ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 14.Ομιλια εγκωμιαστική. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.

Πέμπτη 16 Ιουνίου 2016

14.Ομιλια εγκωμιαστική. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

14.Ομιλια  εγκωμιαστικη. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.

αʹ. Ὅπερ χθὲς ἐδεδοίκειν ἐξέβη, καὶ τέλος ἔλαβε νῦν,  καὶ τῆς ἑορτῆς ἀπελθούσης,  καὶ  τὸ  πλῆθος  ἡμῖν  συναπεδήμησε, καὶ  ἐλάττων  ἡμῖν  ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ  τοῦτο τῆς παραινέσεως ἀπέστην· εἰ γὰρ καὶ μὴ   πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ' οὐδὲ πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης  τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι' ἡμῶν, ἀλλά γε δι'  ὑμῶν πάντως  ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ  μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ   καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο   τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα  τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος  ἐκείνου,   καὶ χαλεπωτέρας  καθ' ἑκάστην  ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης  ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν  ἐπι σπωμένης, καὶ πολλὴν  τοῖς καταφεύγουσι  παρεχού σης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων  ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων  παθῶν τὰς συνεχεῖς   ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ   ἀπόνοιαν καταστέλλει.Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα   τοῦ πένητος  ὑπεριδεῖν  δυνήσεται, ἀκούων παρὰ τῶν  θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης   πλουτοῦντα  ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων   καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· 


 Μὴ φοβοῦ,   ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ    δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν  αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται  αὐτῷ ἡ δόξα αὐτοῦ. Τοιαύτη γὰρ τῆς εὐπορίας ταύ της ἡ φύσις· οὐ συμμεθίσταται τοῖς  ἔχουσιν,  οὐ συν αποδημεῖ  τοῖς  κεκτημένοις,  οὐ παρίσταται κρινομέ νοις ἐκεῖ καὶ εὐθύνας ὑπέχουσιν, ἀλλ' ὑπὸ τοῦ θανάτου διακόπτεται πάντως· πολλοὺς δὲ καὶ πρὸ τοῦ θανάτου  κατέλιπεν· ἄπιστος ἡ χρῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ἐπικίνδυνος ἡ κτῆσις. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα,  καὶ τὰ τῆς ἐλεημοσύνης· ἀλλ' ἔστιν ἄσυλος οὗτος ὁ  θησαυρός. Πόθεν τοῦτο δῆλον; Ὁ περὶ τοῦ πλούτου  τούτου φιλοσοφήσας καὶ εἰπὼν, ὅτι Οὐ συγκαταβή σεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ, οὗτος καὶ  περὶ τῶν τῆς ἐλεημοσύνης θησαυρῶν, τῶν ἀεὶ μενόν των καὶ μηδέποτε συλωμένων, ἐπαίδευσεν ἡμᾶς οὕτως  εἰπών· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δι καιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τί τούτου  παραδοξότερον γένοιτ'  ἄν; Τὰ συλλεγόμενα  ἀπόλ  λυνται,  καὶ τὰ σκορπιζόμενα μένει,  καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ὁ Θεὸς ὑποδέχεται, ἐκ δὲ τῆς  τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάζειν δύναται· τὰ δὲ ἐν  ἀνθρωπίνοις ἀποτίθεται θησαυροῖς· ἔνθα πολλαῖς  ὑπόκειται ταῖς ἐπιβουλαῖς, ἔνθα πολὺς ὁ φθόνος καὶ  ἡ βασκανία. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς ἐν  ταῦθα  διατριβῆς·  κἂν  γάρ  τις  ἀθυμία  ἐνοχλῇ,  ἐνταῦθα     φυγαδεύεται·  κἂν φροντίδες βιωτικαὶ, δραπετεύουσι· κἂν ἄλογα πάθη, σβέννυται· ἀπὸ δὲ τῆς ἀγο ρᾶς,καὶ τῶν  θεάτρων,  καὶ τῶν  ἄλλων  συλλόγων    τῶν  ἔξωθεν  πολλὰς  ἐπισυρόμενοι φροντίδας,  καὶ   ἀθυμίας, καὶ ψυχῆς  νόσους, οἴκαδε ἀναχωροῦμεν.    Ἂν  ἐνταῦθα διατρίβῃς συνεχῶς, καὶ ἅπερ ἔλαβες   ἔξωθεν κακὰ ἀποθήσῃ πάντως· ἂν δὲ ἀποπηδᾷς   καὶ φεύγῃς καὶ ἅπερ ἐκτήσω παρὰ τῶν θείων    Γραφῶν ἀγαθὰ ἀπολεῖς πάντως, κατὰ μικρὸν  ἐκ τῶν ἔξω συνεδρίων καὶ διαλέξεων ὑποσυρομένης  σου τῆς εὐπορίας. Καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, ἀνα χωροῦντες  ἐντεῦθεν  σπουδάσατε τοὺς σήμερον ἀπο λειφθέντας  ἰδεῖν, καὶ ὄψεσθε πόσον τὸ μέσον τῆς  ὑμετέρας εὐθυμίας καὶ τῆς ἐκείνων  ἀθυμίας. Οὐχ   οὕτως ἐστὶ νύμφη  καλὴ καὶ ἐπίχαρις  ἐν παστάδι καθημένη, ὡς ἔστι ψυχὴ θαυμαστὴ καὶ ἔνδοξος ἐν   Ἐκκλησίᾳ φαινομένη,  μύρων πνέουσα πνευματικῶν.   Ὁ γὰρ ἐνταῦθα μετὰ πίστεως καὶ σπουδῆς παραγι νόμενος, μυρίους λαβὼν  ἄπεισι θησαυρούς· κἂν   ἀνοίξῃ  τὸ στόμα μόνον,  πάσης εὐωδίας εὐθέως  καὶ    πλούτου  πνευματικοῦ  τοὺς  συγγινομένους   ἐνέπλησε    κἂν  μυρία προσπέσῃ δεινὰ,  πάντα  οἴσει ῥᾳδίως,   ἱκανὴν  ἀφορμὴν  ἀπὸ τῶν  θείων  Γραφῶν ὑπομονῆς  καὶ φιλοσοφίας ἐντεῦθεν λαβών. Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων   καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων  διηνεκοῦς,  καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων  ἁλώσεται, ἀνώτερον  τῆς   τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο μῆς· οὐκ ἀπὸ συμβουλῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ  εὐχῆς, καὶ ἀπὸ πατρικῆς εὐλογίας, καὶ ἀπὸ κοινῆς  συνόδου, καὶ ἀπὸ τῆς τῶν ἀδελφῶν ἀγάπης, καὶ ἐξ   ἑτέρων μυρίων πολλὴν ὠφέλειαν καὶ ψυχαγωγίαν καρπωσάμενος, οὕτως ἀνεχώρησε, μυρία οἴκαδε  φέρων ἀγαθά. Ὅρα οὖν πόσης μὲν ὑμεῖς σήμερον   ἀπολαύσεσθε τῆς εὐλογίας,  πόσην δὲ ὑποστήσονται   ἐκεῖνοι  τὴν ζημίαν. Ὑμεῖς μὲν γὰρ μαρτύρων μισθὸν λαμβάνοντες ἀπελεύσεσθε· ἐκεῖνοι δὲ πρὸς τῷ τοῦ  κέρδους ἀποστερηθῆναι τούτου, καὶ ἑτέραν ὑποστήσον ται ζημίαν, ἐκ τῶν ἀνονήτων  διατριβῶν πολὺν φρον τίδων ἐπισυρόμενοι φορυτόν. Ὥσπερ γὰρ ὁ δεχό μενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν  προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται· οὕτως ὁ δεχόμενος μάρτυρα εἰς ὄνομα μάρτυρος, μισθὸν  μάρτυρος λήψεται· ὑποδοχὴ δὲ μάρτυρος τὸ συνελθεῖν  εἰς τὴν ἐκείνου μνήμην, τὸ κοινωνῆσαι  τῆς   διηγήσεως τῶν  ἄθλων,  τὸ θαυμάσαι τὰ γεγενημένα,  τὸ ζηλῶσαι τὴν ἀρετὴν, τὸ εἰς ἑτέρους ἐξενεγκεῖν  τὰς ἀνδραγαθίας τὰς ἐκείνου· ταῦτα τῶν μαρτύρων  τὰ ξένια· οὕτω τοὺς ἁγίους τούτους τις ὑποδέχεται, καθάπερ οὖν καὶ ὑμεῖς τήμερον πεποιήκατε.

βʹ. Χθὲς μὲν οὖν ὁ ∆εσπότης ἡμῶν ὕδατι ἐβαπτίσατο,  σήμερον δὲ ὁ δοῦλος αἵματι βαπτίζεται· χθὲς ἠνεῴχθη σαν οὐρανοῦ πύλαι, σήμερον κατεπατήθησαν ᾅδου πύ λαι. Καὶ μὴ θαυμάσητε, εἰ βάπτισμα τὸ μαρτύριον  ἐκάλεσα· καὶ γὰρ καὶ ἐνταῦθα τὸ Πνεῦμα μετὰ πολ λῆς ἐφίπταται τῆς δαψιλείας, καὶ ἁμαρτημάτων ἀναί ρεσις καὶ ψυχῆς γίνεται καθαρμὸς θαυμαστός τις  καὶ παράδοξος· καὶ ὥσπερ οἱ βαπτιζόμενοι τοῖς ὕδα σιν, οὕτως οἱ μαρτυροῦντες τῷ ἰδίῳ λούονται αἵματι·  ὃ δὴ καὶ ἐπὶ τούτου γεγένηται. Ἀλλὰ γὰρ πρὸ τῆς   σφαγῆς ἀναγκαῖον  εἰπεῖν τοῦ διαβόλου τὴν πανουρ γίαν. Συνιδὼν γὰρ ἐκεῖνος ὅτι πάσης τιμωρίας καὶ   κολάσεως εἴδους κατεγέλασε, καὶ οὔτε κάμινον ἀν άψας, οὔτε βάραθρον ὀρύξας, οὔτε τροχὸν εὐτρεπίσας,  οὔτε εἰς ξύλον ἀναγαγὼν,  οὔτε εἰς κρημνοὺς ῥίψας,  οὔτε εἰς θηρίων ὀδόντας ἐμβαλὼν ἴσχυσε περιγενέσθαι  τῆς τοῦ ἁγίου φιλοσοφίας, ἕτερον ἐπενόησε χαλεπώ τερον τρόπον, καὶ περιῄει ζητῶν τιμωρίαν εὑρεῖν, ὥστε τὴν αὐτὴν ὁμοῦ καὶ δριμυτάτην γενέσθαι καὶ  μακροτάτην. Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφό ρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν    εὑρεῖν  κόλασιν  ὁμοῦ  τε  τὰ  ἀμφότερα  ἔχουσαν,  καὶ    μῆκος  καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ  σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στεῤῥὸν  καταβάλῃ τῆς αὐτοῦ διανοίας.  Καὶ τί ποιεῖ; Λιμῷ τὸν ἅγιον παραδίδωσι τοῦτον·   σὺ δὲ λιμὸν  ἀκούσας μὴ παρέλθῃς ἁπλῶς  τὸ λεγό μενον· ἁπάντων  γὰρ θανάτων  οὗτός ἐστι χαλεπώ  τατος. Καὶ μάρτυρες οἱ πεῖραν εἰληφότες· μὴ γὰρ  δὴ ἡμεῖς  πεῖραν  λάβοιμεν·  καλῶς  γὰρ  ἐδιδάχθημεν     εὔχεσθαι,  μὴ  εἰσελθεῖν  εἰς πειρασμόν. Καθάπερ γὰρ    δήμιός  τις  τοῖς  σπλάγχνοις  ἔνδον  καθήμενος  ἅπαντα καταξαίνει τὰ μέλη, πυρὸς παντὸς καὶ θηρίου σφο δρότερον κατεσθίων πάντοθεν τὸ σῶμα, διηνεκῆ  τινα καὶ ἄῤῥητον παρέχων ὀδύνην. Καὶ ἵνα μάθῃς  ὅσον ἐστὶ λιμὸς, καὶ τέκνων ἀπεγεύσαντο μητέρες   πολλάκις, τὴν τοῦ κακοῦ τούτου βίαν οὐκ ἐνεγκοῦσαι·    καὶ  ταύτην  τὴν  συμφορὰν  τραγῳδῶν    προφήτης    ἔλεγε·  Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Οὓς ἔτεκον μητέρες κατήσθιον, καὶ τῶν γεννηθέντων παιδίων ἡ τεκοῦσα γαστὴρ ἐγένετο  τάφος, καὶ φύσεως ἐκράτησεν ὁ λιμός· μᾶλλον δὲ οὐ  φύσεως μόνον, ἀλλὰ καὶ τῆς προαιρέσεως· τῆς δὲ  τοῦ ἁγίου τούτου γενναιότητος οὐκ ἐκράτησε. Τίς οὐκ  ἂν ἐκπλαγείη ταῦτα ἀκούσας; Καίτοι τί φύσεως δυ νατώτερον; τί δὲ προαιρέσεως ὀξυῤῥεπέστερον; Ἀλλ'  ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα  ἐφάνη,   καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων  ἐπιλαθέσθαι   ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυ σεν, οὐδὲ περιεγένετο  τῆς φιλοσοφίας  ἡ κόλασις,  οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία· ἀλλ' ἔμενεν   ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυ φῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος  ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν  ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέ γοντος· Ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι·  καὶ πάλιν, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν,   καὶ διψῶμεν, καὶ γυμνητεύομεν,  καὶ κολαφιζό μεθα· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ   ζήσεται ἄνθρωπος,  ἀλλ' ἐν  παντὶ  ῥήματι ἐκπο ρευομένῳ  διὰ στόματος Θεοῦ. Ὡς δὲ εἶδεν  ὁ μιαρὸς   δαίμων  οὐκ ἐνδιδόντα  τῇ τοσαύτῃ τοῦ πράγματος   ἀνάγκῃ, ἔτι χαλεπωτέραν  ἐποίει τὴν βάσανον. Καὶ  γὰρ εἰδωλόθυτα  λαβὼν,  καὶ  τὴν  τράπεζαν  τούτων ἐμπλήσας,  πρὸ  τῶν ὀφθαλμῶν  αὐτοῦ τεθῆναι παρ εσκεύασεν, ἵνα τὸ τῆς ἐξουσίας ἕτοιμον ἐκλύσῃ τῆς προθυμίας τὴν εὐτονίαν.Οὐ γὰρ οὕτως ἁλισκόμεθα μὴ φαινομένων  τῶν δελεαζόντων πραγμάτων, ὡς πρὸ τῶν ὀφθαλμῶν κειμένων· ἐπεὶ καὶ τῆς γυναικῶν  ἐπιθυμίας εὐκολώτερον ἄν τις κρατήσειε μὴ βλέπων   γυναῖκα  εὔμορφον, ἢ συνεχῶς  εἰς αὐτὴν  ἀτενίζων.   Ἀλλ' ὅμως καὶ ταύτης ἐκράτησε τῆς ἐνέδρας ὁ δί καιος, καὶ ὅπερ ἐνόμιζεν  ὁ διάβολος ἐκλύσειν αὐτοῦ  τὴν ἀνδρείαν, τοῦτο μάλιστα αὐτὸν ἤλειψε πρὸς τοὺς  ἀγῶνας· οὐ γὰρ μόνον οὐδὲν ἔπαθεν ἀπὸ τῆς ὄψεως  τῶν εἰδωλοθύτων,  ἀλλὰ καὶ μᾶλλον αὐτὰ ἀπεστρέ φετο καὶ ἐμίσει· καὶ ὅπερ ἐπὶ τῶν  ἐχθρῶν  πάσχομεν, ὅσῳπερ ἂν αὐτοὺς ἐμβλέψωμεν,  τοσούτῳ μᾶλλον    αὐτοὺς  μισοῦμεν καὶ ἀποστρεφόμεθα, τοῦτο  καὶ ἐκεῖνος ἐπὶ τῆς μιαρᾶς ἐκείνης ἔπασχε θυσίας τότε·   μᾶλλον γὰρ αὐτὴν ὁρῶν ἐβδελύττετο  καὶ ἀπεπήδα,   καὶ ἡ συνεχὴς ὄψις μᾶλλον  αὐτὸν  εἰς μῖσος καὶ ἀπο τροπὴν τῶν προκειμένων  ἐνέβαλλε· καὶ τοῦ λιμοῦ   μέγα ἔνδοθεν ἐμβοῶντος, καὶ τῶν προκειμένων κε λεύοντος ἐφάπτεσθαι, ὁ τοῦ Θεοῦ φόβος τὰς χεῖρας  ἀνέστελλε, καὶ τῆς φύσεως αὐτῆς ἐπιλαθέσθαι παρ εσκεύαζε· καὶ τράπεζαν ὁρῶν μιαρὰν καὶ ἐναγῆ,   τραπέζης ἐμνήσθη ἑτέρας τῆς φρικώδους  καὶ Πνεύ ματος γεμούσης, καὶ οὕτως ἐπυροῦτο, ὡς ἑλέσθαι  πάντα ὑποστῆναι καὶ παθεῖν, ἢ τῶν μιαρῶν ἐκείνων ἀπογεύσασθαι ἐδεσμάτων. Ἀνεμνήσθη καὶ τῆς τρα πέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ  νέοι  ληφθέντες,    καὶ  πάσης ἔρημοι  προστασίας ὄντες,  ἐν  ἀλλοτρίᾳ  γῇ    καὶ βαρβάρῳ χώρᾳ  τοσαύτην  ἐπεδείξαντο  φιλοσο  φίαν,  ὡς  μέχρι  νῦν  ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν. Καὶ οἱ μὲν Ἰουδαῖοι καὶ τὴν οἰκείαν ἔχοντες γῆν ἠσέβη σαν, καὶ ἐν τῷ ναῷ διατρίβοντες εἰδωλολάτρουν· οἱ   δὲ νέοι ἐκεῖνοι εἰς τὴν βαρβαρικὴν ἀπενεχθέντες  γῆν,   ἔνθα εἴδωλα καὶ πάσης ἀσεβείας ὑπόθεσις, τὴν πα τρῴαν διετέλεσαν φυλάττοντες  πολιτείαν.  Εἰ τοίνυν   οἱ αἰχμάλωτοι,  καὶ δοῦλοι, καὶ νέοι πρὸ τῆς χάριτος   τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, φησὶ, ποίας ἂν   εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, μηδὲ πρὸς τὴν αὐτὴν  ἐκείνοις ἀρετὴν φθάσαι δυνηθέντες;


γʹ. Ταῦτα δὴ πάντα  λογιζόμενος  κατεγέλα  τῆς  τοῦ   διαβόλου  πονηρίας, κατεφρόνει τῆς κακουρ γίας, καὶ πρὸς οὐδὲν ἐνεδίδου τῶν ὁρωμένων. Ὡς δ'  οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον  ὁ μιαρὸς  ἐκεῖνος, ἄγει πάλιν  αὐτὸν εἰς τὸ δικαστήριον, καὶ   βασανίζων  συνεχεῖς ἐπῆγε πεύσεις· ὁ δὲ πρὸς ἑκά στην πεῦσιν ἀπεκρίνατο, ὅτι Χριστιανός εἰμι, μόνον.  καὶ λέγοντος τοῦ δημίου· Ποίας εἶ πατρίδος; Χρι στιανός εἰμι, φησί· Τί ἔχεις ἐπιτήδευμα; Χριστιανός  εἰμι· Τίνας προγόνους; ὁ δὲ πρὸς ἅπαντα  ἔλεγεν,  ὅτι     Χριστιανός εἰμι· ἑνὶ  τούτῳ  καὶ ψιλῷ  τῷ  ῥήματι τοῦ διαβόλου  πλήττων  τὴν  κεφαλὴν,  καὶ συνεχῆ  καὶ   ἐπάλληλα  τὰ τραύματα αὐτῷ παρέχων. Καίτοι γε καὶ  τῆς ἔξωθεν παιδεύσεως μετέσχεν, ἀλλ' ᾔδει σαφῶς ὅτι  ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐ ῥητορείας χρεία, ἀλλὰ  πίστεως· οὐ δεινότητος λόγου, ἀλλὰ φιλοθέου ψυχῆς·  ἀρκεῖ ῥῆμα ἓν, φησὶν, ἅπασαν τοῦ διαβόλου τρέψαι  τὴν φάλαγγα. Καὶ δοκεῖ μὲν τοῖς οὐκ ἀκριβῶς ἐξετάζουσιν ἀνακόλουθος εἶναι ἡ ἀπόκρισις· εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε, καὶ ἐκ ταύτης ὄψεται τοῦ μάρτυρος τὴν σοφίαν. Ὁ γὰρ εἰπὼν,  ὅτι   Χριστιανός εἰμι, καὶ πατρίδα,  καὶ γένος,  καὶ ἐπιτήδευμα,  καὶ πάντα ἐδήλωσε· πῶς, ἐγὼ λέγω· Ὁ  Χριστιανὸς οὐκ ἔχει πόλιν ἐπὶ τῆς γῆς, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ, φησὶν, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὁ Χριστιανὸς οὐκ ἔχει γήϊνον ἐπιτήδευμα, ἀλλ' εἰς τὴν ἄνω πολιτείαν τελεῖ· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα  ἐν οὐρανοῖς ὑπάρχει· ὁ   Χριστιανὸς συγγενεῖς  ἔχει τοὺς ἁγίους ἅπαντας καὶ συμπολίτας·  Συμπολῖται γάρ ἐσμεν τῶν ἁγίων, φησὶ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὥστε ἑνὶ ῥήματι, καὶ τίς εἴη, καὶ πόθεν, καὶ τίνων, καὶ τί πράττων διατελοίη, μετὰ ἀκριβείας ἐδίδαξε.  Καὶ μετὰ ταύτης τῆς φωνῆς τὸν βίον κατέλυσε, καὶ ἀπῆλθε σώαν τῷ   Χριστῷ τὴν παρακαταθήκην κομίζων, καὶ τοῖς μετὰ ταῦτα δι' ὧν ἔπαθε παραινῶν  ἐνίστασθαι, καὶ μηδὲν δεδοικέναι, ἀλλ' ἢ ἁμαρτίαν καὶ ἄρνησιν μόνον. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες ἐν καιρῷ τῆς εἰρήνης τὰ τοῦ πολέμου μελετῶμεν,  ἵν' ἐπιστάντος  τοῦ πολέμου  λαμπρὸν  καὶ ἡμεῖς στήσωμεν τρόπαιον.   Κατεφρόνησεν ἐκεῖνος λιμοῦ, καταφρονήσωμεν καὶ ἡμεῖς τρυφῆς, καὶ τῆς γαστρὸς τὴν τυραννίδα καθέλωμεν,  ἵνα  ἂν  καιρὸς  ἐπιστῇ  τοσαύτην  παρ'  ἡμῶν  τὴν  ἀνδρείαν ἐπιζητῶν,   προγυμνασθέντες   ἐν   τοῖς   ἐλάττοσι,   λαμπροὶ   φανῶμεν    ἐπὶ   τῶν σκαμμάτων. Ἐπὶ ἀρχόντων  καὶ βασιλέων ἐπαῤῥησιάσατο ἐκεῖνος· τοῦτο καὶ ἡμεῖς ποιῶμεν  νῦν, κἂν ἐν συλλόγοις Ἑλλήνων  πλουτούντων  καὶ περιφανῶν συνεδρεύωμεν, μετὰ παῤῥησίας τὴν πίστιν ὁμολογῶμεν· καταγελῶμεν  τῆς ἐκείνων πλάνης.   Κἂν ἐπιχειρῶσι  τὰ μὲν  αὑτῶν  σεμνύνειν,  τὰ δὲ ἡμέτερα καθαιρεῖν,  μὴ σιγῶμεν,  μηδὲ  πράως  φέρωμεν,  ἀλλ'  ἐκκαλύπτοντες  αὐτῶν  τὴν  ἀσχημοσύνην, ἅπαντα μετὰ πολλῆς τῆς σοφίας καὶ τῆς παῤῥησίας τὰ τῶν  Χριστιανῶν ἀνυμνῶμεν· καὶ καθάπερ ὁ βασιλεὺς τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς, οὕτω καὶ ἡμεῖς τὴν ὁμολογίαν πανταχοῦ τῆς πίστεως περιφέρωμεν.Οὐ γὰρ οὕτως ἐκεῖνον ὁ στέφανος, ὡς ἡμᾶς ἡ πίστις καὶ ἡ ταύτης ὁμολογία καλλωπίζειν  εἴωθε· μὴ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτῶν τοῦτο ποιῶμεν, καὶ βίον ἄξιον τῆς ὁμολογίας διὰ πάντων  ἐπιδεικνύμενοι,  ἵνα μὴ καταισχύνωμεν  τὰ δόγματα  ἐν  τῇ τῶν  ἔργων  φαυλότητι,  ἀλλὰ  διὰ πάντων  τὸν ∆εσπότην ἡμῶν δοξάζοντες ἀπολαύσωμεν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ   Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι'  οὗ καὶ μεθ'  οὗ τῷ   Πατρὶ δόξα, κράτος καὶ τιμὴ, ἅμα τῷ  ἁγίῳ  καὶ ζωοποιῷ  Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


15.  Εις τον άγιον ιερομάρτυρα Βαβύλαν

αʹ. Ἐγὼ  μὲν  ἐβουλόμην   ἀποδοῦναι   τὸ  χρέος  τήμερον,    πρώην   ἐνταῦθα γενόμενος  ὑπεσχόμην ὑμῖν· ἀλλὰ  τί πάθω; Μεταξὺ φανεὶς ὁ μακάριος Βαβύλας, πρὸς ἑαυτὸν  ἡμᾶς ἐκάλεσεν, οὐ φωνὴν  ἀφεὶς,  ἀλλὰ  τῇ  λαμπηδόνι  τῆς ὄψεως ἐπιστρέψας ἡμᾶς. Μὴ τοίνυν  δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως· πάντως ὅσῳ πλείων  γίνεται  ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑμῖν αὔξεται. Μετὰ γὰρ τόκου τὸ ἀργύριον τοῦτο καταβαλούμεθα· ἐπειδὴ καὶ ὁ παρακαταθέμενος  αὐτὸ ∆εσπότης οὕτως ἐκέλευσε. Θαῤῥοῦντες οὖν  ὑπὲρ τῶν  δεδανεισμένων,  ὡς καὶ τοῦ κεφαλαίου  καὶ τῆς ἐργασίας μενόντων  ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν  τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων.  Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην  ἐδέξατο σφαγήν· ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυτέροις τῶν  διδασκάλων  καὶ τῷ κοινῷ  πατρὶ τῷ ἡμῶν  ἀφήσομεν εἰπεῖν.  Τὰ γὰρ ἀρχαιότερα τῶν  πραγμάτων  οἱ γεγηρακότες  ὑμῖν δύνανται  διηγεῖσθαι καλῶς· ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε. Καὶ οἶδα μὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡμῶν Ἕλληνες, εἰ μετὰ τελευτὴν  καὶ ταφὴν  τὰ τοῦ ταφέντος  καὶ διαλυθέντος  εἰς κόνιν  ὑπισχνούμεθα λέγειν  ἀνδραγαθήματα· οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν  κεφαλήν. Ἀνθρώπου μὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώματα μετὰ τελευτήν·  μάρτυρος  δὲ γένοιτ' ἂν  πολλὰ  καὶ  μεγάλα,  οὐχ  ἵνα  ἐκεῖνος  λαμπρότερος γένηται οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν  δόξης, ἀλλ' ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι  θάνατος  μαρτύρων  οὐκ ἔστι θάνατος,  ἀλλὰ  ζωῆς  βελτίονος  ἀρχὴ  καὶ  πολιτείας πνευματικωτέρας  προοίμια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων  πρὸς τὰ βελτίω. Μὴ γὰρ δὴ τοῦτο  ἴδῃς,  ὅτι  γυμνὸν  τοῦ μάρτυρος τὸ σῶμα πρόκειται  τῆς  ψυχικῆς  ἐνεργείας ἔρημον· ἀλλ' ἐκεῖνο  σκόπει, ὅτι  τῆς  ψυχῆς  αὐτῆς  ἑτέρα  παρακάθηται  μείζων  αὐτῷ δύναμις, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεως ἀπολογουμένη,  δι' ὧν θαυματοποιεῖ. Εἰ γὰρ νεκροῖς σώμασι καὶ διαλυθεῖσιν εἰς κόνιν μείζονα τῶν ζώντων ἁπάντων  δύναμιν  ὁ Θεὸς ἐχαρίσατο, πολλῷ  μᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίω τῆς προτέρας, καὶ μακαριωτέραν κατὰ τὸν τῶν στεφάνων  καιρόν. Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώματα; Ἀλλὰ μὴ θορυβηθῆτε, ἂν μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. Καὶ γὰρ οἱ τὰς εἰκόνας  ἐπιδεῖξαι  βουλόμενοι  καλῶς,  μικρὸν τοῦ πινακίσκου  τοὺς θεωμένους ἀποστήσαντες, οὕτως  αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες  τὴν ὄψιν  αὐτοῖς. Ἀνάσχεσθε τοίνυν  καὶ ὑμεῖς εἰς τοὐπίσω τὸν λόγον  ἀνελκόντων ἡμῶν. Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς  ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ  τὸν εὐεργέτην  ἠγνόησε, καὶ κάτωθεν  ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων  ὑλάκτει κατὰ τοὺς μαινομένους  τῶν κυνῶν,  οἳ καὶ τῶν μὴ τρεφόντων,  καὶ τῶν τρεφόντων  ὁμοίως καταβοῶσι· μᾶλλον δὲ καὶ ἐκείνων ἀγριωτέραν ἐμάνη μανίαν.Οἱ μὲν γὰρ καὶ τοὺς οἰκείους καὶ τοὺς ἀλλοτρίους  ὁμοίως  ἀποστρέφονται  καὶ μισοῦσιν· οὗτος δὲ τοὺς μὲν ἀλλοτρίους τῆς αὐτοῦ σωτηρίας δαίμονας ἔσαινε, καὶ παντὶ θεραπείας ἐθεράπευε τρόπῳ· τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ μηδὲ τοῦ Μονογενοῦς φεισάμενον  δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην  ἐπ' ὄψιν  κειμένην  ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν  ἀπήλασε, καὶ τῶν ἀκτίνων  ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς. Καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἵστατο, ἀλλ' ἐκ μέσης ἀναρπάσεσθαι τῆς οἰκουμένης  τὸ τῶν  Γαλιλαίων  ἔθνος  ἐπηγγέλλετο·  καὶ γὰρ οὕτως ἡμᾶς εἰώθει καλεῖν. Καίτοι εἰ τὸ ὄνομα τῶν Χριστιανῶν μύσος εἶναι ἐνόμιζε, καὶ πολλῆς τὸ πρᾶγμα γέμειν αἰσχύνης, τίνος ἕνεκεν οὐκ ἐντεῦθεν ἡμᾶς, ἀλλ' ὀνόματι ξένῳ καταισχύνειν   ἐπεθύμει;  Ἀλλὰ  γὰρ  ᾔδει  σαφῶς,  ὅτι  τὸ  καλεῖσθαι  ἀπὸ  τῆς  πρὸς  τὸν Χριστὸν οἰκειώσεως,  οὐκ  ἀνθρώποις  μόνον,  ἀλλὰ  καὶ  ἀγγέλοις,  καὶ  ταῖς  ἀνωτέρω δυνάμεσι μέγας κόσμος ἐστί. ∆ιὰ τοῦτο πάντα ἐκίνει, ὥστε τοῦτον ἡμᾶς ἀποσυλῆσαι τὸν κόσμον, καὶ καταλῦσαι τὸ κήρυγμα. Ἀλλὰ τοῦτο ἀμήχανον  ἦν, ἄθλιε καὶ ταλαίπωρε, ὥσπερ ἀμήχανον ἦν κατασκάψαι τὸν οὐρανὸν, καὶ σβέσαι τὸν ἥλιον, καὶ τὰ θεμέλια τῆς γῆς διασεῖσαι καὶ καταβαλεῖν.  Καὶ ταῦτα προανεφώνησεν ὁ Χριστὸς οὕτως  εἰπών· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἀλλ' οὐκ ἀνέχῃ τοῦ Χριστοῦ λέγοντος·  οὐκοῦν δέχου τὴν ἀπὸ τῶν  πραγμάτων  φωνήν.  Ἐγὼ μὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν, καὶ ἄμαχον πρᾶγμα, καὶ τῆς  φυσικῆς  ἀκολουθίας,  καὶ  τῆς  τῶν  πραγμάτων   πείρας  πάντων   ἀξιοπιστοτέραν ταύτην εἶναι πεπίστευκα· σὺ δὲ ὁ χαμαὶ συρόμενος ἔτι, καὶ πρὸς λογισμῶν  ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν· οὐδὲν ἀντιλέγω, οὐδὲ φιλονεικῶ.
βʹ. Τί οὖν λέγει  τὰ πράγματα; Εἶπεν ὁ Χριστὸς, ὅτι τὸν  οὐρανὸν  καὶ τὴν  γῆν ἀπολέσθαι εὐκολώτερον,  ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων· ἀντεφθέγξατο  τούτοις ὁ βασιλεὺς,  καὶ  ἠπείλησεν   ἀναιρήσειν   τὰ  δόγματα.  Ποῦ  οὖν    βασιλεὺς    ταῦτα ἀπειλήσας;  Ἀπόλωλε,   καὶ  διέφθαρται,   καὶ  νῦν   ἐστιν  εἰς  ᾅδου  τὴν   ἀπαραίτητον ἀναμένων  κόλασιν. Ποῦ δὲ ὁ Χριστὸς, ὁ ἐκεῖνα ἀποφηνάμενος;  Ἐν οὐρανοῖς, ἐν δεξιᾷ τοῦ  Πατρὸς  τὸν  ὑψηλότατον   τῆς  δόξης  κατέχων   θρόνον.  Ποῦ  τοῦ  βασιλέως  τὰ βλάσφημα ῥήματα, καὶ ἡ ἀκόλαστος γλῶττα;  Τέφρα γέγονε, καὶ κόνις, καὶ σκωλήκων τροφή. Ποῦ τοῦ Χριστοῦ ἡ ἀπόφασις; Ἀπ' αὐτῆς τῶν πραγμάτων  λάμπει τῆς ἀληθείας, ὥσπερ ἀπὸ στήλης χρυσῆς τῆς τῶν ἔργων ἐκβάσεως ἀπαστράπτουσα. Καίτοι οὐδὲν τότε παρέλιπεν  ὁ βασιλεὺς,  τὸν  πρὸς ἡμᾶς  μέλλων  αἴρεσθαι πόλεμον· ἀλλὰ  καὶ  μάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιμόνων μεστὰ καὶ πνευμάτων  πονηρῶν. Τίνες οὖν  αἱ τῆς θεραπείας  ταύτης  ἀμοιβαί; Πόλεων ἀνατροπαὶ,  καὶ λιμὸς  ἁπάντων λιμῶν  ὁ πικρότατος. Ἴστε γὰρ δήπου καὶ μέμνησθε, πῶς κενὴ μὲν ἦν ὠνίων  ἡ ἀγορὰ, μεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν  προαρπάσαι, καὶ ἀπελθεῖν.  Καὶ τί λέγω  λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν  ὑδάτων  ἐπιλειπόμεναι  αἱ πηγαὶ, πηγαὶ   ποταμοὺς   τῇ  δαψιλείᾳ   τοῦ  ῥεύματος  ἀποκρύπτουσαι;  Ἀλλ'  ἐπειδὴ   πηγῶν ἐμνήσθην,  δεῦρο  λοιπὸν  ἐπὶ  τὴν  ∆άφνην  ἀνέλθωμεν,   καὶ  τὸν  λόγον  πρὸς  τὰ  τοῦ μάρτυρος  κατορθώματα  συνελάσωμεν.  Καίτοι γε  ἐπιθυμεῖτε  τὰς  Ἑλληνικὰς ἐκπομπεύειν ἀσχημοσύνας ἔτι· ἀλλ' ὅμως, καὶ οὕτως αὐτὸς ὢν, ἀπάγωμεν· πάντως γὰρ, ὅπου μαρτύρων μνήμη, ἐκεῖ καὶ Ἑλλήνων  αἰσχύνη. Οὗτος τοίνυν ὁ βασιλεὺς ἀνιὼν εἰς τὴν  ∆άφνην,  συχνῶς  ἠνώχλει  τὸν  Ἀπόλλωνα  δεόμενος,  ἱκετεύων,  ἀντιβολῶν,  ὥστε μαντεύσασθαί τι περὶ τῶν  μελλόντων αὐτῷ. Τί οὖν ὁ μάντις,  ὁ μέγας τῶν  Ἑλλήνων θεός; Νεκροί με κωλύουσι φθέγγεσθαι, φησίν· ἀλλὰ ἀνάῤῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, μετάστησον τοὺς νεκρούς. Τί τούτων  ἀνοσιώτερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων; Ξένους ὁ δαίμων τυμβωρυχίας εἰσάγει νόμους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους. Τίς ἤκουσε νεκροὺς ἐλαυνομένους  ποτέ; τίς εἶδε σώματα ἄψυχα κελευόμενα μετανίστασθαι,   καθάπερ   οὗτος   ἐπέταττε,   τοὺς   κοινοὺς   τῆς   φύσεως   ἐκ  βάθρων ἀνατρέπων  νόμους;  Κοινοὶ γάρ  εἰσι τῆς  φύσεως  νόμοι  παρὰ πᾶσιν  ἀνθρώποις,  τὸν ἀπελθόντα  τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ  παραδίδοσθαι, καὶ τοῖς  κόλποις  τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς. Καὶ τούτους οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων   ἀγριώτερος  ἐκίνησε  τοὺς  νόμους  ποτὲ,  ἀλλ'  αἰδοῦνται,  καὶ  φυλάττουσιν ἅπαντες,   καὶ  οὕτως  εἰσὶν  ἱεροὶ,  καὶ  πᾶσιν  αἰδέσιμοι.  Ἀλλ'    δαίμων   ἐπάρας  τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγματα· Μίασμα γὰρ, φησὶν,  εἰσὶν  οἱ νεκροί.  Οὐχ οἱ νεκροὶ  μίασμα, πονηρότατε  δαῖμον,  ἀλλὰ  προαίρεσις πονηρὰ μύσος ἐστίν. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τὰ τῶν ζώντων  μᾶλλον μεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώματα μιαρά· τὰ μὲν γὰρ διακονεῖται  τοῖς τῆς ψυχῆς ἐπιτάγμασι· τὰ δὲ κεῖνται ἀκίνητα· τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρημον, καὶ κατηγορίας  ἂν εἴη πάσης ἐλεύθερον.  Πλὴν ἀλλ' οὐδὲ τὰ τῶν  ζώντων  εἴποιμι  ἂν ἔγωγε σώματα εἶναι τῇ φύσει μιαρὰ, ἀλλὰ πανταχοῦ  τὴν πονηρὰν  καὶ διεστραμμένην προαίρεσιν  ταῖς  παρὰ πάντων  κατηγορίαις  εἶναι  ὑπεύθυνον.  Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον,  ἀλλὰ  τὸ  κόρην  διώκειν  σωφρονεῖν  βουλομένην,  καὶ  σεμνότητα διορύττειν  παρθένου,  καὶ τῆς  ἀναισχύντου  πράξεως  ἀποτυχόντα  θρηνεῖν,  τοῦτο  καὶ κατηγορίας καὶ κολάσεως ἄξιον. Πολλοὶ γοῦν παρ' ἡμῖν ἐγένοντο  προφῆται θαυμαστοὶ καὶ μεγάλοι, καὶ πολλὰ περὶ τῶν μελλόντων προειπόντες, καὶ οὐδαμοῦ τοὺς ἐρωτῶντας ἐκέλευον τὰ τῶν ἀπελθόντων ἀνορύττειν  ὀστᾶ· ἀλλ' ὁ μὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ μόνον οὐδὲν ἐνεποδίζετο παρ' ἐκείνων, ἀλλὰ καὶ σάρκας αὐτοῖς καὶ νεῦρα καὶ δέρματα περιθεὶς, εἰς ζωὴν ἐπανήγαγεν  αὐτὰ πάλιν. Ὁ δὲ μέγας Μωϋσῆς οὐ πλησίον  ὀστῶν  εἱστήκει  νεκρῶν,  ἀλλ'  αὐτὸν  ὅλον  νεκρὸν  ἐπιφερόμενος  τὸν Ἰωσὴφ, οὕτω τὰ μέλλοντα προὔλεγε· καὶ μάλα εἰκότως.Τὰ μὲν γὰρ ἐκείνων ῥήματα Πνεύματος ἁγίου χάρις ἦν· τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμενον.  Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε· τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν μάρτυρα μόνον ἐκίνει. Καίτοι γε εἰ βδελυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι,  εἰς  ἐρημίαν  ἀπαχθῆναι,  ἑτέρῳ  τινὶ  ἀπωλείας  ἀφανισθῆναι  τρόπῳ. Τοῦτο γὰρ ἦν βδελυττομένου.  Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδελυγμάτων  τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο· συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων  ἐπὶ τὰς πόλεις  ἄγειν  τὰ μιάσματα.
γʹ. Ὁ μὲν  οὖν  μάρτυς  ἐκινεῖτο,  ὁ δὲ δαίμων  οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν· ἀλλ' εὐθέως ἐμάνθανεν,  ὅτι ὀστᾶ μὲν μάρτυρος μετακινῆσαι  δυνατόν  ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν  ἀδύνατον.  Ὁμοῦ τε γὰρ ἡ λάρναξ  ἐπὶ  τὴν  πόλιν  εἵλκετο,  καὶ  κεραυνὸς  ἄνωθεν  ἐπὶ  τὴν  κεφαλὴν  ἤρχετο  τοῦ ξοάνου, καὶ τὰ πάντα  κατέφλεγε.  Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν  εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι  εἰς τὸ μαρτύριον τοῦ μάρτυρος· ἀλλ' οὐδὲ τότε ἐτόλμησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον  οὐ κατέσκαψεν, ἀλλ'  ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν  τῷ  ναῷ  οὐκ  ἐτόλμησεν.  Ἤδει  γὰρ,  ᾔδει  θεήλατον  οὖσαν  τὴν  πληγὴν,  καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν.∆ιὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι' ἣν οὐ διώρθωσε τὸ γεγενημένον,  ἀλλ' ἢ φόβος μόνον δι' ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει  τῷ δαίμονι, ὅσον δὲ κόσμον  τῷ  μάρτυρι.  Καὶ γὰρ  ἑστήκασιν  οἱ  τοῖχοι  νῦν  ἀντὶ  τροπαίων,   σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ ∆άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις,  τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις  ἅπαντα  διηγοῦνται  διὰ τῆς ὄψεως, τὴν πάλην,  τὴν συμπλοκὴν,  τὴν νίκην  τοῦ μάρτυρος. Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον  τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος  ἔρημον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφηρημένον  ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν· εἶτα πᾶσαν μαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν  ἐκεῖθεν. Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώματα, τὰ μετὰ τὴν τελευτήν. ∆ιὸ καὶ τὴν ὑμετέραν μακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν. Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ τῆς ∆άφνης ἐπανῄει, πᾶσα μὲν ἡμῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ μὲν αἱ ἀγοραὶ ἀνδρῶν,  κεναὶ  δὲ γυναικῶν  ἦσαν αἱ οἰκίαι, ἔρημοι δὲ παρθένων  οἱ θάλαμοι. Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι  χρόνιον,  ἐκ μακρᾶς ἐπανιόντα  τῆς ἀποδημίας, Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ· ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι, ἀλλὰ  πάλιν  αὐτὸν  τοῦ  ποταμοῦ  πέραν  μετέστησεν,  ὥστε  πολλὰ  τῶν  χωρίων   τῆς εὐωδίας ἐμπλησθῆναι  τοῦ μάρτυρος. Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν  μόνος ἔμελλεν  ἔσεσθαι, ἀλλὰ  ταχέως   γείτονα   καὶ  ὁμόσκηνον  τὸν  ὁμότροπον  ἔλαβε,  Καὶ  γὰρ  τῆς  ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν. ∆ιὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής. Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας ἐνοχλῶν,  καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν  εἰσφέρων τῷ μάρτυρι. Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ  τῶν  προσεδρευόντων  αὐτῷ,  καθ'  ἑκάστην  ἐβάδιζεν  ἐκεῖ  τὴν  ἡμέραν,  οὐχ  ὡς θεατὴς  μόνον,  ἀλλὰ  καὶ  ὡς  κοινωνὸς   τῶν  γινομένων   ἐσόμενος.  Καὶ  γὰρ  λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνον  εἵλκυσε, καὶ οἰκοδομίας δεομένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν· ᾔδει γὰρ, ᾔδει πόσοι τούτων αὐτῷ κείσονται οἱ μισθοί. Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς μάρτυρας, οὐκ οἰκοδομαῖς μόνον λαμπραῖς, οὐδὲ ἐπαλλήλοις  ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ. Τίς δέ ἐστιν οὗτος; Μιμεῖται τὸν βίον αὐτῶν,  ζηλοῖ τὴν ἀνδρείαν,  διὰ πάντων  κατὰ δύναμιν  τὴν εἰκόνα διασώζει τῶν μαρτύρων ἐν ἑαυτῷ· ὅρα γάρ· Ἐπέδωκαν ἐκεῖνοι τὰ σώματα τῇ σφαγῇ· ἐνέκρωσεν οὗτος τὰ μέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς· ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυμίας τὴν φλόγα· ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν  ἐν  ἡμῖν  παθῶν,  τὴν  ὀργὴν  ἐκοίμισεν.  Ὑπὲρ δὴ τούτων  ἁπάντων εὐχαριστήσωμεν   τῷ  Θεῷ,  ὅτι  καὶ  μάρτυρας  οὕτω  γενναίους   ἡμῖν  ἐχαρίσατο,  καὶ ποιμένας μαρτύρων ἀξίους, εἰς καταρτισμὸν τῶν ἁγίων, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |