Πέμπτη 16 Ιουνίου 2016
10. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος εʹ
Τόμος 50
10. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς
τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος εʹ
5.1 Ποῦ νῦν εἰσιν οἱ τὸν
θάνατον αἰτιώμενοι, καὶ τὸ παθητὸν τοῦτο σῶμα καὶ φθαρτὸν ἐμπόδιον εἶναι λέγοντες
αὐτοῖς πρὸς ἀρετήν; Ἀκουσάτωσαν τῶν Παύλου κατορθωμάτων, καὶ παυέσθωσαν τῆς πονηρᾶς ταύτης διαβολῆς. Τί
γὰρ τὸ γένος ἡμῶν ἔβλαψεν ὁ θάνατος; τί δὲ ἡ φθορὰ πρὸς ἀρετὴν ἐνεπόδισεν; Ἐννόησον
Παῦλον, καὶ ὄψει ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς. Εἰ γὰρ μὴ
θνητὸς ἦν οὗτος, οὐκ ἂν ἐδυνήθη εἰπεῖν,
μᾶλλον δὲ οὐκ ἂν ἐπιδείξασθαι ἐδυνήθη ὃ διὰ τῶν
ἔργων εἶπεν, ὅτι· Καθ' ἡμέραν
ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν,
ἣν ἔχω ἐν
Χριστῷ Ἰησοῦ. Πανταχοῦ γὰρ ἡμῖν ψυχῆς
καὶ προθυμίας δεῖ, καὶ τὸ κωλῦον οὐδὲν ἐν τοῖς πρώτοις τετάχθαι. Οὐχὶ θνητὸς
ἦν οὗτος; οὐχὶ ἰδιώτης; οὐχὶ
πένης καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας ποιούμενος τὴν
τροφήν; οὐχὶ σῶμα εἶχε πάσαις ἀνάγκαις ὑποκείμενον φυσικαῖς; Τί οὖν αὐτὸν ἐκώλυσε
γενέσθαι τοιοῦτον οἷος γέγονεν; Οὐδέν. Μηδεὶς τοίνυν ἀθυμείτω πένης,
μηδεὶς δυσχεραινέτω ἰδιώτης,
μηδεὶς ἀλγείτω τῶν εὐτελῶν, ἀλλ' ἐκεῖνοι
μόνοι ὅσοι ψυχὴν μεμαλακισμένην καὶ διάνοιαν ἔχουσιν
ἐκνενευρισμένην. Τοῦτο γὰρ γίνεται
κώλυμα μόνον πρὸς ἀρετήν,
κακία ψυχῆς καὶ
μαλακία γνώμης· ταύτης δὲ ἄνευ τῶν
ἄλλων οὐδέν. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ
μακαρίου τούτου τοῦ νῦν συναγαγόντος ἡμᾶς.
Ὥσπερ γὰρ τοῦτον οὐδὲν ταῦτα παρέβλαψεν, οὕτω τοὺς ἔξωθεν οὐδὲν τὰ ἐναντία ὠφέλησεν, οὐ λόγων δεινότης, οὐ χρημάτων πλῆθος, οὐ περιφάνεια γένους, οὐ δόξης μέγεθος,
οὐ τὸ ἐν δυναστείᾳ εἶναι.
5.2 Τί λέγω τοὺς ἀνθρώπους; μᾶλλον
δὲ μέχρι πότε ἐπὶ τῆς γῆς κατέχω τὸν λόγον, ἐξὸν εἰπεῖν τὰς ἀνωτέρω δυνάμεις,
τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου;
τί γὰρ ὤνησε
τούτους τὸ φύσιν τοιαύτην λαχεῖν; οὐχὶ ἔρχονται πᾶσαι αἱ
δυνάμεις κρινόμεναι διὰ Παύλου, καὶ τῶν κατ' ἐκεῖνον; Οὐκ οἴδατε γάρ, φησίν, ὅτι
ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Μὴ τοίνυν δι' ἕτερον μηδὲν
ἀλγῶμεν, ἀλλὰ διὰ
κακίαν μόνον, μηδὲ
δι' ἄλλο χαίρωμεν
καὶ εὐφραινώμεθα, ἀλλὰ δι' ἀρετὴν
μόνον. Ἐὰν ταύτην ζηλώσωμεν,
οὐδὲν τὸ κωλῦον γενέσθαι κατὰ Παῦλον.
5.3 Ἐκεῖνος γὰρ οὐχὶ ἀπὸ
τῆς χάριτος μόνον τοιοῦτος ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τῆς οἰκείας προθυμίας· καὶ διὰ
τοῦτο ἀπὸ τῆς χάριτος, ἐπειδὴ καὶ ἀπὸ τῆς προθυμίας. Μεθ' ὑπερβολῆς γὰρ ἑκάτερα, καὶ τὰ τοῦ
Θεοῦ ἔπνευσεν αὐτῷ,
καὶ τὰ τῆς οἰκείας
προαιρέσεως ὑπῆρξε. Βούλει
μαθεῖν τὰ τοῦ
Θεοῦ; Τὰ ἱμάτια αὐτοῦ ἐδεδοίκεισαν
δαίμονες. Ἀλλ' οὐ θαυμάζω τοῦτο,
ὥσπερ οὐδ' ὅτι τὴν σκιὰν
Πέτρου τὰ νοσήματα ἔφυγεν· ἀλλὰ θαυμάζω
ὅτι τὸ θαυμαστὸν τοῦτο πρὸ τῆς χάριτος, καὶ ἀπὸ βαλβῖδος αὐτῆς καὶ
προοιμίων αὐτῶν ἐφάνη
ποιῶν· οὐδὲ τὴν δύναμιν ταύτην
ἔχων, οὐδὲ χειροτονίαν δεξάμενος, οὕτω τῷ πρὸς Χριστὸν ἐξήφθη ζήλῳ, ὡς
πάντα τῶν Ἰουδαίων τὸν δῆμον διεγεῖραι
καθ' ἑαυτοῦ; ὃς καὶ ἰδὼν αὐτὸν ἐν τοσούτοις ὄντα κινδύνοις, ὡς καὶ τὴν πόλιν πολιορκεῖσθαι, διὰ θυρίδος ἐχαλάσθη διὰ τοῦ
τείχους, καὶ χαλασθείς, οὐδὲ οὕτως εἰς ὄκνον ἐνέπεσεν, οὐδὲ εἰς δειλίαν
καὶ φόβον, ἀλλὰ
πλείονα προθυμίαν ἐντεῦθεν ἐδέ
χετο, παραχωρῶν μὲν τοῖς κινδύνοις δι' οἰκονομίαν, οὐ παραχωρῶν δὲ τῆς διδασκαλίας
οὐδενί, ἀλλὰ τὸν σταυρὸν πάλιν ἁρπάσας ἠκολούθει· καίτοι γε παρὰ πόδας ἔχων ἔτι
τὸ παράδειγμα τὸ κατὰ τὸν Στέφανον, καὶ ὁρῶν κατ' αὐτοῦ μάλιστα πάντων φόνου πνέοντας
Ἰουδαίους, καὶ αὐτῶν ἐπιθυμοῦντας αὐτοῦ τῶν σαρκῶν ἀπογεύσασθαι. Οὔτε οὖν ἀφειδῶς
ἐνέπιπτε τοῖς κινδύνοις,
οὐδὲ διαφεύγων μαλακώτερος ἐγίνετο πάλιν. Σφόδρα τῆς παρούσης ἤρα ζωῆς διὰ τὸ κέρδος τὸ
ἐξ αὐτῆς, καὶ σφόδρα αὐτῆς ὑπερεώρα διὰ τὴν
φιλοσοφίαν τὴν ἀπὸ τῆς ὑπεροψίας
γινομένην αὐτῷ, ἢ διὰ τὸ ἐπείγεσθαι πρὸς τὸν Ἰησοῦν ἀπελθεῖν.
5.4 Ὅπερ γὰρ ἀεὶ λέγω περὶ
αὐτοῦ, καὶ οὐδέποτε παύσομαι λέγων, οὐδεὶς οὕτως εἰς ἐναντία πράγματα ἐμπεσών, ἑκάτερα
πρὸς ἀκρίβειαν ἤσκησεν· οὐδεὶς γοῦν οὕτω τῆς παρούσης ἐπεθύμησε ζωῆς,
οὐδὲ τῶν σφόδρα
φιλοψυχούντων· οὐδεὶς οὕτως αὐτῆς ὑπερεῖδεν, οὐδὲ τῶν μεθ' ὑπερβολῆς
θανατώντων. Οὕτω πάσης ἐπιθυμίας καθαρὸς ἦν ἐκεῖνος, καὶ οὐδενὶ προσέπασχε τῶν
παρόντων, ἀλλὰ πανταχοῦ τῇ βουλῇ τοῦ Θεοῦ τὴν ἐπιθυ μίαν ἐκίρνα τὴν ἑαυτοῦ· καὶ
νῦν μὲν αὐτὴν καὶ τῆς μετὰ Χριστοῦ συνουσίας καὶ ὁμιλίας ἀναγκαιοτέραν εἶναί φησι, νῦν δὲ οὕτω βαρεῖαν καὶ ἐπαχθῆ, ὡς
καὶ στενάζειν καὶ ἐπείγεσθαι πρὸς τὴν ἀνάλυσιν· Ἐκείνων γὰρ ἐπιθυμεῖ μόνον, τῶν
κατὰ Θεὸν κέρδος αὐτῷ φερόντων, εἰ καὶ ἐναντία
ταῦτα εἶναι συνέβαινε τοῖς προτέροις. Καὶ γὰρ ποικίλος τις ἦν καὶ παντοδαπός, οὐχ
ὑποκρινόμενος, μὴ γένοιτο, ἀλλὰ πάντα
γινόμενος ἅπερ ἡ τοῦ κηρύγματος
καὶ τῆς σωτηρίας
τῶν ἀνθρώπων ἀπῄτει
χρεία, κἀν τούτῳ
τὸν ∆εσπότην τὸν ἑαυτοῦ μιμούμενος.
5.5 Καὶ γὰρ ὁ Θεὸς καὶ ἄνθρωπος
ἐφαίνετο, ὅτε ἔδει φανῆναι τοῦτο· καὶ ἐν
πυρὶ πάλαι ὅτε ὁ καιρὸς τοῦτο ἀπῄτει· καὶ νῦν μὲν ἐν ὁπλίτου σχήματι καὶ στρατιώτου,
νῦν δὲ ἐν εἰκόνι πρεσβύτου, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ὡς ὁδοιπόρος, νῦν δὲ αὐτοάνθρωπος,
καὶ οὐδὲ ἀποθανεῖν οὕτω παρῃτήσατο. Τὸ δέ,
ἔδει τοῦτο, ὅταν εἴπω, μηδεὶς ἀνάγκην εἶναι
νομιζέτω τοῦ λόγου, ἀλλὰ τῆς αὐτοῦ φιλανθρωπίας μόνον. Καὶ ποτὲ μὲν ἐν θρόνῳ,
ποτὲ δὲ ἐπὶ τῶν
Χερουβὶμ κάθηται. Πάντα δὲ ταῦτα πρὸς τὰς ὑποκειμένας
οἰκονομίας ἔπραττε. ∆ιὸ καὶ διὰ τοῦ
προφήτου ἔλεγεν· Ἐγὼ ὁράσεις ἐπλήθυνα,
καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην
.5.6 Οὕτω καὶ Παῦλος τὸν ἑαυτοῦ
μιμούμενος ∆εσπότην οὐκ ἂν κατεγνώσθη, νῦν μὲν ὡς Ἰουδαῖος γινόμενος, νῦν δὲ
ὡς ἄνομος· καὶ νῦν μὲν νόμον ἐφύλαττε,
νῦν δὲ ὑπερεώρα νόμου· καὶ ποτὲ μὲν
ἀντείχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ κατεφρόνει αὐτῆς· καὶ νῦν μὲν ᾔτει χρήματα,
νῦν δὲ καὶ διδόμενα διεκρούετο· καὶ ἔθυε καὶ ἐξυρᾶτο, καὶ πάλιν ἀνεθεμάτιζε
τοὺς ποιοῦντας· καὶ νῦν μὲν περιέτεμε, νῦν δὲ περιτομὴν ἐξέβαλε. Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ
γνώμη καὶ ἡ διάνοια ἀφ' ἧς ταῦτα ἐγίνετο σφόδρα ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη. Ἓν
γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων
τὴν σωτηρίαν. ∆ιὰ δὴ τοῦτο νῦν μὲν ἐπαίρει νόμον, νῦν δὲ αὐτὸν καθαιρεῖ. Οὐ γὰρ
δὴ μόνον ἐν οἷς ἔπραττεν, ἀλλὰ καὶ ἐν οἷς ἔλεγε, ποικίλος ἦν καὶ παντοδαπός, οὐχὶ
μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων
ὅπερ ἦν, καὶ τῶν εἰρημένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν. Μὴ τοίνυν διὰ ταῦτα
αὐτὸν κακίσῃς, ἀλλὰ
δι' αὐτὰ μὲν οὖν ταῦτα
μάλιστα ἀνακήρυξον καὶ στεφάνωσον.
5.7 Ἐπεὶ καὶ τὸν ἰατρόν, ὅταν
ἴδῃς νῦν μὲν καίοντα, νῦν δὲ τρέφοντα, καὶ νῦν μὲν σιδήρῳ χρώμενον, νῦν δὲ φαρμάκῳ,
καὶ ποτὲ μὲν ἀπάγοντα σιτίων καὶ ποτῶν, ποτὲ δὲ ἐπιτρέποντα τούτων
ἅδην ἐμφορεῖσθαι τὸν κάμνοντα, καὶ
ποτὲ μὲν περιβάλλοντα πάντοθεν, ποτὲ δὲ
αὐτὸν ἐκεῖνον τὸν διαθερμανθέντα κελεύοντα φιάλην ὁλόκληρον
ἐκπιεῖν ὑδάτων ψυχρῶν, οὐ καταγνώσῃ τῆς
μεταβολῆς, οὐδὲ τῆς συνεχοῦς
μεταστάσεως· ἀλλὰ τότε μάλιστα
ἐπαινέσεις τὴν τέχνην,
τὰ δοκοῦντα ἡμῖν ἐναντία εἶναι καὶ βλαβερὰ μετὰ τοῦ θαρρεῖν
προσάγουσαν ὁρῶν, καὶ τὸ ἀσφαλὲς ἐγγυωμένην. Τοῦτο γὰρ ἀνὴρ τεχνικός. Εἰ δὲ ἰατρὸν
ἀποδεχόμεθα τὰ ἐναντία ταῦτα ποιοῦντα, πολλῷ μᾶλλον τὴν Παύλου ψυχήν, οὕτω τοῖς
κάμνουσι προσφερομένην, ἀνακηρύττειν δεῖ.
Καὶ γὰρ τῶν τὰ σώματα ἀρρωστούντων
οὐκ ἔλαττον οἱ τὰς ψυχὰς
νοσοῦντες δέονται μηχανῆς καὶ μεταχειρίσεως· κἂν ἐξ
εὐθείας αὐτοῖς προσίῃς, πάντα οἰχήσεται
τὰ τῆς σωτηρίας αὐτῶν.
5.8 Καὶ τί θαυμαστόν,
εἰ ἄνθρωποι ταῦτα
ποιοῦσιν, ὅπου ὁ Θεός,
ὁ πάντα δυνάμενος, τούτῳ
κέχρηται τῆς ἰατρείας
τῷ νόμῳ, καὶ οὐ πάντοτε ἡμῖν ἐξ
εὐθείας ὁμιλεῖ; Ἐπειδὴ γὰρ ἑκόντας εἶναι βούλεται καλούς, ἀλλ' οὐκ ἀνάγκῃ καὶ βίᾳ,
ἐδέησεν αὐτῷ καὶ μεθόδου, οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον, ἄπαγε, ἀλλὰ διὰ τὸ ἀσθενὲς
τὸ ἡμέτερον. Αὐτῷ μὲν γὰρ ἔξεστι νεῦσαι μόνον, μᾶλλον δὲ ἐθελῆσαι μόνον, καὶ
ποιῆσαι πάντα ἅπερ ἂν βούληται· ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα
πάντα ὑπακούειν αὐτῷ. Ἐὰν οὖν ἄκοντας
ἑλκύσῃ, ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας λέγω ἐλευθερίαν. Ἵν' οὖν μὴ τοῦτο γένηται,
ἐδέησεν αὐτῷ μεθόδων πολλῶν. Ταῦτα δὲ ἡμῖν
οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸ ποικίλον
τοῦ μακαρίου Παύλου καὶ σοφόν· ὥστε ὅταν ἴδῃς αὐτὸν φεύγοντα κινδύνους,
θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς ὁμόσε χωροῦντα αὐτοῖς· καθάπερ γὰρ τοῦτο
ἀνδρείας, οὕτω κἀκεῖνο σοφίας. Ὅταν ἴδῃς μεγάλα φθεγγόμενον, θαύμασον ὁμοίως,
ὥσπερ ὅταν ἴδῃς μετριάζοντα·
καθάπερ γὰρ τοῦτο ταπεινοφροσύνης, οὕτως
ἐκεῖνο μεγαλοψυχίας. Ὅταν ἴδῃς καυχώμενον,
θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς διακρουόμενον ἐγκώμιον· καὶ γὰρ καὶ τοῦτο ἤθους ἀτύφου, κἀκεῖνο φιλοστόργου
καὶ φιλανθρώπου· τὴν γὰρ τῶν πολλῶν
οἰκονομῶν σωτηρίαν, ταῦτα ἔπραττε.
5.9 ∆ιὸ καὶ ἔλεγεν· Εἴτε ἐξέστημεν,
Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Οὔτε γάρ
τις ἄλλος εἶχε τοσαύτας ἀνάγκας πρὸς ἀπόνοιαν, οὔτε ἄλλος τις οὕτω καθαρὸς ἀλαζονείας
ἦν. Σκόπει δέ. Ἡ γνῶσις φυσιοῖ· καὶ πάντες τοῦτο ἂν εἴποιμεν μετ' ἐκείνου· καὶ
τοσαύτη δὲ ἦν ἐν αὐτῷ γνῶσις, ὅση ἐν οὐδενὶ τῶν πώποτε ἀνθρώπων γεγενημένων· ἀλλ' ὅμως αὐτὸν οὐκ ἐπῆρεν, ἀλλὰ
καὶ ἐν αὐτῷ
τούτῳ μετριάζει. ∆ιὸ καὶ λέγει·
Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους
προφητεύομεν· καὶ πάλιν· Ἐγώ, ἀδελφοί, οὔπω λογίζομαι ἐμαυτὸν κατειληφέναι, καί· Εἴ τις δοκεῖ εἰδέναι τι, οὔπω οὐδὲν ἔγνωκε.
Πάλιν νηστεία φυσᾷ· καὶ τοῦτο ὁ Φαρισαῖος δηλοῖ λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος.
Ἀλλ' οὗτος οὐχὶ νηστεύων, ἀλλὰ καὶ λιμώττων ἑαυτὸν ἔκτρωμα ἐκάλει.
5.10 Τί λέγω νηστείαν καὶ
γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι,
ὅσαι μήτε προφητῶν,
μήτε ἀποστόλων ἐγένοντο μηδενί,
καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα; Μὴ γάρ μοι ταύτας εἴπῃς
τὰς ἀναγεγραμμένας· τὰς γὰρ πλείους ἀπέκρυψε, καὶ οὔτε πάσας εἶπεν, ἵνα
μὴ δόξαν ἑαυτῷ περιθῇ μεγάλην, οὔτε πάσας ἐσίγησεν, ἵνα μὴ τὰ τῶν ψευδαποστόλων ἀνοίξῃ στόματα. Οὐδὲν γὰρ ἁπλῶς ἐκεῖνος ἐποίει,
ἀλλὰ πάντα μετὰ αἰτίας δικαίας καὶ εὐλόγου· καὶ μετὰ τοσαύτης σοφίας
μετῄει τὰ ἐναντία
πράγματα, ὡς τῶν αὐτῶν πανταχοῦ
τυγχάνειν ἐπαίνων. Ὃ δὲ λέγω τοιοῦτόν
ἐστι. Μέγα ἀγαθὸν τὸ μηδὲν μέγα περὶ ἑαυτοῦ λέγειν· ὁ δὲ οὕτως αὐτὸ εὐκαίρως
ἐποίει, ὡς εἰπὼν μᾶλλον ἢ σιγήσας ἐπαινεθῆναι. Καὶ εἰ μὴ τοῦτο πεποίηκε, τῶν ἀκαίρως ἐγκωμιαζόντων
κατηγορήθη ἂν μᾶλλον· εἰ γὰρ μὴ ἐκαυχήσατο, πάντα ἂν ἀπώλεσε καὶ προέδωκε, καὶ
τὰ τῶν ἐχθρῶν ἂν ἐπῆρε πράγματα. Οὕτως
οἶδε τῷ καιρῷ
πανταχοῦ κεχρῆσθαι, καὶ
μετὰ γνώμης ὀρθῆς
καὶ τὰ ἀπηγορευμένα ποιεῖν, καὶ οὕτω χρησίμως, ὡς τῶν προστεταγμένων μηδὲν ἔλαττον
ἐκ τούτων εὐδοκιμεῖν. Μᾶλλον γὰρ
Παῦλος καυχώμενος τότε εὐδοκί μησεν, ἢ ἕτερός
τις κρύπτων τὰ ἑαυτοῦ κατορθώματα· οὐδεὶς γὰρ τοσαῦτα εἰργάσατο ἀγαθὰ ἀποκρύπτων
τὰ ἑαυτοῦ, ὅσα ἐκεῖνος ἐξειπὼν τὰ ἑαυτοῦ.
5.11 Καὶ τὸ δὴ πάλιν
θαυμαστότερον, ὅτι οὐ μόνον ἐξεῖπεν, ἀλλὰ καὶ μέχρι τῆς χρείας ἔστη. Οὐ γὰρ ὡς
τοῦ καιροῦ παρέχοντος αὐτῷ πολλὴν τὴν ἄδειαν, ἀμέτρως πάλιν τῷ πράγματι
ἐχρήσατο, ἀλλ' ἔγνω μέχρι ποῦ
προελθεῖν ἔδει. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλ' ὥστε μὴ τοὺς ἄλλους διαφθεῖραι,
μηδὲ παρασκευάσαι ἁπλῶς ἑαυτοὺς ἐγκωμιάζειν, καὶ ἄφρονα
ἑαυτὸν καλεῖ· αὐτὸς μὲν γάρ, τῆς χρείας καλούσης, τοῦτο ἐποίησεν. Ἐπειδὴ
δὲ εἰκὸς ἦν τοὺς ἄλλους
εἰς αὐτὸν ὁρῶντας,
ἁπλῶς καὶ εἰκῇ κεχρῆσθαι τῷ παραδείγματι· ὃ καὶ ἐπὶ τῶν
ἰατρῶν γίνεται· πολλάκις γάρ, ὃ μετὰ καιροῦ φάρμακον ἐπέθηκεν
οὗτος, ἀκαίρως ἕτερος ἐπιθεὶς ἐλυμήνατο
καὶ ἐπεσκότησε τῇ τοῦ φαρμάκου δυνάμει.
5.12 Ἵν' οὖν μὴ καὶ ἐνταῦθα
τοῦτο γένηται, ὅρα πόσῃ κέχρηται τῇ προδιορθώσει μέλλων καυχᾶσθαι,
οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ
πολλάκις ἀναδυόμενος. Ὤφελον
γὰρ ἀνείχεσθέ μου, φησί, μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν· Ὃ λαλῶ, οὐ λαλῶ
κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Ἐν ᾧ δ' ἄν τις ἐν ἀφροσύνῃ τολμᾷ λέγων,
τολμῶ κἀγώ. Καὶ τοσαῦτα εἰπών, οὐδὲ τούτοις
ἠρκέσθη, ἀλλὰ πάλιν μέλλων εἰς τὰ ἐγκώμια ἐμβαίνειν κρύπτει ἑαυτὸν
λέγων· Οἶδα ἄνθρωπον· καὶ πάλιν· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· καὶ
μετὰ ταῦτα πάντα· Γέγονα ἄφρων, φησίν, ὑμεῖς με ἠναγκάσατε. Τίς οὖν
οὕτως ἀνόητος καὶ σφόδρα ἀναίσθητος, ὡς τὸν ἅγιον ἐκεῖνον
ὁρῶν, τοσαύτης ἐπικειμένης ἀνάγκης, ὀκνοῦντα
καὶ ἀναδυόμενον περὶ ἑαυτοῦ τι μέγα εἰπεῖν,
καὶ καθάπερ ἵππον κατὰ κρημνῶν ἐρχόμενον καὶ ἀναχαιτίζοντα συνεχῶς, καίτοι μέλλων τοσαῦτα οἰκονομεῖν, μὴ φεύγειν
ἐκ πολλῆς τὸ πρᾶγμα περιουσίας,
καὶ μόνου καιροῦ καταναγκάζοντος κεχρῆσθαι
τῷ πράγματι;
5.13 Βούλει καὶ ἕτερον αὐτοῦ
δείξω τοιοῦτον; Τὸ γὰρ δὴ θαυμαστόν· τοῦτό ἐστιν, ὅτι οὐκ ἠρκεῖτο τῷ συνειδότι,
ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε πῶς ἕκαστον τούτων
μετιέναι δεῖ, οὐχ ἑαυτῷ μόνον ἀπολογίαν κατασκευάζων ἀπὸ τῆς τῶν καιρῶν ἀνάγκης,
ἀλλὰ καὶ τοὺς ἄλλους παιδεύων, ὥστε ἐμπεσόντος καιροῦ μὴ φεύγειν τὸ τοιοῦτον, μήτε
ἀκαίρως αὐτὸ μετιέναι πάλιν. ∆ιὰ γὰρ τούτων ὧν εἶπε, μονονουχὶ ταῦτα ἔλεγε· κακὸν μέγα τὸ περὶ ἑαυτοῦ
λέγειν μέγα τι καὶ θαυμαστόν·
καὶ ἐσχάτης ἀνοίας
τοῦτο, ἀγαπητέ, τὸ μηδεμιᾶς ἀνάγκης ἐπικειμένης, καὶ ἀνάγκης
βιαίας, καλλωπίζεσθαι τοῖς ἐγκωμίοις· οὐκ ἔστι τοῦτο κατὰ Κύριον λαλεῖν, ἀλλὰ
παραπληξίας μᾶλλον δεῖγμα τὸ τοιοῦτόν ἐστι, καὶ πάντα ἡμῖν κενοῖ τὸν μισθὸν μετὰ
τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους. Ταῦτα γὰρ ἅπαντα καὶ πλείονα τούτων, δι' ὧν
παρῃτήσατο καὶ ἀνάγκης ἐμπεσούσης, εἶπε πρὸς ἅπαντας. Τὸ δὲ τούτου μεῖζον,
ὅτι οὐδὲ ἀνάγκης ἐμπεσούσης, πάντα ἐξέχεεν
εἰς μέσον, ἀλλὰ τὰ πλείονα ἀπεκρύψατο
καὶ τὰ μείζονα.
Ἐλεύσομαι γάρ, φησίν,
εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου· φείδομαι δέ, μή τις
εἰς ἐμὲ λογίσηται, ὑπὲρ ὃ βλέπει ἢ ἀκούει τι ἐξ ἐμοῦ. Ταῦτα δὲ ἔλεγε παιδεύων
ἅπαντας, μηδὲ ἀνάγκης οὔσης, πάντα
ὅσα σύνισμεν ἑαυτοῖς, φέροντας αὐτὰ εἰς μέσον κατατιθέναι, ἀλλ' ὅσα τοῖς
ἀκούουσι χρήσιμα.
5.14 Ἐπεὶ καὶ ὁ Σαμουήλ·
οὐδὲν γὰρ ἀπεικὸς καὶ ἐκείνου μνησθῆναι τοῦ ἁγίου,εἰς γὰρ ὠφέλειαν
ἡμῶν καὶ τὰ ἐγκώμια
γίνεται· ἐκαυχήσατό ποτε
καὶ ἐκεῖνος, καὶ ἐξεῖπεν
οἰκεῖα κατορθώματα· ἀλλὰ
ποῖα; Ἃ τοῖς ἀκούουσι
συνέφερεν. Οὐ γὰρ περὶ σωφροσύνης ἀπέτεινε
λόγον μακρόν, οὐδὲ περὶ
ταπεινοφροσύνης, οὐδὲ περὶ τοῦ μὴ
μνησικακεῖν, ἀλλὰ ὑπὲρ
τίνος; Ὑπὲρ τούτου,
ὃ μάλιστα ἔδει
μαθεῖν τὸν τότε βασιλεύοντα, ὑπὲρ δικαιοσύνης, καὶ τοῦ
καθαρὰς ἔχειν τὰς χεῖρας δώρων. Καὶ ὁ ∆αυῒδ πάλιν καυχώμενος,
ἀπ' ἐκείνων καυχᾶται τῶν
δυναμένων τὸν ἀκροατὴν διορθῶσαι. Οὐδὲ γὰρ ἐκεῖνος ἄλλην εἶπεν ἀρετήν,
ἀλλὰ τὴν ἄρκτον καὶ τὸν λέοντα παρήγαγεν εἰς μέσον, καὶ οὐδὲν ἕτερον. Τὸ μὲν γὰρ
περαιτέρω τὸν λόγον ἐξαγαγεῖν,
φιλοτίμου καὶ ἀλαζόνος· τὸ δὲ
εἰπεῖν ταῦτα ἃ πρὸς
τὴν παροῦσαν ἔμελλε
χρείαν ἀναγκαῖα εἶναι, φιλανθρώπου καὶ τὸ τῶν πολλῶν συμφέρον
ὁρῶντος· ὃ δὴ καὶ Παῦλος ἐποίησε. Καὶ γὰρ διεβάλλετο, ὡς οὐκ ὢν ἀπόστολος δόκιμος,
οὐδὲ ἔχων τινὰ ἰσχύν. Ἀνάγκη τοίνυν ἦν δι' ἐκεῖνα εἰς ταῦτα ἐμπεσεῖν, ἃ μάλιστα
ἐδείκνυ αὐτοῦ τὸ ἀξίωμα.
5.15 Ὁρᾷς δι' ὅσων ἐπαίδευσε
τὸν ἀκροατὴν μὴ ἁπλῶς καυχᾶσθαι; Πρῶτον μὲν γὰρ διὰ τοῦ δεῖξαι, ὅτι ἀνάγκῃ τοῦτο
ἐποίησε· δεύτερον, διὰ τοῦ καὶ ὡς ἄφρονα ἑαυτὸν καλέσαι, καὶ πολλαῖς χρήσασθαι
παραιτήσεσι· τρίτον, διὰ τοῦ μὴ πάντα εἰπεῖν, ἀλλὰ τὰ μείζονα ἀποκρύψασθαι, καὶ
ταῦτα ἀνάγκης οὔσης· τέταρτον, διὰ τοῦ προσωπεῖον ἕτερον ὑπελθεῖν, καὶ εἰπεῖν
ὅτι· Οἶδα ἄνθρωπον· πέμπτον, διὰ
τοῦ μὴ καὶ τὴν ἄλλην ἀρετὴν ἅπασαν εἰς μέσον
ἀγαγεῖν, ἀλλ' ἐκεῖνο τὸ μέρος οὗ μάλιστα ὁ παρὼν ἐδεῖτο καιρός
5.16 Οὐκ ἐν τῷ καυχᾶσθαι
δὲ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὑβρίζειν τοιοῦτος ἦν. Καίτοι καὶ τοῦτο
κεκωλυμένον ἦν, τὸ ὑβρίζειν ἀδελφόν,
ἀλλ' οὕτω καὶ τούτῳ δεόντως ἐχρήσατο πάλιν
ὡς τῶν ἐγκωμιαζόντων
μᾶλλον εὐδοκιμῆσαι. ∆ιά
τοι τοῦτο καὶ Γαλάτας καλῶν ἀνοήτους καὶ ἅπαξ καὶ δίς,
καὶ Κρῆτας γαστέρας ἀργάς, καὶ θηρία κακά, καὶ ἐντεῦθεν ἀνακηρύττεται. Καὶ γὰρ ὅρον
ἡμῖν ἔδωκε καὶ κανόνα, ὥστε τῶν κατὰ Θεὸν ἀμελουμένων μὴ κεχρῆσθαι θεραπείᾳ, ἀλλὰ πληκτικώτερον
μεταχειρίζειν τὸν λόγον. Καὶ πάντων μέτρα ἐστὶ παρ' αὐτῷ
κείμενα· διὰ δὴ τοῦτο πάντα
ποιῶν καὶ λέγων εὐδοκίμει, καὶ ὑβρίζων καὶ ἐπαινῶν, καὶ ἀποστρεφόμενος καὶ θεραπεύων, καὶ ἐπαίρων
ἑαυτὸν καὶ μετριάζων, καὶ καυχώμενος καὶ
ταλανίζων. Καὶ τί θαυμάζεις, εἰ ὕβρις καὶ
λοιδορία εὐδοκιμεῖ, ὅπου γε καὶ φόνος εὐδοκίμησε καὶ ἀπάτη καὶ δόλος, καὶ ἐπὶ τῆς
Παλαιᾶς, καὶ ἐπὶ τῆς Καινῆς;
5.17 Ταῦτ' οὖν ἅπαντα
μετὰ ἀκριβείας ἐξετάσαντες, καὶ Παῦλον θαυμάσωμεν, καὶ τὸν Θεὸν δοξάσωμεν,
καὶ ἡμεῖς οὕτως αὐτὸν μεταχειρισώμεθα, ἵνα καὶ αὐτοὶ τῶν αἰωνίων ἐπιτύχωμεν
ἀγαθῶν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ
τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
11. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς
τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος στʹ
6.1 Βούλεσθε τήμερον, ἀγαπητοί,
παρέντες τὰ μεγάλα Παύλου καὶ θαυμαστά, ἃ δοκεῖ παρά τισι λαβήν τινα ἔχειν, ταῦτα
εἰς μέσον ἀγάγωμεν; καὶ γὰρ καὶ αὐτὰ ἐκείνων ὀψόμεθα οὐκ ἔλαττον αὐτὸν ποιοῦντα λαμπρὸν καὶ μέγαν. Τί οὖν ἐστιν ὃ λαβὴν ἔχει;
Ὤφθη ποτέ, φησί, πληγὰς δεδοικώς· καὶ γὰρ ὤφθη, ὅτε αὐτὸν προέτειναν τοῖς ἱμᾶσι·
καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ ἄλλοτε
πάλιν ἐπὶ τῆς πορφυροπώλιδος, ὅτε καὶ πράγματα παρέσχε τοῖς
βουλομένοις αὐτὸν ἐξαγαγεῖν.
Οὐδὲν γὰρ ἄλλο κατασκευάζων
τοῦτο ἐποίει ἢ ἀσφάλειαν ἑαυτῷ καὶ τὸ μὴ ταχέως τοῖς αὐτοῖς περιπεσεῖν.
Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐδὲν αὐτὸν οὕτω μέγαν δείκνυσι καὶ θαυμαστόν, ὡς ταῦτα
τὰ εἰρημένα· οἷον ὅτι ψυχὴν ἔχων τοιαύτην,
οὐχὶ τολμηράν, οὐδὲ ἀπονενοημένην, καὶ σῶμα οὕτως εἶκον πληγαῖς καὶ τρέμον μάστιγας, τῶν ἀσωμάτων
δυνάμεων οὐκ ἔλαττον πάντων ὑπερεῖδε τῶν
δοκούντων εἶναι φοβερῶν,
ἡνίκα ὁ καιρὸς τοῦτο ἀπῄτει. Ὅταν
οὖν ἴδῃς αὐτὸν ἀποτεινόμενον καὶ δεδοικότα,
ἀναμνήσθητι τῶν ῥημάτων ἐκείνων, δι' ὧν ὑπερέβη τοὺς οὐρανούς, καὶ πρὸς τοὺς ἀγγέλους
ἡμιλλᾶτο, λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ;
θλῖψις, ἢ
στενοχωρία, ἢ διωγμός,
ἢ λιμός, ἢ κίνδυνος, ἢ μάχαιρα;
Ἀναμνήσθητι τῶν ῥημάτων
ἐκείνων, δι' ὧν οὐδὲν
ταῦτα εἶναί φησι, λέγων·
Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν
τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Πρόσθες τούτοις τὰς καθημερινὰς θλίψεις,
τοὺς θανάτους τοὺς καθ' ἑκάστην ἡμέραν·
καὶ ταῦτα ἐννοήσας, καὶ Παῦλον θαύμαζε, καὶ σαυτοῦ μηκέτι ἀπογνῷς
6.2 Αὐτὴ γὰρ ἡ δοκοῦσα τῆς
φύσεως εἶναι ἀσθένεια, αὐτὴ μέγιστον δεῖγμα τῆς ἀρετῆς ἐστι τῆς ἐκείνου, ὅτι οὐκ
ἀπηλλαγμένος τῆς τῶν πολλῶν ἀνάγκης τοιοῦτος ἦν. Ἐπειδὴ γὰρ ἡ τῶν κινδύνων
ὑπερβολὴ πολλοῖς ἂν ταύτην παρέσχε τὴν ὑπόληψιν, καὶ ὑποπτεύειν ἴσως ἐποίησεν ὅτι, ἀνώτερος τῶν ἀνθρωπίνων
γενόμενος, τοιοῦτος ἦν· διὰ ταῦτα συνεχωρεῖτο
πάσχειν, ἵνα μάθῃς ὅτι εἷς τῶν πολλῶν
ὢν κατὰ τὴν φύσιν, κατὰ τὴν προθυμίαν
οὐ μόνον ὑπὲρ τοὺς πολλοὺς ἦν, ἀλλὰ
καὶ τῶν ἀγγέλων εἷς ἦν. Μετὰ γὰρ τοιαύτης
ψυχῆς καὶ τοιούτου
σώματος τοὺς μυρίους
ὑπέμενε θανάτους, καὶ κατεφρόνει τῶν
παρόντων, τῶν μελλόντων. ∆ιὸ καὶ τὰ μεγάλα ἐκεῖνα
καὶ πολλοῖς ἄπιστα ἐφθέγξατο ῥήματα· Ὅτι ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ
Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα.
6.3 ∆υνατὸν
γάρ, εἰ βουληθείημεν
μόνον, πᾶσαν φύσεως
ἀγωνίαν τῇ τῆς προθυμίας
νικῆσαι δυνάμει· καὶ οὐδέν ἐστιν ὅπερ ἀδύνατον
ἀνθρώποις τῶν ὑπὸ Χριστοῦ κελευσθέντων· ἂν γὰρ ὅσην ἔχωμεν προθυμίαν
ταύτην ἐπιδῶμεν, καὶ ὁ Θεὸς πολλὴν ἡμῖν
συνεισάγει ῥοπήν, καὶ
οὕτω πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς
ἀνάλωτοι γενησόμεθα. Οὐδὲ γὰρ τὸ φοβεῖσθαι πληγὰς καταγνώσεως ἄξιον, ἀλλὰ
τὸ διὰ τὸν φόβον τῶν πληγῶν ἀνάξιόν τι τῆς εὐσεβείας ὑπομεῖναι, ὥστε τὸ δεδοικέναι
πληγὰς τὸν ἐν τοῖς ἀγῶσιν ἄληπτον θαυμαστότερον δείκνυσι
τοῦ μὴ φοβουμένου.
Μᾶλλον γὰρ ἡ προαίρεσις οὕτω διαλάμπει· τὸ μὲν γὰρ
φοβηθῆναι πληγάς, τῆς φύσεως· τὸ δὲ μηδὲν διὰ τὸν φόβον
τῶν πληγῶν ἀπρεπὲς
ὑπομεῖναι, τῆς προαιρέσεως
διορθουμένης τὸ τῆς φύσεως
ἐλάττωμα, καὶ κρατούσης
τῆς ἀσθενείας ἐκείνης·
ἐπεὶ οὐδὲ τὸ
λυπεῖσθαι ἔγκλημα, ἀλλὰ τὸ διὰ τὴν λύπην εἰπεῖν τι ἢ πρᾶξαι τῶν τῷ Θεῷ μὴ
δοκούντων. Εἰ μὲν γὰρ ἔλεγον ὅτι οὐκ ἦν ἄνθρωπος Παῦλος, καλῶς
μοι τὰ τῆς φύσεως ἐλαττώματα εἰς
μέσον ἦγες, ὡς μέλλων ταύτῃ τὸν λόγον ἐλέγχειν·
εἰ δὲ λέγω καὶ διαβεβαιοῦμαι ὅτι ἄνθρωπος
μὲν ἦν, καὶ ἡμῶν οὐδὲν ἀμείνων
κατὰ τὴν φύσιν, βελτίων δὲ γέγονε
κατὰ τὴν προαίρεσιν, εἰκῇ μοι ταῦτα προφέρεις, μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ ὑπὲρ Παύλου.
Καὶ γὰρ δεικνύεις ἐντεῦθεν ἡλίκος
ἐκεῖνος ἦν, ὡς ἐν τοιαύτῃ
φύσει τὰ ὑπὲρ τὴν φύσιν ἰσχῦσαι. Οὐκ ἐκεῖνον δὲ μόνον ἐπαίρεις,
ἀλλὰ καὶ ἀπορράπτεις τῶν ἀναπεπτωκότων τὰ στόματα, οὐκ ἀφιεὶς αὐτοὺς
εἰς τὴν τῆς φύσεως ὑπεροχὴν
καταφυγεῖν, ἀλλ' ὠθῶν αὐτοὺς εἰς
τὴν ἀπὸ προαιρέσεως σπουδήν.
6.4 Ἀλλὰ καὶ θάνατον, φησίν,
ἔδεισέ ποτε; Καὶ γὰρ καὶ τοῦτο τῆς φύσεως. Ἀλλ'ὅμως οὗτος
αὐτὸς πάλιν ὁ θάνατον
δεδοικὼς ἔλεγε· Καὶ γὰρ ἡμεῖς, οἱ
ὄντες ἐν
τῷ σκήνει, στενάζομεν βαρούμενοι. Καὶ πάλιν· Ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν.
Εἶδες πῶς ἀντίρροπον τῆς φυσικῆς ἀσθενείας
τὴν ἀπὸ προαιρέσεως εἰσήγαγε δύναμιν; Ἐπεὶ καὶ μάρτυρες πολλοὶ πολλάκις ἀπάγεσθαι μέλλοντες ἐπὶ θανάτῳ
ὠχρίασαν καὶ φόβου καὶ ἀγωνίας ἐνεπλήσθησαν· ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα
θαυμαστοί, ὅτι καὶ οὗτοι δεδοικότες θάνατον, οὐκ ἔφυγον θάνατον
διὰ τὸν Ἰησοῦν.
Οὕτω καὶ Παῦλος φοβούμενος θάνατον,
οὐδὲ γέενναν παραιτεῖται
διὰ τὸν ποθούμενον
Ἰησοῦν, καὶ τρέμων τελευτήν, τὸ ἀναλῦσαι ἐπιζητεῖ. Οὐχ οὗτος δὲ μόνον τοιοῦτος
ἦν, ἀλλὰ καὶ ὁ κορυφαῖος αὐτῶν πολλάκις
εἰπὼν ὅτι ἕτοιμός
ἐστι τὴν ψυχὴν ἐπιδοῦναι, σφόδρα ἐδεδοίκει θάνατον. Ἄκουσον γοῦν τί
διαλεγόμενος αὐτῷ περὶ τούτου φησὶν ὁ
Χριστός· Ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει
ὅπου οὐ θέλεις, τὸ τῆς φύσεως ἐλάττωμα διηγούμενος, οὐ τὸ τῆς προαιρέσεως
.6.5 Ἡ γὰρ φύσις τὰ αὐτῆς
καὶ ἀκόντων ἡμῶν ἐπιδείκνυται, καὶ κρατῆσαι τῶν ἐλαττωμάτων ἐκείνων οὐκ ἔνι,
οὐδὲ τὸν σφόδρα βουλόμενον καὶ σπουδάζοντα· οὐκοῦν οὐδὲν ἐντεῦθεν παραβλαπτόμεθα, ἀλλὰ καὶ θαυμαζόμεθα μᾶλλον.
Ποῖον γὰρ ἔγκλημα φοβεῖσθαι θάνατον; ποῖον δὲ οὐκ ἐγκώμιον, φοβούμενον θάνατον
μηδὲν διὰ τὸν φόβον ἀνελεύθερον ὑπομεῖναι;
Οὐ γὰρ τὸ φύσιν ἔχειν ἐλάττωμα ἔχουσαν, ἔγκλημα,
ἀλλὰ τὸ τοῖς ἐλαττώμασι δουλεύειν· ὡς
ὅ γε τὴν παρ' αὐτῆς
ἐπήρειαν τῇ τῆς
προαιρέσεως ἀνδρείᾳ διορθούμενος, μέγας
καὶ θαυμαστός. Καὶ γὰρ
ταύτῃ δείκνυσιν ὅσον ἐστὶ
προαιρέσεως ἰσχύς, καὶ ἐπιστομίζει τοὺς λέγοντας, διὰ τί μὴ φύσει γεγόναμεν καλοί; τί γὰρ διαφέρει τοῦτο φύσει, ἢ προαιρέσει
εἶναι; πόσῳ δὲ τοῦτο βέλτιον ἐκείνου; ὅσῳ καὶ στεφάνους ἔχει, καὶ λαμπρὰν τὴν ἀνακήρυξιν.
6.6 Ἀλλὰ βέβαιον τὸ τῆς φύσεως; Ἀλλ' εἰ βούλει προαίρεσιν γενναίαν ἔχειν, τοῦτο
στερρότερον ἐκείνου γίνεται.
Ἢ οὐχ ὁρᾷς τῶν μαρτύρων
ξίφεσι τὰ σώματα τεμνόμενα, καὶ
τὴν μὲν φύσιν
εἴκουσαν τῷ σιδήρῳ,
τὴν δὲ προαίρεσιν
οὐ παραχωροῦσαν αὐτῷ, οὐδὲ ἐλεγχομένην; οὐκ εἶδες ἐπὶ τοῦ Ἀβραάμ, εἰπέ
μοι, προαίρεσιν φύσεως κρατήσασαν, ἡνίκα τὸν παῖδα σφαγιάσαι ἐκελεύσθη, καὶ ταύτην
ἐκείνης δυνατωτέραν φανεῖσαν; οὐκ εἶδες ἐπὶ
τῶν τριῶν παίδων
τὸ αὐτὸ τοῦτο συμβάν; οὐκ ἀκούεις καὶ τῆς ἔξωθεν παροιμίας λεγούσης, ὅτι
δευτέρα φύσις ἡ προαίρεσις γίνεται ἐκ συνηθείας; Ἐγὼ δὲ φαίην ἂν ὅτι καὶ προτέρα, καθὼς τὰ προειρημένα ἀπέδειξεν.
Ὁρᾷς ὅτι δυνατὸν καὶ τὴν ἀπὸ τῆς φύσεως ἔχειν
στερρότητα, ἐὰν προαίρεσις ᾖ γενναία καὶ
διεγηγερμένη, καὶ πλείονα καρποῦσθαι τὸν ἔπαινον τόν γε ἑλόμενον καὶ βουληθέντα,
ἢ ἀναγκασθέντα καλὸν εἶναι;
6.7 Τοῦτό ἐστι μάλιστα καλόν,
ὡς ὅταν λέγῃ· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ. Τότε
μάλιστα ἐγὼ αὐτὸν
ἐπαινῶ, ὁρῶν οὐκ ἀπονητὶ τὴν ἀρετὴν
κατορθοῦντα, ὥστε μὴ εἶναι τοῖς
μετὰ ταῦτα ῥᾳθυμίας
ὑπόθεσιν τὴν εὐκολίαν
τὴν ἐκείνου. Καὶ ὅταν λέγῃ πάλιν· Τῷ κόσμῳ ἐσταύρωμαι, τὴν προαίρεσιν αὐτοῦ
στεφανῶ. Ἔνι γάρ, ἔνι φύσεως ἰσχὺν προαιρέσεως ἀκριβείᾳ μιμήσασθαι· κἂν εἰς μέσον
ἀγάγωμεν τοῦτον αὐτὸν τὸν ἀνδριάντα τῆς ἀρετῆς, εὑρήσομεν
ὅτι τὰ ἐκ
προαιρέσεως αὐτῷ προσόντα καλά, εἰς
φύσεως στερρότητα ἐφιλονείκησεν ἐξενεγκεῖν.
6.8 Ἤλγει μὲν γὰρ τυπτόμενος,
τῶν δὲ ἀσωμάτων δυνάμεων τῶν οὐκ ἀλγουσῶν οὐχ
ἧττον αὐτῶν κατεφρόνει,
ὡς ἔστιν ἀκοῦσαι
τῶν ῥημάτων αὐτοῦ,
ἃ μηδὲ τῆς φύσεως αὐτὸν ποιεῖ νομίζεσθαι τῆς ἡμετέρας.
Ὅταν γὰρ λέγῃ· Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ
τῷ κόσμῳ, καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, τί ἄλλο ἐστὶν εἰπεῖν, ἢ ὅτι καὶ ἐξ αὐτοῦ μετέστη τοῦ
σώματος; τί δέ, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν;
τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν,
ἢ δεῖξαι μέχρι
τοῦ σώματος ἱστάμενον τὸν πόνον· οὐκ ἐπειδὴ
ἔνδον οὐ διέβαινεν, ἀλλ' ἐπειδὴ
τῇ περιουσίᾳ τῆς προαιρέσεως αὐτὸν διεκρούετο
καὶ ἐξώθει. Τί δέ, ὅταν
ἕτερα πολλὰ τούτων θαυμαστότερα λέγῃ, καὶ χαίρῃ μαστιζόμενος,
καὶ καυχᾶται ἐπὶ ταῖς ἁλύσεσι; Τί ἂν ἄλλο τις εἴποι, ἢ τοῦτο ὅπερ ἔφην, ὅτι τὸ
λέγειν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, καὶ φοβοῦμαι μήπως ἄλλοις κηρύξας
αὐτὸς ἀδόκιμος γένωμαι,
τὸ ἀσθενὲς τῆς φύσεως
δείκνυσι, διὰ δὲ τούτων, ὧν εἶπον, τὴν εὐγένειαν τῆς προαιρέσεως;
6.9 ∆ιὰ γὰρ τοῦτο ἀμφότερα
κεῖται, ἵνα μήτε διὰ τὰ μεγάλα ἐκεῖνα ἑτέρας αὐτὸν εἶναι νομίσῃς φύσεως καὶ ἀπογνῷς,
μήτε διὰ τὰ μικρὰ ταῦτα καταγνῷς τῆς ἁγίας ψυχῆς, ἀλλὰ κἀντεῦθεν πάλιν
τὴν ἀπόγνωσιν ἐκβαλών, εἰς χρηστὰς σαυτὸν ἀγάγῃς ἐλπίδας.∆ιὰ τοῦτο τίθησι
πάλιν καὶ τὸ τῆς χάριτος τοῦ Θεοῦ μεθ' ὑπερβολῆς, μᾶλλον δὲ οὐ μεθ' ὑπερβολῆς, ἀλλὰ
μετὰ εὐγνωμοσύνης, ἵνα μηδὲν αὐτοῦ νομίσῃς
εἶναι. Λέγει δὲ καὶ τὰ τῆς αὐτοῦ προθυμίας, ἵνα μὴ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας,
διάγῃς καθεύδων καὶ ῥέγχων. Καὶ πάντων μέτρα καὶ κανόνας εὑρήσεις παρ' αὐτῷ μετὰ
ἀκριβείας κειμένους.
6.10 Ἀλλὰ καὶ ἐπηράσατο τῷ
χαλκεῖ, φησίν, Ἀλεξάνδρῳ ποτέ. Καὶ τί τοῦτο; Οὐ γὰρ θυμοῦ τὸ ῥῆμα ἦν, ἀλλ' ὀδύνης
τῆς ὑπὲρ τῆς ἀληθείας· οὐ γὰρ δι' ἑαυτὸν ἤλγει, ἀλλ' ὅτι ἀνθίστατο
τῷ κηρύγματι· Λίαν γὰρ ἀνθίσταται,
φησίν, οὐχὶ ἐμοί, ἀλλὰ τοῖς ἡμετέροις λόγοις· ὥστε
ἡ ἀρὰ οὐ μόνον
τὸν τούτου πόθον ἐδείκνυε τὸν ὑπὲρ τῆς ἀληθείας, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο.
Ἐπειδὴ γὰρ πάντας εἰκὸς ἦν σκανδαλίζεσθαι, τῶν ἐπηρεαζόντων τῷ λόγῳ οὐδὲν πασχόντων,
διὰ τοῦτο ταῦτά φησιν. Ἀλλὰ καὶ κατηύξατό ποτε ἑτέρων τινῶν, λέγων· Εἴπερ δίκαιον
παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς
θλῖψιν· οὐκ ἐκείνους ἐπιθυμῶν δίκην
δοῦναι, μὴ γένοιτο, ἀλλὰ τοὺς
ἐπηρεαζομένους σπεύδων παραμυθήσασθαι· διὸ
καὶ ἐπάγει· Αὐτοῖς
τοῖς θλιβομένοις ἄνεσιν. Ἐπεὶ ὅταν
αὐτός τι πάσχῃ ἀηδές, ἄκουσον πῶς φιλοσοφεῖ, καὶ τοῖς ἐναντίοις ἀμείβεται, λέγων·
Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Εἰ
δὲ τὰ ὑπὲρ τῶν ἄλλων λεγόμενα ἢ γινόμενα ὀργῆς εἶναι φαίης, ὥρα σοι καὶ τὸν Ἐλύμαν
ἐξ ὀργῆς αὐτὸν πεπηρωκέναι καὶ ὑβρικέναι,
καὶ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν τὸν Πέτρον ἐξ ὀργῆς ἀπεκτονέναι. Ἀλλ' οὐδεὶς οὕτως ἀνόητος καὶ ἠλίθιος ὡς ταῦτα
εἰπεῖν. Καὶ ἕτερα δὲ πολλὰ εὑρίσκομεν αὐτὸν καὶ λέγοντα καὶ ποιοῦντα, δοκοῦντα
εἶναι φορτικά, καὶ ταῦτα μάλιστά ἐστιν, ἃ τὴν ἐπιείκειαν αὐτοῦ δείκνυσι. Καὶ γὰρ
ὅταν τῷ σατανᾷ παραδῷ τὸν ἐν Κορίνθῳ πεπορνευκότα, ἐξ ἀγάπης αὐτὸ πολλῆς ποιεῖ καὶ φιλοστόργου διανοίας· καὶ τοῦτο δείκνυσι καὶ ἐκ τῆς δευτέρας
ἐπιστολῆς. Καὶ ὅταν Ἰουδαίοις ἀπειλῇ καὶ λέγῃ· Ἔφθασεν αὐτοὺς ἡ ὀργὴ εἰς τέλος,
οὐ θυμοῦ πληρούμενος αὐτὸ ποιεῖ, –ἀκούεις γοῦν αὐτοῦ συνεχῶς ὑπὲρ αὐτῶν εὐχομένου–,
ἀλλὰ βουλόμενος φοβῆσαι καὶ σωφρονεστέρους ἐργάσασθαι.
6.11 Ἀλλὰ τὸν ἱερέα,
φησίν, ὕβρισε, λέγων· Τύπτειν
σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε.
Καὶ οἶδα μὲν ὅτι τινὲς πρὸς τοῦτο ἀπολογούμενοι, προφητείαν εἶναί φασι τὸ
εἰρημένον. Καὶ οὐκ ἐγκαλῶ τοῖς
λέγουσι· καὶ γὰρ
συνέβη τοῦτο, καὶ οὕτως
ἐτελεύτησεν. Εἰ δέ τις δριμύτερος
ὢν ἐχθρὸς ἀντιλέγοι,
καὶ περιεργότερόν τι ποιῶν ἀνθυποφέροι λέγων· καὶ εἰ προφητεία ἦν, τίνος ἕνεκεν ἀπελογεῖτο
λέγων· Οὐκ ᾔδειν ὅτι ἀρχιερεύς ἐστι;
τοῦτο ἂν εἴποιμεν ὅτι τοὺς ἄλλους παιδεύων
καὶ νουθετῶν πρὸς τοὺς ἄρχοντας ἐπιεικῶς
διακεῖσθαι, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίει. Μυρία γὰρ ῥητὰ καὶ ἄρρητα περὶ τῶν
γραμματέων εἰπὼν καὶ Φαρισαίων, φησίν· Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ
γραμματεῖς καὶ οἱ
Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν
λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ Παῦλος,
ὁμοῦ καὶ τὸ ἀξίωμα διετήρησε, καὶ τὸ μέλλον ἔσεσθαι προανεφώνησεν.
6.12 Εἰ δὲ καὶ τὸν Ἰωάννην ἀπέτεμε, καὶ τοῦτο ἀξίως τῆς ὑπὲρ τοῦ κηρύγματος
προνοίας. Τὸν γὰρ τὴν διακονίαν ταύτην ἐγκεχειρισμένον,
οὐχὶ χαῦνόν τινα εἶναι χρή, οὐδὲ ἀναπεπτωκότα, ἀλλὰ ἀνδρεῖον καὶ εὔτονον, μηδὲ ἅπτεσθαι
τῆς καλῆς πραγματείας ταύτης, εἰ μὴ μέλλοι μυριάκις
ἀντεπιδιδόναι τὴν ἑαυτοῦ
ψυχὴν εἰς θάνατον
καὶ κινδύνους, καθὼς καὶ αὐτός φησιν
ὁ Χριστός· Εἴ
τις θέλει ὀπίσω
μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν,
καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω
μοι. Ὁ γὰρ μὴ οὕτω διακείμενος
πολλοὺς καὶ ἑτέρους προδίδωσι, καὶ μᾶλλον ἡσυχάζων ὠφελεῖ καθ' ἑαυτὸν ὤν, ἢ παριὼν εἰς μέσον, καὶ φορτίον δεχόμενος
τῆς δυνάμεως ἑαυτοῦ μεῖζον· καὶ γὰρ
καὶ ἑαυτὸν καὶ τοὺς ἐμπιστευθέντας προσαπολλύει. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μέν τις
κυβερνητικὴν ἀγνοεῖ, καὶ τὴν πρὸς τὰ κύματα
μάχην, μηδὲ μυρίων ἀναγκαζόντων ἑλέσθαι ἐπὶ τῶν οἰάκων καθίσαι, τὸν δὲ ἐπὶ τὸ κήρυγμα
ἰόντα, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπὶ τοῦτο χωρεῖν, καὶ ἀπερισκέπτως καταδέχεσθαι πρᾶγμα
μυρίων θανάτων πρόξενον; Οὔτε γὰρ κυβερνήτην, οὔτε τὸν πρὸς τὰ θηρία πυκτεύοντα,
οὐ τὸν μονομαχεῖν ἑλόμενον, οὐκ ἄλλον οὐδένα
οὕτω πρὸς θανάτους καὶ σφαγὰς παρατεταγμένην ἔχειν δεῖ τὴν ψυχήν, ὡς τὸν τὸ κήρυγμα
ἀναδεχόμενον. Καὶ γὰρ οἱ κίνδυνοι μείζους,
καὶ οἱ ἀντίπαλοι χαλεπώτεροι, καὶ τὸ οὕτω σφαγῆναι, οὐ περὶ τῶν τυχόντων. Οὐρανὸς γὰρ τὸ ἔπαθλον κεῖται, καὶ γέεννα τοῖς
ἁμαρτάνουσι τὸ ἐπιτίμιον, καὶ ψυχῆς ἀπώλεια
καὶ σωτηρία. Οὐ τὸν τὸ κήρυγμα δὲ μόνον ἀναδεχόμενον οὕτω παρατετάχθαι δεῖ, ἀλλὰ καὶ ἁπλῶς τὸν πιστόν· ἅπασι γὰρ
παρακελεύεται τὸν σταυρὸν αἴρειν καὶ ἀκολουθεῖν· εἰ δὲ πᾶσι, πολλῷ μᾶλλον τοῖς
διδασκάλοις καὶ ποιμέσιν,
ὧν καὶ Ἰωάννης
ἦν τότε, ὁ καὶ Μάρκος λεγόμενος. ∆ιὸ καὶ
δικαίως ἐξετέμνετο, ὅτι ἐν αὐτῷ τάξας ἑαυτὸν
τῷ μετώπῳ τῆς φάλαγγος, σφόδρα ἀνάνδρως εἱστήκει· διὸ
καὶ ἀπέστησεν αὐτὸν ὁ Παῦλος, ὥστε μὴ τὴν ἐκείνου νωθείαν τῶν τόνων αὐτῶν τὸν
δρόμον ἐκκόψαι.
6.13 Εἰ δὲ λέγοι
Λουκᾶς, ὅτι ἐγένετο παροξυσμὸς
μεταξὺ αὐτῶν, μὴ τοῦτο
ἔγκλημα εἶναι νόμιζε. Οὐ γὰρ τὸ παροξυνθῆναι χαλεπόν, ἀλλὰ τὸ ἀλόγως καὶ ἐπ' οὐδενὶ
δικαίῳ. Θυμὸς γὰρ ἄδικος, φησίν, οὐκ ἀθωωθήσεται· οὐχ ἁπλῶς θυμός, ἀλλὰ ὁ ἄδικος.
Καὶ ὁ Χριστὸς πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ· οὐχ ἁπλῶς ὀργιζόμενος. Καὶ ὁ προφήτης δέ φησιν· Ὀργίζεσθε,
καὶ μὴ ἁμαρτάνετε. Εἰ γὰρ μὴ δεῖ κεχρῆσθαι τῷ πάθει, μηδὲ καιροῦ καλοῦντος, εἰκῆ
καὶ μάτην ἡμῖν ἔγκειται· ἀλλ' οὐκ εἰκῇ. ∆ιὸ καὶ ὁ δημιουργὸς τοῦτο
κατεφύτευσε πρὸς διόρθωσιν τῶν ἁμαρτανόντων, ἵνα
διεγείρῃ τὸ νωθρὸν τῆς ψυχῆς
καὶ παρειμένον, ἵνα ἀφυπνίζῃ τὸν καθεύδοντα καὶ διαλελυμένον, καθάπερ στόμωμα σιδήρῳ, οὕτω τὸ τῆς ὀργῆς εὔτονον ἐνθεὶς
ἡμῶν τῇ διανοίᾳ, ἵνα αὐτῷ
χρησώμεθα εἰς δέον.
∆ιὰ τοῦτο καὶ ὁ Παῦλος πολλάκις
αὐτῷ ἐκέχρητο, καὶ ποθεινότερος μᾶλλον
τῶν μετὰ ἐπιεικείας διαλεγομένων ἦν
ὀργιζόμενος, πάντα μετὰ τοῦ προσήκοντος καιροῦ ποιῶν ὑπὲρ τοῦ κηρύγματος. Οὐδὲ
γὰρ ἐπιείκεια ἁπλῶς καλόν, ἀλλ' ὅταν ὁ
καιρὸς ἀπαιτῇ· ὡς, ἐὰν τοῦτο μὴ προσῇ, καὶ ἐκείνη νωθεία,
καὶ ἡ ὀργὴ θρασύτης γίνεται
6.14 Ταῦτα δὲ πάντα οὐχ ὑπὲρ
Παύλου ἀπολογούμενος εἶπον· οὐδὲ γὰρ δεῖται τῆς ἡμετέρας γλώττης· ὁ γὰρ ἔπαινος
αὐτοῦ οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ·
ἀλλ' ἵνα παιδεύσωμεν τοὺς ἀκροατὰς εἰς δέον ἅπασι κεχρῆσθαι, καθάπερ καὶ ἔμπροσθεν
εἶπον. Οὕτω γὰρ δυνησόμεθα πάντοθεν κερδαίνειν,
καὶ μετὰ πολλῆς
τῆς εὐπορίας εἰς τὸν ἀκύμαντον λιμένα
καταπλεῖν, καὶ τῶν ἀκηράτων ἐπιτυχεῖν
στεφάνων, ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου