Πέμπτη 16 Ιουνίου 2016
31. Εις μάρτυρας ομιλία
Τόμος 50
31. Εις μάρτυρας ομιλία
Αἱ τῶν μαρτύρων ἑορταὶ οὐκ
ἐν τῇ περιόδῳ τῶν ἡμερῶν μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ τῶν ἐπιτελούν των
κρίνονται. Οἷόν τι λέγω· ἐμιμήσω μάρτυρα; ἐζήλωσας αὐτοῦ τὴν ἀρετήν; κατ' ἴχνος
αὐτοῦ τῆς φιλοσοφίας ἔδραμες; καὶ οὐκ οὔσης ἡμέρας
μάρτυρος, ἑορτὴν μάρτυρος ἐπετέλεσας.
Τιμὴ γὰρ μάρτυρος, μίμησις μάρτυρος.
Ὥσπερ γὰρ οἱ τὰ φαῦλα πράττοντες, καὶ ἐν ἑορταῖς ἀνέορτοί εἰσιν· οὕτω
καὶ οἱ τὴν ἀρετὴν μετιόντες,
καὶ πανηγύρεως οὐκ οὔσης,
ἑορτὴν ἐπιτελοῦσιν· ἐν γὰρ τῷ καθαρῷ τοῦ συνειδότος ἡ ἑορτὴ χαρακτηρίζεται. Τοῦτο
καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας.
ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἔστι τοίνυν ἄζυμα παρὰ Ἰουδαίοις, ἔστι
καὶ παρ' ἡμῖν· ἀλλὰ παρ' ἐκείνοις μὲν ἄζυμον ἐξ ἀλεύρου, παρ' ἡμῖν δὲ καθαρότης
βίου, καὶ ζωὴ κακίας ἁπάσης ἀπηλλαγμένη.Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ
διατηρῶν ζωὴν, καθ' ἡμέραν ἑορτάζει, πανηγυρίζων ἀεὶ, κἂν μὴ ἐν ἡμέρᾳ, μηδὲ ἐν σηκοῖς μαρτύρων,
ἀλλὰ καὶ οἴκοι καθήμενος. Ἔστι γὰρ καὶ καθ' ἑαυτὸν ἑορτὴν μαρτύρων ἐπιτελεῖν.
Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ παραγινώμεθα πρὸς τοὺς τάφους τῶν μαρτύρων, ἀλλ' ἵνα
παραγενόμενοι μετὰ τῆς προσηκούσης ἀπαντῶμεν προθυμίας, καὶ μὴ μόνον ταῖς ἡμέραις αὐτῶν, ἀλλὰ καὶ τούτων χωρὶς, τὴν
αὐτὴν εὐλάβειαν παρεχώμεθα.
Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο σήμερον ἡμῶν τὸν σύλλογον, τὸ λαμπρὸν
τοῦτο θέατρον, τὴν ζέουσαν ἀγάπην, τὴν θερμὴν διάθεσιν, τὸν ἀκατάσχετον ἔρωτα;
Ὡς πᾶσα μὲν σχεδὸν ἡ πόλις ἐνταῦθα μεθώρμισται, καὶ οὔτε οἰκέτην δεσπότου φόβος κατέσχεν, οὔτε πένητα ἡ τῆς
πτωχείας ἀνάγκη, οὔτε γηραιὸν τῆς ἡλικίας ἡ ἀσθένεια, οὔτε γυναῖκα τὸ τῆς φύσεως
ἁπαλὸν, οὔτε πλούσιον τῆς περιουσίας ὁ τῦφος, οὐ τὸν ἄρχοντα τῆς ἐξουσίας ἡ ἀπόνοια·
ἀλλ' ὁ τῶν μαρτύρων πόθος πᾶσαν ταύτην τὴν ἀνωμαλίαν
ἐκβαλὼν, καὶ φύσεως ἀσθένειαν καὶ πενίας ἀνάγκην, μιᾷ ἁλύσει πλῆθος τοσοῦτον ἐνταῦθα εἵλκυσε,
καὶ τῷ πόθῳ τῶν μαρτύρων
ἐπτέρωσεν, ὡς ἐν οὐρανῷ νῦν πολιτευομένους διατρίβειν· πᾶσαν γὰρ ἀκολασίας
καὶ ἀσελγείας πατήσαντες προσπάθειαν, τῷ τῶν
μαρτύρων καταφλέγεσθε πόθῳ.
Καθάπερ γὰρ τῆς ἀκτῖνος ἀνισχούσης
δραπετεύει τὰ θηρία, καὶ πρὸς τοὺς οἰκείους καταδύεται χηραμούς· οὕτω τοῦ φωτὸς
τῶν μαρτύρων εἰς τὰς ὑμετέρας καταλάμποντος διανοίας, ἅπαντα κατορύττεται τὰ νοσήματα, καὶ ἡ λαμπρὰ τῆς φιλοσοφίας ἀνάπτεται
φλόξ. Ἀλλ'ὅπως μὴ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς, καὶ τοῦ θεάτρου λυθέντος
τοῦ πνευματικοῦ τούτου, ταύτην διατηρῶμεν τὴν φλόγα, καὶ μετὰ τῆς αὐτῆς εὐλαβείας
οἴκαδε ἀναχωρῶμεν, μὴ εἰς καπηλεῖα καὶ πορνεῖα, καὶ μέθην, καὶ κώμοις ἑαυτοὺς ἀφιέντες.Ἐποιήσατε
τὴν νύκτα ἡμέραν διὰ τῶν παννυχίδων τῶν ἱερῶν· μὴ ποιήσατε πάλιν τὴν ἡμέραν
νύκτα διὰ τῆς μέθης καὶ τῆς κραιπάλης,
καὶ τῶν ᾀσμάτων
τῶν πορνικῶν.Ἐτίμησας τοὺς μάρτυρας τῇ
παρουσίᾳ, τῇ ἀκροάσει, τῇ σπουδῇ· τίμησον αὐτοὺς καὶ τῇ κοσμίῳ ἀναχωρήσει,
μή τις ἰδών σε ἀσχημονοῦντα ἐν καπηλείῳ εἴπῃ, ὅτι οὐ διὰ τοὺς μάρτυρας παρεγένου,
ἀλλ' ἵνα τὸ πάθος αὐξήσῃς, ἵνα τῇ πονηρᾷἐπιθυμίᾳ
χαρίσῃ. Ταῦτα λέγω, οὐ κωλύων τρυφᾷν, ἀλλὰ
κωλύων ἁμαρτάνειν, οὐ κωλύων πίνειν,
ἀλλὰ κωλύων μεθύειν.
Οὐ γὰρ ὁ οἶνος φαῦλον, ἀλλ' ἡ ἀμετρία πονηρόν· ὁ μὲν γὰρ οἶνος τοῦ Θεοῦ δῶρον, ἡ δὲ ἀμετρία τοῦ διαβόλου εὕρημα.∆ουλεύσατε τοίνυν
τῷ Κυρίῳ ἐν φόβῳ,
καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ
Βούλει τρυφῆς ἀπολαύειν; ἀπόλαυε ἐν οἰκίᾳ, ὅπου, κἂν μέθη γένηται, πολλοὶ
οἱ περιστέλλοντες· μὴ ἐν
καπηλείῳ, ἵνα μὴ
κοινὸν ᾖς θέατρον
τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις.
Καὶ ταῦτα λέγω, οὐ κελεύων οἴκοι μεθύειν, ἀλλ' ἐν καπηλείῳ μὴ διατρίβειν. Ἐννόησον
ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν,
μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ
πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν
καπηλείῳ φαίνεσθαι διημερεύοντας. Οὐκ οἴδατε ἡλίκη κεῖται κόλασις τοῖς μεθύουσι;
τῆς γὰρ βασιλείας τοῦ Θεοῦ ἐκβάλλονται, καὶ τῶν ἀποῤῥήτων ἐκπίπτουσιν ἀγαθῶν,
καὶ εἰς τὸ αἰώνιον πῦρ ἐκπέμπονται. Τίς ταῦτά φησιν; Ὁ μακάριος Παῦλος· Οὐ
πλεονέκται, φησὶν, οὐ μέθυσοι, οὐ λοίδοροι,
οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.Τί γένοιτ' ἂν ἀθλιώτερον τοῦ μεθύοντος,
ὅταν διὰ μικρὰν ἡδονὴν τοσαύτης ἀπολέσῃ
βασιλείας ἀπόλαυσιν; Μᾶλλον
οὐδὲ ἡδονὴν ὁ μεθύων καρπώσασθαι δύναται· ἐν γὰρ τῇ συμμετρίᾳ τὰ τῆς
ἡδονῆς, ἐν δὲ τῇ ἀμετρίᾳ τὰ τῆς ἀναισθησίας. Ὁδὲ οὐκ αἰσθανόμενος ποῦ κάθηται, ἢ
κατάκειται, πῶς ἂν αἴσθοιτο τῆς τοῦ πόματος ἡδονῆς, μηδὲ τὸν ἥλιον αὐτὸν δυνάμενος
ὁρᾷν διὰ τὴν πυκνὴν τῆς μέθης νεφέλην, πῶς ἂν ἀπολαύσειεν εὐφροσύνης; τοσοῦτον
γὰρ αὐτοῦ τὸ σκότος, ὡς μὴ ἀρκεῖν αὐτῷ τὰς ἀκτῖνας εἰς τὸ λῦσαι τὸν ζόφον ἐκεῖνον.
Ἀεὶ μὲν, ἀγαπητοὶ, κακὸν ἡ μέθη, μάλιστα δὲ ἐν ἡμέρᾳ μαρτύρων. Μετὰ γὰρ τῆς ἁμαρτίας
καὶ ὕβρις ἐστὶ μεγίστη καὶ παραφροσύνη, καὶ ἐξουδένωσις θείων λογίων· ὅθεν διπλῆ
γένοιτ' ἂν καὶ ἡ κόλασις. Εἰ μέλλεις τοίνυν, εἰς μάρτυρας παραγενόμενος, μετὰ τὴν
ἐντεῦθεν ἀναχώρησιν μεθύειν, βέλτιον
οἴκοι μένειν, καὶ μὴ ἀσχημονεῖν, μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν, μηδὲ
σκανδαλίζειν τὸν πλησίον, μηδὲ πολιορκεῖν τὴν διάνοιαν, μηδὲ ἁμαρτήματα προστιθέναι.
Ἦλθες ἰδεῖν ἀνθρώπους
ξεομένους, αἵματι περιῤῥεομένους,
τραυμάτων χορῷ καλλωπιζομένους, τὴν παροῦσαν ἀποδυσαμένους ζωὴν, πρὸς τὴν μέλλουσαν
ἱπταμένους· γενοῦ τῶν ἀγωνιστῶν ἄξιος. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς, καταφρόνησον σὺ τρυφῆς· ἀπεδύσαντο ἐκεῖνοι
τὸν παρόντα βίον, ἀπόδυσαι σὺ τῆς μέθης τὸν πόθον. Ἀλλὰ
βούλει τρυφᾷν; παράμενε τῷ τάφῳ τοῦ μάρτυρος,
ἔκχεε πηγὰς δακρύων ἐκεῖ, σύντριψον τὴν διάνοιαν, ἆρον εὐλογίαν ἀπὸ τοῦ τάφου·
λαβὼν αὐτὴν συνήγορον ἐν ταῖς εὐχαῖς, ἐνδιάτριβε ἀεὶ τοῖς διηγήμασι τῶν παλαισμάτων
ἐκείνου· περιπλάκηθι τὴν σορὸν, προσηλώθητι τῇ λάρνακι· οὐχὶ τὰ ὀστᾶ μόνον τῶν
μαρτύρων, ἀλλὰ καὶ οἱ τάφοι αὐτῶν, καὶ αἱ λάρνακες πολλὴν βρύουσιν εὐλογίαν. Λάβε ἔλαιον
ἅγιον, καὶ κατάχρισόν σου ὅλον
τὸ σῶμα, τὴν γλῶτταν, τὰ χείλη, τὸν τράχηλον, τοὺς ὀφθαλμοὺς, καὶ οὐδέποτε ἐμπεσῇ εἰς τὸ ναυάγιον τῆς μέθης. Τὸ γὰρ ἔλαιον διὰ τῆς εὐωδίας ἀναμιμνήσκει
σε τῶν ἄθλων τῶν μαρτύρων, καὶ πᾶσαν ἀκολασίαν χαλινοῖ, καὶ κατέχει ἐν πολλῇ
καρτερίᾳ, καὶ περιγίνεται τῶν τῆς ψυχῆς νοσημάτων. Ἀλλὰ κήποις ἐνδιατρίψαι βούλει, καὶ λειμῶσι καὶ παραδείσοις;Μὴ νῦν, ὅτε
δῆμος τοσοῦτος, ἀλλ' ἐν ἑτέρᾳ ἡμέρᾳ· σήμερον γὰρ παλαισμάτων καιρὸς, σήμερον θεωρία
ἀγωνισμάτων, οὐ τρυφῆς, οὐδὲ ἀνέσεως. Ἦλθες
ἐνταῦθα, οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν, ἀλλ' ἵνα μάθῃς ἀγωνίζεσθαι,
παγκρατιάζειν, καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων
συγκόπτειν τὴν ἰσχύν. Οὐδεὶς γὰρ
εἰς παλαίστραν ἐλθὼν τρυφᾷ, οὐδὲ εἰς καιρὸν παλαισμάτων παραγενόμενος ὡραΐζεται,οὐδὲ
ἐν καιρῷ παρατάξεως τραπέζας ἐπιζητεῖ. Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης
εὐτονίαν ἐλθὼν θεάσασθαι, καὶ τρόπαιον καινὸν καὶ παράδοξον, καὶ μάχην τινὰ ἐξηλλαγμένην,
καὶ τραύματα καὶ πολέμους, καὶ παγκράτιον ἀνθρώπου, πράξεις δαιμονικὰς εἰσαγάγῃς,
μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς, ἀλλὰ τὰ
κέρδη τῆς ψυχῆς συναγαγὼν, οὕτως οἴκαδε ἄπιθι, διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος,
ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας. Ὥσπερ γὰρ οἱ ἀπὸ τῶν θεάτρων
κατιόντες, δῆλοι πᾶσίν εἰσι
συντεταραγμένοι, 50.666 συγκεχυμένοι,μαλακιζόμενοι,
τὰ εἴδωλα πάντων τῶν ἐκεῖ γεγενημένων φέροντες· οὕτω καὶ τὸν ἀπὸ θεωρίας
μαρτύρων ἐπανιόντα πᾶσι
γνώριμον εἶναι χρὴ, τῷ βλέμματι,
τῷ σχήματι, τῇ βαδίσει, τῇ κατανύξει, τῇ συναγωγῇ τῆς διανοίας· πῦρ πνέοντα,
συνεσταλμένον, συντετριμμένον, νήφοντα, ἐγρηγορότα, διὰ τῶν κινημάτων τοῦ σώματος τὴν ἔνδοθεν ἀνακηρύττοντα
φιλοσοφίαν. Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπανίωμεν, μετὰ
τῆς προσηκούσης εὐταξίας,
μετὰ εὐτάκτου βαδίσεως,
μετὰ συνέσεως καὶ σωφροσύνης, μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος.Στολισμὸς
γὰρ ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀπαγγελεῖ τὰ περὶ αὐτοῦ. Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπανίωμεν,
ἀπὸ μύρων πνευματικῶν, ἀπὸ λειμώνων
οὐρανίων, ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων, ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα
τὴν εὐκολίαν, καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα, καὶ τῶνμελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ, μεθ' οὗ τῷ Πατρὶ,
ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
32. Εγκώμιον εις τον
Αγιον μάρτυρα Ιουλιανόν.
αʹ. Εἰ ἐν τῇ γῇ τοιαῦται
τοῖς μάρτυσιν αἱ τιμαὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ποταποὶ πλέκονται ἐν οὐρα νοῖς οἱ στέφανοι ταῖς ἁγίαις αὐτῶν κεφαλαῖς; εἰ
απο τῆς ἀναστάσεως τοσαύτη ἡ δόξα, πόση μετὰ τὴν ἀνάστασιν ἡ λαμπρότης;
εἰ παρὰ τῶν συνδούλων τοσαύτης θεραπείας ἀπολαύουσι, πόσης τεύξονται παρὰ τοῦ
∆εσπότου τῆς εὐνοίας; εἰ ἡμεῖς οἱ πονηροὶ
οἴδαμεν τοὺς κατορθοῦντας τῶν συνδούλων οὕτω τιμᾷν καὶ ἐκπλήττεσθαι, ἐπειδὴ
ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· πόσῳ μᾶλλον ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος δώσει μυρία ἀγαθὰ
τοῖς ὑπὲρ αὐτοῦ πεπονηκόσι; Καὶ γὰρ μεγαλό
δωρός ἐστι καὶ φιλάνθρωπος· ἀλλ'
οὐ δι' αὐτὸ τοῦτο μένουσιν αὐτοὺς μεγάλαι
αἱ τιμαὶ, ἀλλ' ὅτι καὶ ὀφει λέτης ἐστὶν αὐτῶν.Οὐκ ἐσφάγησαν ὑπὲρ ἡμῶν οἱ μάρτυρες,
καὶ ὅμως
συντρέχομεν εἰς τὴν ἐκείνων τι μήν. Εἰ δὲ ἡμεῖς, ὑπὲρ ὧν οὐκ ἐσφάγησαν,
συντρέ χομεν, ὁ Χριστὸς, ὑπὲρ οὗ τὰς
κεφαλὰς ἀπέθεντο, τί οὐ
ποιήσει; εἰ οἷς μηδὲν ὤφειλε, τοσαῦτα ἔδωκεν ἀγαθὰ, τούτους, οἷς ὀφειλέτης ἐστὶ, πόσαις οὐκ ἀμεί ψεται δωρεαῖς; Οὐδὲν ὤφειλε
πρὸ τούτου τῇ οἰκου μένῃ· Πάντες γὰρ ἥμαρτον, φησὶ Παῦλος, καὶ ὑστεροῦνται τῆς
δόξης τοῦ Θεοῦ· μᾶλλον δὲ ὤφειλε κόλασιν καὶ τιμωρίαν· ἀλλ' ὅμως κόλασιν ἡμῖν ὀφείλων καὶ τιμωρίαν,
ζωὴν αἰώνιον ἐχαρίσατο. Εἰ τοίνυν οἷς κόλασιν
ὤφειλε,τούτοις βασιλείαν ἔδωκεν· οἷς ζωὴν αἰώνιον ὀφείλει, τί οὐ δώσει;
καὶ πόσαις αὐτοὺς οὐ τιμήσει τιμαῖς; εἰ ὑπὲρ τῶν μισούντων αὐτὸν ἐσταυ ρώθη, καὶ
τὸ αἷμα ἐξέχεεν, ὑπὲρ τῶν τὸ αἷμα ἐκ χεάντων διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν, τί οὐκ
ἐργάσεται; εἰ τοὺς ἀποστρεφομένους καὶ ἀπο
πηδῶντας οὕτως ἠγάπησεν,
ὡς καὶ ἀποθανεῖν
ὑπὲρ αὐτῶν, τοὺς ἀγαπήσαντας αὐτὸν μέτρῳ μεγίστῳ (Μείζονα γὰρ ταύτης ἀγάπην
οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ), πόσῃ δέξεται εὐνοίᾳ καὶ θεραπείᾳ; Οἱ
μὲν οὖν ἀθληταὶ τῶν ἔξωθεν ἀγώνων
ἐν τῷ αὐτῷ σκάμματι καὶ παλαίουσι, καὶ νικῶσι, καὶ ἀνακηρύττονται, καὶ
στε φανοῦνται· οὗτοι δὲ οἱ ἀθληταὶ τῆς εὐσεβείας οὐχ οὕτως· ἀλλ' ἐπάλαισαν μὲν ἐν
τῷ παρόντι αἰῶνι, στεφανοῦνται δὲ ἐν ἐκείνῳ
τῷ μέλλοντι· ἐπύκτευσαν
ἐνταῦθα τῷ διαβόλῳ
καὶ περιεγένοντο, ἀνακηρύττον
ται δὲ ἐκεῖ. Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐκ ἐνταῦθα αὐτοῖς οἱ στέφανοι δίδονται,
ἀλλ' ἐκεῖ πᾶσαι αὐτοὺς ἀναμένουσιν
αἱ δωρεαὶ,ἀκούσατε τοῦ Παύλου λέγοντος, Τὸν ἀγῶνα
τὸν καλὸν ἠγώνι
σμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν
τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ποῦ καὶ πότε;
Ὃν ἀποδώσει μοι Κύριος ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής.Ἐνταῦθα ἔδραμεν, ἐκεῖ στεφανοῦται· ἐνταῦθα
ἐνίκησε, κἀκεῖ ἀναγορεύ εται. Ἠκούσατε αὐτοῦ καὶ σήμερον βοῶντος καὶ λέγοντος,
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι
τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐ τὰς ἰδόντες,
καὶἀσπασάμενοι. Τίνος οὖν ἕνεκεν τοῖς μὲν ἀθληταῖς τοῖς ἔξωθεν ὁμοῦ καὶ
αἱ νῖκαι, καὶ οἱ στέφανοι, τοῖς δὲ ἀθληταῖς τῆς εὐσεβείας οὐχ ὁμοῦ καὶ αἱ νῖκαι,
καὶ οἱ στέφανοι, ἀλλὰ μετὰ τοσοῦτον τὸ διάστημα τοῦ χρόνου; Ἵδρωσαν, ἐπόνεσαν ἐνταῦθα,
μυρία ὑπέμειναν τραύματα, καὶ οὐκ εὐθέως αὐτοὺς στεφανοῖ;Οὐχὶ, φησίν· οὐ γὰρ δέχεται
ἡ φύσις τοῦ παρόντος βίου τὸ μεγέθος ἐκείνης τῆς τιμῆς· ἐπί κηρος ὁ παρὼν αἰών ἐστι
καὶ βραχὺς, ἄπειρος ἐκεῖνος, καὶ ἀθάνατος, καὶ ἀτελεύτητος. ∆ιὰ τοῦτο τοὺς μὲν
πόνους συνεκλήρωσε τῷ βρα χεῖ καὶ προσκαίρῳ αἰῶνι, τοὺς δὲ στεφάνους ἐτα μιεύσατο
τῷ ἀγήρῳ καὶ ἀθανάτῳ, ἵνα καὶ τῶν πόνων
τὸ φορτικὸν ὑποτέμνηται, τῇ ὀλιγότητι τοῦ χρόνου συγκαταλυόμενον, καὶ τῶν στεφάνων ἡ ἀπόλαυσις μένῃ διαρκὴς καὶ
ἀτελεύτητος, τῇ τῶν ἀπείρων αἰώνων ἐκείνων
ἀθανασίᾳ συμπαρεκτεινομένη. Μειζό
νως τοίνυν αὐτοὺς
τιμῆσαι βουλόμενος ἀνεβάλετο τὴν δωρεάν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα
καὶ καθαρὰν λοιπὸν ἔχωσι τὴν ἡδονήν. Ὥσπερ γὰρ ὁ πρότερον τρυφῶν καὶ ἀνέσεως ἀπολαύων,
μετὰ δὲ ταῦτα θλι βόμενος, οὐκ αἰσθάνεται τῆς παρούσης τρυφῆς τῇ προσδοκίᾳ τῶν
μελλόντων δεινῶν· οὕτως ὁ πρότερον πυκτεύων,
καὶ ἀθλῶν, καὶ μυρία ὑπομένων κακὰ, μετὰ δὲ ταῦτα στεφανούμενος, οὐκ αἰσθάνεται τῶν
παρόντων δεινῶν, τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν ἀνανεούμενος.
Οὐ τοῦ παρόντος δὲ μόνον ἐκούφισεν αὐτοὺς πόνου τῇ μελλούσῃ ἐλπίδι, ἀλλὰ καὶ τῇ
τάξει προτέραν τῆς ἀνέσεως κατασκευάσας γίνεσθαι τὴν θλῖψιν, ἵνα μὴ σφόδρα ὑπὸ
τῶν παρόντων δεινῶν κατατείνωνται πρὸς ἐκεῖνα βλέποντες.
Οὕτω καὶ οἱ
πυκτεύοντες δέχονται τὰ τραύματα προθύμως, οὐ πρὸς τὰς ἀλγηδόνας, ἀλλὰ
πρὸς τὸν στέφανον βλέποντες· οὕτω καὶ ναῦται
μυρίους ὑπομένοντες κινδύνους,
χειμῶνας, καὶ πόλεμόν
τινα χαλεπὸν, καὶ πρὸς θηρία ἄγρια, καὶ πρὸς τοὺς ἐν τῇ θαλάττῃ κακούργους
ἀντιπαραταττόμενοι, οὐδὲν τούτων λογίζονται,
ἀλλὰ πρὸς τοὺς λιμένας, καὶ τὸν ἀπὸ
τῆς ἐμπορίας πλοῦτον ὁρῶσιν· οὕτω καὶ οἱ μάρτυρες μυ ρία πάσχοντες δεινὰ, καὶ τὸ
σῶμα διαφόροις βασάνοις κατατεμνόμενοι, πρὸς οὐδὲν τούτων ἑώρων, ἀλλὰ πρὸς τὸν
οὐρανὸν καὶ τὰ ἐκεῖθεν κεχήνασιν ἀγαθά. Καὶ
ἵνα μάθητε ὅτι τὰ φύσει φορτικὰ καὶ ἀφόρητα, ταῦτα τῇ ἐλπίδι τῶν
μελλόντων κοῦφα καὶ ῥᾷστα γίνεται,
ἀκούσατε τοῦ πρωτοστάτου τῶν τοιούτων
ἀγαθῶν λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν
εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Πῶς, εἰπέ μοι; Μὴ σκοπούντων
ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.
βʹ. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ
δι' ὑμᾶς, ἵνα ὅταν ἴδητέ
τινα τρυφῶντα καὶ ἀνέσεως ἀπολαύοντα ἐν τῷ βίῳ τούτῳ, μέλλοντα δὲ ἐκεῖ
κολάζεσθαι, μὴ μα καρίζητε
αὐτὸν διὰ τὴν
παροῦσαν τρυφὴν, ἀλλὰ
ταλα νίζητε διὰ τὴν
μέλλουσαν κόλασιν. Καὶ πάλιν
ὅταν ἴδη τέ
τινα τῶν μελλόντων
ἐκεῖ πολλῆς ἀπολαύειν τιμῆς
ἐν θλίψει καὶ
στενοχωρίᾳ, καὶ μυρίοις
ὄντα κακοῖς ἐν τῇ
προσκαίρῳ ταύτῃ ζωῇ, μὴ δακρύητε διὰ τὰ παρόντα δεινὰ, ἀλλὰ μακαρίζητε, καὶ
ζηλωτὸν εἶναι νομίζητε διὰ τοὺς ἀποκειμένους αὐτῷ στεφάνους ἐν τοῖς ἀπείροις αἰῶσιν ἐκείνοις.
Ἤνεγκε μὲν οὖν τὸν ἅγιον τοῦτον τὸ τῶν Κιλίκων ἔθνος, ὃ καὶ τὸν Παῦλον ἤνεγκε·
συμπολίτης γὰρ ἦν ἐκείνου, καὶ ἀμφότεροι ὑπουργοὶ τῆς Ἐκκλησίας ἐκεῖθεν ἡμῖν
προεβλήθησαν. Ἐπειδὴ δὲ τὸ στάδιον ἀνέῳγε τῆς εὐσεβείας, καὶ πρὸς τοὺς ἄθλους αὐτὸν
ὁ καιρὸς ἐκάλει, περιπίπτει χαλεπῷ θηρίῳ τῷ τότε δικάζοντι. Καὶ σκοπεῖτε τὴν
μηχανήν. Ἰδὼν γὰρ αὐτοῦ τὸ φρόνημα στεῤῥὸν, καὶ ὡς οὐ δυνατὸν τῇ σφοδρότητι τῆς
τιμωρίας ὑπεκλῦσαι τὸ εὔτονον τῆς προθυμίας, εἰς μελλήσεις αὐτὸν ἐμβάλ λει καὶ ἀναβολὰς,
εἰσάγων καὶ ἐξάγων συνεχῶς.Οὐ γὰρ ἐν μιᾷ
ἡμέρᾳ ἀκούσας ἀπέτεμεν αὐτοῦ τὴν κε
φαλὴν, ἵνα μὴ τὸ σύντομον τῆς τιμωρίας εὐκολώτε ρον αὐτῷ
ποιήσῃ τὸν δρόμον, ἀλλὰ καθ' ἑκάστην ἡμέραν εἰσῆγεν, ἐξῆγεν, πεύσεις προσῆγε,
βασάνους μυρίας ἠπείλει, λόγοις κολακευτικοῖς ἐδελέαζε, πᾶ σαν ἐκίνει μηχανὴν τὸν ἄσειστον θεμέλιον ἐπιχειρῶν διασαλεύειν·
καὶ περιῆγεν αὐτὸν ἐνιαυτὸν ὁλόκληρον πανταχοῦ τῆς Κιλικίας καταισχύνων, μᾶλλον
δὲ, ὡς οὐκ ᾤετο, λαμπρότερον ἀποφαίνων· ὁ δὲ μάρτυς ἐβόα καὶ αὐτὸς συνῳδὰ τῷ Παύλῳ,
Χάρις τῷ Θεῷ τῷ θριαμβεύοντι ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ,καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ
φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Καθάπερ γὰρ μύρον ἕως μὲν ἐν ἑνὶ τόπῳ
κεῖται, ἐκεῖνον μόνον ἀναχρώννυσι τὸν ἀέρα
τῆς εὐωδίας, ἐπειδὰν δὲ εἰς πολλὰ
προενεχθῇ χωρία, πάντα ἐμπίπλησι τῆς οἰκείας
ἀρετῆς· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος συνέβαινε τότε. Περιήγετο μὲν γὰρ ὡς μέλλων
καταισχύνεσθαι, τὸ δὲ ἐναντίον ἐξέβαινε·
λαμπρότερος ὁ ἀθλητὴς διὰ τῆς πομπῆς ἐκείνης ἐγίγνετο, καὶ πάντας τοὺς τὴν Κιλίκων
χώραν οἰκοῦντας τῆς οἰκείας ἐποίει ζηλωτὰς
ἀρετῆς. Πε ριήγετο
πανταχοῦ, ἵνα μὴ μόνον ἐξ ἀκοῆς μάθωσι
τὰ παλαίσματα, ἀλλὰ καὶ αὐτὸν βλέπωσι
τὸν στεφα νίτην
οἱ θεαταί· καὶ ὅσῳ
μακροτέρους αὐτῷ ἐποίει τοὺς διαύλους, τοσούτῳ λαμπρότεροι οἱ δρόμοι πάν τες ἐγίγνοντο· ὅσῳ μείζονα ἐτίθει τὰ σκάμματα, το σούτῳ
θαυμαστότερα ἀπέφαινε τὰ παλαίσματα· ὅσῳ
τὴν θλῖψιν ἐπέτεινεν εἰς χρόνου μῆκος, τοσούτῳ τὴν ὑπομονὴν αὐτοῦ δοκιμωτέραν
εἰργάζετο. Καὶ γὰρ χρυσίον
πλείονα χρόνον τῇ τοῦ πυρὸς ὁμιλοῦν φύσει, καθαρώτερον γίνεται· καθάπερ
τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ οὐδὲν ἕτερον,
ἀλλ' ἢ τρόπαιον καθ' ἑαυτοῦ καὶ τοῦ
διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον
τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν
Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν
καὶ συμβουλὴν τοῖς πιστοῖς, ὥστε προθύμως τοῖς αὐτοῖς
ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα
τῆς τοῦ Θεοῦ δόξης,
διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης. Παρεκάλει
γὰρ ἅπαντας πρὸς τὸν οἰκεῖον ζῆλον μεταναστῆναι, οὐχὶ διὰ τῆς φωνῆς μόνον
συμβουλεύων, ἀλλὰ καὶ
δι' αὐ τῶν τῶν πραγμάτων
σάλπιγγος λαμπροτέραν ἀφιεὶς φωνήν.
Καὶ καθάπερ οἱ οὐρανοὶ διηγοῦνται
δόξαν Θεοῦ, οὐχὶ φωνὴν ἀφιέντες, ἀλλὰ τῇ λαμπρότητι τῆς ὄψεως τὸν θεατὴν πρὸς τὸ θαῦμα τοῦ δημιουργοῦ παραπέμποντες· οὕτω δὴ
καὶ ὁ μάρτυς ἐκεῖνος διηγεῖτο τότε δόξαν
Θεοῦ, οὐρανὸς ὢν καὶ αὐτὸς, καὶ πολὺ τοῦ φαινομένου τούτου φαιδρότερος. Οὐ γὰρ
οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα
λαμπρό τερον ἀπέφηναν οἱ τῶν τραυμάτων
ἰχῶρες. Καὶ ἵνα μάθητε ὅτι τὰ τραύματα τοῦ μάρτυρος τῶν ἐν οὐ ρανῷ πεπηγότων
ἄστρων λαμπρότερα, σκοπεῖτε. Πρὸς ἐκεῖνον
μὲν τὸν οὐρανὸν
καὶ τοὺς ἀστέρας
καὶ ἄνθρωποι καὶ δαίμονες
βλέπουσι, πρὸς δὲ τὰ τραύματα τούτου ἄνθρωποι μὲν βλέπουσιν οἱ πιστοὶ, δαίμονες
δὲ ἀντιβλέψαι οὐ τολμῶσιν, ἀλλὰ κἂν ἐπιχειρήσωσιν ἰδεῖν, εὐθέως ἀποτυφλοῦνται τὰς
ὄψεις, τὴν ἐκεῖθεν ἐκπηδῶσαν μαρμαρυγὴν οὐ δυνάμενοι φέρειν. Καὶ τοῦτο οὐκἀπὸ τῶν πάλαι συμβεβηκότων πιστώσομαι μόνον, ἀλλὰ καὶ
ἀπὸ τῶν ἔτι καὶ νῦν γινομένων. Λαβὼν γάρ τινα δαιμονῶντα καὶ μαινόμενον εἰσάγαγε
πρὸς τὸν ἅγιον τάφον ἐκεῖνον, ἔνθα τοῦ μάρτυρος τὰ λείψανα, καὶ ὄψει πάντως
ἀποπηδῶντακαὶ φεύγοντα. Καθάπερ γὰρ ἀνθράκων μέλλων ἐπιβαίνειν, οὕτως ἐξ αὐτῶν
εὐθέως ἐξάλλεται τῶν προθύρων, οὐδὲ πρὸς τὴν θήκην αὐτὴν ἀντιβλέψαι τολμῶν. Εἰ
δὲ νῦν μετὰ τοσοῦτον χρόνον, ὅτε κόνις ἐγένετο καὶ τέφρα, οὐ τολμῶσιν ἀναβλέψαι
πρὸς τὸ μνῆμα, οὐδὲ πρὸς τὰ γυμνὰ ὀστᾶ τοῦ ἁγίου, εὔδηλον ὅτι καὶ τότε, ὅτε ἑώρων
αὐτὸν αἵματι φοινισσόμενον
πάντοθεν, τραύμασιν ἀποστίλβοντα
μᾶλλον, ἢ τὸνἥλιον ταῖς ἀκτῖσι,
κατ επλάγησαν, καὶ πληγέντες τὰς ὄψεις ἀνεχώρησαν.
γʹ. Εἶδες
πῶς τῶν οὐρανίων
ἀστέρων τὰ τῶν
μαρτύρων τραύματα φαιδρότερα καὶ
θαυμαστότερα, καὶ μεί ζονα ἔχει τὴν ἰσχύν; Ἤγετο τοίνυν εἰς μέσον ὁ ἅγιος, καὶ
πικραὶ πανταχόθεν περιειστήκεισαν κολάσεις,
φόβος τῶν μελλόντων, πόνος τῶν παρόντων, ὀδύνη τῶν ἐπελθόντων, ἀγωνία τῶν προσδοκωμένων. Καθά περ γάρ
τινες θῆρες ἄγριοι οἱ δήμιοι περιστάντες
αὐ τοῦ τὸ σῶμα διώρυττον τὰς πλευρὰς,
κατέξαινον τὰς σάρκας, ἀπεγύμνουν ὀστᾶ,
πρὸς αὐτὰ τὰ εἴσω τῶν σπλάγχνων ἐβάδιζον. Ἀλλ' ὅμως καὶ πάντα διερευ
νώμενοι τὸν θησαυρὸν
τῆς πίστεως ἀποσυλῆσαι οὐκ ἴσχυσαν. Ἐπὶ μὲν οὖν τῶν ταμείων τῶν βασιλικῶν,
ἔνθα χρυσίον ἀπόκειται καὶ πλοῦτος ἕτερος ἄφατος, ἂν τοὺς τοίχους διέλῃς μόνον,
ἂν τὰς θύρας ἀνοίξῃς, εὐθέως ὁρᾷς τὸν θησαυρὸν προκείμενον· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁγίου
καὶ χριστοφόρου τούτου ναοῦ τὸ ἐναν τίον ἐγίγνετο. ∆ιεῖλον τοὺς τοίχους οἱ δήμιοι,
καὶ τὰ στέρνα ἀνέῤῥηξαν, καὶ τὸν πλοῦτον τὸν ἐναποκείμε νον οὔτε ἔβλεπον, οὔτε
λαβεῖν ἠδύναντο· ἀλλ' ὅπερ ἔπασχον οἱ ἐν Σοδόμοις, παρ' αὐτῇ μὲν τῇ θύρᾳ ἑστῶ
τες τῆς τοῦ Λὼτ οἰκίας, τὴν δὲ εἴσοδον οὐχ εὑρίσκον τες· οὕτω δὴ καὶ οὗτοι
διηρεύνων πανταχόθεν τὸ σῶμα τοῦ μάρτυρος, ἐπιλαβέσθαι δὲ τοῦ θησαυροῦ, καὶ κενῶσαι
τὸν πλοῦτον τῆς πίστεως οὐκ ἴσχυον. Τοιαῦτα τῆς ψυχῆς τῶν ἁγίων τὰ κατορθώματα,
ἀν αφαίρετα καὶ ἀκαταγώνιστα, καθάπερ ἐν ἀσύλῳ τινὶ χωρίῳ τῇ τῆς ψυχῆς ἀνδρείᾳ ἐναποκείμενα,
καὶ οὔτε τυράννων αὐτὰ βλέπουσιν ὀφθαλμοὶ, οὔτε δημίων ἁρ πάσαι δύνανται χεῖρες, ἀλλὰ κἂν αὐτὴν διέλωσι τὴν καρδίαν, ἣ
μάλιστα τῆς ψυχῆς τὴν ἀνδρείαν πεπί στευται, κἂν
εἰς μικρὰ κατατέμωσι μέρη, οὐδὲ οὕτω κενοῦσι τὸν πλοῦτον, ἀλλὰ
καὶ πλείω τοῦτον
ἐργά ζονται. Τὸ δὲ
αἴτιον Θεός ἐστιν ὁ ταῖς
τοιαύταις ἐνοι κῶν ψυχαῖς· τὸν δὲ Θεῷ πολεμοῦντα ἀμήχανον νι κῆσαί ποτε, ἀλλ' ἀνάγκη
καταγελασθέντα καὶ αἰσχρῶς ἡττηθέντα ἀπελθεῖν.
∆ιὰ τοῦτο καὶ τότε τὰ ἐναντία τῶν εἰωθότων ἐγίγνετο. Πανταχοῦ μὲν γὰρ τὰ
πρά γματα ῥημάτων κρατεῖ· τότε δὲ λόγοι πράξεων
ἐκρά τησαν· πῶς; Προσῆγον αὐτοὶ πῦρ
καὶ σίδηρον καὶ βασάνους· προσῆγον
κολάσεις, τιμωρίας, μάστιγας·
διώρυττον πάντοθεν τὰς πλευρὰς, καὶ ὁ πάσχων ἀν άλωτος
ἔμενεν· ἐκεῖνος ἐφθέγγετο
μόνον, καὶ ψιλὴν ἠφίει φωνὴν, καὶ
λόγος ἔργων ἐκράτησεν. Ἐξήλ λετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο
μεθ' ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος. Ταύτης τοσοῦτον τὸ φῶς ἐστιν, ὅσον
τὸ διά στημα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν· μᾶλλον δὲ οὐδὲ τοῦτο ὅλον δύναται
διαβῆναι, ὅταν ἢ στέγη, ἢ τοῖχος, ἢ νέφος, ἢ ἄλλο τι σῶμα μεταξὺ παρεμπέσῃ, ἀλλὰ
ἀποφράττεται καὶ διατειχίζεται τοῖς τοιούτοις κα λύμμασιν ἡ εἰς τὸ πρόσω φορά· ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα
ἀπὸ τῆς
ἁγίας γλώττης ἐκείνηςἀνεπήδησεν εἰς τὸν οὐρανόν.
Παρῆλθε τὸν οὐρανὸν τοῦ οὐρανοῦ·
εἶδον αὐτὴν ἄγγελοι, καὶ παρεχώρησαν, ἀρχάγγελοι,
καὶ ὑπεξέστησαν· τὰ χερουβὶμ καὶ αἱ ἄλλαι δυνάμεις αὐτὴν ὡδήγησαν ἄνω, καὶ οὐ
πρότε ρον ἀπέστησαν, ἕως οὗ πρὸς αὐτὸν ἤγαγον τὸν θρόνον τὸν βασιλικόν. Μετὰ δὲ
τὴν φωνὴν ταύτην, ἐπειδὴ εἶδεν ὁ τότε δικάζων,
ὅτι πάντα εἰκῆ καὶ μάτην μεμηχάνηται,
καὶ πρὸς κέντρα λακτίζει, καὶἀδάμαντα παίει, τί ποιεῖ; Πρὸς τὴν ὡμολογημένην ἧτταν
βαδίζει λοιπὸν, καὶ τοῦ παρόντος ὑπεξάγει
τὸν μάρτυρα βίου·
θάνατος γὰρ μαρτύρων
τῶν μὲν ἀποκτιννύντων ἧττα σαφὴς,
τῶν δὲ ἀναιρουμένων νίκη λαμπρά. Σὺ δέ
μοι σκόπειπῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον
χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν
ἐνδείξασθαι ὄντα κἀ κείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν. Τίς οὖν ὁ
τρόπος τῆς τιμωρίας; Σάκκον κομίσας, καὶ ἐμπλήσας ἄμμου, καὶ σκορπίους,
καὶὄφεις, καὶ ἔχεις, καὶ δράκοντας ἐμβαλὼν, ἐνέβαλε μετ' ἐκείνων καὶ τὸν ἅγιον,
καὶ ῥίπτει εἰς τὸ πέλαγος. Καὶ ἦν μετὰ
θηρίων ὁ μάρτυς, καὶ συναπεκλείετο θηρίοις πάλιν δίκαιος ἄνθρωπος· πάλιν δὲ εἶπον,
ἵνα ἀναμνή σθητέ μοι παλαιοῦ διηγήματος τοῦ κατὰ τὸν ∆ανιήλ. Ἐκεῖνον μὲν εἰς λάκκον
ἀπέκλεισαν, τοῦτον δὲ εἰς σάκκον ἐνέβαλον·
ἐκεῖνοι λίθον ἐπέθηκαν
τότε, οὗτος τὸν σάκκον
ἔῤῥαψε, στενότερον ποιῶν τῷ δικαίῳ τὸ δεσμωτήριον. Ἀλλὰ πανταχοῦ αἰδοῦνται τὰ σώματα
τῶν ἁγίων οἱ θῆρες, εἰς αἰσχύνην καὶ κατηγορίαν τῶν λόγῳ τετιμημένων, καὶ ἀνθρώπων
μὲν εἶναι καταξιωθέντων, τὴν δὲ ἐκείνων ἀγριότητα τῇ τῆς οἰκείας ὑπερβολῇ
θηριωδίαςἀποκρυπτόντων· οἷον εἰκὸς εἶναι
καὶ τοῦτον τὸν τύραννον.
Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον, οὐκ ἔλαττον ἢ ἐπὶ τοῦ ∆ανιήλ.
Καθάπερ γὰρ ἐκεῖνον τότε μεθ' ἡμέρας πολλὰς ἀπὸ τοῦ λάκκου τῶν λεόντων ἀναβάντα
ἐθαύμασαν ἰδόντες οἱ Βαβυλώνιοι,οὕτω καὶ τὴν Ἰουλιανοῦ ψυχὴν ἀπὸ τοῦ σάκκου καὶ
τῶν κυμάτων ἀναβαίνουσαν εἰς τὸν οὐρανὸν ἐθαύμασαν ὁρῶντες οἱ ἄγγελοι. Ὁ ∆ανιὴλ
κατηγωνίσατο καὶ ἐνίκησε δύο λέοντας, ἀλλ' αἰσθη τούς· οὗτος κατηγωνίσατο καὶ ἐνίκησεν
ἕνα λέοντα, ἀλλὰνοητόν. Ὁ γὰρ ἐχθρὸς,
φησὶν, ἡμῶν διάβολος
περιέρχεται ὡς λέων ὠρυόμενος,
ζητῶν τίνα καταπίῃ· ἀλλ' ἡττήθη τῇ ἀνδρείᾳ τοῦ μάρτυρος· ἀπέθετο γὰρ τὸν ἰὸν τῆς
ἁμαρτίας· διόπερ οὐ κατέπιε τοῦτον· διὰ τοῦτο οὐκ ἔδεισεν οὔτε λέοντα, οὔτε τὸν
θυμὸν τῶν θηρίων.
δʹ. Βούλεσθε καὶ ἄλλο τι εἴπω
παλαιὸν διήγημα, ἔνθα δίκαιος
καὶ θηρία, Ἀναμνήσθητε τοῦ κατακλυσμοῦ τοῦ ἐπὶ Νῶε καὶ τῆς κιβωτοῦ· καὶ
γὰρ καὶ τότε δί καιος ὁμοῦ καὶ θηρία· ἀλλ' ὁ μὲν Νῶε εἰσῆλθεν ἄν θρωπος, καὶ ἐξῆλθεν
ἄνθρωπος· Ἰουλιανὸς δὲ εἰσῆλθε μὲν ἄνθρωπος, ἐξῆλθε δὲ ἄγγελος· ἐκεῖνος εἰσῆλθεν
ἀπὸ τῆς γῆς, καὶ ἐξῆλθεν εἰς τὴν γῆν πάλιν· οὗτος εἰσῆλθεν ἀπὸ τῆς γῆς εἰς σάκκον,
καὶ ἀπὸ τοῦ σάκκου εἰς τὸν οὐρανὸν ἀπῄει. Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ,
ἀλλ' ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν
στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν
ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος· ταύτην κατέχομεν
μέχρι τῆς παρούσης ἡμέρας μυρίων οὖσαν ἀγαθῶν θησαυρόν.
Καὶ γὰρ ἐμερίσατο ὁ Θεὸς
πρὸς ἡμᾶς τοὺς μάρτυρας, τὰς ψυχὰς λαβὼν αὐτὸς, τὰ σώματά
πως ἡμῖν ἔδωκεν, ἵνα ἔχωμεν ὑπόμνησιν ἀρετῆς διηνεκῶς
τὰ ἅγια τούτων
ὀστέα. Εἰ γὰρ ὅπλα τις ἀγωνιστοῦ βλέπων ᾑμαγμένα,
ἀσπίδα, καὶ δόρυ, καὶ θώρακα, κἂν
ἁπάντων νωθρότατος ᾖ, εὐθέως ἐξάλλεται, καὶ θερμό τερος γίνεται,
καὶ πρὸς τὸν πόλεμον ἐκπηδᾷ, ἀπὸ τῆς ὄψεως τῶν ὅπλων λαβὼν παράκλησιν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι
πράγμασιν· ἡμεῖς οὐχ ὅπλα ὁρῶν τες, ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ ἁγίου τὸ καταξιωθὲν αἱ
μαχθῆναι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, κἂν ἁπάν
των ὦμεν δειλότεροι, πῶς οὐ πολλὴν ἕξομεν προθυ μίαν, ὥσπερ
τινὸς πυρὸς τῆς ὄψεως ταύτης εἰς τὴν διάνοιαν
ἡμῶν ἐμπιπτούσης, καὶ πρὸς τὸν αὐτὸν ἀγῶνα καλούσης ἡμᾶς; ∆ιὰ τοῦτο
παρακατέθετο ἡμῖν τὰ σώματα τῶν ἁγίων ὁ Θεὸς ἕως τοῦ καιροῦ τῆς ἀναστάσεως, ἵνα ἔχωμεν
ὑπόθεσιν φιλοσοφίας μεγί
στης. Ἀλλ' οἱ μὲν τοῦ
μάρτυρος ἔπαινοι μὴ ἐλαττού σθωσαν τῇ ἀσθενείᾳ τῆς ἡμετέρας γλώττης, ἀλλὰ μενέτωσαν τὸν ἀγωνοθέτην Θεόν. Ὁ στεφανῶν
αὐ τοὺς, ἐκεῖνος καὶ ἐπαινέσει· ὁ γὰρ ἔπαινος
αὐτῶν οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ
Θεοῦ· καὶ γὰρ καὶ ταῦτα ἅπερ εἰρήκαμεν, οὐχ ἵνα τὸν μάρτυρα
λαμπρότερον δείξωμεν, εἴπομεν,
ἀλλ' ἵνα ὑμᾶς προθυμοτέρους ἐρ
γασώμεθα. Ἡμεῖς δὲ, ἀφέντες τὰ ἐγκώμια, πρὸς ὑμᾶς τὸν λόγον τρέψωμεν ἅπαντα· μᾶλλον
δὲ οὐκ ἔνι ἀφεῖναι ἐγκώμια μαρτύρων, ὅταν ἐν ἐκκλησίᾳ τις διαλέγηται περὶ τῶν
συμφερόντων. Ἀλλὰ προσέχετε· καὶ γὰρ πονηρὸν ἔθος καὶ παλαιὸν βούλομαι ἐκκόψαι σήμερον, ἵνα μὴ μόνον
παραγινώμεθα πρὸς τοὺς μάρ τυρας, ἀλλὰ
καὶ μιμώμεθα μάρτυρας. Τιμὴ γὰρ μαρτύρων οὐ τὸ παραγενέσθαι πρὸς αὐτοὺς μόνον, ἀλλὰ
καὶ πρὸ τούτου τὸ ζηλῶσαι τὴν ἀνδρείαν αὐτῶν. ∆ιὸ δεῖ πρῶτον εἰπεῖν τὸ πονηρὸν ἔθος·
τοῦ γὰρ νο σήματος ἀγνοουμένου οὐδὲ ἰατρείαν προσάγειν ῥᾴ διον· διὰ τοῦτο ἀποκαλύπτω
τὸ τραῦμα πρῶτον, καὶ τότε τὸ φάρμακον ἐπιτίθημι. Τί οὖν ἐστι τὸ πονηρὸν ἔθος;
Τινὲς τῶν ἐνταῦθα συλλεγομένων τήμερον (μὴ γάρ μοι γένοιτο πάσης καταγνῶναι τῆς Ἐκκλησίας
τοιαύτην κατάγνωσιν) ὑπὸ ῥᾳθυμίας
τινὸς καὶ ἀφε λείας τὴν αὔριον ἡμᾶς ἐγκαταλιμπάνοντες, πρὸς τὴν ∆άφνην ἀποπηδῶσιν, ἅπερ
συνελέξαμεν σήμερον, αὔριον
ἐκχέοντες, καὶ ἅπερ ᾠκοδομήσαμεν καθαι
ροῦντες. Ἵν' οὖν μὴ ἄκαρπος αὐτοῖς γένηται
ἡ ἐνταῦ θα παρουσία, ὀλίγα περὶ
τούτων διαλεχθέντες κατα παύσομεν τὸν λόγον.
Τί σπεύδεις ἐπὶ τὸ προάστειον τῆς πόλεως, εἰπέ μοι; Ἰδοὺ τὸ προάστειον τῆς ἄνω Ἱερουσαλήμ·
ἰδοὺ ∆άφνη πνευματική· ἐκεῖ πηγαὶ ὑδάτων, ἐνταῦθα πηγαὶ μαρτύρων· ἐκεῖ κυπάρισσοι,
δένδρα ἄκαρπα, ἐνταῦθα λείψανα ἁγίων καὶ ῥίζαι κάτω πεφυτευμέναι, καὶ τοὺς κλάδους
εἰς τὸν οὐρα νὸν ἀνατείνουσαι. Βούλει καὶ τῶν κλάδων τούτων τὸν καρπὸν ἰδεῖν; Ἄνοιξον
ἡμῖν τοὺς τῆς πίστεως ὀφθαλ μοὺς, καὶ εὐθέως ἐπιδείξω σοι φύσιν καρπῶν θαυμα στῶν.
Οὐ γὰρ ὀπωρῶν, καὶ ἀκροδρύων, οὐδὲ ἄλλο τι τῶν φθειρομένων καὶ ἀπολλυμένων τούτων
τῶν κλά δων ὁ καρπὸς, ἀλλὰ σωμάτων πεπυρωμένων ἴασις,
καὶ ἁμαρτημάτων συγχώρησις, κακίας
ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα
πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν.Οὗτοι οἱ καρποὶ ἀεὶ τρυγώμενοι ἀεὶ βρύουσι, καὶ οὐδέποτε ἀπολιμπάνουσι τοὺς
οἰκείους αὐ τῶν γεωργούς.
Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν
μὴ τρυγή σῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν,
φθειρομένου τοῦ καρποῦ καὶ
κα ταῤῥέοντος· ταῦτα δὲ οὐ χειμῶνα οἶδεν, οὐ θέρος, οὐκ ἀνάγκῃ καιρῶν ὑπόκειται,
οὐδὲ ἔστι γυμνὰ τῶν καρπῶν αὐτὰ τῶν οἰκείων ἰδεῖν, ἀλλὰ διὰ παντὸς ἐπὶ τῆς αὐτῆς
ἕστηκεν εὐπρεπείας· οὐχ ἅπτεται αὐτῶν φθορὰ, οὐδὲ μεταβολὴ καιρῶν. Πόσοι γοῦν, ἐξ
οὗ τὸ σῶμα ἐφυτεύθη τοῦτο ἐν τῇ γῇ, μυρίας ἐτρύγησαν ἰάσεις ἀπὸ τῆς ἁγίας
ταύτης θήκης, καὶ οὐκ ἐπέλιπεν ὁ
καρπός· ἐθέρισαν τὰ λήϊα, καὶ οὐκ ἐδαπανήθησαν
οἱ στάχυες· ἤντλησαν τὰς πηγὰς, καὶ οὐκ ἐκενώθη τὰ νάματα, ἀλλὰ συνεχής
τίς ἐστιν ἡἐπιῤῥοὴ, οὐδέ ποτε ἐπιλιμπάνουσα, ἀλλὰ τοῦ κενουμένου πλέον ἀεὶ παρέχουσα
τὸ ἀναβλύζον θαῦμα. Οὐ θαύματα δὲ μό νον ἐργάζεται, ἀλλὰ καὶ φιλοσοφεῖν πείθει.
Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνου σαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν
ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρτυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς
τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύση μα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ
ψυχῇ· ἄν τε πένης καὶ εὐκατα φρόνητος εἶναι νομίσῃς, ἐλθὼν
καὶ ἰδὼν τὸν
πλοῦτον τοῦ μάρτυρος,
καὶ καταγελάσας τῶν χρημάτων
τῶν ἔξωθεν, οὕτως ἀναχωρήσεις πολλῆς σαυτὸν ἐμπλήσας φιλοσοφίας, κἂν ἐπήρειαι, κἂν
ζημίαι, κἂν μάστιγες ἐπενεχθῶσιν· ἰδὼν, ὅτι
οὐδέπω τοσαῦτα ἔπαθες, ὅσα ὁ μάρτυς οὗτος
ὁ ἅγιος, ἱκανὴν πάλιν λήψῃ παραμυ θίαν ἐντεῦθεν. Εἶδες οἷοι οἱ καρποὶ τῶν ῥιζῶν
τού των; πῶς ἀνάλωτοι; πῶς πνευματικοί; πῶς αὐτῆς ἅπτονται τῆς ψυχῆς; Οὐ κωλύω ἀπελθεῖν
εἰς τὸ προ άστειον, ἀλλ' αὔριον κωλύω·τίνος ἕνεκεν; Ἵνα ἡ τέρψις μὴ ἔχῃ κατάγνωσιν,
ἵνα καθαρὰ ᾖ ἡ ἡδονὴ, μὴ ὑπεισέλθῃ δὲ ἡ κατάγνωσις· καὶ γὰρ ἔξεστιν ἐν ἄλλῃ ἡμέρᾳ
καὶ τῇ τέρψει χαρίσασθαι, καὶ τῆς ἁμαρ τίας ἀπαλλαγῆναι. Εἰ δὲ βούλει καὶ νῦν τέρψεως ἀπο λαῦσαι, τί
τερπνότερον τοῦ συλλόγου τούτου; τί χα ριέστερον τοῦ θεάτρου τοῦ πνευματικοῦ; τῶν μελῶν τῶν
σῶν; τῆς τῶν ἀδελφῶν συνουσίας; Ἀλλὰ καὶ
σωματικῆς θέλεις τραπέζης μετασχεῖν; ἐνταῦθα ἔξεστι μετὰ τὸ
λυθῆναι τὸν σύλλογον, τοῦ μαρτυρίου πλη σίονὑπὸ συκῆν καὶ ἄμπελον καταλύσαντι,
καὶ τῷ σώματι χαρίσασθαι τὴν ἄνεσιν, καὶ τὸ συνειδὸς ἀπαλ λάξαι καταγνώσεως.Ὁ γὰρ
μάρτυς ἐγγύθεν ὁρώμε νος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τρα πέζῃ,
οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆ
ναι, ἀλλ' ὥσπερ
τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος
τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς
καταστέλλει τὸν γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρ τήματα
τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν. Τίνος ἕνεκεν; Ὅτι χοροὶ ἀνδρῶν αὔ ριον τὸ προάστειον
καταλαμβάνουσιν· ἡ δὲ τῶν τοι ούτων ὄψις καὶ τὸν βουλόμενον σωφρονεῖν ἄκοντα ὑπεξάγει
πολλάκις πρὸς τὴν τῆς αὐτῆς ἀσχημοσύνης μίμησιν, καὶ μάλιστα ὅταν
καὶ ὁ διάβολος
μέσος ἐκείνοις παρῇ· καὶ γὰρ πάρεστιν ὑπὸ τῶν
πορνικῶν ᾀσμάτων, ὑπὸ τῶν αἰσχρῶν ῥημάτων, ὑπὸ τῆς δαιμονικῆς πομπῆς καλούμενος.
Σὺ δὲ ἀπετάξω πάσῃ ταύ τῃ τῇ πομπῇ, καὶ τῇ τοῦ Χριστοῦ λατρείᾳ συνετάξω κατὰ τὴν
ἡμέραν ἐκείνην, καθ' ἣν τῶν ἱερῶν κατ ηξιώθης μυστηρίων. Ἀναμνήσθητι τοίνυν
τῶν ῥημά των ἐκείνων καὶ τῆς συνθήκης, καὶ φύγε τὴν παρά βασιν.
εʹ. Βούλομαι δὲ καὶ πρὸς
τοὺς παρόντας καὶ μὴ ἀνιόν τας διαλεχθῆναι,
καὶ τούτοις ἐγχειρίσαι τὴν ἐκείνων σωτηρίαν. Καὶ γὰρ ἰατρὸς πρὸς τὸν κάμνοντα
εἰσελθὼν ὀλίγα τῷ κειμένῳ διαλέγεται· τὰ δὲ περὶ φαρ μάκων καὶ σιτίων καὶ τῆς ἄλλης
θεραπείας, καλέσας τοὺς αὐτῷ προσήκοντας, ἐκείνοις ἅπαντα ἐπισκήπτει. Τί δήποτε;
Ὅτι ὁ μὲν κάμνων οὐ δέχεται εὐθέως τὴν παραίνεσιν, ὁ δὲ ὑγιαίνων μετὰ πολλῆς προθυμίας προσέχει τοῖς λεγομένοις·
διὰ τοῦτο μετὰ τούτων καὶ ὑμῖν
βούλομαι διαλεχθῆναι. Προκαταλάβωμεν αὔριον τὰς πύλας, ἐφεδρεύσωμεν ταῖς
ὁδοῖς, ἄνδρες τοὺς ἄνδρας, γυναῖκες τὰς γυναῖκας κατασπάσωμεν ἀπὸ τῶν ὑποζυγίων·
ἐπαναγάγωμεν ἐνταῦθα, μὴ ἐπαισχυνθῶμεν· ἔνθα σωτηρία ἀδελφοῦ, οὐκ ἔστιν αἰσχύνη.
Εἰ ἐκεῖνοι οὐκ αἰσχύνονται πρὸς τὴν παράνομον πομπὴν ἀνιόντες, πολλῷ μᾶλλον ἡμᾶς αἰσχύνεσθαι οὐ χρὴ πρὸς τὴν ἱερὰν
ταύτην πανήγυριν μέλλοντας αὐτοὺς ἐπαναγαγεῖν. Ὅταν ἀδελφοῦ
σωτηρία προκέηται, μηδὲν παραιτώμεθα. Εἰ γὰρ ὁ Χριστὸς ἀπέθανε δι' ἡμᾶς, ἅπαντα ὑπομένειν δι' αὐτοὺς ἡμᾶς χρή· κἂν πληγὰς ἐντείνονται, κἂν λοιδορήσωνται, κάτασχε, καὶ μὴ πρότερον ἀποστῇς,
ἕως ἂν αὐτοὺς ἐπαναγάγῃς πρὸς τὸν ἅγιον μάρτυρα·
κἂν δικαστήριον δέῃ
καθίσαι ἐκ τῶν παριόντων, οἱ βουλόμενοι ἀκουέτωσαν· ἀδελφὸν,
εἰπὲ, βούλομαι σῶσαι, ὁρῶ ψυχὴν ἀπολλυμένην, καὶ οὐκ ἀνέχομαι περιιδεῖν τὴν
συγγένειαν· ὁ βουλόμενος ἐγκαλείτω, ὁ βουλόμενος κατηγορείτω· μᾶλλον δὲ οὐδεὶς ἐγκαλέσει,
ἀλλὰ καὶ πάντες ἐπαινέσονται, πάντες ἀσπάσονται.
Οὐ γὰρ ὑπὲρ
χρημάτων, οὐδὲ δι' οἰκείαν
ἀπέχθειαν ἀμυνόμενος, οὐδὲ ὑπὲρ ἄλλου
τινὸς τῶν βιωτικῶν
φιλονεικῶ καὶ μάχομαι, ἀλλ' ὑπὲρ ἀδελφοῦ
σωτηρίας· ταῦτα τίς οὐκ ἀποδέξεται; τίς οὐ θαυ- μάσεται;
Οὐδὲν ἡμᾶς προσήκοντας
ἀλλήλοις κατὰ συγγένειαν
σαρκικὴν ἡ πνευματικὴ συγγένεια
πατρῶν φιλοστοργοτέρους ἐποίησεν. Εἰ βούλεσθε, καὶ τὸν μάρτυρα λάβωμεν
μεθ' ἑαυτῶν· οὐκ ἐπαισχύνεται γὰρ ἐλθεῖν καὶ σῶσαι
τοὺς ἀδελφούς. Ἐπιστήσωμεν αὐτοῖς ἐκείνων ὀφθαλμοῖς, φοβηθῶσι παρόντα, αἰδεσθῶσι
παρακαλοῦντα καὶ δεόμενον· οὐ γὰρ αἰσχύνεται καὶ παρακαλέσαι. Εἰ γὰρ ὁ ∆εσπότης
αὐτοῦ παρακαλεῖ τὴν ἡμετέραν φύσιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, φησὶν ὁ Παῦλος, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν,
Καταλλάγητε τῷ Θεῷ· πολλῷ μᾶλλον
ὁ δοῦλος τοῦτο ποιήσει· ἓν αὐτὸν λυπεῖ μόνον, ἡ ἀπώλεια ἡ ἡμετέρα· ἓν εὐφραίνει,
ἡ σωτηρία ἡ ἡμετέρα, καὶ διὰ τοῦτο οὐ παραιτήσεται οὐδὲν ὑπὲρ αὐτῆς ποιῆσαι. Μὴ
τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνθῶμεν, μηδὲ περιττὸν εἶναι νομίσωμεν.Εἰ γὰρ ἄνθρω-ποι
θηραταὶ κρημνοὺς καὶ ὄρη καὶ βάραθρα καὶ πᾶν ἄβατον ἀπέρχονται χωρίον, εἴτε
λαγωὸν, ἢ δορκάδα, ἢ ἄλλο τι τῶν τοιούτων, ἢ καὶ ὄρνιθαςπολλάκις ταύτας τὰς ἀγρίας
θηρεῦσαι βουλόμενοι· σὺ μέλλων οὐκ ἄλογον εὐτελὲς, ἀλλ' ἀδελφὸν πνευματικὸν, δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, ἐπαναγαγεῖν ἐξ ἀπωλείας, καὶ οὐκ ὄρη καὶ νάπας, ἀλλὰ τὴν
πύλην ἐξελθεῖν, μόνον ἀναδύῃ καὶ ἐρυθριᾷς; καὶ ποίαν ἕξεις, εἰπέ μοι, συγγνώμην;
οὐκ ἀκούεις σοφοῦ τινος παραινοῦντος καὶ
λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα
ἁμαρτίαν; Ἀλλὰ δέδοικας
μή τις ἐγκαλέσῃ; Μετάγαγε τὴν αἰτίαν ἐπ' ἐμὲ τὸν εἰρηκότα·
εἰπὲ ὅτι ὁ διδάσκαλος οὕτως ἐκέλευσεν· ἕτοιμος ἐγὼ δικάζεσθαι τοῖς ἐγκαλοῦσι καὶ
παρασχεῖν εὐθύνας· μᾶλλον δὲ οὔτε ὑμῖν, οὔτε ἡμῖν ἐγκαλέσει τις, κἂν σφόδρα ἀναίσχυντος
ᾖ, ἀλλ' ἀποδέξονται πάντες, καὶ θαυμάσονται τῆς κηδεμονίας ἡμᾶς, οὐχὶ οἱ ἐν τῇ
πατρίδι τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ οἱ τὰς γείτονας πόλεις
οἰκοῦντες, ὅτι τοσαύτη παρ' ἡμῖν ἀγάπης
τυραννὶς, τοσοῦτος φιλοστοργίας ζῆλος. Ἀλλὰ τί λέγω τοὺς ἀνθρώπους; αὐτὸς
ὁ τῶν ἀγγέλωνἡμᾶς ἀποδέξεται ∆εσπότης. Εἰδότες οὖν τὸν μισθὸν, μὴ καταφρονήσωμεν
τῆς θήρας, μηδὲ ἐπανέλθωμεν μόνοι αὔριον,
ἀλλ' ἕκαστος τὴν ἄγραν ἔχων μεθ' ἑαυτοῦ οὕτω πα-ραγενέσθω. Ἂν τὴν ὥραν ἐκείνην παραγένῃ μόνον, καθ' ἣν τῆς οἰκίας ἐξιὼν ἅπτεται τῆς ὁδοῦ, καὶ
μεταστήσῃς αὐτὸν πρὸς τὴν ἐνταῦθα ἄφιξιν, οὐδεμία λοιπὸν ἔσται δυσκολία, ἀλλὰ
τοῦ καιροῦ παρελθόντος πολλὴν εἴσεταί σοι κἀκεῖνος τὴν χάριν, καὶ οἱ ἄλλοι πάντες
ἐπαινέσουσιν ὑμᾶς, καὶ θαυμάσουσι· καὶ ὃ πάντων μεῖζόν ἐστιν, ὁ τῶν οὐρανῶν
∆εσπότης πολλοὺς ὑμῖν ὑπὲρ τούτων παρασχήσει τοὺς μισθοὺς, καὶ τὴν ἐμπορίαν ταύτην
καὶ τὸν ἔπαινον πλεονάσει. Ἐννοοῦντες τοίνυν τὸ κέρδος τὸ ἐκεῖθεν ἡμῖν
προσγινόμενον, πρὸ τῆς πόλεως ἐκχυθέντες ἅπαντες, καὶ συλλαβόντες
τοὺς ἡμετέρους ἀδελφοὺς ἐπαναγάγωμεν ἐνταῦθα,
ἵνα καὶ αὔριον· ἡμῖν πλῆρες τὸ θέατρον γένηται, καὶ οὕτω ἀπηρτισμένη ἡ πανήγυρις·
ἵν' ὑπὲρ τῆς ἐνταῦθα σπουδῆς εἰς
τὰς αἰωνίους ἡμᾶς δέξηται σκηνὰς ὁ ἅγιος
μάρτυς μετὰ παῤῥησίας πολλῆς· ἧς γένοιτο
πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου