ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 41. Λόγος εις Πέτρον τον Απόστολον καὶ Ἠλίαν τὸν προφήτην.

Πέμπτη 16 Ιουνίου 2016

41. Λόγος εις Πέτρον τον Απόστολον καὶ Ἠλίαν τὸν προφήτην.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
41. Λόγος εις Πέτρον τον Απόστολον καὶ Ἠλίαν τὸν προφήτην.
αʹ. Ὀλίγοι  ἡμῖν  σήμερον οἱ  παραγενόμενοι·  ἆρα τί  τὸ  αἴτιον;  Μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐ δεὶς ἡμῖν ἀπήντησεν· ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν  ἐνέβαλε; μᾶλλον  δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοὺς ἐνεπόδισεν.  Ὥσπερ γὰρ  τὸν  σπουδαῖον  καὶ  διεγηγερμένον  τῇ  προαιρέσει οὐδὲν δύναται  κωλῦσαι,  οὕτω  δὴ  τὸν  ῥᾴθυμον  καὶ  ἀνα  πεπτωκότα   πάντα  δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεαν ὑπὲρ τῆς ἀληθείας, σὺ δὲ οὐδὲ βραχείας ὁδοῦ καταφρονεῖς; Ἐκεῖνοι τὴν κε φαλὴν ἀπέθεντο διὰ τὸν Χριστὸν, σὺ δὲ οὐδὲ ἔξω τῆς πόλεως ἀπαντῆσαι θέλεις διὰ τὸν ∆εσπότην; ὁ ∆εσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι' αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτω κας; ∆έον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διά βολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην. Ἀλλ' ἡ πρόφασις αὐτῶν αὕτη· Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Αὐτὸ γὰρ τοῦτο ὅτι ἁμαρ τωλὸς εἶ, ἀπάντησον ἵνα μὴ ἐκπέσῃς τῆς δικαιο σύνης. Τίς δὲ τῶν  ἀνθρώπων  ἄνευ ἁμαρτίας, εἰπέ μοι; 


Ἀλλὰ διὰ τοῦτο θυσία καὶ Ἐκκλησία, διὰ τοῦτο εὐχαὶ καὶ νηστεῖαι, ἐπειδὴ πολλὰ τὰ τραύματα τῆς ψυχῆς· διὰ τοῦτο καὶ τὰ φάρμακα κατ' αὐτῶν εὕρην ται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς  κατάλληλον   φάρμακον  κατεσκευάσθη.  Ἔχεις  Ἐκκλησίαν  θυσίας ἐπιφερομένην, εὐχὰς Πατέρων, Πνεύματος ἁγίου χορηγίαν, μαρτύρων μνήμας, συναθροι σμὸν ἁγίων, καὶ πολλὰ τοιαῦτα δυνάμενά σε ἀπὸ ἁμαρτίας ἀνακαλέσασθαι εἰς   δικαιοσύνην·   οὐκ  ἀπήντησας  εἰς   εὐχὴν   μαρτύρων,   ποίαν   ἔχεις συγγνώμην; Οὐδὲν τῶν δεινῶν ἐν τῷ μέσῳ, καὶ ἐνεποδίσθης τῆς πρὸς τοὺς μάρτυρας ὁμονοίας; Ἀλλὰ φροντίς  σε βιω τικὴ ἐκράτησεν; Ἔτι μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε· ἢ οὐκ οἶδας, ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρ τίαις εἰσὶ προσηλωμένοι; Σάρκας γάρ εἰσιν ἐνδεδυ μένοι, καὶ αἵματι συμπεπλεγμένοι, [καὶ ὀστέοις εἰσὶ συνδεδεμένοι, καὶ αὐτοὶ ἡμεῖς, οἱ ἐπὶ τοῦ θρό νου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπε πλέγμεθα. Ἀλλ' οὐκ ἀπογινώσκομεν  τῆς τοῦ Θεοῦ φιλανθρωπίας,  οὐδὲ ἀπανθρωπίαν  αὐτῷ περιάπτομεν· πάντες γὰρ ἄνθρωποί ἐσμεν ἐκ τῶν αὐτῶν συμπεπλεγμένοι·] καὶ οὐ παραιτούμεθα τὴν διδασκαλίαν, εἰς τὸ πέλαγος ἀφορῶντες τῆς τοῦ Θεοῦ φιλανθρω πίας.  Καὶ ὑμεῖς  ἁμαρτήσαντες  ἐὰν  εἰσέλθητε,  οὐτοσοῦτον  τὸ  ἔγκλημα·  ὑπὸ  γὰρ διδασκαλίαν ἐστέ· ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα· ἄλλο γάρ ἐστι τὸν δι δασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα· ἀλλ' ὅμως οὐ παραιτούμεθα τοῦτο, ἵνα μὴ προφάσει ταπεινοφροσύνης εἰς ῥᾳθυμίαν ἐμπέσωμεν.Καὶ τοῦτο κατὰ θείαν διοίκησιν γέγονε, τὸ τοὺς ἱε ρεῖς καὶ αὐτοὺς ἁμαρτίαις ὑποπεσεῖν.  Καὶ ἄκουσον  πῶς  ἐστιν·  Οἱ διδάσκαλοι  αὐτοὶ  καὶ  οἱ  ἱερεῖς,  εἰ  μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι  ἤμελλον εἶναι περὶ τοὺς  ἄλλους  καὶ  ἀσύγγνωστοι·  ἀλλὰ  διὰ  τοῦτο  καὶ  αὐτοὺς  τοὺς  ἱερεῖς  πάθεσι δουλεύειν παρεσκεύασε, καὶ τοὺς ἄρχοντας,  ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, καὶ τοῖς ἄλλοις συγγνώμην  διδῶσι. Καὶ ἀεὶ οὕτως διῴκησεν ὁ Θεὸς, καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, καὶ οἷς ἔμελλεν ἐμπι στεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτους συν εχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν  οἰκείων  πταισμάτων  φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλ λους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, οὐδεμίαν συγ γνώμην εἶχον δοῦναι τοῖς ἁμαρτάνουσιν, ἀλλ' ἀπάν θρωποι γενόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς Ἐκκλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, φέρε  ἐξ αὐτῆς  τῆς  θεωρίας  εἴπωμεν·  Πέτρος ἔμελλε  πιστεύεσθαι  τὰς  κλεῖς  τῆς Ἐκκλησίας,  μᾶλλον   δὲ  καὶ  ἐπιστεύθη   τὰς  κλεῖς   τῶν   οὐρανῶν,   καὶ  ἤμελλε πιστεύεσθαι τὸ πλῆ θος τοῦ λαοῦ. Τί γάρ φησι πρὸς αὐτὸν ὁ ∆εσπότης; Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ἦν μὲν οὖν ὁ Πέτρος ἠρέμα πως καὶ ἀπότομος· εἰ δὲ καὶ ἔσχε τὸ ἀν αμάρτητον, ποίαν ἂν συγγνώμην οἱ παρ' αὐτοῦ διδα σκόμενοι ἐλάμβανον; Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτὸν, ἵνα ἐξ  ὧν  αὐτὸς  ἔπαθε,  φιλάνθρωπος   γένηται  περὶ  τοὺς  ἄλλους.  Καὶ βλέπε  τίνα συγχωρεῖ περιπεσεῖν ἁμαρ τίᾳ· Πέτρον ἐκεῖνον, τὴν κορυφὴν τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν πρῶτον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀκατα μάχητον, τὸν πύργον τὸν ἀσάλευτον. Πέτρος ἐκεῖνος ὁ λέγων τῷ Χριστῷ· Κἂν δέῃ με σὺν σοὶ ἀποθα νεῖν, οὐ μή σε ἀπαρνήσομαι· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως  τὴν  ἀλήθειαν  ὁμολογήσας· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ  Θεοῦ τοῦ ζῶντος· οὗτος εἰσελ θὼν ἐν τῇ νυκτὶ ἐκείνῃ ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς πυρκαϊᾶς θερμαινόμενος, καί τις, φησί, κόρη προσελθοῦσα λέγει αὐτῷ, Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ἄρτι ἔλεγες· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν· νῦν ἀρνῇ καὶ λέγεις, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω;  οὔπω βασάνους, οὔπω μάστιγας εἰδὼς, ἀλλ' ἁπλῶς μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῇ, Πέτρε; οὔπω βασανιστήρια, οὔπω μάστιγες, οὔπω πληγαὶ,  οὔπω θυμοὶ, οὔπω ἄρχον τες, οὔπω ξίφη ἠκονημένα, οὔπω διατάγματα κείμενα, οὔπω βασιλεῖς ἀπειλοῦντες, οὔπω θάνατοι προσδοκώμενοι, οὔπω φυλακαὶ καὶ κρημνοὶ καὶ θά λασσα, οὔπω οὐδὲν τῶν τοιούτων, καὶ ἤδη ἠρνήσω, Οὐκ οἶδα τὸν ἄνθρωπον; Πάλιν ἡ κόρη πρὸς αὐ τόν· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς. Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον ὃν λέ γεις. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῇ; Οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, καὶ αὐτὴ θυρωρὸς,  ἀπεῤῥιμμένη,  αἰχμάλωτος,   μηδενὸς  λόγου  ἀξία,  αὕτη  λέγει,  καὶ  σὺ ἀρνῆσαι; Ὢ καινῶν πραγμάτων! κόρη τὸν Πέτρον ἐκεῖνον, πόρνη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξε· Πέτρος, ὁ στῦλος, ὁ πρόβολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος ἐσαλεύθη, καὶ αὐτὸς ὁ πρό βολος ἐχειμάζετο   Τίνα  εἶδες,  Πέτρε,  ὅτι  ἀρνῇ;  κόρην  εὐτελῆ,  καὶ  εὐκαταφρόνητον θυρωρόν·  ταῦτα  εἶδες  καὶ  ἀρνῇ;  Πάλιν  οὖν  τὸ  τρίτον·  Καὶ σὺ  χθὲς  μετὰ  τοῦ ἀνθρώπου τούτου ἦς· ὅμως ἠρνήσατο  τὸ τρίτον. Καὶ οὕτω λοιπὸν ἐμβλέψας ὁ Ἰησοῦς εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκε τῶν λεχθέντων· ὁ δὲ συνιεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ. Ἀλλ' ὅμως ὁ φιλάνθρωπος  συνεχώρησεν αὐτῷ τὴν ἁμαρ τίαν· ᾔδει γὰρ ὅτι ὡς ἄνθρωπος ἀνθρώπινόν  τι ὑπ έστη· ἀλλ', ὡς προεῖπον, διὰ τοῦτο ᾠκονομήθη. καὶ τῷ Πέτρῳ συνεχωρήθη ἁμαρτῆσαι, ἐπειδὴ ἔμελλε πι στεύεσθαι λαὸν πολὺν, ἵνα μὴ ἀπότομος ὢν καὶ ἀνα μάρτητος, ἀσύγγνωστος εἰς τοὺς ἰδίους ἀδελφοὺς ᾖ. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν  τὸ ἴδιον ἁμάρτημα καὶ τὸ τοῦ ∆εσπότου συγχώρημα, συγχωρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας  χάριν κατὰ διοίκησιν θείαν Θεῷ ἁρμόζουσαν. Αὐτὸς γὰρ συνεχω ρήθη ἁμαρτῆσαι ὁ τὴν Ἐκκλησίαν μέλλων πι στεύεσθαι, ὁ στῦλος τῶν  Ἐκκλησιῶν, ὁ λιμὴν  τῆς πίστεως, Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης  συνεχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπό θεσις φιλανθρωπίας  τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς οἱ ἐπὶ θρόνου καθήμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συνδε δέμεθα. ∆ιὰ τοῦτο γὰρ οὐκ ἄγγελος, οὔτε ἀρχάγγε λος ἐπιστεύθη ἱερατεύειν (ἀναμάρτητοι γάρ εἰσιν), ἵνα μὴ διὰ ἀποτομίαν τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοβολῶσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἡδονῇ καὶ ἁμαρτίᾳ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρ τάνοντα, ἐκ τῶν οἰκείων  πλημμελημάτων  φιλαν  θρωπότερος  γένηται  πρὸς  ἐκεῖνον  τὸν ἁμαρτήσαντα. Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύ σαντα, εὐθὺς ἀνῄρει αὐτὸν, αὐτὸς τῷ πάθει τούτῳ οὐ συμπεπλεγμένος. ∆ιὰ τοῦτο εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν τοῦ ἱερατεύειν, οὐκ ἐδίδασκεν, ἀλλ' εὐ θέως ἀνῄρει διὰ τὸ ἐκεῖνον μὴ εἶναι τοιοῦτον,  εἰς ὀρ γὴν  αὐτὸν ἔφερε κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τοῦτο ἄνθρωπος ἐπιστεύθη, εἰδὼς τὰ πλημμελήματα ἑαυ τοῦ, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἁμαρ τάνουσι, καὶ μὴ κινῆται διὰ τῆς ὀργῆς, καὶ σχο λάζῃ ἡ Ἐκκλησία διὰ τῆς συναγωγῆς.

βʹ. Τί δὲ μέχρι Πέτρου ἑστὼς τὴν ὑπόθεσιν ταύτην τοιαύτην εἴρηκα, καὶ οὐκ ἀνέρχομαι  μικρῷ τῷ λόγῳ  ἐπὶ ἄλλο  πρόσωπον; Φέρε μοι εἰς τὸ μέσον· λέγω  δὴ Ἠλίαν, τὸν προφήτην  ἐκεῖνον, τὸν ἐπίγειον  ἄγγε λον καὶ ἐπουράνιον  ἄνθρωπον, τὸν χαμαὶ βαδίζοντα καὶ τὰ οὐράνια ἡνιοχοῦντα, τὸν τρίπηχυν ἄνθρωπον καὶ ὑψηλοβατοῦντα,  καὶ εἰς αὐτὰς ἀναπετασθέντα  τοῦ οὐρανοῦ τὰς ἁψῖδας, τὸν τῶν ὑδάτων ταμίαν, οὗ ἡ γλῶττα θησαυρὸς ἐγένετο τῶν ὑδάτων καὶ κλεῖς τῶν οὐρανῶν· ὁ πένης  καὶ πλούσιος, ὁ ἰδιώτης  καὶ φιλόσοφος· πένης  μὲν, ὅτι μηδὲν ἐκέκτητο, πλούσιος δὲ, ὅτι τὰ νέφη τοῦ ὑετοῦ ἐν τῇ γλώττῃ  κατεῖχε. Καὶ αὐτὸς ἀπότομος ἦν περὶ τοὺς ἁμαρτάνοντας οὕτως ὡς εὔξασθαί ποτε ὑετὸν μὴ δοῦναι· καὶ τί λέγει; Ζῇ Κύριος, φησὶν, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Τί ποιεῖς, Ἠλία; τί ἀποφαίνῃ; κἂν εὖξαι τὸν ∆εσπότην, καὶ οὕτω πλήρωσον τὸν λόγον· Ζῇ Κύριος, εἰ ἔσται ὑε τὸς, εἰ μὴ διὰ στόματός μου. Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ εὔχεται; Ἄθλιε καὶ ταλαίπωρε  καὶ  ἀναίσχυντε·  Ἠλίας  ἀποφαίνεται,  καὶ    Υἱὸς εὔχεται;    δοῦλος κελεύει, καὶ ὁ ∆εσπότης παρακαλεῖ; οὐδὲ ὡς τῷ Ἠλίᾳ χαρίζῃ αὐτῷ τὴν τι μήν; οὐ θέλεις  ὡς  τῷ  δούλῳ  οὕτω  καὶ  τῷ  ∆εσπότῃ τὴν  ἰσομοιρίαν χαρίσασθαι; Οὐκ εὔχεται ἐκεῖνος, οὐ δὲ παρακαλεῖ, ἀλλὰ λόγον ἀληθείας προέβαλε, καὶ τὸν οὐρανὸν ἔκλεισεν.  Εὖξαι πρῶτον,  Ἠλία.  Ἀλλὰ  τί  Ἠλίας;  Οἶδα τὸν  ἐμὸν  ∆εσπότην,  ὅτι ὑπακούει μου· ἀπὸ γὰρ ζήλου τοῦτο ποιῶ. Ὢ καινῶν  καὶ παραδόξων πραγμάτων! εἶδες ∆εσπότην ὑπὸ εὐνοίας  δούλου  νενι  κημένον;  Καὶ γὰρ ὁ Ἠλίας  ἀπὸ ζήλου πολλοῦ τοῦτο ἐποίησεν. Ἔβλεπε γὰρ πολλὰ ἄτοπα γινόμενα· ἔβλεπε πορνείαν μετὰ πολλῆς τῆς κακίας πολιτευομένην.  Νὺξ γὰρ ἦν, δι' ὃ καὶ κατεῖχε τὴν οἰκουμένην ἅπασαν· νεφέλη πυκνοτάτη ἐκάλυπτε τὰ σύμπαντα. Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν  ἦν ναυά γιον, οὐχ ὑδάτων,  ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκ ποδὼν, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο· βουνοὶ καὶ ὄρη, καὶ νάπαι, καὶ ὁδοὶ, καὶ ταμεῖα καὶ ὁ ἀὴρ ἐμολύνετο· ὁ ἥλιος ἐκα πνίζετο, ἡ γῆ ἐμιαίνετο, ὁ οὐρανὸς ἐξουθενεῖτο, ἡ κτίσις, πᾶσα ἐνόσει ἀπὸ εἰδωλολατρείας· ὡς ἐν νυκτὶ πάντες περιεπάτουν, οὐδενὶ προσέχοντες τῶν κτισμά των, λίθον ἔβλεπον, καὶ ὡς θεὸν προσεκύνουν· ξύλον ἔβλεπον, καὶ τοῦτο ὁμοίως θεὸν ἐνόμιζον. Νὺξ αὐτοὺς  εἶχε  πυκνοτάτη·  τὸν  κτίστην  ἔβλεπον,  καὶ  τοῖς  κτί  σμασι προσεκύνουν. Ἠλίας μόνος ἦν τὸν λύχνον ἔχων τῆς ἀρετῆς, καθάπερ ἐπὶ κορυφῆς ὄρους τῆς φιλο σοφίας καθεζόμενος καὶ ἀσκῶν, μόνος μὲν ἔχων τὸν λύχνον τῆς εὐσεβείας, οὐδένα δὲ ὠφέλει τὸ φώτισμα διὰ τὸ κάρῳ αὐτοὺς κατακεῖσθαι, καὶ εἰδωλολατρείᾳ αὐτοὺς κατέχεσθαι. Ἐμαίνετο  οὖν  ὁ Ἠλίας, ἐπρίζετο, ὠδύρετο,  ῥήματα ἐλάλει,  οὐδεὶς  ἤκουε·παρεκά  λει,  οὐδεὶς  ἠνέσχετο·  λοιπὸν  ἀπὸ  ζήλου  προσαγαγεῖν  αὐτοὺς  θέλει  καὶ παιδεῦσαι, ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν ∆ημιουργὸν τῇ εὐχῇ φθάσωσιν, ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς γένηται εὐσεβείας. Ἀλλ' οὐ δὲν δύναται αὐτοὺς, φησὶ, παιδεῦσαι ὁ λιμός·  οὕτω  γὰρ  πανταχόθεν  στενούμενοι  ἐπὶ  τὸν  πάντων  κτίστην χωρήσουσι. Τί οὖν Ἠλίας; Ζῇ, φησὶ, Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκὸς ἐγένετο,  οὐ  τὴν  φύσιν  μεταβαλὼν,  ἀλλὰ  τὴν  ἐνέργειαν  χαλινωθείς·  εὐθὺς  τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου, καθάπερ πυρετὸς, εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάν τα εὐθὺς ἐξηραίνετο, πάντα ἐρημοῦτο, πάντα ἐξηφα νίζετο· ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτὰ, καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πε δίοις, τὰ παρὰ θάλασσαν· πάντα  ἀθρόως ξηραινό μενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολ λήν. Εἷς λόγος τοῦ προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο. Πάντα τοίνυν ἀπέθνησκον, τὰ θηρία, τὰ κτήνη, τὰ παιδία, οἱ ἄνθρωποι, τὰ ζῶα, τὰ πε τεινὰ ἅπαντα· οἰκουμενικὸν ναυάγιον ἦν, καὶ ἡ συμ φορὰ πᾶσαν ὁμοῦ κατέλαβε τὴν γῆν· οὐδεὶς ἀνεσώζε το, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαὶ, ποταμοὶ, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο. Οἰκουμενικὸν ναυάγιον  κατεῖχε  πᾶσαν  τὴν  οἰκουμένην,  οὐ  δι'  ὕδατος,  ἀλλὰ  δι'  ἀβροχίας·  ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἠλίᾳ περὶ οὐ δενός· ἐμέθυε γὰρ τῷ ζήλῳ. Πᾶσα οὖν ἄωρος ἡλικία ἐτελεύτα. Τί ποιεῖς, Ἠλία; ἔστω, οἱ νεανίσκοι ἥμαρτον·  τί  τὰ  παιδία  παιδεύονται;  ἔστω,  οἱ  ἄνθρωποι  ἥμαρτον,  τί  τὰ  κτήνη συναποθνήσκουσι; τοσαύτην ἀσπλαγχνίαν περιβέβλησαι; οὐδενός σοι μέλει περὶ τῶν ἀνθρώπων· οὐ γυναῖκα ἔχεις, οὐ παιδίον· καταφρονεῖς τῶν ἀπολλυμένων.  Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Ἄπελθε, φησὶν, ἐπὶ τῷ ποταμῷ Χοῤῥὰθ, καὶ ἐντελοῦμαι κόραξι τοῦ διατρέφειν  σε ἐκεῖ. Πάλιν ἂν ἡδέως ἐροίμην τὸν Ἰουδαῖον εἰς μέ σον ἀγαγὼν, ἵνα δείξω  αὐτῷ  ὅτι ὁ νόμος τὰ τοῦ νό μου ἀνέτρεπε, καὶ αὐτὸς εἰς ἑαυτὸν  οὔτε τὸ στάσιμον, οὔτε τὸ ὄρθιον εἶχεν· οὐ γὰρ ἦν ἀλήθεια, ἀλλὰ σκιά· ἐκεῖνα σκιὰ, ταῦτα ἀλήθεια· ἐκεῖνα τύπος, ταῦτα πράγματα. Ὃν σέβῃ Ἠλίαν, ὃν προσδοκᾷς ἔρχεσθαι, περὶ οὗ πολὺν ἔχεις τὸν λόγον, καὶ προφήτην αὐτὸν καλεῖς, οὗτος πῶς ὑπὸ κόρακος ἐτρέφετο; ὁ γὰρ κόραξ κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ οὕτως ὁ νόμος διηγόρευσεν ἀκάθαρτον εἶναι τὸν κόρακα. Καὶ πῶς οὖν ὁ προφήτης ἐτρέφετο ὑπὸ τοῦ ἀκαθάρτου κόρα κος; εἰ γὰρ ὁ νόμος ἀκάθαρτον τὸν κόρακα ἔλεγε, πάντως  ὁ ἐκ τοῦ κόρακος τρεφόμενος ἀκάθαρτος ἂν εἴη. Ἀλλὰ τοῦτο οὐκ ἦν, ἄπαγε, μὴ γένοιτο! ἀλλ' ὁ Ἠλίας ὑπὸ κόρακος ἐτρέφετο, οὐδὲν ἀκάθαρτον τῶν ὑπὸ Κυρίου κτισθέντων νομίζων. Εἶτα ἐκεῖθεν,  ἐπει  δὴ  χρόνος  διῆλθε,  καὶ  λοιπὸν    ποταμὸς  ἐξηράνθη,  ἐγείρει  τὸν προφήτην εἰς τροφήν. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι γυ ναικὶ χήρᾳ τοῦ διατρέφειν  σε ἐκεῖ· τοῦτο δὲ κατά τινα οἰκονομίαν  ὁ Θεὸς ἐποίει. Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξη ράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν,  τῶν ἄλλων  ἁπάντων,  τῶν παιδίων  τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυ γμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγεί ρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦ σαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν  Ἠλίας τὰ γινόμενα, ἀξιώσῃ τὸν ∆εσπότην αὐτοῦ δοῦναι ὑετόν. Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ' ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφορὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς χωρὶς τούτου, ἀλλ' οὐκ ἠθέλησεν ὑβρίζειν τὸν ἴδιον οἰκέτην, τῶν μὲν κακῶν ἐκεῖνον ἐάσας εἶναι πρόξενον, τῶν δὲ ἀγαθῶν  ἑαυτόν· ἀλλ' ἐξεδέχετο τὴν τοῦ δούλου παράκλησιν. Εἶτα οὐδὲ οὕ τως ἐκεῖνος ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρη μένος οὕτως ἐβάδιζε τὴν ὁδὸν, ἀσπλαγχνίαν περιβε βλημένος, οὐδενὸς λόγον ποιούμενος· ὥσπερ εἶπον γὰρ ἀπὸ ζήλου ἐμέθυε.Τί ἀπονενόησαι, Ἠλίᾳ; τί τοσαύτην ἐνεδύσω ἀπανθρωπίαν;  ἔκδεξαι ὀλίγον,καὶ ἐλεγχθήσῃ  καὶ αὐτὸς ὑπὸ ἁμαρτίαν  ὤν. ∆ιὰ τὴν  ἁμαρτίαν  τῶν  ἐνοικούντων αὐχμὸν ἐκάλεσας, καὶ οὐ ρανὸν ἔκλεισας, καὶ γῆν ἐχαλίνωσας, καὶ τὸν δρόμον τῆς φύσεως ἐκράτησας, καὶ οὐδὲ ἀξιῶσαι βούλει περὶ τῶν γεγενημένων;  μετ' οὐ πολὺ καὶ  αὐτὸς  ἐλεγχθήσῃ  ὑπὸ  ἁμαρτίαν  ὢν,  καὶ  φιλανθρωπίας   τυχὼν   παρὰ  τοῦ ∆εσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς συνδούλους σου.

γʹ. Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεὺς, ἀλλ' ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου  ἀναιρῶνται  οἱ ἁμαρτάνοντες.  Εἰ γὰρ ἄγγελος  ἦν  μὴ ἁμαρτάνων  ὁ ἱερεὺς, τοὺς ἁμαρτά νοντας  παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄν θρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμο φύλοις.  Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρ τίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην  αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλαν θρωπότεροι γένωνται. Καὶ Πέτρον παρήγαγον  τὸν  τοιοῦτον  ἀπόστολον, συγχωρηθέντα  μὲν  ἁμαρτῆσαι, μετανοίᾳ  δὲ ἐξαλείψαντα τὴν ἁμαρτίαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ  ∆εῦρο δὴ καὶ ἐπὶ τὸν Ἠλίαν ἐπανέλ θωμεν, καὶ δείξωμεν αὐτοῦ τὸ πέλαγος τῶν κατορ θωμάτων,  ὅτι Θεὸς μὲν ἠθέλησε φιλανθρωπεύσασθαι, Ἠλίας δὲ οὐκ φιλανθρωπεύσατο· καὶ ἤθελε δοῦναι ὑετὸν, ἀλλ' ἐζήτει ἀξίωσιν παρὰ τοῦ δούλου. Τί οὖν; Παρῆλθεν ὁ Ἠλίας ὅλην τὴν ὁδὸν,   καὶ  ἦλθεν   εἰς   Σαρεφθὰ  τῆς   Σιδωνίας,   καὶ  εἶδε   γυναῖκα   χήραν   τινὰ ξυλευομένην. Ἀλλ' ὅμως βλέπε τοῦ Ἠλίου τὴν φιλοσοφίαν  καὶ τὴν πίστιν. Πάλιν ἄλλο πέλαγος  αὐτὸν δι εδέξατο ἀρετῆς. Οὐκ εἶπε τῷ Θεῷ· Πρὸς τίνα με πέμπεις; τοσού τους με ποιεῖς κινδύνους  ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν;  μὴ γὰρ οὐκ εἰσὶν ἄλ λοι ἄνδρες εὐπορώτεροι, δυνάμενοι  τὴν  πενίαν  μου παραμυθήσασθαι; ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς ὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν; Ἐννόησον πῶς οὐδὲν  τούτων  εἶπεν    θεράπων·  ἐθάῤ  ῥει  γὰρ  τῷ  ἑαυτοῦ  ∆εσπότῃ τῷ  ἐκ  τῶν ἀδυνάτων  δυνατὰ ποιοῦντι. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ ἰδοὺ μία χήρα ξυλευομένη. Τί οὖν ἐπιβαίνεις ἔτι, Ἠλία; τί δὲ προστρέχεις τῇ χήρᾳ; εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς ετριότητος· εἶδες τὴν εἴσοδον τῆς πενίας, μη δὲν ἐρώτα περὶ τῶν ἔνδον. Ποῦ ἐπεισέρχῃ, Ἠλία; εἶδες ξυλευομένην, καὶ τραφῆναι  ζητεῖς παρ' αὐτῆς; Ἀλλ' ὅμως ἔχων  ἐνέχυρον τοῦ ∆εσπότου τὸν λόγον, ἀπῄει διαλεγόμενος τῇ χήρᾳ. Καὶ τί φησι; ∆ός μοι μικρὸν ὕδωρ, ἵνα πίω.Ὁρᾷς σοφίαν τοῦ Ἠλίου; πῶς οὐκ εὐθέως ἐπὶ τὸ ἰσχυρότερον ἀπῆλ θεν, ἀλλ'ἐπὶ τὸ εὐτελέστερον; οὐκ εἶπε, ∆ός μοι ἄρτον, ἀλλὰ ∆ός μοι ὕδωρ. Πρῶτον ὕδωρ ζητεῖ, στο χαζόμενος, ὅτι ἂν εὐπορήσῃ ὕδατος, δύναται καὶ ἄρτου εὐπορῆσαι. ∆ός μοι, φησὶ, μικρὸν ὕδωρ· Ἀπελθοῦσα δὲ ἡ χήρα ἤνεγκεν  αὐτῷ, καὶ ἔπιε· καὶ οὕτω θαρσήσας φησί· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρ του, καὶ φάγομαι. Ἡ δὲ εἶπε πρὸς αὐτόν· Ζῇ Κύ ριος, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὃ ποιήσομεν καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα.  Τί οὖν ὁ Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν  κατα μόνας, καὶ φάγω, καὶ οὕτω ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται. Τί ποιεῖς, Ἠλία; ἔστω, ἄρτον  θέλεις, τί καὶ καταμόνας καὶ ἐν πρώτοις ζητεῖς; οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φά γῃς; σὺ θέλεις φαγεῖν μόνος, καὶ λιμῷ τὰ τέκνα πνῖξαι; [Πνῖξαι οὐ θέλω, ἀλλ' εὐεργετῆσαι θέλω·] οἶδα τὴν ἀφθονίαν  τοῦ ἐμοῦ ∆εσπότου. Ἀλλ' ὅμως ἡ χήρα οὐκ ἐταράχθη οὐδὲ ἐνενόησέ τι τοιοῦτον  ἀτό  πημα,  οὔτε  εἶπε·  Σὺ εἶ    τὸν  λιμὸν  τοῦτον  ποιήσας, καὶ  ἐν  τοῖς λειψάνοις  τοῦ  λιμοῦ  διατραφῆναι  θέλεις  παρ'  ἐμοῦ;  οὔτε  εἶπεν,  ὅτι  Τοσοῦτον κόσμον παρ ῆλθες, καὶ πρὸς ἐμὲ ἦλθες  λιμῷ  καταφθεῖραι  τὰ παι δία μου, αὐτὸς αἴτιος  τοῦ  λιμοῦ  γενόμενος;  ἀλλ'  Ἀβραμιαία τις  γενομένη    γυνὴ  εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ῥῆμα τοῦ προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ εὔπορος ὢν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε τὸν προφήτην.  Καὶ ἦν ἰδεῖν τὴν φύσιν καταφρονουμένην,  καὶ φιλοξενίαν  τιμωμένην·  ἦν ἰδεῖν  σπλάγχνα  ῥιπτόμενα, καὶ προ φήτην  δεχόμενον· ὁλόκληρον  δῆμον τέκνων  τάφον  εἰργάσατο· ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν, ὅσον δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρω πίαν, ἔζων καὶ ἐκρατύνοντο.  Οὐκ οἶδα πῶς ἐγκω μιάσω τὴν χήραν· πῶς τέκνων κατεφρόνησεν καὶ φιλοξενίαν  ἐποίησε, πῶς ἡ φύσις αὐτὴ οὐ κατενάρ κησε, πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη,  πῶς τὰ σπλάγχνα  οὐ διελύθη  βλέποντα  δῆμον  ὁλόκληρον τέκνων  ὑπὸ λιμοῦ μέλλοντα  φθείρεσθαι. Ἀλλ' ἀνωτέρω  πάντων  ἐγένετο, καὶ τὸν προφήτην  ἐξένισεν.  Ὡς  ἔλαβε  δὴ    προφήτης,  καὶ  ἔφαγε,  λοιπὸν  τὰς  ἀμοιβὰς ἀποδίδω  σιν· ἔσπειρε φιλοξενίαν    χήρα, καὶ  εὐθὺς  τὸν  στά χυν  κομῶντα  τῆς φιλοξενίας ἐθέρισε. Τί γάρ φησι πρὸς αὐτὴν Ἠλίας; Ζῇ Κύριος, ἡ ὑδρία τοῦ ἀλεύ ρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνὸς, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἐν ἀνάγκῃ τὸν καρπὸν παρέχοντα, καὶ διὰ τοῦ λόγου τοῦ προφήτου τὴν χήραν διατρέφοντα. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας· οὐ βροχὴ, οὐχ ὑετὸς, οὐκ ἔαρ, οὐ θέρος, οὐ καῦμα, οὐκ ἀνέμων ἀνάγκαι, οὐ καιρῶν ἀλλαγαὶ, ἀλλὰ μόνον εἷς λόγος προελθὼν, καὶ αὐτὸς ἀπὸ τῆς οἰκείας  γνώμης  ἐξενεχθεὶς,  χορηγεῖ  τὴν  ἀφθονίαν   τῇ  χήρᾳ.  Εἶτα ἐκεῖθεν,  ἵνα συντέμω τὸν λόγον, ἀπῆλθε πρὸς Ἀχαὰβ τὸν βασιλέα. Λέγω νῦν αὐτοῦ τὰ κατορθώματα, ἵνα ἐὰν ἴδης αὐτὸν ἁμαρ τήσαντα, μάθῃς τὴν τοῦ Θεοῦ χάριν ἔχουσαν φιλανθρωπίαν.  Τί οὖν πρὸς αὐτὸν ὁ Ἀχαάβ; Σὺ εἶ ὁ δια στρέφων τὸν Ἰσραήλ; Ὁ δὲ πρὸς αὐτόν· Οὐχὶ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Εἶδες παῤ ῥησίαν προφήτου, πῶς τὸν βασιλέα ἤλεγξεν; Εἶτα ὅτε ἐν τῷ ὄρει ἐκαθέζετο, καὶ ἦλθε πρὸς αὐτὸν πεν τηκόνταρχος λέγων· Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεύς σε καλεῖ· ὁ δὲ πρὸς αὐτόν·  Καὶ εἰ  ἐγὼ  ἄνθρωπος  τοῦ  Θεοῦ, καταβήτω  πῦρ  ἐκ  τοῦ  οὐρανοῦ,  καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά σου. Εἶτα  ἐκ  δευτέρου  ἄλλος   πεντηκόνταρχός   φησιν·  Ἄνθρωπε   τοῦ  Θεοῦ,κατάβηθι,  ὁ βασιλεὺς χρείαν  σου ἔχει.  Καὶ τί  πρὸς αὐτὸν  ὁ Ἠλίας; Καὶ εἰ  ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρα νοῦ, καὶ καταφαγέτω  σε καὶ τοὺς πεντήκοντά σου. Εἶτα πάλιν ὅτε ἦλθεν εἰς συμβολὴν τῆς εὐχῆς  ἐκάλεσε τοὺς ἱερεῖς τῆς Βαὰλ τῆς αἰσχύνης λέγων, Εὐξώμεθα, καὶ εἶπε· Ποιήσατε ὑμεῖς θυσιαστή ριον καταμόνας, καὶ ἐκλέξατε δύο βόας, καὶ ἐπί θετε ξύλα κατὰ τὸν ἕνα βοῦν, καὶ πῦρ μὴ ἐπίθετε, κἀγὼ ποιήσω οὕτω· καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι θεῶν ὑμῶν, κἀγὼ ἐν ὀνόματι τοῦ Θεοῦ μου, καὶ ἔσται, ὃς ἂν θεὸς ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεὸς ἀληθινός. Εἶτα ἐποίησαν οἱ ἱερεῖς τῆς αἰσχύνης θυ σιαστήριον, καὶ ἤρξαντο ἐπικαλεῖσθαι τὴν Βαὰλ λέ γοντες· Ἐπάκουσον ἡμῶν, Βαὰλ, ἐπάκουσον ἡμῶν. Ὡς δὲ πολλῆς  εὐχῆς γενομένης  οὐδεὶς ἦν ὁ ἐπ ακούων (Οὐκ ἦν γὰρ φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις), εἶτα ἐξεδέχετο ὁ Ἠλίας μακροθυμῶν εὐχομένων  ἐκείνων·  ὡς δὲ εἶδεν  ὅτι πολλὴ  μὲν αὐτῶν ἡ διάτασις, οὐδεὶς δὲ ὁ ὑπακούων, κωμῳδεῖ αὐτοὺς λέγων· Βοήσατε μέγα, μή ποτε καθεύδῃ ἡ θεὸς ὑμῶν. Εἶτα ὡς μεσημβρία γέγονε, καὶ προέκοψεν ἡ ὥρα, λέγει αὐτοῖς· Μετάστητε ἀπὸ τοῦ νῦν, ἵνα ποιήσω κἀγὼ τὸ ὁλοκαύτωμά μου· καὶ ἐποίησε θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ εἶπε· Φέρετε ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ ἔφερον· ∆ισσώσατε, καὶ ἐδίσσωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν. Ἀλλ' ὅρα καὶ τοῦτο διὰ τί ποιεῖ ὁ Ἠλίας. Ἐπειδὴ ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν, ὅπερ αἱ γυναῖ κες αἱ πόρναι ποιοῦσι, καὶ προλαμβάνουσι, καὶ τὰς ἐλευθέρας πόρνας καλοῦσιν, ἵνα μὴ ἔχωσιν ἐκεῖναι τί ἀνθυβρίσωσιν. Ἀλλ' ὅμως Ἠλίας καὶ ἐν τούτῳ σοφίζεται· διὰ τί; ἀλλ' ὃ μέλλω λέγειν, θεατὴς αὐτὸς γέγονα· Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσια στηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ. Ἵνα οὖν μὴ καὶ ὁ Ἠλίας τοιοῦτόν τι ὑπονοηθῇ ποιεῖν, ἐπέχεε τὸ ὕδωρ, ἵνα τὴν ὀπὴν τὸ ὕδωρ ἐλέγξῃ· ἀνάγκῃ γὰρ ὅπου ὀπὴν εὑρίσκει τὸ ὕδωρ, οὐ στήκει, ἀλλὰ  κατέρχεται.  Ἐν έπλησεν  οὖν  τὸ θυσιαστήριον, καὶ  εὔχεται  λέγων· Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον· ἐπήκουσάς μου ἐν ὕδατι, ἐπάκουσόν μου καὶ ἐν πυρί. Καὶ ἰδοὺ, καλέσαντος αὐτοῦ, ἐν τάχει πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὴν θυσίαν, καὶ τοὺς λίθους, καὶ τὸ ὕδωρ ἐξέλειξε τὸ πῦρ. Καὶ τί φησι τῷ λαῷ; Συλλάβετε τοὺς ἱερεῖς τῆς αἰσχύ νης· μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ ἔλαβον, καὶ ἀνεῖλον αὐτοὺς, τετρακοσίους τε καὶ πεντήκοντα ἱε ρεῖς τῆς Βαὰλ, καὶ τετρακοσίους τῶν ὑψηλῶν.Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· Τάδε ποιησά τωσάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν· καὶ ἀκούσας Ἠλίας ἔφυγε. Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; σκοπὸς γάρ μοι δεῖξαι, ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω  τὴν ἁμαρτίαν οὐ κατ ηγορῶν τοῦ δικαίου, ἀλλ'  ὑπόθεσιν σωτηρίας πραγματευόμενος, ἵν' ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας  δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρω πίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν ἐλπίζῃς τὴν σωτηρίαν. Ἐπειδὴ εἶπεν Ἰεζάβελ, Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς ἐξ αὐτῶν, ἤκουσεν Ἠλίας,  καὶ  ἔφυγεν  ὁδὸν  ἡμερῶν  τεσσαράκοντα. Ὢ δειλίας  ὑπερβολή! γυναικὸς ἤκουσε ῥῆμα, καὶ τεσσαράκοντα ἡμέρας ὁδῷ βαδίζων ἔφυγεν· οὐ μίαν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλ' ἅμα τε ὁ λόγος τῆς γυναικὸς εἰσῆλθεν εἰς τὸν προφήτην,καὶ ἀπὸ τῆς δειλίας οὐκ οἶδε τί ἔπραττε, τοσαύτην φυγὴν ἀπερχόμενος.Τί ἐστί σοι, Ἠλία; σὺ εἶ ὁ τὸν οὐρανὸν κλείσας, καὶ τὴν βροχὴν χαλινώσας, ὁ τῷ ἀέρι ἐπιτάξας, καὶ τὸ πῦρ ἄνωθεν  καλέ σας, ὁ σφάξας τοὺς ἱερεῖς, ὁ εἰπὼν  τῷ βασιλεῖ Ἀχαάβ· Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· ὁ εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· ὁ τὴν οἰκίαν τῆς χήρας ἅλωνα καὶ δράγματα ποιήσας, ὁ τοῖς στοιχείοις ἐπι τάξας, λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ  αἰχμάλωτον  ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς  ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτή μασι. Καὶ ἔφυγεν  Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστιν ὁ ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου; ὅτε τὸν βασιλέα ἤλεγχες, ὅτε τὸ πῦρ ἐκάλεσας; τοσαῦτα ἐποίησας, καὶ μιᾶς γυναικὸς  λόγον οὐκ ἐβάστασας; Ποῦ ἔστιν ὁ τόνος σου, ὅτε οὐκ ἤθελες τὸν σὸν ∆εσπότην ἀξιῶσαι, ἵνα δῷ ὑετὸν ἐπὶ τῆς γῆς; ἔλεγε γάρ σοι δι' ἐναργῶν ἀποδείξεων· Ἀξίωσόν με δυνάμενον καὶ ἄνευ σοῦ δοῦναι, ἀλλ' οὐκ ἠθέλησα, ἵνα ὥσπερ τῶν κακῶν ἐγένου πρόξενος, οὕτω καὶ τῶν ἀγαθῶν  ἄρχων  γένῃ.  Εἰργάσω γὰρ, Ἠλία, ἔργον ἀσπλαγχνίας  μεστόν· ὁ δὲ Θεὸς ἠλέει τὴν συμφορὰν, ὅτι πάντων αὐ τὸς κτίστης, καὶ πάντων δημιουργός· ὁμοίως δὲ πάν των κηδεμὼν, καὶ ἠθέλησέ σου χαυνῶσαι τὴν ἀπ ανθρωπίαν, καὶ σὺ ἐπέμενες αὐτῇ. Ἔλεγέ σοι· Ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυθμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς· βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην,  καὶ θέλω φιλανθρωπεύσασθαι,  ἀλλ'  οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ  σε. Ὢ ∆εσπότου φιλανθρωπία  εὐνοίᾳ δούλου νενικημένη! Ἀλλ' ὅμως πολλὴν αὐτὸς εἶχεν ἀπόνοιαν ὡς ἀναμάρτητος· νῦν δὲ ἐδείχθη καὶ αὐτὸς ἁμαρτίᾳ ὑποπεπτωκὼς, τοῦ Θεοῦ συγχωρήσαντος καὶ ἐπινοοῦντος,  ἵνα ἐξ ὧν αὐτὸς φιλανθρωπίας  ἔτυχε, καὶ αὐτὸς ᾖ πρὸς τοὺς ἄλλους  μὴ ἀπάνθρωπος.  Καὶ ἔφυγε, φησὶν, Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστι τὰ ῥήματα ἐκεῖνα ἃ πρὸς τοὺς πεντηκοντάρχους εἰπὼν, κατέβησε πῦρ, καὶ τούτους κατέκαυσε; Θέλων οὖν δεῖξαι ὁ Θεὸς, ὅτι καὶ ὅτε ἐποίει τὰ θαύματα, οὐκ αὐ τὸς ἦν ὁ ἐργαζόμενος, ἀλλ' ἡ τοῦ Θεοῦ δύναμις, καὶ βλέπε τί γίνεται. Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη· ἀπέστη ὁ Θεὸς, καὶ ἠλέγχθη ἡ φύσις. Ἀλλ' ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινὶ, καὶ ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς, ὁ ∆εσπότης πρὸς τὸν  δοῦλον, ὁ κηδεμὼν  καὶ φιλάνθρωπος·  καὶ τί φησιν; εἰδὼς  μὲν  διὰ τί ἦλθεν  ἐκεῖ, ὅμως δὲ ἐρωτῶν·  Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; αἰνιττόμενος  αὐτοῦ τὴν  φυγὴν,  ἀντὶ  τοῦ. Ἔφυγες ποῦ ἔστιν ἡ παῤῥησία ἐκείνη; Ἵνα μάθῃς, μὴ σαυτῷ θαῤῥεῖν. Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; Ἀλλ' ὅμως ὁ Ἠλίας ἀποκρίνεται, ἄλλα μὲν ἔχων ἐν τῇ γνώμῃ, ἄλλα δὲ λέ γων. Τί γὰρ ὁ Ἠλίας πρὸς ταῦτα; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζη τοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; εὐθὺς αὐτὸν ἐλέγχει. Οὐ διὰ τοῦτο ἔφυγες, φησὶν, Ἠλία· οὐ γὰρ σὺ μόνος εἶ ὁ μὴ προσκυνήσας τῇ Βαάλ· εἶτα ἐπάγει ἐλέγχων αὐτόν· Κατέλιπον ἐμαυτῷ  ἑπτακισχιλίους  ἄνδρας, οἵτινες  οὐκ ἔκαμψαν  γόνυ  τῇ Βαάλ. Ἤλεγξε τοίνυν αὐτὸν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν, ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις, ἠλέγχθη ἡ φύσις; Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ φόβου ἐπίτασις! ὢ δειλίας ὑπερβολή! οὐ μίαν ἔφυγεν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλὰ τεσσαράκοντα ἡμέρας, καὶ αὐτὸς τὰς πανερήμους κατέλαβεν, οὐ τροφὴν  ἔχων,  οὐ σιτηρέσιον ἐπαγόμενος· μεθύων  γὰρ ἀπὸ τοῦ φόβου, τούτων οὐκ ἐφρόντιζεν, ἀλλὰ τὰς ἀοικήτους ἐδίωκεν. Εἰσῆλθεν ὁ λόγος τῆς γυναικὸς εἰς τὸν προφήτην, καὶ καθάπερ ζέφυρος σφοδρῶς ἐμπεσὼν εἰς ἱστίον τῇ ῥύμῃ τὴν ὁλκάδα ἀποπέμπει· οὕτως ὁ λόγος τῆς γυναικὸς εἰσελθὼν εἰς τὸν προφήτην,  μετὰ πολλῆς ῥύμης αὐτὸν εἰς τὴν ἔρημον ἐξέπεμψε. Ποῦ ἔστιν, Ἠλία, τὰ τῆς παῤῥησίας ἐκείνης; ποῦ τὸ στόμα τὸ φοβερόν; ποῦ ἡ γλῶττα ἡ ἡνίοχος τῶν ὄμβρων· ποῦ ὁ ἑκατέροις ἐπιτάττων τοῖς στοιχείοις, ποτὲ μὲν οὐρανὸν κλείων, ποτὲ  δὲ πῦρ καλῶν  ἐπὶ  τὴν  θυσίαν; Ἀλλ' ὅμως, ὡς  προεῖπον,  ταῦτα  ἐποίει  τῆς χάριτος  ἐνεργούσης· διὸ  καὶ  ἐλέγχεται  ὑπὸ  Θεοῦ. Ὁρᾷς πῶς  μικρῷ  ἁμαρτήματι συνεχωρήθη πεσεῖν ἵνα ὁλόκληρον χιτῶνα φιλανθρωπίας  ἐνδύσηται; Λοιπὸν, Ἠλία, ἐπαιδεύθης, γενοῦ φιλάνθρωπος ὡς ὁ ∆εσπότης σου, ἐξ ὧν ἐπαιδεύθης, ἐξ ὧν ἔμαθες παρὰ τοῦ ∆εσπότου σου. Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους ἐκείνους, τοὺς προβόλους, τοὺς πύργους; ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ τῆς Ἐκκλησίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν  ἀσπλαγχνίαν  ἐνδείξασθαι εἰς αὐτὸν, ἀναμνησθῶσι τῆς ἑαυτῶν  ἁμαρτίας, καὶ τῆς  αὐτῆς  αὐτῷ  μεταδώσωσι φιλανθρωπίας,  ἧς καὶ αὐτοὶ τετυχήκασι παρὰ τοῦ ∆εσπότου. Ταῦτα εἰρήκαμεν οὐ τῶν δικαίων  κατηγοροῦντες, ἀλλ' ὑμῖν ὁδὸν σωτηρίας προκαταρτίζοντες, ἵνα ὅταν ἁμαρτήσητε, μὴ ἀπογνώσητε τῆς ἑαυτῶν σωτηρίας τῇ μνήμῃ τῶν πεπλημμεληκότων  δικαίων, καὶ τῇ μετανοίᾳ τῆς τιμῆς μὴ ἐλαττωθέντων Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρετὰς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς  τῆς ἐκκλησίας· κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος  τὰ  περὶ τῆς  βασιλείας  τῶν  οὐρανῶν,  καὶ  τῶν  ἀγαθῶν  ἐκείνων  ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


42. Λόγος εις τον μακάριον Αβραάμ.

Εἴδετε πολιὰν σφριγῶσαν, καὶ γῆρας ἀκμάζον; εἴδετε ἀθλητὴν γενναῖον πρὸς φύσιν καὶ σπλάγχνα παραταξάμενον; εἴδετε ἄνδρα ἐν ἐσχάτῃ πολιᾷ ἀδάμαντος στεῤῥότερον; Κεχάλαστο μὲν αὐτοῦ ὁ τόνος  τῶν  σαρκῶν, νενεύρωτο  δὲ αὐτοῦ ὁ τόνος τῆς πίστεως. Τοιαῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κατορθώματα, ὅτι ἡ ἀτονία τοῦ σώματος οὐδὲν  λυμαίνεται  τὴν  προθυμίαν  τῆς  πίστεως· κόσμος γὰρ  Ἐκκλησίας πολιὰ  κατεσταλμένη,  καὶ  πίστις  ἐπτερωμένη,  καὶ  ἐν  τούτῳ  χαίρει    Ἐκκλησία μᾶλλον. Ἐπὶ μὲν γὰρ τῶν ἔξω πραγμάτων ὁ γέρων ἄχρηστος, εἰς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ συγγνώμης ἀπολαύει, διὰ ἀτονίαν  μὴ δυνάμενος χρησιμεῦσαι τοῖς ἀναγκαίοις. Οἷόν τι λέγω· Οὐ δύναται ὁ γέρων εἰς πόλεμον παρατάξασθαι, οὐχ ἵππῳ ἀναβῆναι, οὐ δόρυ κινῆσαι, οὐκ ἀσπίδα σεῖσαι, οὐχ ἡλίου θερμότητα ὑπενεγκεῖν, οὐχ ὁδοιπορίας μέγεθος βαστάσαι, οὐ λιμοῦ δεινότητα  ὑπομεῖναι, οὐ θορύβων ὄγκον· ἀλλ' ἐν ἡσύχῳ τόπῳ καθέζεται, συνήγορον ἔχων τὴν πολιάν. Τοῦτο δὲ καὶ ἐπὶ τῶν πλοίων  ἴδοι τις ἄν· Οὐ δύναται  ὁ γέρων ἐπὶ τῶν  οἰάκων  καθεσθῆναι, οὐ πελάγη τεμεῖν, οὐ κώπην ἐλάσαι, οὐχ ἱστίον κρεμάσαι, οὐκ ἐναντίοις ἀνέμοις παρατάξασθαι, οὐ κρύους δριμύτητα ὑπομεῖναι, οὐκ ἄλλο τι τῶν τοιούτων  δύναται ποιῆσαι· ἀλλὰ καθέζεται ἐν τῇ νηῒ τὴν ἐπὶ τῆς ἡλικίας  ἔχων  συγγνώμην.  Τοῦτο δὲ καὶ ἐπὶ τῶν γηπόνων  ἔστιν ἰδεῖν· οὔτε γὰρ ἄροτρον ἑλκύσαι δύναται, οὔτε αὔλακα ἀνατεμεῖν, οὔτε πωλοδάμνης  γενέσθαι, οὔτε βοῶν ἰσχυρῶν ὑπενέγκαι  ἰσχὺν, οὔτε καύματος πόλεμον, οὔτε θερμότητος ὄγκον, οὔτε σκαπάνης βάρος, οὔτε ἄλλο τι τῶν πρὸς τὴν γῆν χρησιμευόντων· ἀλλὰ καθέζεται ἐν τῷ οἴκῳ, συνήγορον ἔχων τὴν πολιάν. Ἀλλ' οὐ τὰ τῆς Ἐκκλησίας τοιαῦτα, ἀλλ' ὅταν γηράσωσιν οἱ ἐν ἀρετῇ διάγοντες,  τότε μᾶλλον χρήσιμοι καθίστανται· οὐ γὰρ σαρκῶν εὐτονία, ἀλλὰ πίστεως ἐπίτασις ζητεῖται.   Τοιοῦτος   ἦν   Ἀβραὰμ,  κεχαλασμένος   μὲν   τῷ   τόνῳ   τῶν   σαρκῶν, νενευρωμένος δὲ τῷ τόνῳ τῆς πίστεως. Γέρων ἦν, ἀλλ' ἐν ἐσχάτῃ πολιᾷ πρὸς φύσιν ἐμάχετο, τρόπαια νίκης μεγάλα στήσας· γέρων ἦν, ἀλλὰ σιδήρου εὐτονώτερος, καὶ ἀδάμαντος στεῤῥότερος. Καὶ ὅτε μὲν ἐν νεότητι ἦν, οὐδὲν τούτων κατώρθωσεν· ὅτε δὲ παρέδραμεν ὁ χρόνος τῆς ἡλικίας, τότε τὸ τρόπαιον τῆς νίκης ἔστησεν· ἐν ἐσχάτῃ ἦν πολιᾷ, ἀλλ' ἐμπόδιον ἡ πολιὰ οὐκ ἐγένετο. ∆ιὸ καὶ ὁ Θεὸς, εἰδὼς τὴν εὐτονίαν αὐτοῦ, ἐπιφαίνεται  αὐτῷ, καί φησιν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Ὑπήκουσεν Ἀβραὰμ τῷ λόγῳ, καίτοι γέρων ὢν λοιπὸν, καὶ ἄτονος τῷ σώματι, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Ποῦ ἀπέρχωμαι ἐν ἐσχάτῃ πολιᾷ; καταλίπω τὸν οἶκον τοῦ πατρός μου,  καὶ  τὴν  γῆν  ἐν    ἐγεννήθην,  ὅπου  περιουσία  χρημάτων,  καὶ  περιφάνεια γονέων·  ὅπου κτῆσις πολυτελὴς,  καὶ φίλων  εὐημερία; ἀλλ' ἐλυπεῖτο μὲν πρὸς τὸ παρὸν, οὐ παρήκουε δέ· ὡς φιλότοπος  γὰρ ἠγωνιᾶτο  καταλιπεῖν,  ὡς φιλόθεος  δὲ ἐπείθετο καὶ ὑπήκουε· καὶ τὸ θαυμαστὸν, οὔτε εἶπεν αὐτῷ ὁ Θεὸς εἰς ποῖον τόπον, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὀνόματος ἐγύμνασεν αὐτοῦ τὴν προαίρεσιν. Εἰ γὰρ εἶπεν αὐτῷ, ὅτι εἰς γῆν σε ἔχω ἀπαγαγεῖν ῥέουσαν γάλα καὶ μέλι, εὑρίσκετο ὁ Ἀβραὰμ οὐ φωνῇ  Θεοῦ ὑπακούσας, ἀλλὰ γῆν γῆς προκρίνας. Ἐξῆλθεν οὖν Ἀβραὰμ μὴ ἐπιστάμενος ποῦ ἀπέρχεται. Εἶδες πολιὰν σεμνυνομένην  ἐν κατορθώμασι; Τοιαῦτα γὰρ, ὡς προεῖπον, τὰ ἡμέτερα· οὐκ ἀτονία γήρως αὐτὰ καταβάλλει, οὐ χρόνος αὐτὰ μαραίνει· οὐ γὰρ ἐν σώμασίν ἐστιν ἡ πολιὰ, ἀλλ' ἐν ψυχῇ· διὸ καὶ ἀγήρατά ἐστιν. Ἐξῆλθεν  οὖν  Ἀβραὰμ μηδὲν  εἰληφὼς,  ἀλλ'  ἔτι  ἐν  σκηναῖς  κατοικῶν·  καὶ  οὐκ ἠπίστησεν, οὐδὲ  ἠγωνίασεν·  εἶχε  γὰρ  ἐνέχυρον  ἀξιόπιστον  τοῦ  καλέσαντος  τὴν φωνήν. Ἦν δὲ αὐτὸς ἄγονος, καὶ οὐκ ἐτέκνου, ἀλλ' οὔτε Σάῤῥα ἡ τούτου γυνή· ἔλαβε δὲ  ἐξ  ἐπαγγελίας   υἱὸν  τὸν  Ἰσαάκ· ὅτε  δὲ    φύσις  ἀπηγόρευσε,  τότε    χάρις ἐδωρήσατο· ἔλαβεν ἀξιόπιστον μισθὸν ὑπακοῆς, ἀλλὰ τοῦτο μὴ εἰδώς· εἰ γὰρ ᾔδει, οὐδὲν ἀξιόπιστον ἦν ποιήσας. Καὶ ἵνα μάθῃς, ὅτι οὐ διὰ τοῦτο ὑπήκουσε, βλέπε πῶς καὶ  αὐτὸν  κελευόμενος  ἀνελεῖν  οὐ παρακούει,  ἀλλὰ  τὴν  φύσιν  ῥίπτει,  καὶ  τὴν φιλοθεΐαν ἀσπάζεται, τὰ σπλάγχνα καταπατεῖ, καὶ τοῦ καλέσαντος οὐκ ἀφίσταται. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲεἶπεν· Ἰδοὺ ἐγώ· καὶ εἶπε· Λάβε τὸν υἱόν   σου  τὸν   ἀγαπητὸν,   ὃν  ἠγάπησας,  τὸν   Ἰσαὰκ,  καὶ  ἀνένεγκε   αὐτὸν   εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Οὔτε τὸ ὄρος αὐτῷ ἐδήλωσεν, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὄρους εἰς πλείονα αὐτὸν ἀθυμίαν ἐνέβαλεν. Ἀλλ' ὅμως τούτων οὐδὲν τὸν Ἀβραὰμ ἐθορύβησε· μᾶλλον δὲ καὶ ἐθορύβησεν· ἔπασχε μὲν γὰρ τὰ τοῦ ἀνθρώπου, οὐκ ἔπασχε δὲ τὰ τῆς ἁμαρτίας· ἐκλυδωνίζετο μὲν ὡς πατὴρ, οὐ κατεποντίζετο δὲ ὡς φιλόθεος· τὰ σπλάγχνα ἀνήπτετο, ἀλλ' ἡ πίστις ἐνίκα. Μὴ γὰρ εἴπῃς, ὅτι οὐδὲν ἔπασχεν ὁ Ἀβραάμ· ἐννόησον πῶς ἐπυρπολεῖτο ὑπὸ τῶν σπλάγχνων ἐλαυνόμενος, καὶ βλέπε τὴν φιλοσοφίαν αὐτοῦ. Οὐδὲ τῇ Σάῤῥᾳ λέγει· ἐδεδοίκει γὰρ, μή  ποτε  ἐμποδίσῃ  τῷ  μυστηρίῳ  τῷ  ἐπιτελουμένῳ.   Εἰ γὰρ  εἶπεν,  εἰκὸς  αὐτὴν ἐπιστομίζειν, καὶ λέγειν· Ποῦ ἀνάγεις τὸν υἱόν σου, ὃν παρ' ἐλπίδας ἔλαβον, ὃν κατ' ἐπαγγελίαν ἐδεξάμην, ὃν ἀντὶ τῆς φιλοξενίας ἔλαβον, ὃν ἐν ἐσχάτῳ γήρᾳ ἐχαρίσατό μοι ὁ Θεός; ποῦ αὐτὸν ἀνάγεις; ποῦ αὐτὸν λαμβάνεις; οὐδείς σοι ὤφθη; πῶς γὰρ Θεός σοι εἶχεν ὀφθῆναι, καὶ ζητεῖν τὸν υἱὸν, ὃν παρ' ἐλπίδα μοι ἔδωκεν; αὐτὸς ἐχαρίσατο, καὶ αὐτὸς λαμβάνει; εἰ διὰ τὸ λαβεῖν αὐτὸν ἔδωκε, βέλτιον, εἰ μὴ ἔδωκεν· οὐ γάρ ἐστι τοσοῦτος πόνος τὸ μὴ ἔχειν, ὅσον τὸ λαβεῖν καὶ ἀπολέσαι. Ἐννόησον τὴν Σάῤῥαν ἀναπτομένην  καὶ πυρπολουμένην,  καὶ ὑπὸ τῆς φύσεως ἐλαυνομένην,  καὶ τὴν μήτραν αὐτῆς διαστρεφομένην, καὶ τὰ σπλάγχνα αὐτῆς ἀλλοιούμενα· συμπαθεῖς γὰρ αἱ γυναῖκες περὶ τὰ τοιαῦτα· ὅσον γὰρ μαλακωτέρα καὶ συμπαθεστέρα, τοσοῦτον ἔμελλε διισχυρίζεσθαι πρὸς τὸν Ἀβραὰμ, καὶ ἐνεποδίζετο ἡ θυσία, καὶ τὸ μυστήριον κατηργεῖτο. Τί γὰρ ἂν οὐκ ἐποίησεν ἡ Σάῤῥα πρὸς τὸ ἀποσπάσαι τὸν υἱὸν αὐτῆς; οὐ γὰρ ἠδύνατο βαστάσαι τὸ γινόμενον, τὸν παρ' ἐλπίδας υἱὸν μέλλοντα ἀναιρεῖσθαι, καὶ  ἐν  αὐτῷ  τῷ  γήρᾳ  δεδωρημένον  αὐτῇ  μέλλοντα  σφάζεσθαι, πατρὸς  χεῖρας τεκνοφονίαν   μελλούσας  ἐργάζεσθαι· οὐκ  ἂν  ἐβάσταζε  τοιαῦτα    Σάῤῥα, ἀλλὰ πολλὴν  ἂν εἰργάσατο μάχην  μετὰ τοῦ Ἀβραὰμ, τῆς δὲ μάχης  γινομένης  ἀνάγκη ἐνέδραν τινὰ παρακολουθῆσαι, ἐνέδρας δὲ παρακολουθούσης ἐνεποδίζετο τὸ μυστήριον. Οὐκ εἶπεν οὖν Ἀβραὰμ τῇ γυναικὶ, ἵνα μὴ φιλονεικία  γένηται, ἵνα μὴ, γενομένης τῆς φιλονεικίας, εἰς μάχην προέλθῃ τὸ πρᾶγμα, ἵνα μὴ, εἰς μάχην προελθόντος  τοῦ πράγματος, εἰς μερισμὸν περὶ τοῦ υἱοῦ προχωρήσῃ, ἵνα μὴ, εἰς μερισμὸν προχωροῦντος  τοῦ υἱοῦ, χρονίσῃ ἡ ἐπαγγελία,  ἵνα  μὴ, χρονισάσης τῆς ἐπαγγελίας, τὸ πρᾶγμα ἐνεδρευθῇ, ἵνα μὴ, τοῦ πράγματος ἐνεδρευθέντος, ἀτέλεστον μένῃ τὸ μυστήριον.

βʹ. Ἀλλ' ὁ φιλόσοφος Ἀβραὰμ, ὁ ἀθλητὴς, καὶ πρὸς φύσιν ἀγωνιζόμενος, καὶ πρὸς σπλάγχνα πυκτεύων, καὶ κατὰ τῆς φύσεως ὁπλιζόμενος, οὐ παρήκουσεν, ἀλλ' ἐπιτάγματι  τοῦ Θεοῦ εἴκων,  ἤκουσε τῆς ἀγγελίας,  καὶ εὐθὺς λαμβάνει  τὸν  υἱόν. Ἡδέως  ἐνδιατρίβω  τοῖς  ῥήμασι τούτοις·  Λάβε τὸν  υἱόν  σου τὸν  ἀγαπητὸν,  ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων,ὧν ἄν σοι εἴπω· καὶ λαβὼν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ, καὶ τὴν ὄνον, καὶ τοὺς δύο παῖδας, ἀπῄει· εἶτα φθασάντων αὐτῶν ἔν τινι τόπῳ, λέγει τοῖς παισί· Καθίσατε, φησὶν, ὑμεῖς ὧδε· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες πάλιν ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἄκων προεφήτευσεν ὁ Ἀβραὰμ, τῆς θείας χάριτος αὐτῷ συνεργούσης. Σφάξαι ἀνέρχῃ  τὸν  υἱόν  σου, καὶ λέγεις,  Ἀναστρέψομεν; Ὡς ζητεῖ κρύψαι τοὺς παῖδας, προφήτης καθίσταται. Καὶ ἔθηκε τὰ ξύλα ἐπὶ τοὺς ὤμους τοῦ Ἰσαὰκ, καὶ λαβὼν πῦρ καὶ μάχαιραν ἀνέβη ἐπὶ τὸ ὄρος. Καὶ τί φησιν ὁ Ἰσαὰκ πρὸς τὸν πατέρα; Πάτερ. Ὁ δὲ, τί ἐστι, τέκνον; Καί φησιν· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ δὲ πρὸς αὐτόν· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἰδοὺ καὶ δευτέρα προφητεία· οὐ στέγω οὔτε τὰ ῥήματα παρελθεῖν, οὔτε παραδραμεῖν τὰ γεγενημένα. Ἐννόησον ὀνόματα μέλλοντα πραγμάτων ἐρημοῦσθαι. Οὕτως ἐκεῖνος τὸν πατέρα καλεῖ, κἀκεῖνος πάλιν τὸν υἱὸν, καὶ πρὸς ὥραν μὲν ἦν τὰ ὀνόματα, ἤμελλον δὲ γυμνοῦσθαι. Ἐννόησον γὰρ, τί ἔπασχεν ὁ Ἀβραὰμ καλούμενος ὑπὸ τοῦ Ἰσαὰκ, ὃν ἤμελλε σφάττειν, πάτερ. Πῶς οὐ διεθρύβη τὰ γόνατα; πῶς  οὐ συνεκλάσθη τὰ μέλη; πῶς τὴν  διάνοιαν  οὐκ ἔπαθε ταῦτα ἀκούσας παρὰ τοῦ υἱοῦ Ἰσαάκ; Ὅμως ἀνήνεγκε, καὶ συνεπόδισε τὸν Ἰσαὰκ, καὶ ἔλαβε τὴν μάχαιραν τῇ δεξιᾷ χειρὶ, ἵνα σφάξῃ τὸν υἱὸν αὐτοῦ. Ὢ τῆς δεξιᾶς ἐκείνης  τῆς  κατὰ  τοῦ  υἱοῦ  ὁπλιζομένης·  οὐκ ἔχω  πῶς  παραστήσω τῷ  λόγῳ  τὰ γεγενημένα. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἔπεσε τὸ ξίφος ἀπὸ τῆς χειρός; πῶς οὐ διελύθη ὅλος, καὶ διεθρύβη; πῶς δὲ ἤρκεσε στῆναι καὶ ἰδεῖν τὸν Ἰσαὰκ δεδεμένον; πῶς δὲ οὐκ ἔμεινε νεκρὸς ἄφνω; πῶς δὲ τὰ νεῦρα αὐτῷ ὑπηρέτησαν; πῶς δὲ ἡ γνώμη ἤρκεσεν, Οὐκ ἔχω,  πῶς  παραστήσω τῷ  λόγῳ  τὸ  γεγενημένον.  Ὅσοι πατέρες  ἢ μητέρες, συνέλθετε, χεῖρα ὀρέξατε, βοηθήσατε τῷ λόγῳ· ἀτονῶ γὰρ πρὸς τὰ πράγματα· σύγγνωτε, ἀλλ' ὑμεῖς συμμαχήσατε. Πολλάκις πέντε ἢ καὶ ἓξ υἱοὺς ἔχει τις καὶ θυγατέρας· καὶ ἐπὰν εἷς ἐξ αὐτῶν ἀῤῥωστήσῃ, περιέρχεται ὅλην τὴν κλίνην ὁ πατὴρ, φιλῶν τοῦ παιδὸς τοὺς ὀφθαλμοὺς, τὰς χεῖρας περιπτυσσόμενος, τὴν ἡμέραν νύκτα λογιζόμενος, καὶ τὸ φῶς σκότος, οὐ τὰ στοιχεῖα μεταβάλλων, ἀλλὰ τῇ ἀηδίᾳ τῆς λύπης οὐκ εὐφραινόμενος ἐπ' αὐτοῖς· κλῖναι ἐστρωμέναι ἁπαλαὶ, ἰατροὶ παρακαθεζόμενοι, πολλὴ ἡ δορυφορία τοῦ ἀνωμαλοῦντος,  τήκεται ὅλος δι' ὅλου ὁ πατήρ·  κἂν  περιουσίαν  ἔχῃ  χρημάτων,   ἀπευκτέα  αὐτῷ  ἐστι,  κἂν  μυρίας  ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης μεθύων· καὶ ὁ πᾶς αὐτῷ κόσμος ἀνίατος  τοῦ κακοῦ. Ὁμοίως καὶ ἡ μήτηρ περιέρχεται διακοπτομένη, ἐμπυριζομένη, καὶ ἀναπτομένη ὅλη, ζητοῦσα δύναμιν, ἵνα συμμερίσηται τὸν πόνον· μᾶλλον  δὲ ἵνα  καὶ  ὅλον  ἀναδέξηται,  ἵνα  τὸ κακούμενον  τέκνον  ἀπαλλαγῇ  τῆς νόσου. Οὐδὲν αὐτῇ ὁ παρὼν  βίος, οὐδὲν  αὐτῇ  ὁ μέλλων,  ἀλλὰ  πάντων  τούτων τιμιώτερον  ἡγεῖται  τὸ πᾶσαν ἀναδέξασθαι τὴν  νόσον τοῦ τέκνου.  Οὐκ ἔχω  πῶς παραστήσω τὸ πάθος  τοῦτο. Ἐννόησον  καὶ τὸν  Ἀβραὰμ τὰ αὐτὰ  πάσχοντα  μὲν, φιλοσοφοῦντα  δὲ, καὶ  τῷ  προστάγματι  πειθόμενον·  κατεπάτει  τὴν  φύσιν,  καὶ  ἡ ἐντολὴ  τῶν  σπλάγχνων  ἐγίνετο  μᾶλλον  δυνατωτέρα. Ἔπασχε μὲν γὰρ ταῦτα, ὡς προεῖπον,  ὡς  ἄνθρωπος,  ἐφιλοσόφει  δὲ  ὡς  φιλόθεος.  Καὶ ἦν  ἰδεῖν  τὸν  Ἰσαὰκ μάρτυρα ζῶντα καὶ οὐ ζῶντα, ἀποθανόντα καὶ οὐκ ἀποθανόντα. Ὅσον μὲν γὰρ τῇ προθέσει τοῦ πατρὸς, ἀπέθανεν· ὅσον δὲ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ,  οὐκ ἀπέθανε· τύπος γὰρ ἦν τοῦ ∆εσπότου καὶ εἰκών· ἐχρησίμευσε δὲ ὁ τύπος, καὶ ἐκδέχεται τὴν ἀλήθειαν. Εἶτα συμποδίζεται ὁ Ἰσαὰκ, καὶ οὐ σφαγιάζεται· ἦλθε γὰρ ἄνωθεν φωνὴ ἐλέου καὶ φιλανθρωπίας  γέμουσα, καὶ ἐπέχει τὸν πατριάρχην ὅλον ἐγκείμενον ὄντα καὶ ἕτοιμον πρὸς τὴν σφαγὴν, καί φησιν· Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ  τὸ παιδάριον.  ∆ιὰ τί  οὐχὶ  ἐπὶ  τὸν  παῖδα, ἀλλ' Ἐπὶ τὸ παιδάριον; διὰ τί εὐτελίζει; Ἄνθρωπος γὰρ ἦν· Υἱοῦ δὲ ἦν χρεία, οὐ παιδαρίου· οὐ δούλου, ἀλλ' Υἱοῦ ἀληθινοῦ  μονογενοῦς,  παρὰ Πατρὸς ἀπεσταλμένου  πρὸς ἡμᾶς. Μὴ ἐπιβάλῃς  τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Ἠρκέσθης τῷ τύπῳ, ἐκδέχου τὴν ἀλή 50.741 θειαν. Καὶ προφητεύει μὲν Ἀβραὰμ παραλογιζόμενος τοὺς παῖδας· ὁρᾷ δὲ ἀποβαίνουσαν ἐν τοῖς ῥηθεῖσι τὴν ἀλήθειαν· τί γάρ φησι; Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. Εἶπεν οὐχ  οὕτως  ἔχων·  ἀπέβαινε  δὲ μᾶλλον  ὡς  ἔλεγεν,  ἢ ὥσπερ ἐφρόνει.  Τοὺς παῖδας δὲ καταλιμπάνει, ἵνα μὴ βιασθῇ θεομάχον βίαν· μὴ νομίσαντες πρεσβυτικόν τι πάθος ὑπομεμενηκέναι  τὸν γέροντα, ἐπισχῶσιν αὐτοῦ τὴν πρὸς τὸ θῦσαι ὁρμὴν, εἰπόντες, τί ποιεῖς, ὦ δέσποτα; τὸν ἐξ ἐπαγγελίας  θύεις, τὸν ἀγαπητὸν, τὸν θεοδώρητον, τὸν γηρώκομον, τὸν κληρονόμον, τὸν σὸν διάδοχον, τὸν Σάῤῥας υἱόν; τί ποιεῖς σκόπησον, ἀνακοίνωσαι τῇ συμβίῳ, τῇ κοινωνῷ τῆς γονῆς, τῇ ἐπ' αὐτῷ τὰς ὠδῖνας  ὑπομεινάσῃ· ἡμᾶς σφαγίασον πρῶτον, καὶ οὕτως τὸν υἱόν. Ἀλλ' ὁ σοφὸς πρεσβύτης  οὐ  παραλαμβάνει   τοὺς  ὀφείλοντας   ἐμποδίζειν   αὐτὸν,   ἀλλὰ   ποιεῖ βαστάζειν  τὸ  θῦμα  τὰ  ξύλα,  ἵνα  τὸν  τύπον  ἔχῃ  τοῦ  τὸν  σταυρὸν  βαστάζοντος Σωτῆρος. Βαστάζων δὲ ὁ παῖς καὶ φθεγγόμενος, κινεῖ τὰ πατρῷα σπλάγχνα, ἀλλ' οὐκ ἐξίστησι τοῦ πρὸς Θεὸν πόθου. Τί γάρ φησι; Πάτερ. Ἐννόει δὲ οἵα ἦν ἡ φωνὴ, Πάτερ. Καὶ γὰρ καὶ ἡμεῖς ὅτε θύειν μέλλομεν ἢ ἀρνίον ἢ ἄλλο τι τῶν ζώων, καὶ εἴδομεν βληχώμενον,  καὶ ἠρεμαίᾳ φωνῇ  πρὸς ἡμᾶς φθεγγόμενον,  ἐλεοῦμεν,  οἰκτείρομεν ἄναρθρον προφέρον τὴν φωνήν. Ἐννόησον οὖν τοῦτο τὸ πρόβατον τί ἐποίησεν ἂν, εἰ πρὸς ἀσθενῆ διελέγετο· Πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; αὐτὸς δὲ ἦν κατὰ τὴν τοῦ πατρὸς γνώμην  ὁ λαλῶν  τὸ πρόβατον ἐρεθίζον τὸν ἱερέα εἰς εὐσπλαγχνίαν.  Οὐκ ἐμαθήτευσε γὰρ Χριστῷ τῷ λέγοντι·  Ὁ φιλῶν  πατέρα ἢ μητέρα, ἢ υἱὸν ἢ θυγατέρα, ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ἐμιμεῖτο δὲ Πατέρα περὶ οὗ εἴρηται· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ποῦ ἐστι τὸ πρόβατον; νουνεχῶς ὁ παῖς. Τί οὖν ὁ πατήρ φησιν; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον· οὐκ οἰκέτην, ἀλλ' Υἱόν. Ἐκεῖνος μονογενὴς, καὶ ὁ Θεὸς μονογενής· ἐκεῖνος ἐπὶ τῶν ὤμων τὰ ξύλα, καὶ ὁ Χριστὸς ἐπὶ τῶν ὤμων τὸν σταυρόν· ἐκεῖνος μηδὲν ἁμαρτήσας ἤμελλε σφάζεσθαι, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ μηδὲν  ἁμαρτήσας ἐσταυρώθη· ἐκεῖνος  καὶ ἐσφάγη καὶ οὐκ ἐσφάγη, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς καὶ ἐσφάγη καὶ οὐκ ἐσφάγη, καὶ ἀπέθανε καὶ οὐκ ἀπέθανεν·  ὅσον μὲν  γὰρ εἰς προαίρεσιν, ἀπέθανεν,  ὅσον δὲ εἰς ἔκβασιν πραγμάτων, οὐκ ἀπέθανεν  ἐκεῖνος· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ τῇ σαρκὶ ἀπέθανεν, ἀλλ' ἡ θεότης ἀπαθὴς ἔμεινεν.

γʹ. Ἀεὶ γὰρ ὁ Θεὸς, ὅταν μέλλῃ πρᾶγμα μέγα διοικεῖν παρὰ τοῖς ἀνθρώποις, προλαμβάνει,  καὶ  τὴν  σκιὰν  αὐτοῦ  προζωγραφεῖ,  ἵνα  ὅταν  ἔλθῃ  ἡ ἀλήθεια,  μὴ ἀπιστήσωσι περὶ αὐτῆς, ἵνα, τῆς εἰκόνος προλαβούσης, μὴ ἀπιστήσωσι τῇ ἀληθείᾳ. Οἷόν τι λέγω· ἔμελλεν ἡ παναγία παρθένος γεννᾷν, καὶ ἄπιστον ἦν τὸ πρᾶγμα· πῶς παρθένος  γεννήσει  παρὰ  τὸν  νόμον  τῆς  φύσεως;  τὸ  γὰρ  γεγεννημένον   παρ' ἀκολουθίαν  φύσεως.  Τίς ἐξ αἰῶνος  εἶδε παρθένον  γεννήσασαν; Ἵνα  οὖν  μὴ εἰς ἀπιστίαν πολλὴν χωρήσωσιν οἱ Ἰουδαῖοι, προλαμβάνει καὶ σκιαγραφεῖ ἐν τῇ Σάῤῥᾳ τὴν  ἀλήθειαν,  ἵνα  ὅταν  ἀπορήσωσιν, πῶς  ἡ παρθένος  ἐγέννησε,  μᾶλλον ἀναμνησθέντες εἴπωσι, πῶς ἡ Σάῤῥα ἐγέννησε; μᾶλλον δὲ ἐκείνῳ τῷ λόγῳ, πῶς ἡ γῆ παρθένος οὖσα ἐγέννησε; Σκαπάνη οὐκ ἦν, ὁ γεωργῶν αὐτὴν οὐχ ὑπῆρχεν, ὑετὸς οὐ κατῆλθε, βοτάνη εἰς αὐτὴν  οὐκ ἀνῆλθεν,  αὖλαξ αὐτῆς οὐκ ἀνετμήθη, χέρσος ἦν, σπερμάτων καταβολὴν οὐκ ἐδέξατο, ψεκὰς οὐκ ηὔφρανεν αὐτήν. Εἰπέ μοι οὖν, πῶς παρθένος οὖσα τὰ μυρία γένη τῶν βοτανῶν ἐβλάστησεν; Ἀλλ' οὐκ ἔχεις ἑρμηνεῦσαι τὸ γεγενημένον, ἀλλὰ λέγεις, ὡς ἠθέλησεν ὁ Θεός. Τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ τῆς παρθένου, ἐπειδὴ ἀπορεῖς, μάθε μὴ περιεργάζεσθαι ὅταν Θεὸς ἐργάζηται· μὴ ἐρώτα τὰ κατὰ φύσιν, ὅταν ὁ τῆς φύσεως τεχνίτης  ἐργάζηται· μὴ πολυπραγμόνει.  Εἶπε, Βλαστησάτω ἡ  γῆ,  καὶ  εὐθέως  εἰσῆλθεν  ὁ λόγος  εἰς  τὰς  λαγόνας  τῆς  γῆς,  καὶ διήγειρεν αὐτῆς τὰς ὠδῖνας, καὶ ἡ παρθένος ἐγέννα. Λόγος εἷς ἦν ὁ προελθὼν, καὶ μυρία γένη τῶν βοτανῶν ἐβλάστησε, καὶ ἡ γῆ τὸν ἴδιον ἀνελάμβανε κόσμον διὰ τοῦ λόγου· Καὶ ἦν ἰδεῖν τὴν γῆν κυμαινομένην,  τὰ πτηνὰ, τὰ ἔνυδρα, τὰ χερσαῖα, τοὺς λειμῶνας,  τὰ  ἄνθη,  τὰ  δένδρα,  τὴν  ἄμπελον,  τὴν  ἐλαίαν,  τὰ  μυρία  γένη  τῶν δένδρων, τὰ ἄωρα, τὰ ὥριμα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν, τὰ παρὰ λίμνας, τὰ παρὰ ποταμοὺς, τὰ παρὰ πηγὰς, τὰ ἐν τοῖς ὄρεσι. Λόγος εἷς ἦν ὁ ἐργαζόμενος, καὶ ἡ γῆ τὴν οἰκείαν εὐπρέπειαν ἀπελάμβανεν. Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, πῶς τοῦτο· ἀλλ' οὐκ ἔχεις. Ὁρᾷς πῶς ἡ πλάνη παρ' ἑαυτῆς ὑποσκελίζεται; Πρόσεχε ἀκριβῶς. Ὡς γὰρ  ἔλεγον,  ὅταν  μέλλῃ    Θεὸς διοικεῖν  τι  πρᾶγμα  ἄπιστον  δοκοῦν  εἶναι  τοῖς ἀνθρώποις,  προλαμβάνει  τὸν  τύπον  καὶ τὴν  σκιὰν, ἵνα  μὴ αἰφνίδιον  ἐλθοῦσα ἡ ἀλήθεια  εἰς  ἀπιστίαν  αὐτοὺς  ἐμβάλῃ.  Ἔδει κατελθεῖν  τὸν  Υἱὸν τοῦ  Θεοῦ, καὶ βαπτίσαι τὸ τῶν ἀνθρώπων  γένος, καὶ τὸν παλαιὸν ἄνθρωπον  ἀποπνῖξαι, καὶ τὸν ἀνανεῶσαι θέλοντα τὴν ἁμαρτίαν καταποντίσαι, καὶ τὴν εὐλογίαν ἐπαναγαγεῖν, καὶ τὴν  κατάραν  ἀφανίσαι,  καὶ  τὴν  δικαιοσύνην  χαρίσασθαι, καὶ  τοὺς  ἀνθρώπους ἀγγέλους ποιῆσαι· μοιχὸν ἔμελλε λαμβάνειν, καὶ υἱὸν ποιεῖν· ὅπερ οὖν καὶ ἐποίησε· μὴ ὄντα ἄξιον γῆς ἤμελλε λαμβάνειν,  καὶ ἄξιον οὐρανοῦ ποιεῖν. Ἐπεὶ οὖν τοῦτο μέγα ἦν τὸ θαῦμα καὶ ἄπιστον τοῖς πολλοῖς, πῶς ἡ αὐτὴ φύσις τὸν ἕνα ἄνθρωπον πνίγει καὶ δικαιοῖ, τὴν ἁμαρτίαν ἀφανίζει, καὶ τὴν ἀλήθειαν ἐπανάγει· ἵνα οὖν μὴ λέγωσιν  Ἰουδαῖοι, μῦθος τὰ τῶν  Χριστιανῶν, πῶς οἷόν τε τὸ αὐτὸ ὕδωρ τὸν μὲν πνίγειν, τὸν δὲ ζωοποιεῖν; ἕν ἐστι τὸ ὕδωρ, καὶ πῶς δύναται δύο ἐνεργείας ἔχειν; Τί οὖν προδιοικεῖ ὁ Θεὸς, ἵνα ἡ ἀναισχυντία τῶν Ἰουδαίων ἐλέγχηται; Οἱ υἱοὶ Ἰσραὴλ κατεπονοῦντο  ἐν Αἰγύπτῳ, ἐν τοῖς ἔργοις, καὶ τῇ πλίνθῳ  προσηλωμένοι καὶ τοῖς ἄλλοις  πονήμασι·  καὶ  ἐβόων  κλαίοντες  καὶ  λέγοντες,  τίς  ἡμᾶς  ῥύσεται ἐκ  τῆς δουλείας τῶν Αἰγυπτίων; ἀπολώλαμεν, ἐξολώλαμεν ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Τί οὖν; εἰσήκουσεν αὐτῶν ὁ Θεὸς, καὶ πέμπει τὸν Μωϋσέα, σημείοις καὶ τέρασιν αὐτὸν ὁπλίσας. Ἦλθεν ὁ Μωϋσῆς φέρων  τὰς  κατὰ  τοῦ  Φαραὼ τιμωρίας·  στρατόπεδον πονηρῶν  ἀκρίδων  ἐπήγαγε, βροῦχον ἐκέλευσε, καὶ παρεγένετο· τὸ ὕδωρ εἰς αἷμα μετέβαλε,  φλυκτίδας  ἐποίησεν  ἀναζέσαι  ἐν  τοῖς  ἀνθρώποις  καὶ  ἐν  τοῖς τετράποσιν. Εἶτα ὡς μετὰ τὰς πληγὰς  ταύτας οὐκ εἶξεν ὁ Φαραὼ, λοιπὸν  ὁ Θεὸς θάνατον τῶν πρωτοτόκων  ἐπάγει· εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον χρὴ γὰρ ἐπιτεμεῖν, ἵνα μὴ περὶ τὰ αὐτὰ εἱλούμενοι  μὴ πληρώσωμεν  τὴν ὑπόσχεσιν, ἐξῆλθον  ἐκ γῆς Αἰγύπτου, καὶ ἦλθον  παρὰ τὴν  θάλασσαν. Ἐστρατοπέδευσε Φαραὼ ὀπίσω αὐτῶν μετὰ πλήθους  ἁρμάτων καὶ ἵππων·  ὡς δὲ εἶδεν Ἰσραὴλ τὴν παράταξιν, ἐφοβήθη. Ἦλθον δὲ ἐπὶ τοῦ χείλους τῆς θαλάσσης· καί φησιν ὁ Θεὸς τῷ Μωϋσεῖ, Τί βοᾷς πρός με; καὶ μὴν οὐδὲν ἔλεγε Μωϋσῆς. Ἀλλά φησι, Θεός εἰμι, οὐ τὰ ἐκ χειλέων  μόνον ἀκούων, ἀλλὰ καὶ τὰ ἐν τῇ καρδίᾳ γνωρίζων,  ἵνα μάθῃς, ὅτι οὐκ ἐν τῷ κράζειν ἡ εὐχὴ, ἀλλ' ἐν τῇ γνώμῃ. Τί βοᾷς πρός με; Τὰ μὲν γὰρ χείλη αὐτοῦ οὐκ ἐλάλει, ἡ δὲ καρδία ἐβόα· εὐχὴ γὰρ ἀπὸ γνώμης  ἀγαθῆς ζητεῖται, οὐκ ἀπὸ κραυγῆς ἰσχυρᾶς. Τί βοᾷς πρός με; Ἔκτεινον τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου ἐπὶ τὸ ὕδωρ, καὶ δίελθε σὺ καὶ πᾶς Ἰσραήλ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν ῥάβδον τὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸ  ὕδωρ,  καὶ    ἄτακτος  ῥύμη  τῶν  ὑδάτων  ἐχερσώθη,  καὶ  τῆς  ἰδίας  φύσεως ἐπελάθετο. Τοιοῦτον γὰρ τὸ στοιχεῖον, ὅταν νεύσῃ ὁ Θεὸς, καὶ αὐτὰ τῆς οἰκείας φύσεως   ἐπιλανθάνεται,   καὶ  τὴν   ἐνέργειαν   χαλινοῖ.   Καθάπερ  γὰρ  θεραπαινὶς εὐγνώμων ἡ θάλασσα, ∆εσπότου δοῦλον ἰδοῦσα, ἐπείθετο καὶ ὑπήκουσεν· ὑπήκουσε δὲ οὐ ξύλον τὸ ξηρὸν αἰδουμένη, ἀλλὰ διὰ τὸν μέλλοντα ἐν τῷ ξύλῳ σταυροῦσθαι. Εἶδεν οὖν τὴν εἰκόνα, καὶ εὐθὺς ἐνενόησε τὴν ἀλήθειαν, καὶ ὑπεχώρησε. Πάρελθε, φησὶ, σὺ καὶ πᾶς ὁ λαὸς Ἰσραήλ. Εἶτα παρῆλθεν αὐτὸς καὶ πᾶς Ἰσραήλ· ἐπηκολούθησαν  δὲ καὶ οἱ Αἰγύπτιοι καταδιώκοντες  ἐκείνους, ὅ τε Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ καὶ οἱ ἱππεῖς. Εἶτα τῶν υἱῶν Ἰσραὴλ παρελθόντων ἐπῆλθε τὸ ὕδωρ καὶ ἐκάλυψε  τοὺς  Αἰγυπτίους.  Εἰπέ μοι  οὖν,    Ἰουδαῖε,  πῶς  τὸ  ὕδωρ  τὸ  ἐπὶ  τοῦ βαπτίσματος δύο ἐνεργείας ἔχει, καὶ τὸν μὲν πνίγει, τὸν δὲ ζωοποιεῖ; εἰπέ μοι, πῶς ἡ θάλασσα ἐκείνη, μία οὖσα τῇ φύσει, τοὺς μὲν ἐζωοποίησε, τοὺς δὲ ἀπέκτεινε, τοὺς μὲν ἀπέπνιξε, τοῖς δὲ ὁδὸς ἐγένετο, καίτοι μία ἦν ἡ ἄτακτος ῥύμη τῶν ὑδάτων; καὶ πῶς τοὺς μὲν δούλων  δίκην ᾐδέσθη, ἐν ἐκείνοις δὲ βαρβάρων τρόπον ἐμιμήσατο; Ἑρμήνευσόν μοι  τοῦτο,    Ἰουδαῖε,    ἀπιστῶν  τῷ  σταυρῷ, πῶς  τὸ  αὐτὸ  ὕδωρ ἐκείνους ἔπνιξε, καὶ τούτους ἔσωσεν. Ἓν ἦν τὸ ὕδωρ, μία ἡ θάλασσα, καὶ τῶν μὲν οὔτε πόδα ἔβρεξε, τῶν δὲ οὔτε ἴχνος ἀφῆκεν, ἀλλ' ἅπαντας λαβοῦσα ἐκάλυψε τῷ ὕδατι, καὶ κοινὸν τάφον εἰργάσατο ἡ θάλασσα παντὶ τῷ δήμῳ τῶν Αἰγυπτίων. Εἰπέ μοι οὖν τοῦτο πῶς ἐγένετο. Ὁρᾷς πῶς ἡ σκιὰ προῆλθεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια; πῶς ἐκεῖνα μὲν σκιὰ, ταῦτα δὲ ἀλήθεια; ἐκεῖνα σκιὰ, ταῦτα δὲ πράγματα; Ὁρᾷς, ὡς εἶπον, ὅταν μέλλῃ ὁ Θεὸς διοικεῖν πρᾶγμά τι ξένον, προδιατυποῖ πρῶτον καὶ σκιαγραφεῖ, ἵνα οὕτως προελθοῦσα ἡ ἀλήθεια εὐπρόσδεκτος γένηται; Ἀνάγκη γὰρ τὴν εἰκόνα ὑποδεεστέραν εἶναι τῆς ἀληθείας· εἰ δὲ αὐτοτελὴς ἦν, οὐκ ἔτι σκιὰ, ἀλλὰ ἀλήθεια. Προέλαβέ τε ἡ σκιὰ, καὶ ἦλθεν ἡ ἀλήθεια τῶν χρωμάτων  καὶ ἔδειξε καθαρὰν τὴν εἰκόνα. Ἐκεῖνα τύποι, ταῦτα πράγματα· οἷον καὶ ἐπὶ τοῦ προβάτου γέγονεν. Ἤμελλε τῷ αἵματι τοῦ Χριστοῦ ἐλευθεροῦσθαι ἡ οἰκουμένη καὶ κατάρας ἀπαλλάττεσθαι.  Ἐπεὶ οὖν  τοῦτο  πάλιν  μέγα  ἦν  τὸ  θαῦμα  καὶ  ἄπιστον  παρὰ τῇ ἀγνώμονι ψυχῇ τῶν Ἰουδαίων, προδιοικεῖ ὁ Θεὸς καὶ προδιατυποῖ διὰ τοῦ προβάτου· τῶν γὰρ Αἰγυπτίων τὰ πρωτότοκα μέλλων ἀπολλύειν, ἵνα μὴ συναναιρεθῶσι καὶ τὰ τῶν  υἱῶν  Ἰσραήλ· τί  οὖν· ἵνα  γένηται,  φησὶν  ὁ Μωϋσῆς, μήποτε  ὁ ὀλοθρεύων ἄγγελος συνολοθρεύσῃ τὰ τῶν υἱῶν Ἰσραὴλ πρωτότοκα· τί οὖν; λέγει πρὸς αὐτὸν ὁ Θεός· παράγγειλον  τοῖς  υἱοῖς  Ἰσραὴλ, καὶ λαβέτωσαν  πρόβατον  ἄμωμον,  ἄρσεν, ἐνιαύσιον, κατὰ συγγενείας αὐτῶν· κἂν μὴ εὐπορῶσι, φησὶ, γείτων γείτονα συγκαλέσει, καὶ συγγένεια συγγένειαν συγκαλέσει, καὶ οὕτω λαβόντες τὸ πρόβατον, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, θύσατε, φησὶ, κατὰ συγγενείας καὶ κατ' οἴκους πατριῶν. Καὶ τὰ μὲν κρέα αὐτοῦ φάγεσθε ὀπτὰ πυρί· μηδὲν ἐξ αὐτῶν καταλείψεται· τὸ δὲ αἷμα αὐτοῦ χρίσατε εἰς τὰς φλιὰς ὑμῶν. Φάγεσθε δὲ αὐτὸ φησὶ, περιεζωσμένοι τὴν ὀσφύν· τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν· καὶ τοῦτο ὡς ὁδοιπόρου σχῆμα· οἱ λύχνοι ὑμῶν καιόμενοι· διὰ τί; Ἑσπέρα γὰρ ἦν καταλαμβάνουσα. Καὶ διὰ τί οὕτως ἔδεσθε ὡς ὁδοιπόροι; ∆ιὰ τί; ἐγὼ λέγω. Καὶ διὰ τὸν τύπον, καὶ διὰ τὴν ἀλήθειαν· ἐπειδὴ πολλάκις  ἐπλήγη  ὁ Φαραὼ, καὶ οὐκ ἀπέλυσεν αὐτούς· καὶ ἔλεγεν  αὐτοῖς Μωϋσῆς· πλήττεται  σήμερον καὶ ἀπολύει·  ἐπλήσσετο καὶ  οὐκ ἀπέλυεν·  ἔννατον ἐπλήγη   καὶ  οὐκ  ἀπέλυσεν  αὐτούς·  τῇ  δεκάτῃ  δὲ  ἤμελλεν   αὐτοὺς  ἀπολύειν· ὁδοιπόρων, λέγει, λάβετε σχῆμα· μετὰ γὰρ τὸ φαγεῖν ὑμᾶς, οὐδὲν κοινὸν ὑμῖν πρὸς τὴν Αἴγυπτον· λάβετε οὖν, φησὶ, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, καὶ θύσατε αὐτό· καὶ χρίσατε τὸ αἷμα αὐτοῦ ἐπὶ τὰς φλιὰς ὑμῶν, ἵνα ἐλθὼν ὁ ἄγγελος, κἂν δι' ἐκείνους  μὴ  φείσηται,  διὰ  τὸν  τύπον  τοῦ  αἵματος  φείσηται.  Ταῦτα οὐ  διὰ  τὸν ἄγγελον  ἐγένετο, ἀλλὰ διὰ τὸ αἷμα τὸ ἐμὲ σῶσαν· οὐ γὰρ ἠδύνατο  ὁ ἄγγελος τὸ παράλληλον τῶν Αἰγυπτίων καὶ Ἰουδαίων διαγνῶναι; ὁ τὰ πρωτότοκα εἰδὼς, Αἰγυπτίους καὶ Ἑβραίους διαγνῶναι  οὐκ ἴσχυσεν; Ὅταν οὖν ὀνειδίσῃ σε λέγων, εἰς αἷμα ἐλπίζεις; εἰπὲ αὐτῷ, καὶ σύ· οὖκ αἰσχύνῃ, ἀναίσχυντε; σὺ εἰς αἷμα προβάτου ἐσώθης,  κἀγὼ  εἰς  αἷμα  ∆εσπότου οὐ  σώζομαι; Ἰουδαῖος  οὖν  ἐσθίων,  ἐπείγεται ἀπαλλαγῆναι  Αἰγύπτου· Χριστιανὸς ἐσθίων, ἐπειγέσθω  ἀπαλλαγῆναι  τοῦ κόσμου. Καὶ γάρ σοι ὁ Παῦλος οὕτω χρηματίζει· Ἐνδύσασθε θώρακα δικαιοσύνης· ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Ἐκεῖ ὑποδήματα, καὶ ἐνταῦθα ὑποδήματα· ἐκεῖ βακτηρία, ἐνταῦθα θώραξ· ὁ Μωϋσῆς ὡς ὁδοιπόροις, ὁ Παῦλος ὡς στρατιώταις· ἐκεῖνοι ἀπὸ γῆς εἰς γῆν, διὰ τοῦτο ὁδοιπόροι· ἐγὼ ἀπὸ γῆς εἰς οὐρανὸν, διὰ τοῦτο στρατιώτης· διὰ τί; Ὅτι ἡ ὁδός μου λῃστεύεται κατὰ τὸν ἀέρα, δαίμονές μοι ἀπαντῶσι. ∆ιὰ τοῦτο ἔχω τὴν παῤῥησίαν γεγυμνωμένην,  διὰ τοῦτο τὸν θώρακα τῆς δικαιοσύνης, διὰ τοῦτο τὴν ζώνην  τῆς ἀληθείας· οὐ γάρ εἰμι ὁδοιπόρος μόνον, ἀλλὰ καὶ στρατιώτης. Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὅρα οὖν πῶς χρηματίζει Παῦλος καὶ πῶς σχηματίζει Μωϋσῆς, πῶς τὰ αἰσθητὰ, πῶς τὰ πνευματικά. Σπουδάσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, τὸν Ἀβραὰμ  μιμήσασθαι,   ἵνα   ξενισθῶμεν   ἐν   τοῖς   τούτου   κόλποις,   χάριτι   καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |