ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 35. Εγκώμιον εις μάρτυρας Αιγυπτίους.

Πέμπτη 16 Ιουνίου 2016

35. Εγκώμιον εις μάρτυρας Αιγυπτίους.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
35. Εγκώμιον εις μάρτυρας Αιγυπτίους.
αʹ. Εὐλογητὸς ὁ Θεὸς, ὅτι καὶ ἐξ Αἰγύπτου μάρτυρες, Αἰγύπτου τῆς θεομάχου καὶ  μανικωτάτης,  καὶ  ὅθεν  τὰ  ἄθεα  στόματα,  ὅθεν  αἱ  βλάσφημοι  γλῶσσαι,  ἐξ Αἰγύπτου μάρτυρες, οὐκ ἐν Αἰγύπτῳ δὲ μόνον, οὐδὲ ἐν τῇ παροίκῳ καὶ γείτονι χώρᾳ, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις  οἰκοῦντες  πλείω  τῆς χρείας τῶν  οἰκούντων  γενομένην  τὴν φορὰν,   καὶ   πρὸς   τὰς   ἔξω   διαπέμπουσι   πόλεις,   ὁμοῦ   τε   τὴν   παρ'   ἑαυτῶν ἐπιδεικνύμενοι  φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ' εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι  παρ' ἐκείνων· οὕτω καὶ οἱ Αἰγύπτιοι πεποιήκασιν ἐπὶ τῶν  τῆς  εὐσεβείας ἀθλητῶν.  Ἰδόντες  τῇ  τοῦ  Θεοῦ χάριτι  πολλὴν  παρ'  ἑαυτοῖς γενομένην  τὴν φορὰν, οὐ κατέκλεισαν ἐν τῇ πόλει τὸ μέγα τοῦτο τοῦ Θεοῦ δῶρον· ἀλλὰ  πανταχοῦ  τῆς γῆς ἐξέπεμψαν  τοὺς τῶν  ἀγαθῶν  θησαυροὺς, τήν  τε αὑτῶν φιλαδελφίαν  ἐπιδεικνύμενοι, καὶ τὸν κοινὸν πάντων ∆εσπότην δοξάζοντες, καὶ τὴν αὑτῶν  παρὰ  πᾶσι  κοσμοῦντες  πόλιν,  καὶ  μητρόπολιν  τῆς  οἰκουμένης  ἁπάσης ἀποφαίνοντες. Εἰ γὰρ ψυχραὶ καὶ εὐτελεῖς ἀφορμαὶ, καὶ πρὸς τὸν παρόντα βίον ἡμῖν συντελοῦσαι   χάριτες   μόνον,   ἴσχυσαν  τοῦτο   τὸ   γέρας   πολλαῖς   τῶν   πόλεων παρασχεῖν· τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶν  χαριζομένην, ἀλλ' ἄνδρας πολλὴν  ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν  κεκτημένους ἀσφάλειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ' αὐτῶν τῆς προεδρίας τυχεῖν; 


Τὰ γὰρ τῶν ἁγίων σώματα τούτων τείχους παντὸς ἀδάμαντος καὶ ἀῤῥαγοῦς ἀσφαλέστερον  ἡμῖν   τειχίζει   τὴν   πόλιν·  καὶ  καθάπερ  σκόπελοί  τινες   ὑψηλοὶ προβεβλημένοι πανταχόθεν, οὐχὶ τὰς τῶν αἰσθητῶν τούτων καὶ ὁρωμένων ἐχθρῶν προσβολὰς ἀποκρούονται μόνον, ἀλλὰ καὶ τὰς τῶν ἀοράτων δαιμόνων ἐπιβουλὰς, καὶ πᾶσαν τοῦ διαβόλου μεθοδείαν ἀνατρέπουσί τε καὶ διαλύουσιν οὕτως εὐκόλως, ὡς εἴ τις γενναῖος  ἀνὴρ παίδων  ἀθύρματα ἀνατρέψειε καὶ καταβάλοι. Καὶ τὰ μὲν ἄλλα τὰ παρὰ τῶν  ἀνθρώπων  γινόμενα  μηχανήματα,  οἷον τείχη, καὶ τάφροι, καὶ ὅπλα, καὶ στρατιωτῶν πλήθη, καὶ ὅσα πρὸς ἀσφάλειαν τῶν οἰκούντων ἐπινενόηται, δυνατὸν   τοῖς   ἐχθροῖς   ἀποκρούεσθαι   ἑτέραις   πλείοσι   καὶ   μείζοσι   μηχανῶν ὑπερβολαῖς ταῖς παρ'  αὐτῶν·  ὅταν  δὲ ἁγίων  σώμασι πόλις  τειχίζηται,  κἂν μυρία ἐκεῖνοι δαπανῶσι χρήματα, τοιοῦτόν τι ἀντιστῆσαι μηχάνημα ταῖς ἐχούσαις αὐτοὺς πόλεσιν  οὐ  δυνήσονται.  Οὐ  πρὸς  ἀνθρώπων   δὲ  ἐπιβουλὰς  μόνον,  οὐδὲ  πρὸς κακουργίας δαιμόνων τοῦτο ἡμῖν χρήσιμον τὸ κτῆμα, ἀγαπητέ· ἀλλὰ κἂν ὁ κοινὸς ἡμῖν  ὀργίζηται  ∆εσπότης διὰ  τὸ  πλῆθος  τῶν  ἁμαρτημάτων,  δυνησόμεθα  ταῦτα  προβαλλόμενοι τὰ σώματα, ταχέως αὐτὸν ἵλεων ποιῆσαι τῇ πόλει. Εἰ γὰρ οἱ τὰ  μεγάλα  κατωρθωκότες  ἐπὶ  τῶν  προγόνων  τῶν  ἡμετέρων,  ὀνόματα προβαλλόμενοι  ἁγίων  ἀνδρῶν,  καὶ ἐπὶ  τὴν  προσηγορίαν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καταφεύγοντες, ἔτυχόν τινος παραμυθίας, καὶ μεγάλην ἀπὸ τῆς μνήμης τῶν ὀνομάτων   τούτων  ἐκαρποῦντο  τὴν  ὠφέλειαν,   πολλῷ  μᾶλλον  ἡμεῖς,  ὅταν  μὴ ὀνόματα μόνον προβαλλόμενοι, ἀλλὰ καὶ αὐτὰ τὰ ἀθλήσαντα σώματα, δυνησόμεθα τὸν Θεὸν ἵλεων ἔχειν καὶ ἥμερον καὶ προσηνῆ.Καὶ ὅτι οὐ κόμπος τὰ παρ' ἡμῶν λεγόμενα, ἴσασι πολλοὶ καὶ τῶν ἐγχωρίων, καὶ τῶν ἑτέρωθεν ἐληλυθότων, ὅση τῶν ἁγίων τούτων ἡ δύναμις, οἳ καὶ μαρτυροῦσι τοῖς  λεγομένοις,   διὰ  τῆς  πείρας  αὐτῆς  μαθόντες   αὐτῶν   τὴν  πρὸς  τὸν  Θεὸν παῤῥησίαν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὡς ἔτυχεν  ὑπὲρ τῆς ἀληθείας  ἠγωνίσαντο,ἀλλ' οὕτω καρτερῶς καὶ εὐτόνως ἐνέστησαν πρὸς τὴν ῥαγδαίαν καὶ ἀφόρητον τοῦ διαβόλου  βίαν,  ὡς  ἐν  λιθίνοις  καὶ  σιδηροῖς, ἀλλ' οὐκ ἐν  φθαρτοῖς  καὶ  θνητοῖς ἀγωνιζόμενοι  σώμασιν, ὡς ἤδη πρὸς τὴν ἀπαθῆ καὶ ἀθάνατον μεταστάντες φύσιν, τὴν οὐκ εἴκουσαν ταῖς πικραῖς καὶ ὀδυνηραῖς τοῦ σώματος ἀνάγκαις. Καθάπερ γάρ τινες ἄγριοι θῆρες καὶ ὠμοὶ καὶ ἀνήμεροι τὰ σώματα κυκλώσαντες πανταχόθεν  οἱ δήμιοι  διώρυττον  τὰς  πλευρὰς,  κατέξαινον  τὰς  σάρκας, ἐξεκάλυπτον  ὀστᾶ  καὶ παρεγύμνουν, καὶ οὐδὲν αὐτοὺς τῆς ὠμότητος ἵστησι καὶ τῆς ἀπανθρωπίας ἐκείνης· ἀλλὰ καὶ νώτων  ἁψάμενοι  καὶ σπλάγχνων,  καὶ εἰς τὰ ἐνδότατα εἰσελθόντες, τὸν ἐναποκείμενον  αὐτοῖς  τῆς  πίστεως  οὐχ  εὗρον  συλῆσαι θησαυρὸν, ἀλλὰ  ταυτὸν ἔπαθον,  οἷον  εἴ τινες  πόλιν  βασιλικωτάτην,  καὶ πολλοῦ  γέμουσαν  πλούτου,  καὶ ἱκανοὺς  ἔχουσαν θησαυροὺς πολιορκοῦντες,  καὶ καθελόντες  αὐτῆς τὰ τείχη,  καὶ πρὸς αὐτὰ τὰ ταμιεῖα τῶν χρημάτων ἐλθόντες, ἀνατρέψαιεν θύρας, καθέλοιεν μοχλοὺς, ἀνορύξαιεν ἔδαφος, πάντα διερευνησάμενοι, μὴ δυνηθεῖεν  τὸν πλοῦτον αὐτῆς ἀφαρπάσαντες ἀπελθεῖν. Τοιαῦτα γάρ ἐστι τῆς ψυχῆς τὰ κτήματα· οὐ προδίδοται τοῖς τοῦ σώματος πάθεσιν, ὅταν αὐτὰ κατέχῃ μετὰ ἀσφαλείας, ἀλλὰ κἂν αὐτά τις ἀναῤῥήξῃ τὰ στέρνα,καὶ κατὰ μικρὸν τὴν καρδίαν διέλοι λαβὼν, οὐ προήσεται τὸν ἅπαξ αὐτῇ παρὰ τῆς πίστεως ἐμπιστευθέντα θησαυρόν. Τοῦτο δὲ τῆς τοῦ Θεοῦ χάριτος γέγονε τῆς πάντα οἰκονομούσης, καὶ ἐν ἀσθενοῦσι σώμασι δυναμένης παράδοξα ἐπιτελεῖν. Καὶ τὸ δὴ  θαυμαστότερον· οὐ γὰρ μόνον  οὐδὲν  ὑφείλοντο  τοσαῦτα μανέντες  τῶν ἐναποκειμένων  αὐτοῖς θησαυρῶν, ἀλλὰ καὶ μετὰ πλείονος  αὐτοὺς τῆς ἀσφαλείας φυλάττεσθαι ἐποίησαν, λαμπροτέρους τε αὐτοὺς καὶ εὐπορωτέρους εἰργάσαντο. Οὐκ ἔτι γὰρ ἡ ψυχὴ μόνη, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα πλείονος μετέλαβε τῆς χάριτος, καὶ οὐ μόνον οὐκ ἀπέβαλεν, ἣν εἶχε, μετὰ τὸ διατμηθῆναι καὶ κατακοπῆναι πολλάκις, ἀλλὰ καὶ  ἐπεσπάσατο πλείονα  καὶ  μείζω  τὴν  ῥοπήν.  Τί ταύτης  γένοιτ'  ἂν  τῆς  νίκης θαυμαστότερον, ὅτι οὓς κατεῖχον καὶ εἶχον ὑποχειρίους, καὶ δήσαντες ἔξαινον μετὰ ἐξουσίας, τούτους  νικῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὑπὸ τούτων  ἡττῶντο  ἐλεεινῶς  καὶ ἀθλίως; Οὐ γὰρ πρὸς αὐτοὺς ἐπολέμουν, ἀλλὰ πρὸς τὸν ἔνοικον αὐτῶν Θεόν· τὸν δὲ Θεῷ πολεμοῦντα  ὅτι πᾶσα ἀνάγκη  μετὰ πολλῆς  ἡττᾶσθαι τῆς  περιουσίας, δίκην διδόντα  τῆς ἐπιχειρήσεως  μόνης, παντί  που δῆλόν  ἐστι.

 βʹ. Τοιαῦται τῶν ἁγίων  αἱ  νῖκαι.  Εἰ δὲ  τὰ  ἀγωνίσματα  καὶ  τὰ  παλαίσματα  οὕτω  θαυμαστὰ  καὶ παράδοξα, τί ἂν εἴποιμεν  περὶ τῶν  ἐπάθλων  καὶ στεφάνων  τῶν  ὑπὲρ τῆς αὐτῶν καρτερίας ἀποκειμένων  αὐτοῖς; Οὐ γὰρ δὴ μέχρι τῶν  βασάνων  τούτων  ἔστησαν, οὐδὲ  ἐνταῦθα   τὸν   δρόμον  κατέλυσαν,  ἀλλὰ   περαιτέρω  τὰ  σκάμματα  αὐτοῖς ἐξετείνετο, τοῦ μὲν πονηροῦ δαίμονος τῇ προσθήκῃ τῶν τιμωριῶν  προσδοκοῦντος ὑποσκελίζειν  τοὺς  ἀθλητὰς,  τοῦ  δὲ  φιλανθρώπου   Θεοῦ συγχωροῦντος  καὶ  οὐ κωλύοντος· ὥστε καὶ τὴν τῶν ἀπίστων μανίαν σαφεστέραν πᾶσιν ἐπιδειχθῆναι, καὶ τούτοις λαμπροτέρους καὶ πλείους πλακῆναι τοὺς στεφάνους. Καὶ καθάπερ ἐπὶ τοῦ Ἰὼβ  γέγονεν  καὶ  τοῦ  διαβόλου· ὁ μὲν  πλείους  ᾔτει  κατ'  αὐτοῦ  παρὰ τοῦ  Θεοῦ τιμωρίας, προσδοκῶν περιέσεσθαι τῇ προσθήκῃ τῶν δεινῶν τοῦ γενναίου τῆς εὐσεβείας ἀθλητοῦ· ὁ δὲ συνεχώρει, καὶ ἐχαρίζετο ταῖς πονηραῖς αἰτήσεσι τοῦ πονηροῦ δαίμονος, ἐπιφανέστερον τὸν αὑτοῦ ποιῶν ἀθλητήν· οὕτω δὴ καὶ ἐνταῦθα ἐγένετο. Ἐπειδὴ γὰρ θηρίου παντὸς χαλεπώτερον τὸ σῶμα αὐτῶν πανταχόθεν διεμασήσατο, καὶ τὴν  γλῶτταν  καὶ τὸ στόμα ᾕμαξεν, εἰ καὶ μὴ τοῖς  αἵμασι τῶν ἁγίων,  ἀλλὰ  ταῖς  ἀπανθρώποις  καὶ  ὠμαῖς  ψήφοις  ἐκείναις,  ἡττηθεὶς  ὑπὸ  τῆς καρτερίας  αὐτῶν,  καὶ  ἐμφορηθεὶς  ἱκανῶς  τῆς  ἀπανθρώπου  θοίνης  ἐκείνης,  καὶ κόρον λαβὼν ἀπῆλθεν. Ὅρα γὰρ  πόση τῶν  ἁγίων    ὑπομονὴ,    τοσαύτην  μανίαν  τοῖς  οἰκείοις ἐκόρεσε πάθεσιν. Ἐπῄει πάλιν  ἐπαγωνιζόμενος  τῇ μανίᾳ, καὶ πάντα  τὰ θηρία δι'ἄλλης  ὠμότητος  ἐκνικῆσαι  φιλονεικῶν.   Ἐκεῖνα  γὰρ  ἀνάγκῃ  φύσεως  πρὸς  τὴν θοίνην  ἔρχεται  ταύτην,  καὶ  κορεσθέντα ἄπεισι, κἂν  μυρία ἴδῃ  σώματα, οὐδενὸς ἐκείνων ἐφάπτεται· οὗτος δὲ καὶ πονηρίᾳ προαιρέσεως ἐπὶ τὴν βορὰν ᾔει ταύτην, καὶ τῶν σαρκῶν αὐτῶν ἐμπλησθεὶς, ἑτέραν πλέκει κατ' αὐτῶν μηχανὴν, μακροτάτῳ καὶ χαλεπωτάτῳ   θανάτῳ  τοὺς  ἁγίους  παραδούς·  προσέταξε  γὰρ  ἐν  τοῖς  μετάλλοις αὐτοὺς  ἐργάζεσθαι  διηνεκῶς.    τῆς  ἀπονοίας!  πεῖραν  οὕτω  σαφῆ  λαβὼν  τῆς ἀνδρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε περιέσεσθαι. Καὶ δὴ θηρίοις συνῴκουν οἱ ἅγιοι, οἱ τῶν ἀγγέλων σύνοικοι, καὶ τῶν οὐρανῶν πολῖται, καὶ εἰς τὴν ἄνω  λοιπὸν   γραφέντες   Ἱερουσαλὴμ,  καὶ  ἦν  πάσης  πόλεως   λοιπὸν     ἔρημος ἁγιωτέρα. Ἐν μὲν γὰρ ταῖς πόλεσι τὰ παράνομα ταῦτα καὶ τυραννικὰ ἐτολμᾶτο καθ' ἑκάστην   ἡμέραν   ἐπιτάγματα·      δὲ   ἔρημος   ἀτέλειαν   εἶχε   τῆς   ἀπανθρώπου λειτουργίας· καὶ   τὰ   μὲν   δικαστήρια   ἀνοσίας   πράξεως   ἔγεμε   καὶ   ἀθέσμων ἐπιταγμάτων·  αἱ δὲ ἐρημίαι τοὺς πάντων  ἀνθρώπων  εὐνομωτέρους εἶχον πολίτας, τοὺς  ἐξ  ἀνθρώπων   ἀγγέλους  γεγενημένους,   καὶ  πρὸς  τὸν  οὐρανὸν    ἔρημος ἡμιλλᾶτο, τό γε ἐκ τῆς ἀρετῆς τῶν οἰκούντων πολιτῶν. Καὶ φύσει μὲν ἦν ἡ τιμωρία χαλεπωτάτη,  τῇ  δὲ  προθυμίᾳ  τῶν  ἀγωνιζομένων   ἐγένετο  ῥᾳδία  καὶ  κούφη  καὶ εὔπορος. Πολλαπλάσιον  τότε  ἐνόμιζον  ὁρᾷν τὸ φῶς,  καὶ τὸ εἰρημένον  παρὰ τῷ προφήτῃ,  ὅτι    σελήνη  ἔσται  ὡς    ἥλιος,    δὲ  ἥλιος  ἑπταπλασίων,   τοῦτο ἀπειληφέναι τὸ φῶς ἤδη ἐνόμιζον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ψυχῆς  εὐθυμότερον  καταξιουμένης  ὑπὲρ Χριστοῦ παθεῖν τι τῶν δεινῶν  καὶ ἀφορήτων  εἶναι δοκούντων  ἡμῖν. Ἤδη πρὸς τὸν οὐρανὸν  μεθεστάναι καὶ μετ' ἀγγέλων  χορεύειν  ἐνόμιζον.  Τί γὰρ μᾶλλον  αὐτοῖς οὐρανοῦ καὶ ἀγγέλων ἔδει, τοῦ τῶν ἀγγέλων ∆εσπότου μετ' αὐτῶν ὄντος Ἰησοῦ ἐπὶ τῆς ἐρήμου; Εἰ γὰρ, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν, πολλῷ μᾶλλον ἐν μέσῳ ἐκείνων ἦν τότε συνειλεγμένων, οὐχ ὡς εἰς τὸ ὄνομα, ἀλλ' ὑπὲρ τοῦ ὀνόματος κολαζομένων  διηνεκῶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας  ταύτης  οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα,  καὶ ὅτι μυρίους θανάτους ἄλλους  ἂν εἵλοντο  ὑπομεῖναι  οἱ ταύτῃ τῇ ψήφῳ  καταδικαζόμενοι,  ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης. Παρεδόθησαν μετάλλοις, ἔνθα χαλκὸν ἀνορύττειν ἔδει, πολλάκις  αὐτοὶ  μετάλλου  χρυσίου ὄντες  τιμιώτεροι  καὶ ἀΰλου χρυσίου, οὐ καταδίκων ἀνορυττομένου χερσὶν, ἀλλὰ πιστῶν ἀνδρῶν προθυμίᾳ εὑρεθέντος· εἰργάζοντο μέταλλα οἱ μυρίων γέμοντες θησαυρῶν. Τί τῆς ζωῆς ἐκείνης πικρότερον καὶ  ὀδυνηρότερον;  Ἑώρων  καὶ  εἰς  ἑαυτοὺς  ἐκβαίνοντα  τὰ  περὶ  τῶν  μεγάλων ἐκείνων ἀνδρῶν διηγήματα, ἃ περὶ τῶν ἁγίων διέξεισι λέγων ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς,  ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [ἐν ἐρημίαις πλανώμενοι  καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ταῦτα καὶ ἐπὶ τῆς γενεᾶς ἐγένετο τῆς ἡμετέρας]. Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς, ἀγαπητοὶ, ὅτι καὶ νῦν καὶ πάλαι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἅπαντες οἱ τῷ Θεῷ  φίλοι   τῷ   στυγνῷ   καὶ   ἐπιμόχθῳ   καὶ   μυρίων   γέμοντι   δεινῶν ἐκληρώθησαν  βίῳ,  μὴ  τὸν  ὑγρὸν  καὶ  διαλελυμένον   καὶ  τὸν  ἀνέσεως  γέμοντα διώκωμεν βίον, ἀλλὰ τὸν ἐπίμοχθον, τὸν ἐπίπονον, τὸν θλίψεις ἔχοντα καὶ ταλαιπωρίας.  Ὥσπερ γὰρ οὐκ ἔστι τὸν ἀγωνιζόμενον  δι' ὕπνου  καὶ ῥᾳθυμίας καὶ τρυφῆς  τῶν  στεφάνων  ἐπιτυχεῖν,  οὐδὲ τὸν  στρατιώτην  τῶν  τροπαίων,  οὐδὲ τὸν κυβερνήτην τοῦ λιμένος, οὐδὲ τὸν γηπόνον τῆς ἅλω πεπληρωμένης· οὕτως οὐδὲ τὸν πιστὸν  διὰ  ῥᾳθυμίας  τὸν  ἑαυτοῦ  βίον  διαγαγόντα   τῶν  ἐπηγγελμένων   τυχεῖν ἀγαθῶν. Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προκεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης· ὅταν δὲ οὐρανὸς προκείμενος ᾖ, καὶ ἀγγέλων  τιμαὶ, καὶ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ ἡ μετ' ἀγγέλων  διατριβὴ, καὶ τὰ ἀγαθὰ, ἃ μηδὲ ἐννοῆσαι ἢ εἰπεῖν δυνατὸν, προσδοκᾷν διὰ ῥᾳθυμίας καὶ ῥᾳστώνης καὶ διαλελυμένης  ψυχῆς αὐτῶν ἐπιτεύξεσθαι, καὶ μὴ τῆς αὐτῆς αὐτὰ τοῖς βιωτικοῖς σπουδῆς  ἀξιοῦν;  Μὴ, παρακαλῶ,  μὴ  οὕτω  κακῶς  περὶ  ἑαυτῶν  καὶ  τῆς  ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς  ἀθλητὰς,  τοὺς  ἀντὶ  φωστήρων  δεδομένους  ἡμῖν,  πρὸς τὴν  τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν  βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  



36.Εις τον αγιον ιερομαρτυρα Φωκάν, και κατα αιρετικών καὶ εἰς τὸν ρμαʹ ψαλμὸν, "Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην."

αʹ. Λαμπρὰ γέγονεν  ἡμῖν χθὲς ἡ πόλις, λαμπρὰ καὶ περιφανὴς,  οὐκ ἐπειδὴ κίονας εἶχεν, ἀλλ' ἐπειδὴ μάρτυρα πομπεύοντα ἀπὸ Πόντου πρὸς ἡμᾶς παραγενόμενον.  Εἶδεν ὑμῶν  τὴν  φιλοξενίαν,  καὶ ἐνέπλησεν  ὑμᾶς τῆς  εὐλογίας· ἐπῄνεσεν  ὑμῶν  τὴν  προθυμίαν,  καὶ  εὐλόγησε  τοὺς  παραγενομένους.  Ἐμακάρισα τοὺς συνελθόντας καὶ μετασχόντας αὐτοῦ τῆς εὐωδίας, καὶ ἐταλάνισα τοὺς ἀπολειφθέντας·  ἀλλ' ἵνα μὴ ἡ ζημία αὐτῶν ἀνίατος γένηται, πάλιν ἐν ἑτέρᾳ ἡμέρᾳ ἀνακηρύττομεν  αὐτὸν,  ἵνα  καὶ οἱ ἀπολειφθέντες  διὰ ῥᾳθυμίαν  διπλασιάσωσι τῇ σπουδῇ τὴν εὐλογίαν τὴν παρὰ τοῦ μάρτυρος. Ὃ μὲν γὰρ πολλάκις εἶπον, τοῦτο καὶ λέγων  οὐ  παύσομαι· οὐκ  εὐθύνας  ἀπαιτῶ  ἁμαρτημάτων,  ἀλλὰ  τοῖς  ἀσθενοῦσι φάρμακα κατασκευάζω. Ἀπελείφθης χθές; παραγενοῦ κἂν σήμερον, ἵνα ἴδῃς αὐτὸν εἰς τὸν οἰκεῖον χῶρον ἀπαγόμενον.  Εἶδες αὐτὸν διὰ τῆς ἀγορᾶς ἀγόμενον; βλέπε αὐτὸν  καὶ  διὰ  τοῦ  πελάγους  πλέοντα,  ἵνα  ἑκάτερα τὰ  στοιχεῖα  τῆς  παρ' αὐτοῦ εὐλογίας ἐμπλησθῇ. Μηδεὶς ἀπολιμπανέσθω τῆς ἱερᾶς ταύτης πανηγύρεως· μὴ παρθένος οἴκοι μενέτω, μὴ γυνὴ τὴν οἰκίαν κατεχέτω, κενώσωμεν τὴν πόλιν, καὶ πρὸς τὸν τάφον τοῦ μάρτυρος μεθορμίσωμεν· καὶ γὰρ καὶ βασιλεῖς κοινῇ μεθ' ἡμῶν χορεύουσι. Ποίαν οὖν συγγνώμην  ἔχει ὁ ἰδιώτης,  βασιλέων τὰς βασιλικὰς αὐλὰς καταλιμπανόντων, καὶ τῷ τάφῳ τοῦ μάρτυρος παρακαθημένων;  Τοιαύτη γὰρ τῶν μαρτύρων ἡ δύναμις, ὡς μὴ μόνον τοὺς ἰδιώτας, ἀλλὰ καὶ τοὺς τὰ διαδήματα φοροῦντας σαγηνεύειν· αὕτη τῶν Ἑλλήνων ἡ αἰσχύνη, αὕτη τῆς πλάνης αὐτῶν τὸ ὄνειδος, αὕτη τῶν δαιμόνων ἡ ἐξολόθρευσις· αὕτη ἡμῶν ἡ εὐγένεια, καὶ τῆς Ἐκκλησίας ὁ στέφανος. Χορεύω μετὰ μαρτύρων, καὶ σκιρτῶ, ἀντὶ λειμώνων βλέπων αὐτῶν τὸ τρόπαιον, ὅτι ἀντὶ πηγῶν αἷμα ἔῤῥεον· τὰ ὀστᾶ αὐτῶν ἐδαπανήθη, καὶ ἡ μνήμη  αὐτῶν  καθ'  ἑκάστην  ἡμέραν  νεαρωτέρα  γίνεται.  Ὥσπερ γὰρ  τὸν  ἥλιον ἀμήχανον σβεσθῆναι, οὕτω καὶ μνήμην μαρτύρων· αὐτὸς γὰρ ὁ Χριστὸς ἀπεφήνατο· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἀλλὰ   τοῦ   μὲν   μάρτυρος   τὰ   ἐγκώμια   εἰς   τὸν   προσήκοντα   καιρὸν ἀναμείνωμεν·   καὶ  γὰρ  καὶ  ταῦτα   ἀρκούντως   εἴρηται  διὰ  τὴν   σπουδὴν  τῶν ὀφειλόντων  συναχθῆναι, καὶ περιφανῆ ποιῆσαι τὴν ἡμέραν τῆς ἑορτῆς. Ὃ μὲν γὰρ καὶ χθὲς ἔλεγον, καὶ σήμερον πάλιν λέγω, τῷ μὲν μάρτυρι οὐδεμία δόξα ἀπὸ τῆς τῶν πολλῶν παρουσίας γενήσεται, ὑμῖν δὲ πλείων ἔσται ἡ εὐλογία ἀπὸ τοῦ παραγενέσθαι πρὸς τὸν μάρτυρα. Ὥσπερ γὰρ ὁ πρὸς τὸν ἥλιον βλέπων τὸ μὲν ἄστρον φαιδρότερον οὐ ποιεῖ, τὰ δὲ οἰκεῖα ὄμματα καταυγάζει· οὕτω δὴ καὶ ὁ μάρτυρα τιμῶν, ἐκεῖνον λαμπρότερον οὐ ποιεῖ, ἀλλ' αὐτὸς παρ' ἐκείνου τὴν εὐλογίαν τοῦ φωτὸς ἐπισπᾶται. Ποιήσωμεν πάλιν τὴν θάλατταν ἐκκλησίαν μετὰ λαμπάδων ἐξιόντες ἐκεῖσε, καὶ τὸ πῦρ ἐνυγραίνοντες, καὶ τὸ ὕδωρ ἐμπιμπλῶντες πυρός. Μηδεὶς φοβείσθω τὸ πέλαγος· ὁ  μάρτυς  θάνατον  οὐκ  ἐφοβήθη,  καὶ  σὺ τὸ  ὕδωρ  δέδοικας;  Ἀλλὰ  τοῦτον  μὲν αὐτάρκως  τὸν  λόγον  εἰρήκαμεν·  φέρε  δὴ  καὶ  ἐκ  τῶν  σήμερον  εἰρημένων  τὴν εἰωθυῖαν  ὑμῖν παραθῶμεν  τράπεζαν. Εἰ γὰρ καὶ στενοχωρεῖται  ἡμῶν  τὰ σώματα, ἀλλ'   ἀναπτερούσθω    διάνοια·  οὐδὲ  γὰρ  τὴν  στενοχωρίαν   ὑμῶν,  ἀλλὰ  τὴν προθυμίαν βλέπω. Ἡδὺ καὶ κυβερνήτῃ θάλαττα κυματουμένη, καὶ διδασκάλῳ ἐκκλησία  πελαγιζομένη·  οὐ  γάρ  ἐστιν  ἐν  τοῖς  ὕδασι  τούτοις  οὔτε  ἅλμη,  οὔτε σκόπελος, οὔτε θηρία, ἀλλὰ θάλαττα καὶ πέλαγος γέμον εὐωδίας· ἐνταῦθα πλοῖα οὐκ ἀπὸ γῆς εἰς γῆν, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν μεθορμιζόμενα, οὐ χρήματα ἔχοντα, οὐ χρυσὸν, οὐδὲ ἄργυρον, ἀλλὰ πίστιν, καὶ ἀγάπην, καὶ ζῆλον, καὶ σοφίαν.

βʹ. Φέρε δὴ τοίνυν μετὰ ἀκριβείας ἐφίεμεν τὸ πλοῖον μηδέποτε ἀπολλύμενον, μηδὲ ναυάγιον  ὑπομένον. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· ὁ γὰρ ψαλμὸς ἡμᾶς σήμερον εἰς παράταξιν ἐξάγει τῶν αἱρετικῶν, οὐχ ἵνα αὐτοὺς ἑστῶτας βάλλωμεν, ἀλλ'  ἵνα κειμένους ἀναστήσωμεν· τοιοῦτος γὰρ ἡμῶν ὁ πόλεμος· οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ' ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέμων  καὶ πολλῆς τῆς ἐπιεικείας. Οὐ γὰρ ἐλαύνω  πράγματι, ἀλλὰ τῷ λόγῳ διώκω, οὐ τὸν αἱρετικὸν, ἀλλὰ τὴν αἵρεσιν, οὐ τὸν ἄνθρωπον ἀποστρέφομαι, ἀλλὰ τὴν πλάνην μισῶ, καὶ ἐπισπάσασθαι βούλομαι· οὐκ ἔχω πόλεμον πρὸς οὐσίαν· Θεοῦ γὰρ ἔργον ἡ οὐσία· ἀλλὰ τὴν γνώμην διορθώσασθαι βούλομαι, ἣν διέφθειρεν ὁ διάβολος. Οὕτω καὶ ἰατρὸς ἄῤῥωστον θεραπεύων, οὐ τῷ σώματι πολεμεῖ, ἀλλὰ τοῦ σώματος τὴν κακίαν ἀναιρεῖ. Κἀγὼ τοίνυν ἐὰν πολεμήσω αἱρετικοῖς, οὐκ αὐτοῖς τοῖς ἀνθρώποις πολεμῶ, ἀλλὰ τὴν πλάνην ἐκβαλεῖν βούλομαι, καὶ τὴν σηπεδόνα ἐκκαθᾶραι. Ἐμοὶ ἔθος ἐστὶ διώκεσθαι καὶ μὴ διώκειν, ἐλαύνεσθαι καὶ μὴ ἐλαύνειν. Οὕτω καὶ ὁ Χριστὸς περιεγένετο, οὐ σταυρώσας, ἀλλὰ σταυρωθεὶς, οὐ ῥαπίσας, ἀλλὰ ῥαπισθείς. Εἰ μὲν κακῶς ἐλάλησα, φησὶ, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὁ ∆εσπότης τῆς οἰκουμένης τῷ δούλῳ τοῦ ἀρχιερέως ἀπολογεῖται, καὶ ῥαπισθεὶς τὸ στόμα, ὅθεν ἐξῆλθε ῥῆμα, καὶ τὴν θάλατταν ἐχαλίνωσε, καὶ τετραήμερον Λάζαρον ἐκ  νεκρῶν  ἤγειρεν·  ὅθεν  κακία  ἐδραπέτευσεν,  ὅθεν  νοσήματα  καὶ  ἁμαρτήματα ἐλύετο· τοῦτο τοῦ σταυρωθέντος τὸ θαῦμα. Καὶ γὰρ δυνάμενος κεραυνὸν ἀφεῖναι, καὶ τὴν γῆν σεῖσαι, καὶ τὴν χεῖρα τοῦ δούλου ξηρᾶναι, οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ καὶ ἀπολογεῖται, καὶ πραότητι περιγίνεται,  σὲ παιδεύων  ἄνθρωπον  ὄντα μηδέποτε ἀγανακτεῖν· κἂν σταυρωθῇς, κἂν ῥάπισμα λάβῃς, τὰ αὐτὰ ἵνα λέγῃς ὡς ὁ ∆εσπότης σου· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ὅρα αὐτοῦ τὴν φιλανθρωπίαν,  πῶς τὰ μὲν τῶν δούλων  ἐκδικεῖ, τὰ δὲ ἑαυτοῦ παρατρέχει. Ἐγένετό τίς ποτε προφήτης, καὶ βασιλέα ἀσεβοῦντα διήλεγχε, καὶ ἐλθών φησι·  Θυσιαστήριον, θυσιαστήριον,  ἄκουσον.  Ἐπειδὴ  γὰρ    βασιλεὺς  Ἱεροβοὰμ εἱστήκει τοῖς εἰδώλοις ἀναφέρων θυσίαν, ἐλθὼν ὁ προφήτης τῷ θυσιαστηρίῳ διαλέγεται.  Τί ποιεῖς,    προφῆτα;  τὸν  ἄνθρωπον  ἀφῆκας,  καὶ  τῷ  θυσιαστηρίῳ διαλέγῃ;  Ναὶ, φησί.  ∆ιὰ τί;  Ἐπειδὴ  λίθου  ἀναισθητότερος    ἄνθρωπος  ἐγένετο, ἐκεῖνον  ἀφίημι,  καὶ  τούτῳ  διαλέγομαι,  ἵνα  μάθῃς,  ὅτι    λίθος  ἀκούει,  καὶ  ὁ ἄνθρωπος  οὐκ ἀκούει. Ἄκουσον, θυσιαστήριον, ἄκουσον, καὶ  εὐθέως  ἐῤῥάγη τὸ θυσιαστήριον. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, πιάσαι τὸν προφήτην βουλόμενος, καὶ οὐκ ἠδύνατο συστεῖλαι αὐτήν. Ὁρᾷς ὅτι μᾶλλον τὸ θυσιαστήριον ἤκουσεν, ἢ ὁ βασιλεύς; ὁρᾷς ὅτι τὸν λογικὸν ἀφῆκε, καὶ τῷ ἀλόγῳ διαλέγεται, ἵνα διὰ τῆς τούτου ὑπακοῆς τὴν ἐκείνου ἀναισθησίαν καὶ κακίαν διορθώσηται; Ἐῤῥάγη τὸ θυσιαστήριον, καὶ ἡ κακία τοῦ βασιλέως οὐκ ἐῤῥάγη. Ἀλλ' ὅρα τὸ γεγενημένον· ἐξέτεινε  τὴν χεῖρα ὁ βασιλεὺς λαβεῖν  τὸ προφήτην,  καὶ εὐθέως  ἐξηράνθη ἡ χεὶρ αὐτοῦ.Ἐπειδὴ τῇ τιμωρίᾳ τοῦ θυσιαστηρίου οὐκ ἐγένετο βελτίων, τῇ οἰκείᾳ κολάσει παιδεύεται τοῦ Θεοῦ τὴν ὑπακοήν. Ἐγὼ μὲν γάρ σου φειδόμενος εἰς λίθον ἠθέλησα ἀφεῖναι τὴν ὀργήν· ἐπειδὴ δὲ οὐκ ἐγένετό σοι διδάσκαλος ὁ λίθος, λάμβανε σὺ τὴν τιμωρίαν. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ παραυτίκα ἐξηράνθη. Εἱστήκει λοιπὸν τὸ τρόπαιον τοῦ προφήτου, καὶ συστεῖλαι αὐτὴν ὁ βασιλεὺς οὐκ ἠδύνατο. Ποῦ τὸ διάδημα; ποῦ αἱ πορφυρίδες; ποῦ οἱ θώρακες; ποῦ αἱ ἀσπίδες; ποῦ τὸ στρατόπεδον; ποῦ τὰ δόρατα; Ὁ Θεὸς ἐκέλευσε, καὶ πάντα ἐκεῖνα ἀπώλετο· παρειστήκεισαν οἱ σατράπαι βοηθῆσαι μὲν οὐ δυνάμενοι, θεωροὶ δὲ τῆς πληγῆς γενόμενοι μόνον. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, καὶ ἐξηράνθη· ὅτε ἐγένετο ξηρὰ, τότε καρπὸν ἤνεγκε. Βλέπε μοι τὸ ὑπόδειγμα τὸ ἐπὶ τοῦ ξύλου τοῦ ἐν τῷ παραδείσῳ, καὶ τοῦ ξύλου τοῦ ἐν τῷ σταυρῷ. Ὥσπερ γὰρ τὸ ξύλον ἐκεῖνο χλωρὸν ὂν θάνατον ἔτεκε, τὸ δὲ ξύλον  τοῦ  σταυροῦ ξηρὸν ὂν  ζωὴν  ἐγέννησεν·  οὕτω  καὶ  ἐπὶ  τῆς  χειρὸς  τοῦ βασιλέως ἐγένετο, ὅτε χλωρὰ ἦν, τότε ἀσέβειαν ἔτεκεν, ὅτε ξηρὰ ἐγένετο, τότε τὴν ὑπακοὴν προσήγαγεν· ἴδε τοῦ Θεοῦ τὰ παράδοξα πράγματα. Ἀλλ' ὅπερ ἔλεγον, ὅτε αὐτὸς  ἐῤῥαπίζετο, οὐδὲν  κακὸν  τῷ  ῥαπίζοντι  ἐποίει·  ὅτε  δὲ    δοῦλος  ἔμελλεν ὑβρίζεσθαι, τὸν  βασιλέα ἐκόλασε, σὲ παιδεύων  τὰ μὲν  τοῦ Θεοῦ ἐκδικεῖν,  τὰ δὲ οἰκεῖα παρατρέχειν. Ὥσπερ γὰρ τὰ ἐμὰ παρατρέχω, τὰ δὲ σὰ ἐκδικῶ· οὕτω καὶ σὺ τὰ ἐμὰ ἐκδίκει, τὰ δὲ σὰ παράτρεχε. Ἀλλὰ συντείνατέ μοι τὴν ἀκοὴν ἔνθα γὰρ ἀγώνων καιρὸς,  ἀκροατῶν  χρεία  συντεταμένην   ἐχόντων   τὴν  ἀκοὴν,  ἵνα  εἰδῆτε  μετὰ ἀκριβείας πῶς δεσμεύω, πῶς λύω τὰ τῶν ἀντιδίκων  ἁμαρτήματα, πῶς παλαίω, πῶς ῥήσσω. Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων,  τὴν ὄψιν αὐτῶν  καὶ τὴν ἡλικίαν  ἐκτείνοντες,  ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει. Εἰ γὰρ ἐπαινεῖς τὸν ἀθλητὴν, διὰ τί οὐ γίνῃ ἀθλητής; εἰ δὲ αἰσχύνῃ γενέσθαι ἀθλητὴς, διὰ τί μιμῇ τούτων τὸν ἔπαινον; Ἀλλ' οὐκ ἔστιν ἐνταῦθα τοιαῦτα  τὰ παλαίσματα, ἀλλὰ κοινὰ πᾶσι καὶ ὠφέλιμα  καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσι. Παλαίω γὰρ μετὰ τοῦ αἱρετικοῦ, ἵνα καὶ ὑμᾶς ἀθλητὰς ἀπεργάσωμαι, ἵνα μὴ μόνον ψάλλοντες, ἀλλὰ καὶ διαλεγόμενοι τὴν γλῶτταν  αὐτῶν ἀποῤῥάπτητε. Τί οὖν φησιν ὁ προφήτης; Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.Πρόσχες· μὴ δοκεῖ ἔχειν ἀφορμὴν παλαισμάτων τὸ ῥηθέν; Ὅρα πῶς πλέκω τὸν στέφανον  καὶ τῶν  ἀγώνων  τὴν ὑπόθεσιν. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα·φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐνταῦθά μοι τὸν αἱρετικὸν κάλει· ἐάν τε παρῇ, ἐάν τε μὴ παρῇ. Ἐάν τε γὰρ παρῇ, παρὰ τῆς ἡμετέρας φωνῆς παιδευέσθω· ἐάν τε μὴ παρῇ, διὰ τῆς ὑμετέρας ἀκροάσεως μανθανέτω. Ἀλλ' ὅπερ εἶπον, οὐκ ἐλαύνω αὐτὸν παρόντα, ἀλλὰ δέχομαι αὐτὸν ἐλαυνόμενον,  οὐ παρ' ἡμῶν, ἀλλ' ἀπὸ τοῦ οἰκείου συνειδότος, κατὰ τὸν λέγοντα,  Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος.  Ἡ Ἐκκλησία μήτηρ ἐστὶ τῶν οἰκείων τέκνων, καὶ τούτους δεχομένη, καὶ τοῖς ξένοις τοὺς κόλπους ἐφαπλοῦσα. Κοινὸν θέατρον ἡ κιβωτὸς ἡ τοῦ Νῶε ἦν, ἀλλ' ἡ Ἐκκλησία καὶ ταύτης βελτίων. Ἐκείνη μὲν γὰρ ἐλάμβανεν ἄλογα, καὶ ἐφύλαττεν ἄλογα· αὕτη δὲ λαμβάνει ἄλογα, καὶ μεταβάλλει. Οἷόν τι λέγω· Ἐὰν εἰσέλθῃ ἐνταῦθα ἀλώπηξ αἱρετικὸς, ποιῶ τοῦτον πρόβατον· ἐὰν εἰσέλθῃ λύκος, ποιῶ αὐτὸν ἀρνίον τὸ ἐμὸν μέρος· ἐὰν δὲ μὴ βούληται, οὐδὲν παρ' ἐμὲ, ἀλλὰ παρὰ τὴν  οἰκείαν ἀγνωμοσύνην· ἐπεὶ καὶ ὁ Χριστὸς δώδεκα εἶχε μαθητὰς, καὶ εἷς προδότης ἐγένετο, ἀλλ' οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν διεφθαρμένην  γνώμην  ἐκείνου· ἐπεὶ καὶ ὁ Ἐλισσαῖος εἶχε μαθητὴν φιλάργυρον, ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τοῦ διδασκάλου, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τοῦ  μαθητοῦ.  Ἐγὼ  καταβάλλω   τὰ  σπέρματα  ἐὰν  γῆ  λιπαρὰ  ᾖς  δεχομένη  τὰ σπέρματα, καὶ τὸν στάχυν ἀποδίδως· ἐὰν δὲ ᾖς πέτρα ἄγονος, οὐδὲν παρ' ἐμέ· ἐάν τε ἀκούσῃς,  ἐάν  τε  μὴ  ἀκούσῃς,  οὐ  παύσομαί  σοι  ἐπᾴδων   ᾠδὴν   πνευματικὴν,καταντλῶν  τὰ τραύματα, ἵνα μὴ ἀκούσω κατὰ τὴν ἡμέραν ἐκείνην· Πονηρὲ δοῦλε, ἔδει σε καταβαλεῖν  τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.

γʹ. Τί λέγεις, αἱρετικέ; περὶ τίνος λέγει ὁ προφήτης, καὶ τίνα καλεῖ Κύριον καὶ Θεόν; περὶ ἑνὸς γὰρ προσώπου ὁ λόγος. Ἐκεῖνοι γὰρ παραγραφόμενοι τὰς Γραφὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ζητοῦντες ἀεὶ λήμματα κατὰ τῆς ἑαυτῶν σωτηρίας, οὐκ αἰσθάνονται εἰς βάραθρον ἀπωλείας ἑαυτοὺς ὠθοῦντες· τὸν γὰρ Υἱὸν τοῦ Θεοῦ οὔτε ὁ εὐφημῶν ἐνδοξότερον ποιεῖ, οὔτε ὁ βλασφημῶν βλάπτει· οὐ γὰρ χρείαν ἔχει ἡ ἀσώματος οὐσία τῆς ἡμετέρας εὐφημίας, ἀλλ' ὥσπερ ὁ τὸν ἥλιον λέγων φαιδρὸν, οὐ προστίθησιν αὐτοῦ τῷ φωτὶ,  οὐδὲ ὁ σκοτεινὸν λέγων  μειοῖ αὐτοῦ τὴν οὐσίαν, ἀλλὰ τῆς οἰκείας πηρώσεως ἐκφέρει δεῖγμα τὴν ψῆφον· οὕτως ὁ τὸν Υἱὸν τοῦ Θεοῦ μὴ  λέγων   Υἱὸν  ἀλλὰ   κτίσμα,  τῆς   οἰκείας   μανίας   ἐκφέρει   ἀπόδειξιν,     δὲ ἐπιγινώσκων  αὐτοῦ τὴν οὐσίαν, τὴν οἰκείαν εὐγνωμοσύνην  ἐπιδείκνυται· καὶ οὔτε οὗτος  αὐτὸν  ὠφελεῖ,  οὔτε  ἐκεῖνος  αὐτὸν  βλάπτει,  ἀλλ' ὁ μὲν  κατὰ τῆς  ἑαυτοῦ σωτηρίας, ὁ δὲ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἀγωνίζεται. Ἀλλ' ὅπερ ἔλεγον, παραγραφόμενοι τὰς Γραφὰς, τὰ μὲν ἄλλα παρατρέχουσι, ζητοῦσι δὲ, εἴ που εὕροιεν λῆμμα δοκοῦν τι συντρέχειν αὐτῶν τῷ νοσήματι. Καὶ μή μοι λέγε ὅτι ἡ Γραφὴ αἰτία· οὐχὶ ἡ Γραφὴ αἰτία, ἀλλ' ἡ ἀγνωμοσύνη αὐτῶν, ἐπεὶ καὶ τὸ μέλι γλυκύ ἐστιν, ἀλλ' ὁ νοσῶν πικρὸν αὐτὸ νομίζει· ἀλλ' οὐ τοῦ μέλιτος τὸ ἔγκλημα, ἀλλὰ τῆς ἀῤῥωστίας ἡ κατηγορία.  Οὕτω  καὶ  οἱ  μαινόμενοι  τὰ  ὁρώμενα  οὐ  βλέπουσιν,  ἀλλ'  οὐ  τῶν ὁρωμένων  τὸ ἔγκλημα, ἀλλὰ τοῦ μαινομένου ἡ διεφθαρμένη  γνώμη. Ἐποίησε τὸν οὐρανὸν ὁ Θεὸς, ἵνα ἴδωμεν τὸ ἔργον, καὶ προσκυνήσωμεν τῷ ∆ημιουργῷ, ἀλλ' οἱ Ἕλληνες   ἐθεοποίησαν  τὸ  ἔργον·  ἀλλ'  οὐ  τὸ  ἔργον  αἴτιον,   ἀλλ'    ἐκείνων ἀγνωμοσύνη·  καὶ  ὥσπερ    μὲν  ἀγνώμων   παρ'  οὐδενὸς  ὠφελεῖται,   οὕτως  ὁ εὐγνώμων  καὶ παρ' ἑαυτοῦ ὠφελεῖται.  Τί τοῦ Χριστοῦ ἴσον; καὶ οὐκ ὠφελήθη  ὁ Ἰούδας. Τί τοῦ διαβόλου πονηρότερον; καὶ ἐστεφανώθη ὁ Ἰώβ· καὶ οὔτε τὸν Ἰούδαν ὠφέλησεν ὁ Χριστὸς, ἐπειδὴ ἀγνώμων ἦν, οὔτε τὸν Ἰὼβ ἔβλαψεν ὁ διάβολος, ἐπειδὴ εὐγνώμων ἦν. Ταῦτα λέγω, ἵνα μηδεὶς τὰς Γραφὰς διαβάλλῃ, ἀλλὰ τὴν ἀγνωμοσύνην τῶν τὰ  καλῶς  εἰρημένα  κακῶς  ἑρμηνευόντων.  Καὶ γὰρ ὁ διάβολος  ἀπὸ Γραφῶν  τῷ Χριστῷ διελέγετο.  Ἀλλ' οὐχ  ἡ Γραφὴ αἰτία,  ἀλλ' ἡ διάνοια  ἡ τὰ  καλῶς εἰρημένα κακῶς ἑρμηνεύουσα. Θέλοντες γὰρ δεῖξαι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, περιέρχονται ὀνόματα ξένα περιεργαζόμενοι, καὶ λέγουσιν εἰς τὸ, Θεὸς καὶ Κύριος, ὡς ὁ Πατὴρ Θεὸς, ὁ δὲ Υἱὸς Κύριος, καὶ διαιροῦσι τὰ ὀνόματα, καὶ προσνέμουσι τὸ μὲν  Θεὸς τῷ  Πατρὶ, τὸ δὲ Κύριος τῷ  Υἱῷ, ὡς  διαιρέται  ὄντες  τῆς  θεότητος  καὶ κληροδόται. Λέγει τῷ Υἱῷ τὸ Κύριος ἡ Γραφή; ταῦτα λέγει; Πῶς οὐκ ἤκουσας τοῦ ψαλμοῦ πρὸς ἓν πρόσωπον λέγοντος  σήμερον, Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ  μου πρὸς τὸν Θεὸν ἐδεήθην; Οὐκοῦν καὶ Κύριον καὶ Θεὸν αὐτὸν ὀνομάζει. Τίνα  βούλει  Θεὸν εἶναι,  τὸν  Υἱὸν, ἢ τὸν  Πατέρα; Πάντως  τὸν  Πατέρα ἐρεῖς τὰ ὀνόματα ταῦτα. Οὐκοῦν Θεὸς ὁ Υἱὸς, καὶ Κύριος ὁ Πατήρ. Τί οὖν διαιρεῖς τὰ ὀνόματα, καὶ τὸ μὲν ἐκεῖ προσρίπτεις, τὸ δὲ ἐνταῦθα  διαιρεῖς; Καὶ ὁ Παῦλος δὲ λέγει  εἴθε ἤκουες Παύλου, καὶ μακάριος ἦς· Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Μὴ ἐκάλεσε τὸν Υἱὸν Θεόν; ἀλλὰ τί; Κύριον. Τί γὰρ, εἰπέ μοι, τὸ Θεὸς σεμνότερον τοῦ Κύριος, καὶ τὸ Κύριος ἔλαττον τοῦ Θεός; Συντείνατε ἑαυτοὺς, παρακαλῶ, μετὰ ἀκριβείας· ἐὰν οὖν δείξω, ὅτι ἕν ἐστι τὸ Κύριος καὶ τὸ Θεὸς, τί λέγεις; Λέγεις τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος Κύριος ὁ ποιήσας τὸν οὐρανόν· οὗτος Θεὸς ὁ κατασκευάσας τὴν γῆν· Κύριος τὸν οὐρανὸν, καὶ ὁ Θεὸς τὴν γῆν· οὗτος ἐπὶ τοῦ αὐτοῦ προσώπου καὶ τὸ Κύριος καὶ τὸ Θεὸς τέθεικε. Καὶ πάλιν· Ἄκουε, Ἰσραὴλ, Κύριος Θεός σου, Κύριος εἷς ἐστι. ∆εύτερον τὸ Κύριος, καὶ ἅπαξ τὸ Θεός· καὶ πρῶτον τὸ Κύριος, καὶ τότε τὸ Θεὸς, καὶ πάλιν τὸ Κύριος. Εἰ δὲ τοῦτο καταδεέστερον, ἐκεῖνο δὲ μεῖζον, οὐκ ἐπὶ μεγάλης οὐσίας καὶ μείζονος τοῦ λόγου τὸ ἔλαττον τέθεικε πρῶτον, ἀλλὰ τὸ μεῖζον εἰπὼν ἠρκέσθη, καὶ οὐκ ἂν προσέῤῥιψε τὸ ἔλαττον.Ἆρα συνήκατε ὃ εἶπον; Πάλιν παιδεύω· οὐ γὰρ θέατρόν ἐστι πρὸς ἐπίδειξιν,ἀλλὰ διδασκαλία πρὸς κατάνυξιν, οὐχ ἵνα ἄοπλοι ἀπέλθητε, ἀλλ' ἵνα ὁπλισθέντες ἀναχωρήσητε. Τὸ Θεὸς λέγεις, αἱρετικὲ, μεῖζον, καὶ τὸ Κύριος ἔλαττον; Ἔδειξά σοι τὸν προφήτην  λέγοντα· Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, Θεὸς ὁ κατασκευάσας τὴν γῆν. ∆είκνυμί σοι πάλιν  τὸν Μωσέα λέγοντα· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Πῶς εἷς, εἰ δύο εἰσὶ τὰ ὀνόματα, τὸ μὲν ἐλάττονος, τὸ δὲ μείζονος οὐσίας; Οὐ γὰρ δὴ ἡ οὐσία μείζων  ἑαυτῆς καὶ ἐλάττων  ἀλλ' ἴση καὶ συνημμένη· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ δεικνύω σοι, ὅτι τὸ ὄνομα τὸ Κύριος, τοῦτό ἐστι Θεός· ὅλως δὲ, εἰ καταδεέστερον τὸ Κύριος, τὸ δὲ Θεὸς μεῖζον, ποῖον ὤφειλεν αὐτοῦ ὄνομα εἶναι; Τὸ Κύριος τὸ μικρότερον, ἢ τὸ Θεὸς τὸ μεῖζον; Ἐὰν εἴπῃ· Ποῖον ὄνομά μου; τί λέγεις, ὦ αἱρετικέ; λέγεις  ὅτι τὸ Κύριος τοῦ Υἱοῦ, τὸ δὲ Θεὸς τοῦ Πατρὸς, ὡς οἰκειότερον; Ἐὰν οὖν σοι δείξω τὸ Κύριος τὸ μικρὸν γνωριστικὸν αὐτοῦ, τί ποιεῖς; Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, ὁ προφήτης λέγει· μὴ εἶπε· Θεός; Καίτοι εἰ μεῖζον τὸ Θεὸς, διὰ τί οὐκ εἶπεν ὁ προφήτης, Γνώτωσαν ὅτι ὄνομά σοι Θεός; Εἰ γὰρ τὸ μὲν ἴδιον αὐτοῦ καὶ οἰκεῖον τὸ Θεὸς, ἀλλότριον δὲ  αὐτοῦ ὡς καταδεέστερον τὸ Κύριος, διὰ τί εἶπε· Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, τὸ μικρὸν, τὸ ἔλαττον, τὸ καταδεέστερον τῆς ἀξίας, καὶ οὐ λέγει  ἐκεῖνο τὸ μέγα καὶ ὑψηλὸν,  τὸ ἄξιον τῆς οὐσίας; Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὐκ ἔστι μικρὸν, οὐδὲ καταδεέστερον, ἀλλὰ τὴν αὐτὴν ἔχει ἰσχύν· Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

δʹ. Ἀλλ' ἔτι οὐκ ἀφίστασαι τῆς μάχης, ἀλλὰ λέγεις πάλιν τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον.  Ἐὰν οὖν δείξω τὸν Υἱὸν τῷ ὀνόματι  τῷ μείζονι καλούμενον,  τί λέγεις;  καταλύεις  τὴν  μάχην;  ἀφίστασαι τῆς  φιλονεικίας;  ἐπιγινώσκεις  σου τὴν σωτηρίαν; ἀπαλλάττῃ τῆς μανίας; συνῆκας τί εἶπον; ἐπειδὴ τὸ Κύριος ὄνομα τῷ Υἱῷ προσρίπτουσι, τὸ δὲ Θεὸς τῷ Πατρὶ ὡς μεῖζον. Ἐὰν οὖν δείξω σοι τῷ μείζονι ὀνόματι τῷ Θεὸς τὸν Υἱὸν καλούμενον, λέλυται ἡ μάχη· τοῖς γὰρ ὅπλοις σοῖς σε χειροῦμαι, καὶ τοῖς σοῖς πτεροῖς περιγίνομαί  σου. Σὺ εἶπας, ὅτι τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον· βούλομαι δεῖξαι, ὅτι τὸ ἔλαττον οὐχ ἥρμοζε τῷ Πατρὶ, εἰ μείζων ἦν, καὶ τὸ μεῖζον οὐχ ἥρμοζε τῷ Υἱῷ, εἰ ἐλάττων ἦν ὁ Υἱός. Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος ὁ  Θεὸς ἡμῶν,  οὐ  λογισθήσεται  ἕτερος  πρὸς  αὐτόν·  ἐξεῦρε  πᾶσαν  ὁδὸν ἐπιστήμης· μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τί λέγεις πρὸς τοῦτο; ἀντιλέγεις  τοῖς ῥήμασι τούτοις; Ἀλλ' οὐ δύνασαι· μένει γὰρ ἡ ἀλήθεια τὴν οἰκείαν λαμπηδόνα ἐκπέμπουσα, καὶ τυφλοῦσα τὰς τῶν αἱρετικῶν ὄψεις τῶν μὴ θελόντων αὐτῇ πιστεῦσαι.Εἰ καὶ βαθέα τὰ παλαίσματα, καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ὁ λόγος καὶ τῆς δυσχερείας τῶν ἀκουόντων περιγινόμενος, καὶ τὸ καῦμα τῇ δρόσῳ τῆς διδασκαλίας παραμυθεῖται· κἂν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος συλλεγώμεθα, οὐ δεῖ ῥᾴθυμονεἶναι τὸν ἀκροατήν. Ἐὰν γὰρ ἐξέλθῃς ἐκ τῶν ὧδε, καὶ εἴπῃ σοί τις, τί ὡμίλησεν ὁ διδάσκαλος; εἴπῃς, πρὸς αἱρετικούς· ἐὰν εἴπῃ σοι, τί ὡμίλησε; καὶ μὴ εὕρῃς, αἰσχύνη σοι μεγίστη· ἐὰν δὲ εἴπῃς, δάκνεις αὐτὸν, κἄν τε αἱρετικὸς ᾖ, διορθοῖς αὐτὸν, κἄν τε φίλος ᾖ ῥᾴθυμος, ἐφέλκεις αὐτὸν, κἄν τε γυνὴ ἀκόλαστος, σωφρονεστέραν ποιεῖς· καὶ  γὰρ  καὶ  ὑπεύθυνος   εἶ  τῇ  γυναικί·  Αἱ  γυναῖκες   γὰρ,  φησὶν,  ἐν  ἐκκλησίᾳ σιγάτωσαν· εἰ δέ τι  μανθάνειν  θέλουσι, τοὺς ἰδίους  ἄνδρας  ἐπερωτάτωσαν.  Ἐὰν εἰσέλθῃς εἰς τὴν οἰκίαν, καὶ ἐρωτήσῃ σε ἡ γυνή· Τί ἐκόμισάς μοι ἀπὸ τῆς ἐκκλησίας; εἰπὲ  πρὸς αὐτὴν,  οὐ κρέας, οὐδὲ οἶνον,  οὐδὲ χρυσίον, οὐδὲ κόσμια τὰ τὸ σῶμα καλλωπίζοντα, ἀλλὰ λόγον σοφίζοντα διάνοιαν.Ὅταν εἰσέλθῃς πρὸς τὴν γυναῖκα, παράθες τὴν τράπεζαν τὴν πνευματικήν· εἰπὲ πρῶτον, ὡς ἔναυλος ἡ μνήμη ἐστίν· Ἀπολαύσωμεν τῶν πνευματικῶν, καὶ τότε ἀπολαύσωμεν   τῆς   αἰσθητῆς   τραπέζης·   καὶ   γὰρ   ἂν   οὕτω   τὰ   καθ'   ἑαυτοὺς οἰκονομῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἐν τῷ μέσῳ καὶ τὴν τράπεζαν εὐλογοῦντα, καὶ ἡμᾶς στεφανοῦντα. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ τῷ Πατρὶ σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |