Πέμπτη 16 Ιουνίου 2016
17. Εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον
Τόμος 50
17. Εἰς τοὺς ἁγίους μάρτυρας
Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.
αʹ. Ὁ μακάριος Βαβύλας πρώην
ἡμᾶς ἐνταῦθα μετὰ παίδων τριῶν συνήγαγε· σήμερον στρατιωτῶν
ξυνωρὶς ἁγίων τὸ
τοῦ Χριστοῦ στρατόπεδον
ἐπὶ τῆς παρατάξεως ἔστησε· τότε
ἅρμα μαρτύρων, νῦν
ξυνωρὶς μαρτύρων. ∆ιάφορος
ἡ ἡλικία, ἀλλὰ μία ἡ πίστις· ποικίλα τὰ παλαίσματα, ἀλλ' ἡ αὐτὴ ἀνδρεία· ἐκεῖνοι
παλαιοὶ κατὰ τὸν χρόνον·
οὗτοι νέοι καὶ πρόσφατοι. Τοιοῦτος
τῆς Ἐκκλησίας ὁ θησαυρὸς, νέους καὶ παλαιοὺς ἔχων μαργαρίτας· ἀλλ' ἓν ἁπάντων τὸ κάλλος. Οὐκ ἀμαυροῦται τὸ ἄνθος αὐτῶν, οὐ
καταῤῥεῖ τῷ χρόνῳ· οὐ δέχεται παλαιότητος ἰὸν τῆς λαμπρότητος ταύτης ἡ φύσις· ἡ
μὲν γὰρ σωματικὴ περιουσία εἴκει καὶ παραχωρεῖ τῷ μήκει τοῦ χρόνου· καὶ γὰρ ἱμάτια
δαπανᾶται, καὶ οἰκίαι καταλύονται, καὶ χρυσίον ἰοῦται, καὶ πᾶσα τῆς αἰσθητῆς ταύτης
περιουσίας ἡ φύσις διαπίπτει τῷ χρόνῳ καὶ
ἀφανίζεται. Ἐπὶ δὲ τῶν πνευματικῶν
θησαυρῶν οὐχ οὕτως· ἀλλ' ἀεὶ καὶ διαπαντὸς ἐν ἴσῃ μένουσιν
ἀκμῇ καὶ νεότητι λάμποντες
καὶ ἀποστίλβοντες τὴν τῆς οἰκείας λαμπρότητος δόξαν οἱ μάρτυρες.Ὃ δὴ
καὶ ὑμεῖς εἰδότες, οὐχ ἑτέρως μὲν τοὺς παλαιοὺς, ἑτέρως δὲ τοὺς νέους τιμᾶτε· ἀλλὰ
μετὰ τῆς αὐτῆς προθυμίας, μετὰ τοῦ αὐτοῦ φίλτρου, μετὰ τῆς αὐτῆς διαθέσεως, ἅπαντας
τιμᾶτε καὶ ἀποδέχεσθε. Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ' ἀνδρείαν ἐπιζητεῖτε, καὶ ψυχῆς
εὐλάβειαν, καὶ πίστιν ἀκλινῆ, καὶ ζῆλον ἐπτερωμένον καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς
συναγαγόντες ἐπεδείξαντο.
Οὕτω γὰρ ἔζεον
τῷ κατὰ Θεὸν πόθῳ,
ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου
στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβολῆς τὸ
βραβεῖον ἁρπάσαι· τὸ δὲ πῶς, ἐγὼ λέγω· ἀλλὰ ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένῳ μοι Ἐγένετό τις
βασιλεὺς ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἀσεβείᾳ νικήσας τοὺς ἔμπροσθεν ἅπαντας,
περὶ οὗ καὶ πρώην διελέχθην ὑμῖν· οὗτος ὁ βασιλεὺς ὁρῶν λαμπρὰ
τὰ ἡμέτερα ἀπὸ τούτου γινόμενα, τοῦ τῶν μαρτύρων θανάτου λέγω,
καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ παῖδας ἁπαλοὺς, καὶ παρθένους ἀπειρογάμους,
καὶ πᾶσαν ἡλικίαν ἁπλῶς καὶ φύσιν ἑκατέραν πηδῶσαν ἐπὶ τὰς ὑπὲρ τῆς εὐσεβείας
σφαγὰς, ἐδάκνετο καὶ ὠδυνᾶτο, καὶ φανερῶς σαλπίσαι τὸν πόλεμον οὐκ ἐβούλετο. Πάντες
γὰρ, φησὶν, ὡς ἐπὶ κηρίον μέλιτται ἥξουσιν ἐπὶ τὸ μαρτύριον πετόμενοι· καὶ ταῦτα οὐκ ἐξ
ἑτέρου, ἀλλὰ παρὰ τῶν
προγόνων ἐμάνθανε τῶν ἑαυτοῦ. Καὶ γὰρ καὶ τύραννοι
τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ δῆμοι διηνεκῶς ἐπανέστησαν, ὅτι ἔτι βραχὺς ἦν ὁ τῆς
εὐσεβείας σπινθήρ· ἀλλ' ὅμως οὐκ ἔσβεσαν, οὐ κατέλυσαν, ἀλλ' αὐτοὶ μὲν κατελύοντο·
ὁ δὲ σπινθὴρ ἐκεῖνος αὐξόμενος πρὸς ὕψος ᾔρετο, καὶ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν,
σφαττομένων, καιομένων, κρημνιζομένων, καταποντιζομένων, θηρίοις παραδιδομένων τῶν πιστῶν ἁπάντων. Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν,
καὶ τὰ πελάγη
καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος
ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μόνον, ἀλλὰ καὶ τῷ μεθ' ἡδονῆς καὶ
προθυμίας πολλῆς. Καθάπερ γὰρ τὰ φυτὰ ἀρδευόμενα αὔξεσθαι πέφυκεν· οὕτω καὶ ἡ πίστις
ἡ ἡμετέρα πολεμουμένη μᾶλλον ἀνθεῖ,
καὶ ἐνοχλουμένη πλεονάζει, καὶ οὐχ οὕτω τοὺς κήπους εὐθαλεῖς ἡ τῶν ὑδάτων
ἀρδεία ποιεῖν εἴωθεν, ὡς τὰς Ἐκκλησίας τῶν μαρτύρων τὸ αἷμα ποτίζειν πέφυκε. Ταῦτ'
οὖν ἅπαντα καὶ πλείονα τούτων εἰδὼς ἐκεῖνος
ἐδεδοίκει φανερῶς τὸν πρὸς ἡμᾶς κινῆσαι πόλεμον· μὴ τρόπαια, φησὶν, ἀλλεπάλληλα στῆσαι, καὶ νίκας ἐργάσασθαι συνεχεῖς, καὶ
στεφάνους ἀναδήσασθαι παρασκευάσωμεν. Καὶ τί ποιεῖ; Σκοπεῖτε τὴν κακουργίαν· Ἰατροὺς,
καὶ στρατιώτας, καὶ σοφιστὰς, καὶ ῥήτορας ἅπαντας ἀφίστασθαι τῶν ἐπιτηδευμάτων, ἢ τὴν πίστιν ἐξόμνυσθαι ἐκέλευσεν· οὕτω πρὸς ἡμᾶς
τὸν πόλεμον ἀκροβολιζόμενος, ἵνα ἂν μὲν εἴξωσι, καταγέλαστος ἡ ἧττα γένηται, ὅτι
χρημάτων τὴν εὐσέβειαν οὐ προετίμησαν· ἂν δὲ στῶσι γενναίως καὶ περιγένωνται, μὴ
πάνυ λαμπρὰ ἡ νίκη, μηδὲ περιφανὲς τὸ τρόπαιον γένηται· οὐδὲν γὰρ μέγα τέχνης
καὶ ἐπιτηδεύματος ὑπὲρ εὐσεβείας καταφρονῆσαι.
Καὶ οὐδὲ ἐνταῦθα ἵσταται
μόνον· ἀλλὰ καὶ εἴ τις ἦν ἐν τοῖς
ἔμπροσθεν χρόνοις, ἡνίκα βασιλεῖς ἦσαν εὐσεβεῖς, ἢ βωμοὺς καταλύσας, ἢ ναοὺς
κατασκάψας, ἢ ἀναθήματα λαβὼν, ἢ ἄλλ' ὁτιοῦν τοιοῦτον ἐργασάμενος, εἰς δικαστήριον
εἵλκετο, καὶ ἐσφάζετο, οὐχ ὁ πεποιηκώς τι τοιοῦτον μόνον, ἀλλὰ καὶ ὁ κατηγορηθεὶς
ἁπλῶς. Καὶ ἑτέρας δὲ μυρίας καὶ πολυτρόπους προφάσεις ἔπλαττεν, ὥστε κατακόψαι
τοὺς ἐν εὐσεβείᾳ ζῶντας ἅπαντας. Καὶ ταῦτα ἐποίει
πάντα, τὸν τοῦ
μαρτυρίου στέφανον ἀμαυρῶσαι βουλόμενος· ἵνα ὁ μὲν φόνος αὐτῷ
προχωρῇ, καὶ σφαγαὶ γίνωνται, μὴ φαίνηται
δὲ λαμπρὰ τὰ τῶν μαρτύρων βραβεῖα. Ἀλλ' οὐδὲν αὐτῷ πλεῖον ἐγίγνετο. Οὐ γὰρ ἀπὸ
τῆς ἐκείνου ψήφου, οὐδὲ ἀπὸ τῆς κακουργίας πάντως οἱ ταῦτα παθόντες, ἀλλ' ἀπὸ τῆς
ἀδεκάστου κρίσεως, τῆς ἄνωθεν λέγω, τὸν στέφανον δέχεσθαι μέλλουσι.
βʹ. Τοιγαροῦν τῶν πραγμάτων
ἐν τούτοις ὄντων, καὶ ὠδίνοντος ἐκείνου τὸν πόλεμον ἐξενεγκεῖν, καὶ δεδοικότος
τὴν ἧτταν, συνέβη γενέσθαι συμπόσιον στρατιωτικὸν, οὗ μετέσχον οἱ σήμερον ἡμᾶς
συναγαγόντες μάρτυρες· καὶ οἷα εἰκὸς ἐν συμποσίῳ, προτεινομένων λόγων πολλῶν, καὶ ἑτέρων ἕτερά τινα διαλεγομένων,
οὗτοι τὰ παρόντα ἐθρήνουν κακὰ, καὶ τὸν ἔμπροσθεν ἐμακάριζον χρόνον, καὶ πρὸς ἑαυτοὺς
καὶ πρὸς τοὺς παρόντας ἔλεγον· Ζῇν δὲ λοιπὸν ὅλως ἄξιον; ἀναπνεῖν δὲ, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν, τῶν ἱερῶν
καταπατουμένων νόμων, τῆς εὐσεβείας ὑβριζομένης,
τοῦ κοινοῦ τῆς κτίσεως ἀτιμαζομένου ∆εσπότου; Πάντα κνίσσης γέμει καὶ καπνοῦ, πάντα
θυσιῶν ἀκαθάρτων, οὐδὲ ἀέρα καθαρὸν ἀναπνεῦσαι δυνάμεθα. Σὺ δέ μοι μὴ ἁπλῶς
παραδράμῃς τὰ εἰρημένα· ἀλλ' ἐννόησον τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐλέγετο·
καὶ σκόπει τὴν εὐλάβειαν τῶν
λεγόντων. Εἰ γὰρ ἐν
συμποσίῳ στρατιωτικῷ ἔνθα ἄκρατος
οἶνος καὶ μέθη
καὶ ἅμιλλα ἀσωτίας
ἐσχάτης, καὶ παροινίας ἀγὼν καὶ
παραπληξίας, οὕτως ἔστενον, οὕτως ἐθρήνουν, τίνες ἦσαν ἐπὶ τῆς οἰκίας ὄντες, καὶ
ἀλλήλοις συγγινόμενοι μόνοις; τίνες ἦσαν ἐν ταῖς εὐχαῖς οἱ παρ' αὐτὸν
τὸν καιρὸν τῆς τρυφῆς οὕτω συνεσταλμένοι, καὶ ἀποστολικὰ σπλάγχνα ἐπιδεικνύμενοι; Ἄλλοι ἔπιπτον, καὶ οὗτοι ἐθρήνουν· ἕτερος ἠσέβει,
καὶ οὗτοι ἐπυροῦντο· οὐδὲ ᾐσθάνοντο τῆς οἰκείας ὑγιείας, διὰ τὴν τῶν ἀδελφῶν ἀῤῥωστίαν· ἀλλ' ὥσπερ κοινοὶ προστάται τῆς οἰκουμένης
δοθέντες, οὕτως ἤλγουν καὶ ἐδάκρυον ἐπὶ
τοῖς γινομένοις κακοῖς.
Ταῦτα εἰπόντες οὐκ ἔλαθον· ἀλλ' εἷς τις τῶν τῆς τραπέζης κοινωνούντων ἐκείνης, εἴρων καὶ
κόλαξ, θεραπεῦσαι τὸν βασιλέα βουλόμενος, πάντα τὰ εἰρημένα τούτῳ κατεῖπεν· ὁ δὲ
ὅπερ ἐζήτει πάλαι εὑρὼν, καὶ προφάσεως ἐπιλαβόμενος δυναμένης
αὐτοὺς ἀποστερῆσαι τῶν
τοῦ μαρτυρίου μισθῶν, κελεύει
δημευθῆναι τὴν οὐσίαν αὐτῶν ἅπασαν, τυραννίδα ἐγκαλῶν
ὑπὲρ τῶν ῥημάτων τούτων, καὶ γυμνοὺς εἰς τὸ δεσμωτήριον εἰσαχθῆναι προσέταξεν.
Οἱ δὲ ἔχαιρον καὶ ἠγάλλοντο.Τί γὰρ ἡμῖν περιουσίας, φασὶ, καὶ στολῆς
πολυτελοῦς; κἂν γὰρ αὐτὸ τὸ ἔσχατον ἱμάτιον τὴν σάρκα ἀποδύσασθαι δέῃ διὰ τὸν Χριστὸν, οὐδὲ
ταύτης ἀνθεξόμεθα, ἀλλὰ καὶ αὐτὴν παραχωρήσομεν. Καὶ σήμαντρα λοιπὸν ἦν ἐν ταῖς οἰκίαις,
καὶ πάντα ἀνηρπάζετο
τὰ ἐκείνων. Καὶ καθάπερ
ἄνθρωποι μέλλοντες ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφεστηκυῖαν, τὴν
οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμπουσιν· οὕτω δὴ καὶ ἐπ' ἐκείνων
συνέβαινεν. Ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἔμελλον ἀποδημεῖν,
προεπέμπετο αὐτῶν ἡ οὐσία, αὐτῶν τῶν ἐχθρῶν πρὸς τὴν παραπομπὴν διακονουμένων. Οὐδὲ γὰρ μόνον
τὰ κατὰ λόγον ἐλεημοσύνης διδόμενα χρήματα πρὸς οὐρανὸν μετατίθενται· ἀλλὰ καὶ ἅπερ ἂν ἁρπάζωσιν οἱ τὴν πίστιν
πολεμοῦντες καὶ διώκοντες τοὺς ἐν εὐσεβείᾳ ζῶντας, καὶ ταῦτα ἐκεῖ θησαυρίζεται.
Ὅτι γὰρ τοῦτο οὐκ ἔλαττον ἐκείνου, ἄκουσον τί φησιν ὁ Παῦλος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων
ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε,
προσδοκῶντες ἔχειν κρείττονα ὕπαρξιν ἐν
οὐρανοῖς καὶ μένουσαν. Ἦσαν τοίνυν οἱ μάρτυρες ἐν τῷ δεσμωτηρίῳ, καὶ πᾶσα ἡ πόλις
ἐκεῖ συνέῤῥει· καίτοι γε φόβων καὶ ἀπειλῶν καὶ κινδύνων ἐπικρεμαμένων μεγάλων,
εἴ τις προσέλθοι, καὶ διαλεχθείη καὶ κοινωνήσειεν αὐτοῖς λόγων. Ἀλλ' ὁ τοῦ Θεοῦ
φόβος πάντα ἐκεῖνα παρώσατο, καὶ δι' ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ
τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦντες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς 50.575 τελοῦντο,
παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας
ἀποκλεισθείσης τὸ δεσμωτήριον
ἐκκλησία λοιπὸν ἐγίνετο.
Οὐ γὰρ δὴ μόνον
οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβοντες, μεγίστην διδασκαλίαν
ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως
τῶν ἁγίων τούτων
ἐδέχοντο. Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι,
καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας
πρὸς τὴν ἐπιβουλήν· οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως
πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας,
αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν. Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον
οὕτω διακρούσεσθε κίνδυνον·
ἀλλὰ καὶ τιμῆς
πλείονος καὶ κρείττονος ἐπιλήψεσθε
τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες. Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν
συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας;
Οἱ δὲ, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γενναίως, ἵνα ὥσπερ θύματα
ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν.
Φιλάνθρωπον ἔχομεν ∆εσπότην· οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον·
ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ
τούτῳ ἄρχων, καὶ
προφήτης, καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις,
οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν
σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως
προσδεχθείημεν· οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες,
τὰς ἐκκλησίας ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ
∆εσπότῃ προσαγαγεῖν· καὶ καταλιπόντες
τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χοροῖς ἀγγελικοῖς. Κἂν γὰρ
μὴ νῦν ἀποθάνωμεν, φησὶν, ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ
πεισόμεθα· βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου
τοιαῦτα ἀσεβοῦντος· βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω
καὶ πατουμένης. Ἐνταῦθα κἂν ἀποθάνῃ τις,
οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας
ἐπάξιον. Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται
λοιπὸν ἄνθρωπος; Πολλάκις μὲν οὖν
οὐδὲ ταφῆς ἀξιωθεὶς,
τοῖς τῶν κυνῶν
προκείσεται στόμασιν. Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθάνωμεν τῶν ἀγγέλων, μετὰ πλείονος
τῆς δόξης τὰ σώματα ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξομεν, καὶ
πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα. Λάβωμεν τοίνυν
ὅπλα πνευματικά· οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου·
ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα, φησί. Καὶ
γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα,συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ
τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.
γʹ. Ταῦτα καὶ τὰ τούτοις ἐοικότα
ἀπηγγέλλετο τῷ βασιλεῖ· ὁ δὲ οὐκ ἀφίστατο, ἀλλ' ἐπεχείρει πάλιν
τὰ δελέατα δι' ἐκείνων τιθείς. Ταῦτα γοῦν
κατεσκεύαζεν ὁ ὕπουλος καὶ πανοῦργος
καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, ἵνα ἂν μὲν
καταμαλακισθέντες ἐνδῶσιν, ὑπὸ τοῖς ἁπάντων
ὀφθαλμοῖς αὐτοὺς ἐξαγάγοιεν, καὶ οὕτω λοιπὸν παρασκευάσῃ θῦσαι ἂν δὲ ἐπιμείνωσι
σφοδρὰν τὴν ἀνδρείαν ἐπιδεικνύμενοι, καὶ πρὸς τὴν πάλην γενναίως ἱστάμε 50.576
νοι, μὴ φανερὰ γένηται τὰ τῆς νίκης αὐτοῖς, ἀλλ' ὡς ἐπὶ προσχήματι τυραννίδος αὐτοὺς
ἀπαγαγὼν ἀποτέμῃ. Ἀλλ' ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, οὐκ ἀφῆκε λαθεῖν τὴν ἐνέδραν,
οὐδὲ τὴν ἐπιβουλὴν ἀφανῆ γενέσθαι·
ἀλλ' ὥσπερ ἡ Αἰγυπτία τότε
γυνὴ τοῦ Ἰωσὴφ ἐπιλαβομένη ἐν
θαλάμῳ καὶ ἐρημίᾳ
πολλῇ προσεδόκησε λήσεσθαι
πάντας ἀνθρώπους, οὐκ ἔλαθε δὲ τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ οὐ μόνον ἐκεῖνον,
ἀλλ' οὐδὲ ἀνθρώπους τοὺς μετὰ ταῦτα,
ἀλλ' ὅπερ ἐκείνη πρὸς τὸν Ἰωσὴφ
εἶπεν, οὐδενὸς παρόντος, τοῦτο
πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· οὕτω δὴ
καὶ οὗτος ἤλπισε μὲν λήσειν ἐν δεσμωτηρίῳ διαλεγόμενος διὰ τῶν ἐσχηματισμένων
συμβούλων ἐκείνων, οὐκ ἔλαθε δέ· ἀλλ' ἅπαντες
μετὰ ταῦτα ἔμαθον τὴν ἐνέδραν, τὴν ἐπιβουλὴν, τὴν νίκην, τὸ τρόπαιον. Ὡς γὰρ χρόνος
ἐτρίβετο καὶ παρέῤῥει πολὺς, καὶ τὸ πλῆθος τῶν ἡμερῶν οὐκ ἐξέλυε τὴν προθυμίαν,
ἀλλ' ἐπέτεινεν αὐτῶν
μᾶλλον τὴν σπουδὴν, καὶ πλείονας
κατεσκεύαζε ζηλωτὰς, κελεύει λοιπὸν
μέσων νυκτῶν ἐπὶ τὸ βάραθρον
αὐτοὺς ἀπαχθῆναι. Καὶ ἐν μέσῳ σκότει οἱ φωστῆρες ἐξήγοντο, καὶ ἀπετέμνοντο.
Τότε καὶ φοβερώτεραι λοιπὸν ἦσαν αἱ κεφαλαὶ τῷ διαβόλῳ μᾶλλον ἢ ὅτε φωνὴν ἠφίεσαν· ἐπεὶ καὶ ἡ Ἰωάννου κεφαλὴ οὐχ οὕτω
φοβερὰ ἦν φθεγγομένη, ὡς ἄφωνος ἐπὶ τοῦ πίνακος κειμένη. Ἔχει γὰρ καὶ φωνὴν τῶν
ἁγίων τὸ αἷμα, οὐ δι' ὤτων ἀκουομένην, ἀλλὰ τοῦ συνειδότος τῶν ἀναιρούντων ἐπιλαμβανομένην. Μετὰ δὲ τὴν μακαρίαν ἐκείνην σφαγὴν,
οἱ τὰ τοιαῦτα
θηρεύοντες λείψανα, τὴν ἑαυτῶν ὑποθέντες σωτηρίαν, ἀνείλοντο τοὺς ἀριστέας τούτους· καὶ ἦσαν κἀκεῖνοι μάρτυρες
ζῶντες. Καὶ γὰρ εἰ καὶ μὴ ἀπετμήθησαν, ἀλλ' ἑλόμενοι πρότερον τοῦτο παθεῖν, οὕτως
ἐπὶ τὴν ἄγραν τῶν σωμάτων ὥρμησαν. Λέγουσι τοίνυν οἱ τότε παραγενόμενοι καὶ ταῦτα
τὰ σώματα νεοσφαγῆ καταξιωθέντες ἰδεῖν, ὅτι
κειμένων αὐτῶν παρ' ἀλλήλων πρὸ τῆς ταφῆς, τοσαύτη τις ἐπήνθησεν αὐτῶν ταῖς
ὄψεσι χάρις, οἵαν ἐπὶ Στεφάνου φησὶν ὁ Λουκᾶς γεγενῆσθαι μέλλοντος ἀπολογεῖσθαι
τοῖς Ἰουδαίοις, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς χωρὶς φρίκης παρέστη τότε αὐτοῖς. Οὕτω
καὶ αὕτη ἡ ὄψις πάντας τοὺς ὁρῶντας ἐξέπληττε, καὶ πάντες ἐπεβόων
ἐκεῖνο τὸ παρὰ τοῦ ∆αυῒδ εἰρημένον· Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ
ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν. Κοινῇ γὰρ καὶ ὡμολόγησαν καὶ τὸ δεσμωτήριον
ᾤκησαν, καὶ εἰς τὸ βάραθρον ἀπηνέχθησαν,
καὶ τὰς κεφαλὰς ἀπέθεντο, καὶ μία λάρναξ ἀμφοτέρων ἔχει τὰ σώματα· ὥσπερ
οὖν καὶ μία σκηνὴ δέξεται αὐτὰ πάλιν ἐν
τοῖς οὐρανοῖς, ὅταν αὐτὰ μετὰ πλείονος δόξης
ἀνελέσθαι μέλλωσι. Τούτους ἄξιον καὶ στύλους, καὶ σκοπέλους, καὶ πύργους, καὶ
φωστῆρας, καὶ ταύρους ὁμοῦ προσειπεῖν. Καὶ γὰρ ὡς στῦλοι τὴν Ἐκκλησίαν ἀνέχουσι,
καὶ ὡς πύργοι τειχίζουσι, καὶ ὡς σκόπελοι πᾶσαν ἐπιβουλὴν ἀποκρουόμενοι, πολλὴν
τοῖς ἔνδον ποιοῦσι γαλήνην· καὶ ὡς φωστῆρες τὸ σκότος ἀπήλασαν τῆς ἀσεβείας καὶ
ὡς ταῦροι ψυχῇ καὶ σώματι, ἴσῃ τῇ προθυμίᾳ, τὸν
χρηστὸν εἵλκυσαν τοῦ Χριστοῦ ζυγόν. Συνεχῶς
τοίνυν αὐτοῖς ἐπιχωριάζωμεν, καὶ τῆς λάρνακος
ἁπτώμεθα, καὶ μετὰ πίστεως τοῖς
λειψάνοις αὐτῶν περιπλεκώμεθα, ἵνα
εὐλογίαν τινὰ ἐπισπασώμεθα ἐκεῖθεν. Καθάπερ
γὰρ οἱ στρατιῶται τραύματα ἐπιδείξαντες, ἅπερ ἐκ τῶν πολεμίων ἔλαβον, μετὰ παῤῥησίας
τῷ βασιλεῖ διαλέγονται· οὕτω
καὶ οὗτοι τὰς
κεφαλὰς ἃς ἀπετμήθησαν ἐπὶ τῶν
χειρῶν βαστάζοντες, καὶ εἰς μέσον παράγοντες,
εὐκόλως ἅπαντα, ὅσα ἂν θέλωσι, παρὰ τῷ βασιλεῖ τῶν οὐρανῶν ἀνύειν δύνανται. Μετὰ
πολλῆς τοίνυν τῆς πίστεως, μετὰ πολλῆς τῆς
προθυμίας ἐκεῖ βαδίζωμεν, ἵνα καὶ
ἀπὸ τῆς ὄψεως τῶν ἁγίων τούτων μνημάτων,
καὶ ἀπὸ τῆς ἐννοίας τῶν ἄθλων, καὶ πανταχόθεν πολλοὺς καὶ μεγάλους λαβόντες
θησαυροὺς, καὶ τὸν παρόντα βίον δυνηθῶμεν
κατὰ τὸ τῷ Θεῷ δοκοῦν διανύσαι, καὶ μετὰ πολλῆς τῆς ἐμπορίας εἰς ἐκεῖνον καταπλεῦσαι τὸν λιμένα, καὶ τῆς βασιλείας τῶν
οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα,
κράτος, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18.Εἰς τὴν ἁγίαν μάρτυρα
Πελαγίαν τὴν ἐν Ἀντιοχείᾳ.
αʹ. Εὐλογητὸς ὁ Θεός· καὶ γυναῖκες θανάτου
λοιπὸν καταπαίζουσι, καὶ κόραι καταγελῶσι τελευτῆς, καὶ παρθένοι
κομιδῇ νέαι καὶ ἀπειρόγαμοι εἰς αὐτὰ σκιρτῶσι τοῦ ᾅδου τὰ κέντρα, καὶ οὐδὲν
πάσχουσι δεινόν, Ταῦτα δὴ πάντα διὰ τὸν
ἐκ παρθένου Χριστὸν γέγονεν ἡμῖν τὰ ἀγαθά· μετὰ γὰρ τὰς
μακαρίας ὠδῖνας ἐκείνας, καὶ τὸν
φρικωδέστατον τόκον ἐξελύθη
τοῦ θανάτου τὰ νεῦρα, παρελύθη
ἡ τοῦ διαβόλου δύναμις, καὶ λοιπὸν οὐκ ἀνδράσι μόνον,
ἀλλὰ καὶ γυναιξὶν εὐκαταφρόνητος γέγονε,
καὶ οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ κόραις. Καθάπερ γάρ τις ποιμὴν ἄριστος λέοντα ἐκφοβοῦντα
τὰ θρέμματα καὶ τῇ ποίμνῃ πάσῃ λυμαινόμενον λαβὼν, καὶ τοὺς ὀδόντας ἐκκόψας, καὶ
τοὺς ὄνυχας ἐκτεμὼν, καὶ τὴν
κόμην ἀποκείρας, εὐκαταφρόνητον καὶ καταγέλαστον ποιεῖ, καὶ παιδίοις
ποιμενικοῖς καὶ κόραις παραδίδωσι καταπαίζειν
λοιπόν· οὕτω δὴ καὶ ὁ Χριστὸς τὸν θάνατον φοβερὸν ὄντα τῇ φύσει τῇ ἡμετέρᾳ καὶ
φοβοῦντα τὸ γένος ἡμῶν ἅπαν λαβὼν, καὶ τὸν φόβον αὐτοῦ διαλύσας ἅπαντα παρέδωκεν,
ὥστε καὶ παρθένους καταπαίζειν αὐτοῦ.∆ιὰ τοῦτο καὶ ἡ μακαρία Πελαγία μετὰ τοσαύτης
ἐπ' αὐτὸν ἔδραμεν ἡδονῆς ὡς μηδὲ ἀναμεῖναι
δημίων χεῖρας. μηδὲ εἰς δικαστήριον εἰσελθεῖν,
ἀλλὰ τῇ τῆς οἰκείας προθυμίας ὑπερβολῇ φθάσαι τὴν ἐκείνων
ὠμότητα. Παρεσκεύαστο μὲν γὰρ καὶ
πρὸς βασάνους, καὶ κολαστήρια,
καὶ ἅπαν τιμωριῶν
εἶδος, ἀλλ' ἐδεδοίκει,
μὴ τὸν τῆς παρθενίας ἀπολέσῃ στέφανον. Καὶ ἵνα μάθῃς
ὅτι τὴν τῶν ἀσεβῶν ἀσέλγειαν ἐδεδοίκει, προλαμβάνει, καὶ τῆς ἀσχήμονος
ὕβρεως ἑαυτὴν προεξαρπάζει· ὃ ἀνθρώπων οὐδεὶς οὐδέποτε τοιοῦτον οὐδὲν ἐπεχείρησεν, ἀλλ' ἠκολούθησαν ἅπαντες εἰς
τὸ δικαστήριον, κἀκεῖ τὴν ἀνδρείαν ἐπεδείξαντο· γυναῖκες δὲ διὰ τὸ τῆς φύσεως εὐεπηρέαστον,
τοῦτον ἐπενόησαν ἑαυταῖς τὸν τρόπον τῆς τελευτῆς. Εἰ μὲν γὰρ ἦν καὶ τὴν παρθενίαν
διασώσασθαι, καὶ τῶν τοῦ μαρτυρίου στεφάνων
ἐπιτυχεῖν, οὐκ ἂν παρῃτήσατο τὴν
εἰς τὸ δικαστήριον εἴσοδον·
ἐπειδὴ δὲ ἀνάγκη
θατέρου πάντως ἦν ἐκπεσεῖν, ἐσχάτης ἐνόμιζεν εἶναι ἀνοίας, παρὸν ἑκατέρας
αὐτῇ τῆς νίκης ἐπιτυχεῖν, ἐξ ἡμισείας στεφανωθεῖσαν ἀπελθεῖν.∆ιὰ τοῦτο οὐκ ἠθέλησεν εἰς τὸ δικαστήριον ἀπελθεῖν,
οὐδὲ γενέσθαι θέατρον ἀκολάστοις ὀφθαλμοῖς, οὐδὲ παρασχεῖν ἀσελγέσιν ὄμμασιν ἐντρυφῆσαι τῇ
τῆς οἰκείας ὄψεως θεωρίᾳ, καὶ τὸ ἅγιον ἐκεῖνο
καθυβρίσαι σῶμα· ἀλλ' ἀπὸ τοῦ θαλάμου καὶ τῆς γυναικωνίτιδος ἐφ' ἕτερον ἦλθε θάλαμον,
τὸν οὐρανόν. Μέγα μὲν γὰρ καὶ τὸ δημίους ἰδεῖν περιεστῶτας, καὶ τὰς πλευρὰς
διορύττοντας· οὐκ ἔλαττον δὲ οὐδὲ τοῦτο ἐκείνου.
Τοῖς μὲν γὰρ τῆς αἰσθήσεως ἤδη
προαναλωθείσης τῇ ποικιλίᾳ
τῶν βασάνων, οὐδὲ φοβερὸς
ἔτι φαίνεται ὁ θάνατος, ἀλλ' ἀπαλλαγή τις καὶ ἄνεσις
τῶν ἐπικειμένων δεινῶν· ἡ δὲ μηδὲν
μηδέπω παθοῦσα τοιοῦτον, ἀλλὰ ἀκέραιον ἔτι τὸ σῶμα ἔχουσα, καὶ μηδεμιᾶς ὀδύνης
αἰσθομένη μηδέπω, μεγάλου τινὸς καὶ γενναίου φρονήματος δεῖται, εἰ μέλλοι βιαίῳ
θανάτῳ τῆς παρούσης
ἑαυτὴν ἐξάγειν ζωῆς. Ὥστε ὅταν
θαυμάζῃς ἐκείνους τῆς καρτερίας, θαύμασον ταύτην τῆς ἀνδρείας· ὅταν ἐκπλαγῇς ἐκείνους ὑπὲρ τῆς ὑπομονῆς ἐκπλάγηθι
καὶ ταύτην ὑπὲρ
τοῦ γενναίου φρονήματος
ὅτι κατετόλμησε τελευτῆς τοιαύτης. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ συμβὰν, ἀλλ'
ἐννόησον πῶς ἦν εἰκὸς κόρην διατεθῆναι ἁπαλὴν, τοῦ θαλάμου πλέον εἰδυῖαν οὐδὲν,
στρατιωτῶν ἀθρόως ἐπιστάντων, πρὸ τῆς θύρας
ἑστώτων, καλούντων εἰς δικαστήριον, εἰς ἀγορὰν ἑλκόντων ὑπὲρ
τοιούτων καὶ τηλικούτων
πραγμάτων. Οὐ πατὴρ ἔνδον,
οὐ μήτηρ παρῆν, οὐ τροφὸς, οὐ
θεραπαινὶς, οὐ γείτων, οὐ φίλη, ἀλλὰ μόνη μεταξὺ τῶν δημίων ἐκείνων ἀπείληπτο.Ὅτι γὰρ ἐξελθεῖν καὶ ἀποκρίνασθαι τοῖς
δημίοις ἐκείνοις τοῖς
στρατιώταις ἴσχυσεν, ὅτι διᾶραι στόμα, καὶ φωνὴν ἀφεῖναι, ὅτι γὰρ ἰδεῖν,
ὅτι στῆναι καὶ ἀναπνεῦσαι, πῶς οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Οὐκ ἦν ταῦτα
ἀνθρωπίνης φύσεως· τὸ μὲν γὰρ πλέον εἰσήνεγκεν
ἡ τοῦ Θεοῦ ῥοπή. Οὐ μὴν οὐδὲ αὕτη τότε ἀργοῦσα εἱστήκει, ἀλλὰ τὰ παρ' ἑαυτῆς πάντα
ἐπεδείκνυτο, τὴν προθυμίαν, τὸ φρόνημα, τὸ γενναῖον, τὸ βουληθῆναι, τὸ προελέσθαι, τὸ σπεῦσαι, τὸ ἐπειχθῆναι· τὸ
δὲ εἰς πέρας ἅπαντα ταῦτα ἐλθεῖν, τῆς τοῦ Θεοῦ βοηθείας ἐγίγνετο καὶ τῆς ἄνωθεν εὐνοίας· ὥστε καὶ θαυμάζειν αὐτὴν καὶ μακαρίζειν
ἄξιον· μακαρίζειν μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ συμμαχίας, θαυμάζειν δὲ ὑπὲρ τῆς οἰκείας προθυμίας.
Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη δικαίως ἀκούσας, ὅτι ἐν μιᾷ καιροῦ ῥοπῇ γνώμην τοσαύτην καὶ ἐβουλεύσατο καὶ ἐκύρωσε, καὶ εἰς
ἔργον ἐξήγαγεν; Ἵστε γὰρ δήπου, πάντες, ὅτι τὰ πολλάκις ἡμῖν ἐν μακρῷ μελετηθέντα χρόνῳ, παρόντος τοῦ καιροῦ τοῦ τὴν πεῖραν ἀπαιτοῦντος
ἡμᾶς, καὶ φόβου μικροῦ τὴν διάνοιαν καταλαβόντος ἅπαντα ἐξεχέαμεν τὰ βουλεύματα ὑπὸ τῆς ἀγωνίας
ἀθρόον πτοηθέντες. Αὕτη δὲ βουλὴν οὕτω φρικτὴν
καὶ φοβερὰν ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ὑποδέξασθαι, καὶ ψηφίσασθαι, καὶ τοῖς
ἔργοις πληρῶσαι ἴσχυσε, καὶ οὔτε τὸ φοβερὸν τῶν παρόντων, οὐχ ἡ ὀξύτης
τοῦ καιροῦ, οὐχ ἡ ἐρημία
τῆς ἐπιβουλευομένης, οὐ τὸ μόνην
ἔνδον ἀπειλῆφθαι, οὐκ ἄλλο οὐδὲν
τοιοῦτον ἐθορύβησε τὴν μακαρίαν ἐκείνην· ἀλλ' ὥσπερ φίλων τινῶν
παρόντων καὶ γνωρίμων, οὕτω μετὰ ἀδείας ἅπαντα ἔπραττε· καὶ μάλα εἰκότως. Οὐ γὰρ ἦν
ἔνδον μόνη, ἀλλ' εἶχε σύμβουλον
Ἰησοῦν· ἐκεῖνος αὐτῇ παρῆν, ἐκεῖνος τῆς καρδίας αὐτῆς ἥπτετο, ἐκεῖνος
τὴν ψυχὴν παρεθάῤῥυνεν, ἐκεῖνος μόνος τὸν φόβον ἐξέβαλε. Ταῦτα δὲ οὐχ ἁπλῶς ἐποίει,
ἀλλ' ἐπειδὴ πρότερον ἑαυτὴν ἀξίαν παρεσκεύασε τῆς ἐκείνου βοηθείας ἡ μάρτυς.
βʹ. Ἐξελθοῦσα τοίνυν χάριν ᾔτησε
τοὺς στρατιώτας, ὥστε εἰσελθεῖν, καὶ
μεταμφιάσασθαι· καὶ εἰσελθοῦσα
μετημφιάσατο ἀφθαρσίαν ἀντὶ
φθορᾶς, ἀθανασίαν ἀντὶ θανάτου,
ζωὴν ἀτελεύτητον ἀντὶ προσκαίρου
περιβαλλομένη ζωῆς. Ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις
καὶ τοῦτο θαυμάζω, πῶς ἔδωκαν τὴν χάριν οἱ στρατιῶται, πῶς ἠπάτησε τοὺς ἄνδρας ἡ
γυνὴ, πῶς οὐδὲν τῶν μελλόντων συμβήσεσθαι ὑπείδοντο ἐκεῖνοι, πῶς οὐ συνῆκαν τὸν
δόλον. Οὐδὲ γὰρ ἔστι τοῦτο εἰπεῖν, ὅτι οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο· πολλαὶ γὰρ ἴσως καὶ εἰς κρημνὸν ἑαυτὰς ἀφῆκαν, καὶ εἰς πέλαγος ἔῤῥιψαν, καὶ ξίφος διὰ τοῦ στήθους
ἤλασαν, καὶ βρόχον ἀνῆψαν, καὶ πολλῶν τοιούτων δραμάτων ὁ καιρὸς ἔγεμεν ἐκεῖνος· ἀλλ' ὁ Θεὸς τὴν καρδίαν αὐτῶν ἐτύφλωσεν,
ὥστε μὴ συνιδεῖν τὸν δόλον. ∆ιὰ τοῦτο ἐκ μέσου τῶν δικτύων ἀνέπτη· καὶ
καθάπερ ἔλαφος εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, εἶτα
ἐκεῖθεν διαφυγοῦσα πρὸς
κορυφὴν ὄρους δύσβατον καὶ ποσὶ
θηρατῶν καὶ ἀφέσει βελῶν ἀνέφικτον, ἵσταται
τοῦ δρόμου λοιπὸν, καθορῶσα μετὰ ἀδεῖας
τοὺς ἐπιβουλεύσαντας αὐτῇ πρότερον· οὕτω δὴ καὶ αὕτη εἰς αὐτὰς τῶν θηρατῶν
ἐμπεσοῦσα τὰς χεῖρας, καὶ καθάπερ δικτύοις τοῖς τοίχοις
ἔνδον ἐναπειλημμένη, ἀνέδραμεν οὐκ
εἰς ὄρους κορυφὴν, ἀλλ' εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν, ἔνθα
λοιπὸν οὐκ αὐτοὺς ἔτι
προσελθεῖν δυνατὸν ἦν· εἶτα
ἐκεῖθεν αὐτοὺς εἰσορῶσα κεναῖς ἀναχωροῦντας χερσὶν, ἔχαιρε πολλὴν τῶν ἀπίστων θεωμένη κατασκευαζομένην αἰσχύνην.
Ἐννόησον γὰρ ἡλίκον ἦν· τοῦ δικαστοῦ καθημένου, τῶν δημίων παρεστώτων, τῶν κολαστηρίων
εὐτρεπισμένων, τοῦ πλήθους παντὸς συνειλεγμένου, τῶν
στρατιωτῶν προσδοκωμένων, ὑπὸ
τῆς ἡδονῆς μεθυόντων ἁπάντων, ἐλπιζόντων ἔχειν τὸ θήραμα, τοὺς ἐπὶ τούτῳ ἀπελθόντας,
ἐπανιέναι κάτω κύπτοντας, τὸ
γεγενημένον δρᾶμα διηγουμένους.Πόσην μὲν
αἰσχύνην, πόσην δὲ ὀδύνην καὶ ὄνειδος τῶν ἀπίστων
κατασκεδασθῆναι εἰκὸς ἁπάντων
ἦν; πῶς ἀναχωρεῖν
κάτω κύπτοντας ἐγκαλυπτομένους, διὰ τῶν ἔργων μανθάνοντας, ὅτι οὐ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν ὁ πόλεμος
αὐτοῖς ἦν; Ὁ μὲν οὖν Ἰωσὴφ, ἡνίκα ὑπὸ τῆς αὐτοῦ δεσποίνης ἐπεβουλεύετο, τὸ ἱμάτιον
τὸ κατασχεθὲν ὑπὸ τῶν μιαρῶν
χειρῶν παρὰ τῇ βαρβάρῳ γυναικὶ τότε ἀφεὶς, ἐξῄει
γυμνός· αὕτη δὲ οὐδὲ κατασχεθῆναι
τὸ σῶμα ὑπὸ τῶν
ἀκολάστων ἀφῆκε χειρῶν, ἀλλ' ἀναβᾶσα γυμνῇ τῇ ψυχῇ, καὶ τὴν ἁγίαν σάρκα ἀφεῖσα
παρὰ τοῖς πολεμίοις, εἰς
πολλὴν αὐτοὺς ἀμηχανίαν
ἐνέβαλεν· οὐδὲ γὰρ εἶχον ὅ τι χρήσονται τῷ λειψάνῳ λοιπόν.
Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα,
τοὺς μὲν ἑαυτοῦ δούλους ἐξ ἀπόρων πραγμάτων εἰς πολλὴν ἄγειν εὐκολίαν,
τοὺς δὲ ἐναντίους αὐτῷ καὶ πολεμίους κἂν ἐκ τῶν εὐμηχάνων
εἶναι δοκούντων εἰς τὴν ἐσχάτην
ἐμβάλλειν ἀμηχανίαν. Τί γὰρ τῆς ἀμηχανίας
ἐκείνης ἦν χαλεπώτερον,
εἰς ἣν ἡ κόρη τότε ἐνεπεπτώκει; τί δὲ τῆς εὐκολίας εὐπορώτερον,
ἐν ᾗ τότε οἱ στρατιῶται ἦσαν; Μόνην
εἶχον αὐτὴν ἔνδον ἀπειλημμένην. ὥσπερ ἐν
δεσμωτηρίῳ τῇ οἰκίᾳ ἐγκεκλεισμένην, καὶ ὅμως ἀπῆλθον
ἀποτυχόντες τῆς θήρας.
Πάλιν ἡ κόρη ἔρημος οὖσα συμμάχων, καὶ βοηθῶν, καὶ οὐδεμίαν οὐδαμόθεν ὁρῶσα διέξοδον
τῶν δεινῶν, καὶ τῶν στομάτων ἐγγὺς οὖσα τῶν θηρίων ἐκείνων, ἐξ αὐτῆς, ὡς ἂν εἴποι
τις, τῆς φάρυγγος αὐτῶν ἀναρπασθεῖσα διέφυγε
τὰς ἐπιβουλὰς, καὶ περιεγένετο
στρατιωτῶν, δικαστῶν, ἀρχόντων. Καὶ ἡνίκα μὲν ἔζη, προσεδόκων αὐτῆς περιέσεσθαι
οὗτοι πάντες· ἐπειδὴ δὲ ἐτελεύτησε, τότε εἰς πλείονα ἀμηχανίαν ἐνέπεσον, ἵνα μάθωσιν ὅτι θάνατος μαρτύρων νίκη
μαρτύρων. Καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἰ κύματός τινος ἐμβολὴν πρὸς αὐτῷ τῷ στόματι τοῦ λιμένος ὁλκὰς μυριοφόρος καὶ μαργαριτῶν γέμουσα
πολυτίμων, μέλλοντος αὐτὴν καταβαπτίζειν
καὶ ποιεῖν ὑποβρύχιον, διαφυγοῦσα, ὑπ' αὐτῆς τῆς ῥύμης τῶν ὑδάτων συνωθισθεῖσα πρὸς τὸν λιμένα μετὰ πλείονος
παραπεμφθείη τοῦ τάχους.Οὕτω δὴ καὶ ἡ μακαρία Πελαγία. Καὶ γὰρ ἡ τῶν στρατιωτῶν
ἔφοδος καὶ ὁ φόβος τῶν προσδοκωμένων κολαστηρίων, καὶ ἡ ἀπειλὴ τοῦ δικαστοῦ
παντὸς κύματος σφοδρότερον προσπεσόντα ἤπειξεν αὐτὴν
μετὰ πλείονος τάχους
πρὸς τὸν οὐρανὸν ἀναπτῆναι· καὶ τὸ μέλλον καταποντίζειν
κῦμα τὴν ναῦν, τοῦτο παρέπεμψεν αὐτὴν πρὸς τὸν λιμένα τὸν εὔδιον· καὶ κατεφέρετο
τὸ σῶμα λοιπὸν, πάσης ἀστραπῆς φωτεινότερον, πλῆττον τοῦ διαβόλου τὰς ὄψεις. Οὐχ οὕτω γὰρ ἡμῖν κεραυνὸς ἐκ τῶν οὐρανῶν
ἀφιέμενός ἐστι φοβερὸς, ὡς τὸ σῶμα τῆς
μάρτυρος κεραυνοῦ παντὸς
χαλεπώτερον ἐφόβει τῶν δαιμόνων τὰς φάλαγγας.
γʹ. Καὶ ἵνα μάθῃς ὅτι οὐκ
ἀθεεὶ ταῦτα ἐγίγνετο, μάλιστα μὲν καὶ ἐξ
αὐτοῦ τοῦ παραστήματος τῆς προθυμίας δῆλον, καὶ τοῦ μὴ συνιδεῖν τοὺς στρατιώτας
τὸν δόλον, καὶ τοῦ δοῦναι τὴν χάριν,
καὶ τοῦ πρὸς τέλος τὸ ἔργον ἐλθεῖν· οὐκ ἔλαττον
δὲ τῶν εἰρημένων, καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο ἔστι συνιδεῖν.
Πολλοὶ γοῦν ἐξ ὑψηλοῦ κατενεχθέντες στέγους,
οὐδὲν ἔπαθον δεινόν· καὶ ἕτεροι δὲ πάλιν μέλη τινὰ τοῦ σώματος πηρωθέντες, πολὺν μετὰ
τὸ πτῶμα ἐπέζησαν χρόνον· ἐπὶ δὲ τῆς μακαρίας ἐκείνης, οὐδὲν
τούτων ἀφῆκεν ὁ Θεὸς συμβῆναι, ἀλλ' εὐθέως ἐκέλευσεν
ἀφεῖναι τὸ σῶμα τὴν ψυχὴν, ὡς ἀρκούντως
ἀγωνισαμένην δεξάμενος, καὶ τὸ πᾶν πληρώσασαν.
Οὐ γὰρ τῆς φύσεως τοῦ πτώματος ὁ θάνατος ἦν, ἀλλὰ τῆς τοῦ Θεοῦ προσταγῆς. Ἔκειτο
δὴ τὸ σῶμα λοιπὸν οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ ἐδάφους· ἀλλ' οὐκ ἦν ἄτιμον ἐπὶ ἐδάφους κείμενον, ἀλλ' αὐτὸ
τὸ ἔδαφος ἦν τίμιον,
ἐπειδὴ σῶμα τοσαύτῃ δόξῃ ἠμφιεσμένον ἐδέξατο.∆ι' αὐτὸ μὲν οὖν τοῦτο
μάλιστα τὸ κεῖσθαι ἐπὶ ἐδάφους τιμιώτερον
ἦν ἐκεῖνο τὸ σῶμα· αἱ γὰρ διὰ τὸν Χριστὸν ὕβρεις πλεονασμὸν ἡμῖν παρέχουσι
τιμῆς. Ἔκειτο τοίνυν ἐπ' ἐδάφους, ἐπὶ τοῦ στενωποῦ τὸ παρθενικὸν ἐκεῖνο καὶ
παντὸς χρυσίου καθαρώτερον σῶμα· καὶ ἄγγελοι μὲν
περιέστελλον, ἀρχάγγελοι δὲ πάντες ἐτίμων
καὶ ὁ Χριστὸς παρῆν. Εἰ γὰρ δεσπόται
τοὺς ἐπιεικεστέρους τῶν οἰκετῶν
τελευτῶντας προπέμπουσι, καὶ οὐκ ἐπαισχύνονται, πολλῷ μᾶλλον ὁ Χριστὸς τὴν δι' αὐτὸν ἀφεῖσαν
τὴν ψυχὴν καὶ τοσοῦτον ἀναδεξαμένην κίνδυνον
οὐκ ἂν ἐπῃσχύνθη
τιμῆσαι τῇ αὐτοῦ
παρουσίᾳ. Ἔκειτο τοίνυν μέγα ἐντάφιον ἔχουσα τὸ μαρτύριον τῷ κόσμῳ τῆς ὁμολογίας
καλλωπιζομένη, πάσης βασιλικῆς ἁλουργίδος,
πάσης πορφύρας τιμίας τιμιωτέραν περιβεβλημένη στολήν· καὶ διπλῆν ταύτην, τὴν τῆς
παρθενίας, καὶ τὴν τοῦ μαρτυρίου· μετὰ τούτων
τῶν ἐνταφίων παραστήσεται τῷ βήματι τοῦ Χριστοῦ. Τοιαύτην τινὰ καὶ ἡμεῖς
σπουδάζωμεν, καὶ ζῶντες, καὶ τελευτήσαντες
περιβάλλεσθαι στολὴν, εἰδότες, ὅτι χρυσοῖς μὲν ἱματίοις τὸ σῶμά τις
καλλωπίσας, οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πολλοὺς ἐπεσπάσατο κατηγόρους, ὡς οὐδὲ ἐν
τελευτῇ κενοδοξίας ἀφιστάμενος· ἀρετὴν δὲ περιθέμενος, πολλοὺς
ἕξει καὶ μετὰ τὴν τελευτὴν
ἐπαινέτας. Καὶ γὰρ αὐτῶν
τῶν βασιλικῶν αὐλῶν λαμπρότερος
παρὰ πᾶσιν ὁ τάφος ἔσται ἐκεῖνος, ἔνθα ἂν
ᾖ σῶμα κείμενον ἀρετῇ καὶ εὐσεβείᾳ συζῆσαν. Καὶ τούτου μάρτυρες ὑμεῖς οἱ τὰς μὲν
θήκας τῶν πλουσίων, καίτοι χρυσᾶ ἐχούσας ἱμάτια καθάπερ σπήλαια παρατρέχοντες, πρὸς δὲ τὴν ἁγίαν ταύτην μετὰ πολλῆς
δραμόντες τῆς προθυμίας, ἐπειδὴ μαρτυρίῳ, καὶ ὁμολογίᾳ, καὶ παρθενίᾳ ἀντὶ
ἱματίων χρυσῶν ἑαυτὴν ἀμφιάσασα, ἀπῆλθεν ἡ μάρτυς.Μιμησώμεθα τοίνυν αὐτὴν
κατὰ δύναμιν τὴν ἡμετέραν· κατεφρόνησεν ἐκείνη ζωῆς, καταφρονήσωμεν ἡμεῖς τρυφῆς, καταγελάσωμεν πολυτελείας, ἀποστῶμεν μέθης, ἀδηφαγίαν φύγωμεν.
Οὐχ ἁπλῶς ταῦτα λέγω νῦν, ἀλλ' ἐπειδὴ
πολλοὺς ὁρῶ, μετὰ τὸ λυθῆναι τὸ
πνευματικὸν τοῦτο θέατρον
ἐπὶ μέθην καὶ
καπηλείαν, καὶ τὰς ἐν
πανδοχείοις τραπέζας, καὶ τὴν ἄλλην ἀσχημοσύνην τρέχοντας.
∆ιὰ τοῦτο δέομαι καὶ παρακαλῶ διὰ παντὸς
ἐν μνήμῃ καὶ
διανοίᾳ τὴν ἁγίαν
ταύτην ἔχειν, καὶ μὴ
καταισχῦναι τὴν πανήγυριν,
μηδὲ τὴν ἐκ τῆς ἑορτῆς
ταύτης ἐγγινομένην ἡμῖν παῤῥησίαν ἀφελέσθαι. Καὶ γὰρ οὐχ ὡς ἔτυχε πρὸς Ἕλληνας
διαλεγόμενοι καλλωπιζόμεθα τῷ πλήθει
τῆς ἑορτῆς, καταισχύνοντες αὐτοὺς καὶ λέγοντες,
ὅτι πόλιν ὁλόκληρον καὶ δῆμον τοσοῦτον κόρη μία τελευτήσασα πρὸς ἑαυτὴν ἐπισπᾶται καθ' ἕκαστον ἐνιαυτὸν, καὶ μετὰ τοσαῦτα ἔτη, καὶ χρόνος οὐδεὶς τὴν ἀκολουθίαν τῆς τιμῆς διέκοψε ταύτης· ἀλλ' ἐὰν αἴσθωνται τῶν ἐν τῇ πανηγύρει γινομένων,
τὸ πλέον ἀφῃρήμεθα τῶν ἐγκωμίων.
Τὸ γὰρ πλῆθος τοῦτο τὸ παραγενόμενον
νῦν, ἂν μὲν μετ' εὐταξίας παραγίνηται, κόσμος
ἡμῖν μέγιστος· ἂν δὲ μετὰ ῥᾳθυμίας, καὶ ὀλιγωρίας
πολλῆς, ὄνειδος καὶ κατηγορία.
δʹ. Ἵνα οὖν ἐναβρυνώμεθα τῷ πλήθει τῆς ὑμετέρας ἀγάπης,
μετὰ τῆς αὐτῆς οἴκαδε εὐταξίας ἀναχωρῶμεν, μεθ' ὅσης εἰκὸς μάρτυρι τοιαύτῃ συγγινομένους ἀπιέναι. Εἰ γάρ τις μὴ οὕτως οἴκαδε ἀπέλθοι,
οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ κίνδυνον
καθ'ἑαυτοῦ μέγιστον ἐπεσπάσατο. Οἶδα ὅτι καθαροὶ τῶν νοσημάτων τούτων ὑμεῖς,
ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν ὑμῖν· ἀλλὰ δεῖ καὶ τοὺς ἀδελφοὺς ἀκοσμοῦντας
εἰς εὐταξίαν μεγίστην ἄγειν καὶ
καθιστᾷν ἐν τῷ πρέποντι σχήματι.
Ἐτίμησας τὴν μάρτυρα
τῇ παρουσίᾳ; τίμησον αὐτὴν
καὶ τῇ διορθώσει
τῶν οἰκείων μελῶν·
ἂν ἴδῃς γέλωτα ἄτακτον, καὶ δρόμον ἀσχήμονα, καὶ βάδισιν
ἀνελεύθερον, καὶ σχῆμα ἀπρεπὲς, πρόσελθε, καὶ βλέψον εἰς τοὺς ταῦτα ποιοῦντας
δριμὺ καὶ φοβερόν. Ἀλλὰ καταφρονοῦσι καὶ καταγελῶσι μειζόνως; Λαβὲ μετὰ σοῦ δύο
καὶ τρεῖς ἀδελφοὺς, ἢ καὶ πλείους, ὥστε καὶ ἀπὸ
τοῦ πλήθους γενέσθαι
αἰδεσιμωτέρους· εἰ δὲ μηδὲ
οὕτω
καθίκοιο τῆς ἀνοίας ἐκείνων, τοῖς ἱερεῦσι τούτους ποίησον φανερούς· μᾶλλον
δὲ ἀμήχανον εἰς τοσαύτην ἐλθεῖν ἀναισχυντίαν
αὐτοὺς, ὥστε ἐπιτιμωμένους, παρακαλουμένους
μὴ εἶξαι καὶ ἐντραπῆναι καὶ καθυφῆναι τῆς
ἀτάκτου καὶ παιδικῆς χορείας. Κἂν δέκα, κἂν τρεῖς, κἂν δύο, κἂν ἕνα κερδάνῃς μόνον,
πολλὴν λαβὼν εἰσελεύσῃ τὴν ἐμπορίαν. Πολὺ
τῆς ὁδοῦ τὸ μῆκος· τῷ μήκει τοίνυν τούτῳ πρὸς συλλογὴν τῶν εἰρημένων ἀποχρησώμεθα·
θυμιαμάτων ἐμπλήσωμεν τὴν λεωφόρον. Οὐδὲ
γὰρ οὕτω σεμνὴ φανεῖται ἡ ὁδὸς, εἰ διὰ πάσης αὐτῆς
θυμιατήριά τις τιθεὶς
τῆς εὐωδίας ἀναχρώσειε
τὸν ἀέρα, ὡς
σεμνὴ φανεῖται νῦν, εἰ πάντες οἱ τήμερον αὐτὴν ὁδεύοντες
τοὺς ἄθλους τῆς μάρτυρος πρὸς ἑαυτοὺς
διηγούμενοι, βαδίζοιεν οἴκαδε,
θυμιατήριον τὴν ἑαυτοῦ
γλῶτταν ἕκαστος ποιῶν. Οὐχ ὁρᾶτε
βασιλέως εἰσιόντος εἰς πόλιν, μεθ' ὅσης εὐταξίας οἱ
στρατιῶται στοιχηδὸν ἑκατέρωθεν καθωπλισμένοι
βαδίζουσιν, ἀλλήλους παρακελευόμενοι ἠρέμα,
καὶ μετὰ φόβου
πολλοῦ χωρεῖν, ὥστε
τοῖς θεωροῦσιν αὐτοὺς
ἀξιοθέατοι φαίνεσθαι; Ἐκείνους γοῦν μιμησώμεθα· καὶ γὰρ καὶ ἡμεῖς βασιλέως
προηγούμεθα, βασιλέως οὐκ αἰσθητοῦ, οὐκ ἐπιγείου, ἀλλὰ τοῦ τῶν ἀγγέλων ∆εσπότου. Οὕτω τοίνυν εἰσέλθωμεν καὶ ἡμεῖς,
μετ' εὐταξίας ἀλλήλους παρακελευόμενοι ῥυθμῷ καὶ τάξει προβαίνειν, ἵνα μὴ τῷ πλήθει
μόνον, ἀλλὰ καὶ τῷ κόσμῳ τοὺς θεωμένους ἐκπλήξωμεν. Μάλιστα μὲν γὰρ εἰ καὶ μηδεὶς
ἄλλος παρῆν, ἀλλὰ μόνοι κατὰ τὴν ὁδὸν ἐβαδίζομεν, οὐδὲ οὕτως ἀσχημονεῖν ἐχρῆν,
διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν πανταχοῦ παρόντα καὶ πάντα βλέποντα· νῦν δὲ ἐννοήσατε
ὅτι πολλοὶ τῶν αἱρετικῶν εἰσιν ἡμῖν ἀναμεμιγμένοι· κἂν ἴδωσιν
ἡμᾶς οὕτω χορεύοντας,
γελῶντας, βοῶντας, μεθύοντας,
τὰ ἔσχατα καταγνόντες ἡμῶν ἀπελεύσονται. Εἰ δὲ ἕνα
τις σκανδαλίζων ἀπαραίτητον
ὑπομένει κόλασιν, οἱ τοσούτους σκανδαλίζοντες, ποίαν
δώσομεν δίκην; ἀλλὰ μὴ γένοιτο μετὰ τοὺς λόγους τούτους καὶ τὴν παραίνεσιν
ταύτην εὑρεθῆναί τινα ὑπεύθυνον ὄντα τοῖς εἰρημένοις.Εἰ γὰρ καὶ πρὸ τούτου ταῦτα
τολμώμενα ἀσύγγνωστα ἦν, μετὰ τὴν
συμβουλὴν ταύτην καὶ τὴν ἐπίπληξιν πολλῷ
πλέον ἀπαραίτητον ποιεῖ τὴν τιμωρίαν, καὶ τοῖς αὐτὰ ποιοῦσι, καὶ τοῖς περιορῶσι
γιγνόμενα. Ἵνα οὖν κἀκείνους τῆς κολάσεως
ἀπαλλάξητε, καὶ ὑμῖν πλείονα
προξενήσητε τὸν μισθὸν,
ἀντιλάβεσθε τῆς τῶν ἀδελφῶν τῶν ἡμετέρων κηδεμονίας, εἰς τὴν συλλογὴν αὐτοὺς
καὶ τὴν διήγησιν τῶν εἰρημένων ἐμβάλλετε,
ἵνα διὰ τῆς ὁδοῦ πάσης μελετήσαντες ταῦτα,
καὶ τοῖς οἴκοι μείνασι
καὶ ἀπολειφθεῖσι λείψανα τῆς τραπέζης ταύτης ἀπενεγκόντες, λαμπρὰν κἀκεῖ
ποιήσητε τὴν εὐωχίαν. Οὕτω γὰρ καὶ τῆς ἑορτῆς ταύτης
μεγίστην αἴσθησιν ληψόμεθα,
καὶ τὴν μάρτυρα τὴν ἁγίαν εἰς
πλείονα ἐπισπασόμεθα εὔνοιαν,
τιμὴν τὴν ἀληθῆ
τιμῶντες αὐτήν. Τοῦ γὰρ ἐνταῦθα
παραγενέσθαι καὶ θορυβῆσαι πολλῷ
μείζω αὐτῇ τὴν ἡδονὴν οἴσει τὸ καρπωσαμένους καὶ ὠφεληθέντας πνευματικήν τινα ὠφέλειαν ἀπελθεῖν.Γένοιτο δὲ εὐχαῖς
τῆς ἁγίας ταύτης,
καὶ τῶν τὰ αὐτὰ ἠθληκότων
αὐτῇ, καὶ τούτων, καὶ τῶν
ἄλλων τῶν εἰρημένων
ἀκριβῆ τὴν μνήμην ὑμᾶς κατασχεῖν,
καὶ διὰ τῶν ἔργων ἅπαντα ἐπιδειξαμένους, ἐν πᾶσιν εὐαρεστοῦντας διατελεῖν τῷ Θεῷ,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου