μὴ
προσιὼν καὶ προσπίπτων συνεχῶς τῷ ταύτης χορηγῷ καὶ δοτῆρι; πῶς δὲ ἄν τις ἐπιθυμήσειεν εἶναι σώφρων
καὶ δίκαιος, μὴ ὁμιλῶν ἡδέως τῷ
ταῦτά τε καὶ πλείω τούτων ἀπαιτοῦντι παρ'
ἡμῶν; Βούλομαι δὲ ἐπιδεῖξαι διὰ
βραχέων, ὅτι κἂν ἁμαρτημάτων γέμοντας
αἱ προσευχαὶ λάβωσιν ἡμᾶς, ταχέως
ἀποκαθαίρουσι. Καίτοι τί μεῖζον γένοιτ' ἂν προσευχῆς, ἢ θειότερον, ὅταν ἀλεξιφάρμακον φανῇ τι οὖσα τοῖς τὰς ψυχὰς νοσοῦσιν; Οὐκοῦν
πρῶτοι Νινευῗται φαίνονται διὰ προσευχῆς ἀναλυσάμενοι τὰς πολλὰς πρὸς
Θεὸν ἁμαρτίας. Ἅμα τε γὰρ
ἔλαβεν αὐτοὺς ἡ προσευχὴ, καὶ δικαίους ἐποίησε, καὶ πόλιν εἰθισμένην
ἀκολασίᾳ καὶ πονηρίᾳ
καὶ παρανόμῳ βίῳ
συζῇν, ἐπανώρθωσεν ὀξέως, παλαιᾶς
συνηθείας μεῖζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη
μεθ' ἑαυτῆς καὶ
σωφροσύνην, καὶ φιλανθρωπίαν, καὶ
πραότητα, καὶ πρόνοιαν πτωχῶν. Οὐ γὰρ ἀνέχεται χωρὶς
τούτων ἐνδιαιτᾶσθαι ψυχῇ· ἀλλ' εἰς
ἣν ἂν οἰκήσῃ διάνοιαν, πλήρη ποιεῖ
δικαιοσύνης πάσης, παιδοτριβοῦσα πρὸς ἀρετὴν,
καὶ κακίαν ἐξορίζουσα. Καὶ δὴ καὶ τότε εἴ τις εἰσῆλθεν εἰς Νινευῆ τὴν πόλιν, καὶ
πρότερον αὐτὴν ἀκριβῶς ἐπιστάμενος, οὐκ ἂν ἐπέγνω τὴν πόλιν· οὕτως ἐξαίφνης
ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν
μετεπήδησεν. Ὥσπερ γὰρ γυναῖκα πτωχὴν, ῥάκια
φοροῦσαν, μετὰ ταῦτά τις χρυσοῖς ἱματίοις κεκοσμημένην ἰδὼν, οὐκ ἂν ἐπιγνοίη τὸ γύναιον· οὕτως ὁ τὴν πόλιν ἐκείνην εἰδὼς
πτωχεύουσαν πρότερον, καὶ τῶν πνευματικῶν
ἔρημον οὖσαν θησαυρῶν,
ἠγνόησεν ἂν ἥτις εἴη ἡ πόλις,
ἣν τοσοῦτον ἴσχυσεν εὐχὴ μεταβαλοῦσα καὶ τρόπον καὶ βίον πρὸς ἀρετὴν ἐπαναγαγεῖν. Καὶ γυνὴ δέ τις ἐν ἀκολασίᾳ καὶ πορνείᾳ πάντα
βεβιωκυῖα τὸν χρόνον, ἅμα τε προσέπεσε πρὸς
τοὺς πόδας τοῦ
Χριστοῦ, καὶ σωτηρίας ἔτυχεν.
Οὐ τοίνυν ἀποκαθαίρει μόνον ἁμαρτίας, ἀλλὰ καὶ κινδύνους ἀποκρούεται μεγάλους. Ὅ γέ τοι βασιλεὺς ὁμοῦ
τε καὶ προφήτης, ὁ θαυμάσιος
∆αυῒδ, τοὺς πολλοὺς
καὶ χαλεποὺς πολέμους
τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον
τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων τοῖς ἑαυτοῦ στρατιώταις καθ' ἡσυχίαν
καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης. Οἱ μὲν
οὖν ἄλλοι βασιλεῖς, ἐν τῇ τῶν
στρατηγῶν ἐμπειρίᾳ καὶ τῇ τέχνῃ καὶ τοξόταις
καὶ ὁπλίταις καὶ ἱππεῦσι τὴν ἐλπίδα τῆς
σωτηρίας εἶχον· ὁ δὲ μέγας ∆αυῒδ ταῖς ἁγίαις
εὐχαῖς τὴν στρατιὰν ἐτείχιζεν, οὐ βλέπων εἰς ὀφρὺν στρατηγῶν καὶ ταξιάρχων
καὶ ἱππάρχων, οὐδὲ χρήματα συλλέγων, οὐδὲ
ὅπλα κατασκευάζων, ἀλλὰ τὴν θείαν πανοπλίαν
ἐξ οὐρανοῦ καταφέρων. Πανοπλία γὰρ
ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν
βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ. Τὴν μὲν γὰρ τῶν ὁπλιτῶν ἰσχύν τε καὶ ἐπιστήμην,
καὶ τοξοτῶν ἐμπειρίαν, καὶ προδοσίαν, πολλάκις ὑποφαίνει μάταιον καὶ βλέμματα πολεμικὰ, καὶ ἀντιπάλων
εὐψυχία, καὶ ἄλλα πολλὰ πρὸς τούτοις· προσευχὴ δὲ ἄμαχον ὅπλον, καὶ ἀσφαλὲς
φυλακτήριον, ὁμοίως μὲν στρατιώτην ἕνα, ὁμοίως δὲ πολλὰς ἀποκρουομένη μυριάδας· ἐπεὶ
καὶ ∆αυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον,
οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ' εὐχαῖς κατήνεγκεν. Οὕτως ἰσχυρὸν μὲν βασιλεῦσιν ἐν
μάχαις ὅπλον ἡ προσευχὴ, ἰσχυρὸν δὲ καὶ ἡμῖν πρὸς δαίμονας. Οὕτω καὶ ὁ βασιλεὺς
Ἐζεκίας περιγίνεται τῷ πολέμῳ τῶν Περσῶν,
στρατιὰν μὲν οὐχ ὁπλίσας,
εὐχὰς δὲ μόνας ἀντιστήσας
τῷ πλήθει τῶν ἀντιπάλων· οὕτω
καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ
ἡ προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ
βασιλεῖ. Καὶ μήν γε ὅτι ψυχὴν ἡμαρτηκυῖαν ἡ προσευχὴ ῥᾳδίως ἀποκαθαίρει, διδάσκει ἡμᾶς ὁ
τελώνης, δεηθεὶς τοῦ Θεοῦ τυχεῖν ἀφέσεως, καὶ τυχών· διδάσκει δὲ καὶ ὁ λεπρὸς,
ἅμα τε προσπεσὼν τῷ Θεῷ, καὶ καθαρθεὶς εὐθέως. Εἰ δὲ σῶμα διεφθαρμένον
ὁ Θεὸς ὀξέως
ἰάσατο, πολλῷ μᾶλλον
ψυχὴν νενοσηκυῖαν θεραπεύσει
φιλανθρώπως· ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ
ταύτην πλείονα σπουδὴν
ἐπιδείκνυσθαι τὸν Θεόν. Καὶ μυρία ἄν τις ἔχοι
λέγειν καὶ παλαιὰ καὶ καινὰ,
εἰ πάντας ἐξαριθμεῖσθαι βούλοιτο
τοὺς διὰ προσευχῆς σεσωσμένους. Ἴσως δέ
τις τῶν ῥᾳθυμοτέρων καὶ
οὐκ ἐθελόντων ἐπιμελῶς προσεύχεσθαι καὶ σπουδαίως, ἐκεῖνα
τὰ ῥήματα φήσειεν ἂν εἰρηκέναι τὸν Θεὸν, ὡς Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν
τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν
οὐρανοῖς· ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν
τὴν προσευχὴν ἐνόμιζον,
εἰκότως ἄν τις τούτοις ἐκέχρητο
τοῖς λόγοις· ἐπεὶ δὲ κεφάλαιον εἶναι ἀγαθῶν τὴν προσευχήν φημι, καὶ κρηπῖδα
καὶ ῥίζαν τοῦ λυσιτελοῦντος βίου, μηδεὶς
ἐπὶ προφάσει ῥᾳθυμίας ἐκείνοις κεχρήσθω τοῖς λόγοις. Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται
σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο
τι τῶν σπουδαίων,
ἀλλὰ δεῖ πάντα
συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς· προσευχὴ δὲ ὥσπερ ῥίζα καὶ
κρηπὶς ὑπόκειται. Καὶ ὥσπερ πλοῖον καὶ οἰκίαν
τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συνέχει,
οὕτω τὸν ἡμετέρον
βίον αἱ προσευχαὶ συγκρατοῦσιν· ἄνευ
δὲ ταύτης οὐδὲν ἂν ἡμῖν ἀγαθὸν, οὐδὲ σωτήριον γένοιτο. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔγκειται
συνεχῶς ἡμῖν διακελευόμενος, καὶ λέγων· Τῇ προσευχῆ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν
αὐτῇ, ἐν εὐχαριστίᾳ·
καὶ ἀλλαχοῦ, Ἀδιαλείπτως προσεύχεσθε, φησὶν, ἐν
παντὶ εὐχαριστοῦντες· τοῦτο γάρ ἐστι θέλημα Θεοῦ·
καὶ ἑτέρωθι πάλιν,
Προσεύχεσθε ἐν παντὶ
καιρῷ ἐν πνεύματι,
εἰς αὐτὸ ἀγρυπνοῦντες, ἐν πάσῃ
προσκαρτερήσει καὶ δεήσει. Οὕτω πολλαῖς καὶ θείαις φωναῖς ἐπὶ προσευχὴν ἡμᾶς
καλεῖ συνεχῶς ὁ τῶν ἀποστόλων ἡγεμών. Προσήκει τοίνυν ὑπ' ἐκείνου παιδευομένους,
μετὰ προσευχῆς πορεύεσθαι τὸν βίον, καὶ ταύτῃ συνεχῶς τὴν διάνοιαν ἄρδειν· χρῄζομεν
γὰρ οἱ πάντες ἄνθρωποι ταύτης οὐχ ἧττον, ἢ τὰ δένδρα τῶν ὑδάτων. Οὔτε γὰρ ἐκεῖνα
δύνανται ἐκφέρειν τοὺς καρποὺς, μὴ πίνοντα διὰ τῶν ῥιζῶν, οὔτε ἡμεῖς τοῖς
πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας δυνησόμεθα βρύειν, μὴ ταῖς προσευχαῖς ἀρδόμενοι.∆ι'
ὅπερ χρὴ καὶ τῆς κλίνης ἀπανισταμένους φθάνειν
ἀεὶ τὸν ἥλιον τῇ τοῦ Θεοῦ λατρείᾳ,
καὶ τραπέζης ἁπτομένους,
καὶ καθεύδειν μέλλοντας·
μᾶλλον δὲ καὶ
καθ' ἑκάστην ὥραν μίαν προσευχὴν τῷ Θεῷ προσφέροντας, ἴσον τῇ ἡμέρᾳ δρόμον
τρέχοντας· ἐν δέ γε τῇ τοῦ χειμῶνος ὥρᾳ, καὶ τῆς νυκτὸς τὸ πλεῖστον μέρος εἰς
προσευχὰς ἀναλίσκοντας, καὶ τὰ γόνατα κάμπτοντας
σὺν πολλῷ τῷ φόβῳ τῇ δεήσει προσέχοντας,
μακαρίζοντας ἑαυτοὺς ἐπὶ τῇ τοῦ Θεοῦ λατρείᾳ. Εἰπέ μοι πῶς ὄψει τὸν ἥλιον, μὴ
προσκυνήσας τὸν πέμποντα τοῖς σοῖς ὀφθαλμοῖς
γλυκύτατον φῶς; πῶς ἀπολαύσεις
τραπέζης, μὴ προσκυνήσας τὸν
τοσούτων ἀγαθῶν δοτῆρα
καὶ χορηγόν; μετὰ ποίας ἐλπίδος
ἐπὶ τὸν τῆς
νυκτὸς ἥξεις καιρόν; ποίοις προσδοκᾷς ὀνείρασιν ὁμιλῆσαι,
μὴ τειχίσας σαυτὸν προσευχαῖς, ἀλλ' ἀφύλακτος ἐπὶ τὸν ὕπνον
ἐλθών; Εὐκαταφρόνητος καὶ εὐάλωτος
τοῖς πονηροτάτοις δαίμοσιν ἔσῃ, οἳ περιέρχονται συνεχῶς καιροφυλακτοῦντες ἡμᾶς, τίνα λαβόντες
γυμνὸν προσευχῆς ἀναρπάσαιεν ὀξέως. Ἂν μὲν
οὖν ἴδωσιν ἡμᾶς
πεφραγμένους ταῖς προσευχαῖς,
ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ
στρατιώτου ξίφος ὁρῶντες κρεμάμενον. Ἂν δ' ἄρα συμβῇ τινα γυμνὸν
εἶναι προσευχῆς, οὗτος ἀνάρπαστος ὑπὸ τῶν δαιμόνων φέρεται, εἰς ἁμαρτίας ὠθούμενος
καὶ συμφορὰς καὶ
κακά. Ταῦτα δεῖ
πάντα φοβουμένους ἡμᾶς, προσευχαῖς καὶ ὕμνοις
ἀεὶ τειχίζειν ἑαυτοὺς, ἵνα πάντας
ὁ Θεὸς ἐλεήσας, ἀξίους ἀπεργάσηται τῆς τῶν οὐρανῶν
βασιλείας, διὰ τοῦ μονογενοῦς αὐτοῦ
Υἱοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου