ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 12. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος ζʹ

Πέμπτη 16 Ιουνίου 2016

12. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος ζʹ


Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

12. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος ζʹ

7.1 Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης καὶ  πολλῶν   στρατιωτῶν   προηγουμένων,   εἰς  τὰς  πόλεις   εἰσίωσιν,  ἅπας    δῆμος συντρέχειν  εἴωθεν,  ὥστε  καὶ  τῆς  ἠχῆς  ἀκοῦσαι,  καὶ  τὸ  σημεῖον  ἰδεῖν  ἐφ' ὑψηλοῦ φερόμενον,   καὶ  τοῦ  βαστάζοντος  τὴν  ἀνδρείαν.  Ἐπεὶ  οὖν  καὶ  Παῦλος  εἰσέρχεται σήμερον, οὐκ εἰς πόλιν, ἀλλ' εἰς τὴν οἰκουμένην, συνδράμωμεν ἅπαντες. Καὶ γὰρ οὗτος σημεῖον βαστάζει, οὐ τοῦ κάτω  βασιλέως,  ἀλλὰ  τὸν  σταυρὸν τοῦ ἄνω  Χριστοῦ, καὶ προηγοῦνται  οὐκ  ἄνθρωποι,  ἀλλ' ἄγγελοι,  καὶ  εἰς  τιμὴν  τοῦ  βασταζομένου  καὶ  εἰς ἀσφάλειαν τοῦ φέροντος. Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων ∆εσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ Ἰακώβ φησιν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός  μου· πολλῷ  μᾶλλον  ἐπὶ τῶν τὴν οἰκουμένην  ἐγχειρισθέντων καὶ τηλικοῦτον  βασταζόντων  ὄγκον  δωρεῶν  πάρεισιν αἱ δυνάμεις  αἱ ἄνω.  Οἱ μὲν  οὖν  παρὰ τῶν  ἔξωθεν  ταύτης  ἠξιωμένοι  τῆς τιμῆς,  ἱμάτια περίκεινται  καὶ περιαυχένιον  κόσμον χρυσοῦν, καὶ πάντοθέν  εἰσι λαμπροί·  οὗτος δὲ ἅλυσιν  ἀντὶ  χρυσοῦ περικείμενος  βαστάζει τὸν  σταυρόν· οὗτος  ἐλαυνόμενος,  οὗτος μαστιζόμενος καὶ λιμώττων.



7.2 Ἀλλὰ  μὴ  στυγνάσῃς,  ἀγαπητέ.  Καὶ γὰρ    κόσμος  οὗτος  ἐκείνου  πολλῷ βελτίων καὶ λαμπρότερος, καὶ Θεῷ φίλος· διὸ καὶ βαστάζων οὐκ ἔκαμνε. Τοῦτο γάρ ἐστι τὸ θαυμαστόν, ὅτι μετὰ δεσμῶν καὶ μαστίγων λαμπρότερος τῶν τὴν ἁλουργίδα καὶ τὸ διάδημα  ἐχόντων  ἦν.  Ὅτι γὰρ λαμπρότερος,  καὶ  οὐ κόμπος  τὰ εἰρημένα,  ἐδήλωσεν αὐτοῦ τὰ ἱμάτια. ∆ιαδήματα μὲν γὰρ μυρία καὶ πορφυρίδας τοσαύτας ἂν ἐπιθῇς ἀρρωστοῦντι, οὐδὲ μικρόν τι τῆς φλογὸς ὑποτεμέσθαι δυνήσῃ· τὰ δὲ ἐκείνου σιμικίνθια ὁμιλοῦντα τοῖς σώμασι τῶν καμνόντων,  πᾶσαν νόσον δραπετεύειν ποιεῖ, καὶ εἰκότως. Εἰ γὰρ  λῃσταὶ  τοῦτο  ὁρῶντες  τὸ  σημεῖον  οὐ  τολμῶσιν  ἐπελθεῖν,   ἀλλ'  ἀμεταστρεπτὶ φεύγουσι,  πολλῷ  μᾶλλον  νόσοι καὶ δαίμονες  ὁρῶντες  ἐκεῖνο  τὸ σημεῖον φεύγουσιν. Ἐβάσταζε δέ, οὐχ ἵνα αὐτὸς αὐτὸ φέρῃ μόνος, ἀλλ' ἵνα ἅπαντας τοιούτους ποιήσῃ καὶ διδάξῃ βαστάζειν· διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς  ἔχετε τύπον  ἡμᾶς· καὶ πάλιν· Ἃ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ πάλιν· Ἡμῖν ἐχαρίσθη, οὐ μόνον  τὸ  εἰς  αὐτὸν  πιστεύειν,  ἀλλὰ  καὶ  τὸ  ὑπὲρ  αὐτοῦ  πάσχειν.  Τὰ μὲν  γὰρ  τοῦ παρόντος ἀξιώματα βίου τότε μείζονα φαίνεται, ὅταν εἰς ἕνα περιστῇ μόνον· ἐπὶ δὲ τῶν πνευματικῶν  τοὐναντίον·   τότε  μάλιστα  λάμπει  τὸ  τῆς  τιμῆς,  ὅταν  πολλοὺς   τῆς προεδρίας ἔχῃ κοινωνούς,  καὶ ὅταν ὁ μετέχων  μὴ εἷς ᾖ, ἀλλὰ πολλοὺς  ἔχῃ τοὺς τῶν αὐτῶν  ἀπολαύοντας.  Ὁρᾷς οὖν  πάντας  σημειοφόρους,  καὶ ἕκαστον  τὸ ὄνομα  αὐτοῦ βαστάζοντα ἐνώπιον  ἐθνῶν καὶ βασιλέων, αὐτὸν δὲ καὶ ἐνώπιον  γεέννης, καὶ ἐνώπιον κολάσεως. Ἀλλ' οὐκ εἶπεν οὕτως· οὐ γὰρ ἠδύναντο ἐκεῖνοι βαστάζειν.

7.3 Εἶδες ὅσης ἐστὶν ἀρετῆς ἡ φύσις ἡ ἡμετέρα δεκτική; ὡς οὐδὲν  ἀνθρώπου τιμιώτερον  καὶ θνητοῦ  μένοντος;  Τί γάρ μοι τούτου  μεῖζον  ἔχεις  εἰπεῖν; τί δὲ ἴσον; πόσων δὲ ἀγγέλων  καὶ ἀρχαγγέλων  οὐκ ἔστιν ἄξιος ὁ τοῦτο εἰπὼν  τὸ ῥῆμα; Ὁ γὰρ ἐν σώματι θνητῷ καὶ ἐπικήρῳ πάντα ὑπὲρ τοῦ Χριστοῦ προδούς, ὧν κύριος ἦν, μᾶλλον δὲ ὧν οὐκ ἦν, –καὶ γὰρ καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα προέδωκε, καὶ ὕψωμα καὶ βάθος καὶ κτίσιν ἑτέραν–, οὗτος εἰ ἐν ἀσωμάτῳ φύσει ἦν, τί οὐκ ἂν εἶπε; τί δὲ οὐκ ἂν ἔπραξε; Καὶ γὰρ καὶ τοὺς ἀγγέλους διὰ τοῦτο θαυμάζω, ὅτι κατηξιώθησαν  τοιαύτης τιμῆς, οὐχ ὅτι ἀσώματοι ἔτυχον  ὄντες·  ἐπεὶ καὶ ὁ διάβολος  ἀσώματός τέ ἐστι καὶ ἀόρατος, ἀλλ' ὅμως πάντων  ἐστὶν ἀθλιώτερος, ἐπειδὴ τῷ ποιήσαντι προσέκρουσε Θεῷ. Ἐντεῦθεν καὶ ἀνθρώπους ἀθλίους εἶναί φαμεν, οὐχ ὅταν σάρκα περι κειμένους ἴδωμεν, ἀλλ' ὅταν μὴ εἰς δέον αὐτῇ χρωμένους· ἐπεὶ καὶ ὁ Παῦλος σάρκα περιέκειτο. Πόθεν οὖν τοιοῦτος ἦν; Καὶ οἴκοθεν,  καὶ παρὰ Θεοῦ, καὶ διὰ τοῦτο  παρὰ Θεοῦ, ἐπειδὴ  οἴκοθεν· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός. Εἰ δὲ λέγοις· καὶ πῶς δυνατὸν ἐκείνους μιμήσασθαι, ἄκουσον τί φησι· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἐκεῖνος τοῦ Χριστοῦ γέγονε μιμητής, σὺ δὲ οὐδὲ τοῦ συνδούλου; ἐκεῖνος ∆εσπότην ἐζήλωσε, σὺ δὲ οὐδὲ τὸν ὁμόδουλον; καὶ ποίαν ἕξεις ἀπολογίαν;

7.4 Καὶ πῶς αὐτὸν ἐμιμήσατο, φησί; Τοῦτο ἐξ ἀρχῆς σκόπει καὶ ἀπ' αὐτῶν τῶν προοιμίων. Ἐπειδὴ γὰρ ἀπὸ τῶν θείων ναμάτων  τοσοῦτον πῦρ ἔχων ἀνῆλθεν, ὡς μηδὲ ἀναμεῖναι  διδάσκαλον· οὐ γὰρ περιέμεινε Πέτρον, οὐδὲ ἦλθε πρὸς Ἰάκωβον, οὐδὲ πρὸς ἄλλον  οὐδένα, ἀλλ' ὑπὸ τῆς προθυμίας  ἀρθείς, οὕτω  τὴν πόλιν  ἀνῆψεν  ὡς πόλεμον ἀναρριπισθῆναι  κατ' αὐτοῦ χαλεπόν· ἐπεὶ καὶ Ἰουδαῖος ὤν, τὰ ὑπὲρ τὴν ἀξίαν ἐποίει, δεσμεύων, ἀπάγων,  δημεύων. Οὕτω καὶ Μωσῆς, οὐδενὸς χειροτονήσαντος  αὐτόν, τὴν ἀδικίαν τῶν βαρβάρων ἐκώλυσε τὴν κατὰ τῶν ὁμοφύλων.  Ταῦτα γὰρ ψυχῆς γενναίας ἀπόδειξις  καὶ γνώμης  ἐλευθέρας,  οὐκ ἀνεχομένης  σιγῇ φέρειν  τὰ ἑτέρων  κακά, κἂν μηδεὶς  ὁ χειροτονῶν   ᾖ. Ὅτι  γὰρ  δικαίως  ἐπεπήδησε  τῇ  προστασίᾳ, ἔδειξεν  ὁ Θεὸς χειροτονήσας  αὐτὸν ὕστερον· ὃ καὶ ἐπὶ Παύλου πεποίηκεν.  Ὅτι γὰρ καὶ οὗτος καλῶς ἐποίησε τοῦ λόγου  ἁψάμενος  τότε καὶ τῆς διδασκαλίας,  καὶ τοῦτο ἐδήλωσεν  ὁ Θεός, ταχέως αὐτὸν ἐπὶ τὸ τῶν διδασκάλων ἀξίωμα ἀγαγών


7.5 Εἰ μὲν  γὰρ τιμῆς  ἕνεκεν  καὶ προεδρίας  ἐπεπήδων  τοῖς  πράγμασι, καὶ τῆς αὐτῶν θεραπείας εἰκότως ἂν ἐνεκλήθησαν. Ἐπειδὴ δὲ κινδύνους ἠγάπων, καὶ θανάτους ἐπεσπῶντο,  ἵνα τοὺς ἄλλους  διασώσωσιν ἅπαντας,  τίς οὕτως  ἄθλιος  ὥστε ἐγκαλέσαι προθυμίᾳ τοσαύτῃ; Ὅτι γὰρ τῆς τῶν ἀπολλυμένων σωτηρίας ἐρῶντες ταῦτα ἔπραττον, ἐδήλωσε  καὶ ἡ τοῦ Θεοῦ ψῆφος,  ἐδήλωσε  καὶ ἡ τῶν  κακῶς  ἐρασθέντων  τὸν  ἔρωτα τοῦτον  ἀπώλεια.  Ἐπεπήδησάν  ποτε  καὶ  ἕτεροι  ἀρχῇ  καὶ  προστασίᾳ,  ἀλλὰ  πάντες ἀπέθανον,   οἱ  μὲν  ἐμπρησθέντες,  οἱ  δὲ  γῆς  διαστάσει  καταποθέντες.   Οὐ  γὰρ  διὰ προστασίαν τοῦτο ἐποίουν, ἀλλὰ διὰ προεδρίας ἔρωτα. Ἐπεπήδησε καὶ Ὀζίας, ἀλλὰ καὶ οὗτος  ἀκάθαρτος  γέγονεν·  ἐπεπήδησε  καὶ  Σίμων,  ἀλλὰ  κατεδικάσθη,  καὶ  περὶ  τῶν ἐσχάτων  ἐκινδύνευσε·  ἐπεπήδησε καὶ Παῦλος, ἀλλ' ἐστεφανώθη,  οὐχὶ  ἱερωσύνῃ  καὶ τιμῇ, ἀλλὰ διακονίᾳ καὶ πόνοις καὶ κινδύνοις. Καὶ ὅτι ἀπὸ ζήλου πολλοῦ καὶ προθυμίας ἐπέδραμε, διὰ τοῦτο ἀνακηρύττεται καὶ λαμπρὸς ἐκ προοιμίων ἦν

7.6 Ὥσπερ γὰρ ὁ χειροτονούμενος  ἄρχων, ἂν μὴ δεόντως τὸ πρᾶγμα μετίῃ, καὶ μείζονός   ἐστι   κολάσεως   ἄξιος,   οὕτω   κἂν   μὴ   χειροτονηθῆ   τις,   μεταχειρίζῃ   δὲ προσηκόντως,  οὐ λέγω  τὰ τῆς  ἱερωσύνης,  ἀλλὰ  τὰ τῆς  τῶν  πολλῶν  προνοίας,  τοῦ παντὸς  ἄξιός  ἐστι. ∆ιὰ τοῦτο  οὐδεμίαν  ἀνέμεινεν  ἡμέραν  ἡσυχάζων  ὁ πυρὸς  οὗτος σφοδρότερος, ἀλλ' ὁμοῦ τε ἀνέβη ἀπὸ τῆς ἱερᾶς τῶν ὑδάτων πηγῆς, καὶ πολλὴν ἀνῆψεν ἑαυτῷ τὴν φλόγα, καὶ οὔτε κινδύνους  ἐνενόησεν, οὐ τὸν γέλωτα καὶ τὴν αἰσχύνην τὴν παρὰ Ἰουδαίων,  οὐ τὸ ἀπιστεῖσθαι παρ' αὐτοῖς, οὐκ ἄλλο τῶν  τοιούτων  οὐδέν· ἀλλ' ἑτέρους  λαβὼν   ὀφθαλμούς,   τοὺς  τῆς  ἀγάπης,  καὶ  ἑτέραν  διάνοιαν,   μετὰ  πολλῆς ἐνέπιπτε  τῆς ῥύμης, ὥσπερ τις χειμάρρους, ἅπαντα  παρασύρων τὰ Ἰουδαίων,  καὶ διὰ τῶν Γραφῶν δεικνὺς ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καίτοι γε οὔπω χαρίσματα πολλὰ τῆς χάριτος ἦν αὐτῷ, οὔπω τοσούτου Πνεύματος κατηξίωτο· ἀλλ' ὅμως εὐθέως ἐφλέγετο, καὶ ψυχῇ θανατώσῃ πάντα ἔπραττε, καὶ ὥσπερ ἀπολογούμενος  ὑπὲρ τοῦ παρελθόντος χρόνου,  οὕτω  πάντα  ἐποίει, καὶ ἐπραγματεύετο  εἰς τὸ πονοῦν  μάλιστα τοῦ πολέμου μέρος ἑαυτὸν ἐμβάλλων, καὶ ὃ κινδύνων  ἔγεμε καὶ φόβων.
7.7 Καὶ ὅμως  οὕτω  τολμητὴς  ὢν  καὶ  ὁρμητίας  καὶ  πῦρ  πνέων,  οὕτω  πάλιν πειθήνιος  ἦν καὶ εὐήνιος τοῖς διδασκάλοις ὥστε μὴ ἐν τοσαύτῃ ῥύμῃ προθυμίας αὐτοῖς ἀντιπεσεῖν. Καὶ γὰρ ζέοντι τότε καὶ μαινομένῳ προσελθόντες εἶπον ὅτι δεῖ ἀπελθεῖν εἰς Ταρσὸν καὶ Καισάρειαν, καὶ οὐκ ἀντεῖπεν·  εἶπον ὅτι χρὴ διὰ τοῦ τείχους  χαλασθῆναι, καὶ ἠνέσχετο· συνεβούλευσαν ξυρᾶσθαι, καὶ οὐκ ἀντέπεσεν· εἶπον μὴ εἰσελθεῖν  εἰς τὸ θέατρον, καὶ εἶξεν. Οὕτως ἑνὸς ἦν πανταχοῦ τοῦ συμφέροντος τοῖς πιστοῖς, τῆς εἰρήνης,τῆς ὁμονοίας, καὶ πανταχοῦ ἑαυτὸν ἐτήρει τῷ κηρύγματι.
7.8  Ὥστε  ὅταν   ἀκούσῃς  ὅτι  τὸν  ἀδελφιδοῦν   πέμπει  πρὸς  τὸν  χιλίαρχον, βουλόμενος ἑαυτὸν ἐξαρπάσαι τῶν κινδύνων,  καὶ ὅταν ἐπικαλῆται  Καίσαρα, καὶ ὅταν εἰς τὴν Ῥώμην σπεύδῃ, μὴ νομίσῃς ἀνανδρείας εἶναι τὰ ῥήματα. Ὁ γὰρ στένων, ἐπειδὴ παρῆν ἐν τῷ βίῳ τούτῳ, πῶς οὐκ ἂν εἵλετο  μετὰ Χριστοῦ εἶναι; καὶ ὁ τῶν  οὐρανῶν καταφρονῶν  καὶ ἀγγέλων δι' αὐτὸν ὑπερορῶν, πῶς ἂν ἐπεθύμησε τῶν παρόντων; Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίει; Ἵνα ἐνδιατρίψῃ  τῷ κηρύγματι, καὶ μετὰ πολλῶν  ἀνθρώπων ἀπέλθῃ, πάντων  ἐστεφανωμένων. Καὶ γὰρ ἐδεδοίκει μήποτε πτωχὸς καὶ πένης τῆς τῶν πολλῶν  σωτηρίας ἀποδημήσῃ ἐντεῦθεν. ∆ιὸ καὶ ἔλεγε· Τὸ ἐπιμεῖναι  τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς.
7.9 ∆ιὸ καὶ ὁρῶν τὸ δικαστήριον τὴν βελτίω ψῆφον περὶ αὐτοῦ κατατιθέμενον, ὡς πρὸς τὸν Φῆστον Ἀγρίππας ἔλεγεν· Ἀπολελύσθαι ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα, καὶ δεθείς, καὶ μετὰ μυρίων ἑτέρων δεσμωτῶν ἀπαγόμενος μυρία εἰργασμένων δεινά, οὐκ ᾐσχύνετο τῷ συνδεδέσθαι ἐκείνοις, ἀλλὰ καὶ προενόει πάντων τῶν  συμπλεόντων,  καίτοι  γε ὑπὲρ αὐτοῦ θαρρῶν καὶ εἰδὼς  ὡς ἐν ἀσφαλείᾳ  ἦν, καὶ πέλαγος  τοσοῦτον  ἀνήγετο  δεδεμένος,  καὶ ἔχαιρεν  ὡς ἐπὶ μεγίστην  ἀρχὴν προπεμπόμενος.  Καὶ γὰρ οὐδὲ μικρὸς ἆθλος αὐτῷ τῆς Ῥωμαίων  πόλεως  ἡ διόρθωσις προὔκειτο. Ἀλλ' ὅμως οὐδὲ τῶν ἐν τῷ πλοίῳ κατωλιγώρησεν,  ἀλλὰ καὶ ἐκείνους ἐρρύθμισε, διηγησάμενος  τὴν  αὐτῷ  φανεῖσαν  ὄψιν,  ἐξ ἧς  ἐμάνθανον  ὅτι  πάντες  οἱ πλέοντες  μετ' αὐτοῦ δι' αὐτὸν  σώζονται. Τοῦτο δὲ ἐποίει, οὐχ ἑαυτὸν  ἐπαίρων,  ἀλλ' ἐκείνους   ἑαυτῷ   πειθηνίους   παρασκευάζων.   ∆ιὰ  τοῦτο   καὶ     Θεὸς  συνεχώρησε διεγερθῆναι τὴν θάλασσαν, ἵνα καὶ δι' ὧν παρηκούσθη, καὶ δι' ὧν ἠκούσθη, διὰ πάντων δειχθῇ  ἡ Παύλου χάρις. Καὶ γὰρ συνεβούλευσε μὴ ἀναπλεῦσαι,  καὶ παρηκούσθη, καὶ γέγονε κίνδυνος περὶ τῶν ἐσχάτων· καὶ οὐδὲ οὕτως ἦν φορτικός, ἀλλὰ πάλιν ὡς παίδων πατὴρ προενόει, καὶ ὅπως μηδεὶς ἀπόλοιτο πάντα ἔπραττεν. Ἐπειδὴ δὲ καὶ τῆς Ῥωμαίων ἐπέβη, κἀκεῖ πῶς μετὰ ἐπιεικείας  διαλέγεται; πῶς μετὰ ἐλευθερίας  τοὺς ἀπειθοῦντας ἐπιστομίζει; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἐκεῖθεν εἰς Ἱσπανίαν ἔδραμε.
7.10 Καὶ γὰρ κινδυνεύων μᾶλλον  ἐθάρρει, καὶ τολμηρότερος ἐγίνετο  ἐντεῦθεν, οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ  καὶ οἱ μαθηταὶ  δι' αὐτόν. Ὥσπερ γὰρ εἴπερ ἑώρων  αὐτὸν ἐνδιδόντα  καὶ ὀκνηρότερον  γινόμενον,  ἴσως ἂν καὶ αὐτοὶ καθυφῆκαν· οὕτως, ἐπειδὴ εἶδον  αὐτὸν  ἀνδρειότερον  γινόμενον,  καὶ ἐπηρεαζόμενον,  καὶ μᾶλλον  ἐπιτιθέμενον, μετὰ παρρησίας ἐκήρυττον. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὡς τοὺς πλείονας  τῶν ἀδελφῶν, πεποιθότας  τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν  ἀφόβως τὸν λόγον  λαλεῖν.  Ὅταν γὰρ ὁ στρατηγὸς ᾖ γενναῖος, οὐχὶ σφάττων μόνον οὐδὲ ἀποκτιννύς, ἀλλὰ καὶ τιτρωσκόμενος,  τοὺς ὑπ' αὐτῷ  ταττομένους  θρασυτέρους ποιεῖ, καὶ μᾶλλον τιτρωσκόμενος ἢ τιτρώσκων. Ὅταν γὰρ ἴδωσιν αὐτὸν αἵματι πεφυρμένον καὶ τραύματα περιφέροντα,  καὶ μηδὲ οὕτω παραχωροῦντα  τοῖς ἐχθροῖς, ἀλλ'  ἑστῶτα γενναίως,  καὶ δόρυ σείοντα, καὶ βάλλοντα  τοὺς ἐναντίους,  καὶ πρὸς τὰς ἀλγηδόνας  οὐκ ἐνδιδόντα, μετὰ πλείονος  παρατάττονται  καὶ αὐτοὶ τῆς προθυμίας· ὃ δὴ καὶ ἐπὶ Παύλου γέγονεν. Ὁρῶντες γὰρ αὐτὸν δεδεμένον  καὶ ἐν τῷ δεσμωτηρίῳ κηρύττοντα,  καὶ μαστιζόμενον, καὶ τοὺς μαστίζοντας χειρούμενον, πλείονα ἐδέχοντο παρρησίαν. ∆ιὸ καὶ τοῦτο δηλῶν, οὐχ  ἁπλῶς  Πεποιθότας  εἶπεν,  ἀλλὰ  προστίθησι· Περισσοτέρως τολμᾶν  ἀφόβως  τὸν λόγον λαλεῖν· τουτέστι, μᾶλλον νῦν ἢ ὅτε λελυμένος ἤμην, ἐπαρρησιάζοντο οἱ ἀδελφοί. Τότε πλείονα προθυμίαν καὶ αὐτὸς ἐλάμβανε· μᾶλλον γὰρ τότε παρω ξύνετο κατὰ τῶν ἐχθρῶν, καὶ αἱ προσθῆκαι τῶν διωγμῶν  προσθῆκαι πλείονος παρρησίας ἦσαν αὐτῷ καὶ μείζονος θάρσους ὑπόθεσις.
7.11 Συνεκλείσθη  γοῦν  ποτε,  καὶ  τοσοῦτον  ἐξέλαμψεν,  ὥστε  καὶ  τὰ  θεμέλια τινάξαι, καὶ τὰς θύρας ἀναπετάσαι, καὶ τὸν δεσμοφύλακα μεταστῆσαι πρὸς ἑαυτόν, καὶ τὸν δικάζοντα  μικροῦ μεταπεῖσαι, ὡς καὶ αὐτὸν ἐκεῖνον  λέγειν·  Ἐν ὀλίγῳ  με πείθεις Χριστιανὸν   γενέσθαι.   Πάλιν   ἐλιθάζετο,   καὶ   τὴν   καταλεύουσαν   πόλιν   εἰσελθὼν μετέθηκεν.   Ἐκάλεσαν  αὐτὸν   ὡς  μέλλοντες   κρίνειν,   ποτὲ  μὲν  Ἰουδαῖοι,   ποτὲ  δὲ Ἀθηναῖοι, καὶ γεγόνασιν  οἱ δικασταὶ μαθηταί, οἱ ἀντίδικοι  ὑπήκοοι. Καὶ καθάπερ πῦρ ἐμπεσὸν εἰς διαφόρους ὕλας μᾶλλον αὔξεται, καὶ προσθήκην λαμβάνει τὴν ὑποκειμένην ὕλην· οὕτω καὶ ἡ γλῶσσα Παύλου, ὅσοις ἂν συνεγένετο, πρὸς ἑαυτὸν αὐτοὺς μεθίστη, καὶ οἱ πολεμοῦντες  αὐτῷ  τοῖς  ἐκείνου  λόγοις  ἁλόντες  τροφὴ  ταχέως  ἐγίγνοντο  τῷ πνευματικῷ τούτῳ πυρί, καὶ δι' αὐτῶν πάλιν ὁ λόγος ᾔρετο, καὶ ἐφ' ἑτέρους προῄει. ∆ιὸ καὶ ἔλεγε· ∆έδεμαι, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἐφυγάδευον αὐτόν· καὶ τὸ μὲν πρᾶγμα δίωξις ἦν, τὸ δὲ συμβαῖνον, ἀποστολὴ διδασκάλων. Καὶ ὅπερ ἂν ἐποίησαν φίλοι καὶ συντεταγμένοι,  τοῦτο  ἐποίουν  οἱ πολέμιοι,  οὐκ ἐῶντες  ἐν ἑνὶ  ἱδρυθῆναι  χωρίῳ, ἀλλὰ  πανταχοῦ  περιάγοντες  τὸν  ἰατρόν,  δι' ὧν  ἐπεβούλευον,  δι' ὧν  ἤλαυνον,  ὡς πάντας  ἀκοῦσαι τῆς ἐκείνου  γλώττης.  Ἔδησαν πάλιν  αὐτόν, καὶ μᾶλλον  παρώξυναν· τοὺς μαθητὰς  ἤλασαν, καὶ τοῖς οὐκ ἔχουσι διδάσκαλον  ἔπεμψαν· ἐπὶ μεῖζον  ἤγαγον δικαστήριον, καὶ τὴν μείζονα ὠφέλησαν πόλιν.

7.12 ∆ιὸ καὶ ἀλγοῦντες  οἱ Ἰουδαῖοι περὶ τῶν ἀποστόλων  ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις  τούτοις; ∆ι' ὧν, φασί, προαιρούμεθα, διὰ τούτων  αὔξομεν. Παρέδωκαν τῷ δεσμοφύλακι, ἵνα ἀκριβῶς αὐτὸν κατάσχῃ· ὁ δὲ ἀκριβέστερον ἐδέθη ὑπὸ Παύλου. Μετὰ δεσμωτῶν ἔπεμψαν, ἵνα μὴ φύγῃ· ὁ δὲ τοὺς δεσμώτας κατήχησε· διὰ τῆς θαλάσσης ἔπεμψαν, ἵνα καὶ ἄκοντες παρασκευάσωσι ταχέως ἀνυσθῆναι τὴν ὁδόν· καὶ τὸ ναυάγιον τὸ συμβὰν ἐγένετο διδασκαλίας ὑπόθεσις τοῖς συμπλέουσι· μυρίας ἠπείλουν  κολάσεις, ἵνα σβεσθῇ τὸ κήρυγμα, τὸ δὲ ᾔρετο μᾶλλον.  Καὶ ὥσπερ ἐπὶ τοῦ ∆εσπότου ἔλεγον  οἱ Ἰουδαῖοι·  Ἀποκτείνωμεν  αὐτόν,  ἵνα  μὴ ἔλθωσιν  οἱ Ῥωμαῖοι,  καὶ  ἄρωσιν  ἡμῶν  τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ τοὐναντίον  συνέβη, –ἐπειδὴ γὰρ ἀπέκτειναν  αὐτόν, διὰ τοῦτο ἦραν οἱ Ῥωμαῖοι καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν πόλιν, καὶ ἅπερ ἐνόμιζον εἶναι κωλύματα, ταῦτα  ἐγένετο  βοηθήματα  τοῦ  κηρύγματος–,  οὕτω  καὶ  Παύλου  κηρύττοντος,  ἅπερ ἐπῆγον  ἐκεῖνοι  τὸν  λόγον  ἐκκόπτοντες,  ταῦτα  αὐτὸν  ηὔξησε, καὶ  εἰς  ὕψος  ἐπῆρεν ἄφατον.
7.13 ∆ιὰ δὴ ταῦτα πάντα εὐχαριστήσωμεν τῷ εὐμηχάνῳ  Θεῷ, μακαρίσωμεν τὸν Παῦλον, δι' οὗ ταῦτα γέγονεν, εὐξώμεθα καὶ αὐτοὶ τῶν αὐτῶν ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. Σῶσόν με ἐκ πάντων  τῶν διωκόντων με καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.» Καὶ ταχεῖα ἡ τῆς κόρης βοήθεια· ἀφανοῦς γὰρ γενομένης ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον κερδάνας ἀσελγείας ἱπποδρομίαν. Τῷ νυμφίῳ δὲ ἡ νύμφη  παρειστήκει που ψάλλουσα· «∆ικαίως ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Μάθωμεν δὴ καὶ ἡμεῖς τοὺς κατὰ τῶν σαρκικῶν τῆς ἐγκρατείας ἀγῶνας, ἐπιστρατεύσωμεν ἡδοναῖς ὡς ἡ μάρτυς, ὑπὲρ σαρκὸς κατὰ σαρκὸς ὁπλισώμεθα,  τῇ  τῆς  ἀναστάσεως  τὰ  μέλη  προευτρεπίσωμεν   δόξῃ,  μὴ  κρατώμεθα τέρψεσι τὰ τῆς γεέννης ὀδυνηρὰ προξενούσαις, φεύγωμεν  τὸ ἡδύ, ἵνα μὴ τὸ ὄντως ἡδὺ ἀφ' ἡμῶν δραπετεύσῃ. Ἡ χήρα τῷ τεθνεῶτι  συνοίκῳ τηρείτω τὴν εὔνοιαν ὡς πάλιν εἰς  ζωὴν φανουμένῳ.  Ἡ γάμῳ συζῶσα πρὸς ἀλλοτρίας ἡδονὰς νενεκρώσθω.  Ἡ σηπομένη πορνείαις  ἡδονῇ τὴν φλόγα  γαμικῇ δροσιζέτω. Ἡ παρθένος ὡραιότερον  νυμφίον  τοῦ Χριστοῦ μὴ ζητείτω. Ἕκαστος τὴν κατὰ τάξιν οἰκείαν καθαρότητα σῴζων προξενείτω τὴν τοῦ δεσπότου Χριστοῦ τῇ ψυχῇ θεωρίαν· «Μακάριοι» γάρ, φησίν, «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




13. Ομιλία εγκωμιαστική  εἰς τὸν ἐν ἁγίοις Πατέρα ἡμῶν Μελέτιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης, καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων.

αʹ. Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμοὺς, καὶ τὴν πόλιν  ἅπασαν ἐνταῦθα παροῦσαν βλέπων,  οὐκ ἔχω τίνα μακαρίσω πρότερον· τὸν ἅγιον  Μελέτιον, ὅτι τοσαύτης καὶ μετὰ θάνατον  ἀπολαύει τιμῆς, ἢ τὴν ὑμετέραν ἀγάπην, ὅτι τοιαύτην καὶ μετὰ τελευτὴν περὶ τοὺς ποιμένας τοὺς ὑμετέρους εὔνοιαν ἐπιδείκνυσθε.  Μακάριος μὲν  γὰρ ἐκεῖνος,  ὅτι τοιοῦτον  ἴσχυσεν ἀφεῖναι  φίλτρον πᾶσιν ὑμῖν, μακάριοι δὲ καὶ ὑμεῖς, ὅτι τῆς ἀγάπης δεξάμενοι τὴν παρακαταθήκην, ἀκέραιον αὐτὴν  τῷ παρακαταθεμένῳ  μέχρι τοῦ νῦν  φυλάττοντες  διεμείνατε.  Καὶ γὰρ πέμπτον ἔτος ἤδη παρέδραμεν, ἐξ οὗ πρὸς τὸν ποθούμενον ἀπεδήμησεν Ἰησοῦν ἐκεῖνος,  καὶ καθάπερ χθὲς  καὶ πρώην  αὐτὸν  ἑωρακότες, οὕτω  μετὰ ζέοντος  τοῦ φίλτρου πρὸς αὐτὸν ἀπηντήκατε τήμερον. ∆ιὰ ταῦτα ζηλωτὸς ἐκεῖνος, ὅτι τοιούτους ἐγέννησεν υἱούς· ζηλωτοὶ δὲ καὶ ὑμεῖς, ὅτι τοιοῦτον ἐκληρώθητε πατέρα. Γενναία ἡ ῥίζα καὶ θαυμασία, ἀλλὰ καὶ οἱ καρποὶ τῆς ῥίζης ἄξιοι ταύτης. Καὶ γὰρ καθάπερ ῥίζα τις θαυμαστὴ, τοῖς κόλποις κρυπτομένη τῆς γῆς, αὐτὴ μὲν οὐ φαίνεται, διὰ δὲ τῶν καρπῶν τῆς οἰκείας ἀρετῆς τὴν ἰσχὺν ἐπιδείκνυται,  οὕτω δὴ καὶ ὁ μακάριος Μελέτιος, ἐν τῇ λάρνακι  ταύτῃ κρυπτόμενος, αὐτὸς μὲν ἡμῖν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἔστι καταφανὴς, διὰ δὲ ὑμῶν τῶν καρπῶν τῆς οἰκείας χάριτος τὴν ἰσχὺν ἐπιδείκνυται· κἂν ἡμεῖς σιγήσωμεν, ἀρκεῖ μόνη ἡ ἑορτὴ καὶ τῆς ὑμετέρας σπουδῆς ἡ θερμότης σάλπιγγος λαμπρότερον ἀναβοῆσαι τοῦ ἁγίου Μελετίου τὸ φιλότεκνον·  οὕτω γὰρ ὑμῶν τὴν διάνοιαν ἐξέκαυσε πρὸς τὸν ἔρωτα τὸν αὑτοῦ, ὡς καὶ πρὸς ψιλὸν τὸ ὄνομα διαθερμαίνεσθαι, καὶ πρὸς αὐτὴν διανίστασθαι τὴν προσηγορίαν. ∆ιὰ τοῦτο καὶ ἐγὼ νῦν οὐχ ἁπλῶς, ἀλλ' ἐπίτηδες καὶ ἀπὸ σπουδῆς συνεχῶς αὐτὸ τὸ ὄνομα τοῖς ἐμαυτοῦ λόγοις ἐνείρω. Καὶ καθάπερ τις στέφανον πλέκων χρυσοῦν, εἶτα μαργαρίτας ἐντιθεὶς τῇ πυκνότητι  τῶν  λίθων,  λαμπρότερον  ἐργάζεται τὸ διάδημα, οὕτω δὴ κἀγὼ τὸν τῶν ἐγκωμίων στέφανον τῇ μακαρίᾳ πλέκων κεφαλῇ τήμερον, ὥσπερ τινῶν μαργαριτῶν πυκνότητα τῆς προσηγορίας αὐτοῦ τὴν συνέχειαν ἐνυφαίνω  τῷ λόγῳ, ποθεινότερον ταύτῃ καὶ λαμπρότερον κατασκευάζειν αὐτὸν προσδοκῶν. Οὗτος γὰρ φιλούντων  ὁ νόμος καὶ τοιοῦτον τὸ ἔθος, ὡς καὶ ψιλὰ τὰ ὀνόματα περιπτύσσεσθαι τῶν  ἐρωμένων,  καὶ πρὸς αὐτὰς διαθερμαίνεσθαι τὰς προσηγορίας· ὃ δὴ καὶ ὑμεῖς πεπόνθατε ἐπὶ τοῦ μακαρίου τούτου.Παρὰ γὰρ τὴν ἀρχὴν αὐτὸν εἰς τὴν πόλιν εἰσελθόντα δεξάμενοι, τὸ παιδίον ἕκαστος τὸ ἑαυτοῦ ἀπὸ τῆς προσηγορίας ἐκαλεῖτε τῆς ἐκείνου, διὰ τῆς προσηγορίας εἰς τὴν οἰκίαν ἕκαστος τὴν ἑαυτοῦ τὸν ἅγιον εἰσάγειν νομίζοντες, καὶ πατέρας, καὶ πάππους,  καὶ  προγόνους   παρατρέχουσαι  αἱ  μητέρες  τὸ  ὄνομα  τοῦ  μακαρίου Μελετίου τοῖς τεχθεῖσι παιδίοις ἐπετίθεσαν. Ἐνίκα γὰρ τὴν φύσιν ὁ τῆς εὐλαβείας πόθος, καὶ τὰ τικτόμενα λοιπὸν οὐκ ἀπὸ τῆς κατὰ φύσιν φιλοστοργίας μόνον, ἀλλὰ καὶ  ἀπὸ  τῆς  πρὸς  τὴν   προσηγορίαν   ἐκείνην   διαθέσεως  ποθεινὰ   τοῖς φυτευσαμένοις ἦν. Τὸ γὰρ ὄνομα αὐτὸ καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον· καὶ καθάπερ ἐν σκότῳ καθήμενοί τινες  μιᾶς λαμπάδος ἁφθείσης πολλοὺς  ἀνάψαντες λύχνους  εἰς τὴν οἰκίαν ἕκαστος εἰσάγει τὴν ἑαυτοῦ· οὕτω δὴ καὶ τῆς προσηγορίας ἐκείνης ὥσπερ φωτὸς εἰς τὴν πόλιν ἐμπεσούσης, ἕκαστος ὥσπερ λύχνον ἀνάπτων εἰς τὴν  οἰκίαν  εἰσῆγε τὴν  ἑαυτοῦ τὸ τοῦ μακαρίου τότε ἐκείνου  ὄνομα, ὥσπερ τινὰ μυρίων ἀγαθῶν θησαυρὸν διὰ τῆς ἐπωνυμίας ἐπισπώμενος· καὶ ἦν εὐλαβείας διδασκαλία τὸ γιγνόμενον.  Συνεχῶς  γὰρ ἀναγκαζόμενοι  τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι, καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ τῆς ψυχῆς, παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτήριον εἶχον τὸ ὄνομα· καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἀγροῖς, καὶ ἐν ὁδοῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι. Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. Ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκτυπώμασι, καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν  ἐκείνην  διεχάραξαν  πολλοὶ,  ὡς  μὴ μόνον  ἀκούειν  τῆς  ἁγίας  προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾷν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν.Καὶ γὰρ εὐθέως εἰσελθὼν, τῆς πόλεως ἐξεβάλλετο, τῶν τῆς ἀληθείας ἐχθρῶν ἀπελαυνόντων  αὐτόν. Ὁ δὲ Θεὸς συνεχώρησεν ὁμοῦ καὶ τὴν ἀρετὴν τὴν ἐκείνου, καὶ τὴν ἀνδρείαν τὴν ὑμετέραν δεῖξαι βουλόμενος. Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ  ἀνιάτως   ἔχοντα   τοῦ   λοιποῦ   σώματος  ἀποκόψας,  ἀκέραιον   τὴν   ὑγίειαν ἐπανήγαγε  τῷ πλήθει  τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας  ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες  περιέσεσθαι τῆς  ἀληθείας,  καὶ τὴν  τῶν  γεγενημένων  ἀνατρέψειν διόρθωσιν. Ἐγίνετο δὲ τοὐναντίον  ἢ προσεδόκησαν, καὶ μᾶλλον καὶ ὑμῶν ὁ ζῆλος ἐδείκνυτο, καὶ ἐκείνου διέλαμπεν ἡ τῆς διδασκαλικῆς ἐπιστήμης ἀπόδειξις· ἐκείνου μὲν ὅτι ἐν τριάκοντα ἡμέραις οὐδ' ὅλαις ἴσχυσεν οὕτως ὑμᾶς θεμελιῶσαι ἐν τῷ ζήλῳ τῆς πίστεως, ὡς μυρίων μετὰ ταῦτα προσβαλόντων πνευμάτων, ἄσειστον μεῖναι τὴν διδασκαλίαν ἐκείνην· ὑμῶν δὲ ἡ θερμότης ἐδείκνυτο, ὅτι ἐν τριάκοντα οὐδὲ ὅλαις ἡμέραις οὕτω μετὰ ἀκριβείας τὰ παρ' ἐκείνου καταβληθέντα ἐδέξασθε σπέρματα, ὡςπρὸς τὸ βάθος τῆς διανοίας παραπέμψαι τὰς ῥίψας, καὶ μηδενὶ τῶν προσενεχθέντων ἐνδοῦναι λοιπὸν πειρασμῶν.

βʹ. Ἄξιον δὲ μηδὲ ἐκεῖνο παραδραμεῖν, ὃ περὶ τὴν δίωξιν αὐτὴν συνέβαινεν. Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως  ἄρχων τὸ ὄχημα ἐλαύνων  διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν   τοῦ  ἄρχοντος   κεφαλὴν,   οὐ  φερούσης  τῆς   πόλεως   τὸν   χωρισμὸν,   ἀλλ' αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν  ἅγιον  ἐκεῖνον  ἀποσπώμενον ἰδεῖν. Τί οὖν ὁ μακάριος ἐκεῖνος τότε ἐποίησεν; Ἰδὼν  τὰς τῶν  λίθων  βολὰς τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μαθητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν ἐπιδείκνυσθαι χρή· καὶ ὡς οὐ μόνον οὐδὲν αὐτοὺς ἐργάζεσθαι δεινὸν προσῆκεν, ἀλλ' εἰ καὶ παρ' ἑτέρων αὐτοῖς ἐπῄει κίνδυνος, καὶ τοῦτον  μετὰ πάσης ἀποκρούεσθαι τῆς σπουδῆς. Τίς οὐκ ἔφριξε τότε, καὶ τῆς πόλεως τὸν μανικὸν ὁρῶν ἔρωτα, καὶ τοῦ διδασκάλου τὴν ἄκραν φιλοσοφίαν, καὶ τὴν ἐπιείκειαν, καὶ τὴν πρᾳότητα καταπληττόμενος; καὶ γὰρ ἦν παράδοξα τὰ τότε συμβαίνοντα. Ὁ ποιμὴν ἀπηλαύνετο, καὶ τὰ πρόβατα οὐκ ἐσκορπίζετο· ὁ κυβερνήτης ἐξεβάλλετο,  καὶ τὸ σκάφος οὐκ ἐβαπτίζετο· ὁ γεωργὸς  ἐδιώκετο,  καὶ ἡ ἄμπελος ἐκαρποφόρει πλέον.Ἐπειδὴ γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς ἀλλήλους  ἦτε συνδεδεμένοι, οὐ πειρασμῶν  ἐπαγωγαὶ,  οὐ  κινδύνων   ἐπαναστάσεις,  οὐχ  ὁδοῦ  μῆκος,  οὐ  χρόνου πλῆθος,  οὐκ  ἄλλο  οὐδὲν  ἴσχυσεν  ὑμᾶς  διαστῆσαι τῆς  συνουσίας  τοῦ  μακαρίου ποιμένος· ἀλλ' ἐξεβάλλετο μὲν, ὥστε μακρὰν γενέσθαι τῶν τέκνων,  συνέβαινε δὲ τοὐναντίον. Μᾶλλον γὰρ ὑμῖν συνεσφίγγετο τοῖς τῆς ἀγάπης δεσμοῖς· καὶ πᾶσαν τὴν πόλιν  μεθ' ἑαυτοῦ λαβὼν εἰς Ἀρμενίαν ἀπῄει. Τὸ μὲν γὰρ σῶμα ἐπὶ τῆς πατρίδος ἵδρυτο· ὁ λογισμὸς δὲ καὶ ὁ νοῦς ὥσπερ ὑπό τινων  πτερῶν κουφιζόμενος τῆς τοῦ Πνεύματος χάριτος, καὶ διὰ παντὸς ὑμῖν ἐπιχωριάζων, ἅπαντα τοῦτον τὸν δῆμον ἐν τοῖς ἐκείνου περιέφερε σπλάγχνοις, ὃ δὴ καὶ ὑμεῖς ἐπάσχετε. Καθήμενοι γὰρ ἐνταῦθα καὶ τῇ πόλει περιγραφόμενοι, τῷ πνεύματι τῆς ἀγάπης εἰς Ἀρμενίαν καθ' ἑκάστην ἱπτάμενοι  τὴν ἡμέραν, καὶ τὴν ἁγίαν ὄψιν ὁρῶντες, καὶ τῆς ἡδίστης καὶ μακαρίας φωνῆς ἀκούοντες οὕτως ἐπανῄειτε πάλιν. Καὶ διὰ ταύτην συνεχώρησεν ὁ Θεὸς τὴν αἰτίαν εὐθέως αὐτὸν ἀπελαθῆναι τῆς πόλεως, ἵνα καὶ ὑμῶν, ὥσπερ ἔφθην εἰπὼν, τὸ στεῤῥὸν τῆς πίστεως ἐπιδείξῃ τοῖς ὑμᾶς πολεμοῦσιν ἐχθροῖς, κἀκείνου τὸ περὶ τὴν διδασκαλίαν ἔμπειρον. Καὶ δῆλον ἐκεῖθεν. Μετὰ γὰρ τὴν πρώτην δίωξιν ἐπανελθὼν οὐχὶ τριάκοντα ἡμέρας μόνον, ἀλλὰ καὶ μῆνας, καὶ ἐνιαυτὸν, καὶ ἕνα, καὶ δύο, καὶ πλείους ἐνταῦθα διέτριψεν. Ἐπειδὴ γὰρ ἱκανὴν ἐδώκατε τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἀπόδειξιν, ἔδωκεν ὑμῖν μετὰ ἀδείας ἐντρυφῆσαι τῷ πατρὶ πάλιν. Καὶ γὰρ τρυφὴ ἦν μεγίστη τὸ τῆς ἁγίας ὄψεως ἀπολαύειν ἐκείνης. Οὐ γὰρ δὴ διδάσκων μόνον, οὐδὲ φθεγγόμενος,  ἀλλὰ  καὶ ὁρώμενος  ἁπλῶς,  ἱκανὸς  ἦν ἅπασαν ἀρετῆς διδασκαλίαν   εἰς  τὴν  τῶν   ὁρώντων   ψυχὴν   εἰσαγαγεῖν.  Ὅτε  γοῦν  πρὸς  ὑμᾶς εἰσήλαυνε, καὶ πᾶσα ἡ πόλις πρὸς τὴν ὁδὸν μεθωρμίζετο, οἱ μὲν πλησίον ἤρχοντο, καὶ  ποδῶν  ἥπτοντο,  καὶ  χεῖρας  κατεφίλουν,  καὶ  φωνῆς  ἤκουον·  οἱ δὲ ὑπὸ  τοῦ πλήθους κωλυόμενοι  καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες μόνον, ὥσπερ ἱκανὴν ἀπὸ τῆς ὄψεως δεξάμενοι τὴν εὐλογίαν, καὶ οὐδὲν ἔλαττον τῶν ἐγγὺς γενομένων ἐσχηκότες, οὕτω  μετὰ  πληροφορίας  ἁπάσης ἀπῄεσαν· καὶ  ὅπερ ἐπὶ  τῶν  ἀποστόλων ἐγίγνετο, τοῦτο καὶ ἐπὶ τούτου συνέβαινε.Καθάπερ γὰρ ἐπὶ τῶν  ἀποστόλων ὅσοι προσελθεῖν καὶ ἐγγὺς γενέσθαι οὐκ ἴσχυον, τῆς σκιᾶς αὐτῶν  ἐκτεινομένης,  καὶ τῶν  πόῤῥωθεν ἁπτομένης,  τὴν αὐτὴν ἐπεσπῶντο   χάριν,   καὶ  ὁμοίως  ὑγιαίνοντες   ἀπῄεσαν·  οὕτω   δὴ  καὶ  νῦν   ὅσοι προσελθεῖν  οὐκ  ἴσχυον,  ὥσπερ τινὸς  δόξης  πνευματικῆς  ἀπὸ  τῆς  ἁγίας  ἐκείνης κεφαλῆς  ἐκπεμπομένης,  καὶ  πρὸς  τοὺς  ποῤῥωτάτω  διικνουμένης   αἰσθανόμενοι, πάσης εὐλογίας ἀπὸ τῆς θεωρίας μόνης πληρούμενοι πάντες ἀπῄεσαν.

γʹ. Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ  τῶν  ὅλων  Θεῷ καλέσαι λοιπὸν  αὐτὸν  ἐκ τῆς παρούσης ζωῆς,  καὶ  εἰς  τὸν  τῶν  ἀγγέλων  κατατάξαι  χορόν· οὐδὲ  τοῦτο  ἁπλῶς ἐγίνετο,   ἀλλὰ   καλεῖ  μὲν  αὐτὸν   βασιλέως  γράμματα,  τοῦ  Θεοῦ  τὸν  βασιλέα κινήσαντος·  καλεῖ  δὲ αὐτὸν  οὐκ ἐγγύς  που οὐδὲ πλησίον,  ἀλλ' εἰς τὴν  Θρᾴκην αὐτὴν, ἵνα καὶ Γαλάται, καὶ Βιθυνοὶ, καὶ Κίλικες, καὶ Καππαδόκαι, καὶ οἱ τὴν Θρᾴκην προσοικοῦντες  ἅπαντες  τὰ  ἡμέτερα  μάθωσιν  ἀγαθά·  ἵνα  οἱ  πανταχοῦ  τῆς  γῆς ἐπίσκοποι ὥσπερ εἰς ἀρχέτυπον  εἰκόνα  τὴν  ἁγιωσύνην  ἰδόντες  τὴν  ἐκείνου,  καὶ παράδειγμα  σαφὲς τῆς  κατὰ  τὴν  ἀρχὴν  ταύτην  διακονίας  ἐξ ἐκείνου  λαβόντες, κανόνα τινὰ, καθ' ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν καὶ κυβερνᾷν, ἔχωσιν ἀσφαλῇ καὶ σαφέστατον. Καὶ γὰρ διὰ τὸ τῆς  πόλεως  μέγεθος  καὶ διὰ τὴν  τοῦ βασιλέως προσεδρίαν πολλοὶ  πολλαχόθεν  τῆς  οἰκουμένης  ἐκεῖ συνέῤῥεον τότε· οἱ δὲ τῶν Ἐκκλησιῶν  ἐπίσκοποι  διὰ  τὸ  τὰς  Ἐκκλησίας ἐκ  μακροῦ  πολέμου  καὶ  χειμῶνος ἀνενεγκούσας  ἀρχὴν εἰρήνης  καὶ γαλήνης  λαμβάνειν,  βασιλικοῖς ἐκεῖ γράμμασιν ἐκαλοῦντο  πάντες. Τότε τοίνυν  καὶ οὗτος ἐκεῖ παραγίνεται.  Καὶ καθάπερ ἐπὶ τῶν τριῶν  παίδων,  ἡνίκα ἀνακηρύττεσθαι ἔμελλον,  καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης οἱ γὰρ πανταχοῦ γῆς σατράπαι, καὶ ὕπατοι, καὶ τοπάρχαι ἐκαλοῦντο μὲν δι' ἑτέραν αἰτίαν, ἐγίγνοντο δὲ θεαταὶ  τῶν  ἀθλητῶν  ἐκείνων·  οὕτω  δὴ καὶ  τότε  συνέβαινεν,  ὥστε γενέσθαι λαμπρὸν τῷ μακαρίῳ τὸ θέατρον· ἐπ' ἄλλῃ κληθέντες  αἰτίᾳ οἱ τὰς πανταχοῦ  γῆς οἰκονομοῦντες Ἐκκλησίας ἐπίσκοποι παρεγένοντο, καὶ τὸν ἅγιον ἐθεώρουν ἐκεῖνον. Καὶ ἐπειδὴ ἐθεάσαντο, καὶ κατέμαθον αὐτοῦ ἀκριβῶς τὴν εὐλάβειαν, τὴν σοφίαν, τὸν ζῆλον τῆς πίστεως, πᾶσαν ἀπηρτισμένην ἐν αὐτῷ τὴν ἱερεῖ πρέπουσαν ἀρετὴν, τότε  αὐτὸν  πρὸς ἑαυτὸν  ἐκάλεσεν  ὁ Θεός. Ἐγίνετο  δὲ τοῦτο  καὶ διὰ φειδῶ  τῆς πόλεως τῆς ἡμετέρας. Εἰ γὰρ ἐνταῦθα τὴν ψυχὴν ἀφῆκεν, ἀφόρητος ἔμελλεν ὁ τῆς συμφορᾶς ὄγκος ἔσεσθαι.Τίς γὰρ ἂν ἠνέσχετο τὸν μακάριον ἐκεῖνον  ἰδεῖν  τὰς ἐσχάτας ἀναπνέοντα ἀναπνοάς; τίς ἂν ἠνέσχετο ἰδεῖν τὰ βλέφαρα ἐκεῖνα τῶν ὀφθαλμῶν  καθαιρούμενα,καὶ στόμα συγκλειόμενον ἔσχατα ῥήματα ἐπισκῆπτον; τίς βλέπων ταῦτα οὐκ ἂν ἐξέστη τῷ μεγέθει τῆς συμφορᾶς; Ἵν' οὖν μὴ τοῦτο γένηται, ᾠκονόμησεν ὁ Θεὸςἐπ' ἀλλοτρίας αὐτὸν ἀφεῖναι τὴν ψυχὴν, ἵν' ἐν τῷ μεταξὺ χρόνῳ προμελετήσαντες τὴν συμφορὰν, ὅταν ἴδωμεν εἰσελθόντα τὸν νεκρὸν, μὴ καταπλαγῶμεν  τὴν ψυχὴν, ἐνεθισθείσης τῷ θρήνῳ τῆς διανοίας· ὃ δὴ καὶ ἐγένετο.Ἐπειδὴ γὰρ τὸ ἅγιον ἐκεῖνο σῶμα ἡ πόλις ἐδέξατο, ἐπένθησε μὲν καὶ οὕτω, καὶ ἀνωλόλυξε μέγα· ἀλλὰ ταχέως κατέλυσε τὸ πένθος, ἀπό τε τῆς εἰρημένης αἰτίας, καὶ τῆς  μελλούσης  ῥηθήσεσθαι. Ὁ γὰρ φιλάνθρωπος  Θεὸς κατελεήσας  ἡμᾶς τῆς ὀδύνης, ταχέως ἡμῖν ἕτερον ποιμένα ἀνέδειξε, μετὰ πολλῆς ἀκριβείας τοὺς ἐκείνου διατηροῦντα χαρακτῆρας, καὶ τὴν εἰκόνα τῆς ἀρετῆς διασώζοντα πάσης· ὃς καὶ ἐπὶ τὸν  θρόνον  ἀναβὰς, εὐθέως  τὴν  πενθήρη στολὴν ἡμᾶς ἀπέδυσε, καὶ τὴν  ὀδύνην ἔσβεσε, τὴν  δὲ  τοῦ  μακαρίου  μνήμην   ἀνενέωσε  μᾶλλον.   Καὶ  τὸ  μὲν  ἄλγος ἐμαραίνετο, ὁ δὲ ἔρως σφοδρότερον ἀνήπτετο, καὶ ἡ ἀθυμία τέλεον ἀνῃρεῖτο· καίτοι γε ἐν ταῖς ἀποβολαῖς τῶν φιλτάτων  οὐχ οὕτω συμβαίνειν εἴωθεν· ἀλλ' ὅταν τις υἱὸν ποθεινὸν,  ἢ καὶ ἄνδρα αἰδέσιμον ἀποβάλῃ γυνὴ, ἕως μὲν ἂν αὐτοῦ διατηρῇ τὴν μνήμην ζέουσαν, καὶ τὸ πένθος σφοδρότερον ἐντρέφεται  τῇ ψυχῇ· ὅταν δὲ χρόνος ἐπεισελθὼν καταμαλάξῃ τὸ πένθος, συναπεσβέσθη τῇ σφοδρότητι τῆς ὀδύνης καὶ τὸτῆς μνήμης ἀκμάζον· ἐπὶ δὲ τοῦ μακαρίου τούτου τοὐναντίον ἐγίγνετο· ἡ μὲν ἀθυμία παντελῶς  ἐξεβάλλετο, ἡ δὲ μνήμη οὐ συναπῄει τῇ λύπῃ, ἀλλὰ σφοδρότερον ηὔξετο.  Καὶ μάρτυρες  ὑμεῖς  οἱ  μετὰ  τοσοῦτον  χρόνον  καθάπερ  μέλισσαι κηρίῳ περιιπτάμενοι τῷ σώματι τοῦ μακαρίου Μελετίου· τὸ δὲ αἴτιον οὐ φύσεως ἦν τὸ πρὸς ἐκεῖνον φίλτρον, ἀλλὰ κρίσεως ὀρθῆς λογισμός. ∆ιὰ τοῦτο οὐκ ἐσβέσθη θανάτῳ, οὐκ ἠμαυρώθη χρόνῳ· ἀλλ' αὔξεται, καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσιν· οὐχὶ τῶν ἑωρακότων μόνον ὑμῶν αὐτὸν, ἀλλὰ καὶ τῶν οὐκ εἰδότων. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ὅσοι νεώτεροι τῆς ἐκείνου ζωῆς γεγόνασι, καὶ οὗτοι αὐτοὶ πρὸς τὸν αὐτὸν ἐκκαίονται πόθον. Ὑμεῖς μὲν οὖν οἱ πρεσβῦται πλεονεκτεῖτε  τῶν οὐχ ἑωρακότων αὐτὸν αὐτὸ δὴ τοῦτο τὸ συγγενέσθαι, καὶ τῆς ἁγίας ἀπολαῦσαι συνουσίας· οἱ δὲ οὐχ ἑωρακότες   πλεονεκτοῦσιν   ὑμῶν,   ὅτι   μὴ   τεθεαμένοι   τὸν   ἄνδρα,  ὑμῶν   τῶν ἑωρακότων οὐκ ἐλάττονα περὶ αὐτὸν ἐπιδείκνυνται πόθον.Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες  καὶ ἀρχόμενοι, γυναῖκες  καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον,  αὐξηθῆναι  ταύτην  ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι  πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |