ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 43. Είς την αγιαν πρωτομάρτυρα καὶ ἀπόστολον Θέκλαν

Πέμπτη 16 Ιουνίου 2016

43. Είς την αγιαν πρωτομάρτυρα καὶ ἀπόστολον Θέκλαν



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
43. Είς την αγιαν πρωτομάρτυρα καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον.

Καλὰς ἡμῖν ἡ τοῦ Πνεύματος χάρις τῶν ἁγίων εἰκόνας τὰς ἐτησίους αὐτῶν ἀνεστήσατο μνήμας, καὶ χρόνῳ τὰς πράξεις ἐρχομένας εἰς λήθην νεαρὰς διηνεκῶς διασώζει. Ἕκαστος γὰρ ὥσπερ εἰκόνι τινὶ ἐντυγχάνων τῇ μνήμῃ, τὸ τῶν πράξεων κατοπτρίζεται κάλλος, καὶ θεωρεῖ τὰς πράξεις τῇ τῆς μνήμης ἐγκειμένας εἰκόνι. Καί μοι  δοκῶ  σήμερον  τὴν  μακαρίαν  ἐκείνην  κατοπτρίζεσθαι  κόρην,  καθάπερ  ἐπ' εἰκόνος  ἑστηκυῖαν  τῆς  μνήμης,  καὶ  τῇ  μὲν  τὸν  καθ'  ἡδονῶν,  τῇ  δὲ  τὸν  κατὰ κινδύνων ἀνατείνουσαν στέφανον· καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων ∆εσπότῃ προσφέρουσαν. Ἦν μὲν οὖν αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπουμένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον.Αἱ  γὰρ  ἡδοναὶ   δεινοί   τινες   τοῦ  σώματος  δήμιοι·  μᾶλλον   δὲ  δημίων δεινότεροι·  κατατείνουσι   γὰρ  ἀχειροποιήτοις   δεσμοῖς·  ξέουσι  τὴν   ψυχὴν   δι' ὀμμάτων· προσφέρουσι δι' ἀκοῶν τῷ τῆς γνώμης  ἀνενδότῳ  φιληδονίας  λαμπάδα, μαστιγοῦσι δριμείᾳ τὴν διάνοιαν μάστιγι, ἄλλας ἐπ' ἄλλαις κυκῶσι καθ' ἡμῶν παρατάξεις. 


Ὅταν τις τοῖς ὀφθαλμοῖς παραγγείλῃ τετυφλῶσθαι πρὸς κάλλη, παρανοίγουσι τὸ κλεισθὲν  ἡδοναὶ  δι'  ὤτων  ἀσελγέσιν  ἐκλυόμενον  ᾠδαῖς· ὅταν   ἐντύχωσιν   ὠσὶ  πρὸς  ᾠδὰς   πορνικὰς   κεκλεισμένοις,   προσπαίζουσι  τοῖς λογισμοῖς ἀσελγῶς κοσμηθεῖσαι· ὅταν αὐτὰς διὰ πάντων,  συντόμως εἰπεῖν, ἐγρηγορότες  νικήσωμεν,  κοιμωμένοις   σκιαμαχοῦσι·  καὶ  τῆς  παρατάξεως  οὗτος αὐταῖς ὁ κύκλος ἀΐδιος, οὐχ ἡλίῳ συνεξιστάμενος, οὐ συνησυχάζων νυκτί. Ἂν δὲ δὴ καὶ νεότητος λάβωνται, πυρὸς γέγονε πρὸς πῦρ συμπλοκὴ, καμίνου πρὸς καλάμην συνάφεια. Εὐκατάπρηστος γὰρ ἡδοναῖς ἡ νεότης, ὡς ἐλαιωδεστέρα πρὸς ἔξαψιν, ὡς πρὸς πόνους σωφροσύνης τρυφερωτέρα. Ἃ δὴ πάντα τῇ μακαρίᾳ παρθένῳ μακρόν τι μαρτύριον τὴν παρθενίαν εἰργάζετο· πυκτευούσῃ ταῖς ἡδοναῖς, ὡς ὁ μάρτυς θηρίοις· παλαιούσῃ τοῖς λογισμοῖς,ὡς  ἐκεῖνος  βασάνοις·  συμβαλλούσῃ  φιληδονίας   ἐννοίαις,  ὡς  ἀνάγκαις  δημίων· νικώσῃ δὲ ὅμως τὸν πολύτροπον οὕτω καὶ σύνοικον πόλεμον· τοῦ γὰρ τῆς φύσεως πυρὸς τὸ τῆς γνώμης αὐτῇ πυρωδέστερον, καὶ ἅγιον. Ἀλλ' ἡ μὲν φύσις παρεχώρει τῇ κόρῃ, καὶ τυραννοῦσα παρ' ἄλλοις, καὶ λυττῶσα πρὸς μίξιν, παρὰ Θέκλᾳ παρθενίαν ἐξήσκει· οἱ γονεῖς δὲ τὰς πρὸς τὴν παρθενίαν τῆς παιδὸς οὐκ εἰδότες συνθήκας, οὐδὲ τῆς πρὸς αὐτὴν νυμφαγωγίας   τὸν ∆εσπότην Χριστὸν ἐξ οὐρανοῦ δεδωκότα, πολλὰς αὐτῇ περὶ γάμων νουθεσίας ἐμακρολόγουν· ἡ Παύλου δὲ ἄρα ταῖς τῆς κόρης ἀκοαῖς ἐπῳδὴ προενήφει, Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι,καὶ πνεύματι.  Στέφανος τῆς παρθενίας εὐθύς· αὐτὸς αὐτῇ πρῶτος τῆς μερίμνης ὁ τρόπος· μεριμνᾷ γὰρ εὐλογίας ἀνάμεστον μέριμναν, μεριμνᾷ πάσης ἀμεριμνίας ἐλευθερωτέραν φροντίδα, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐδὲν αὐτῇ κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν,  ἐξουσίαν χρησίμων ἀφηρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμουμένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθάπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα.Ἐτέχθη τις θήλεια; ὅτι μὴ ἄῤῥεν, ὁ ἀνὴρ σκυθρωπάζει. Προσετέθη καὶ ἄῤῥεν;ἐτέχθη  τὸ τεχθὲν,  ὡς οὐκ εὔμορφον.  Χαρίεντα πρὸς κάλλος  ἀμφότερα; ὡς ὑπὲρ καλῶν ἡ φροντὶς  πικροτέρα. Ἀπηλλάγησαν γάλακτος; διεδέξατο πάλιν ἀνατροφῆς ἀγωνία·   ὅταν   ὑγιαίνωσι,   μὴ   νοσήσωσι   φόβος·   ὅταν   νοσήσωσι,  δειλία   μὴ τελευτήσωσιν· ὅταν  τελευτήσωσιν,  ὡς ἐπ' ἀτέκνῳ  λοιπὸν  ἔσεσθαι καταφρόνησιν φόβος· ὅταν  μὴ τελευτήσωσιν,  ὡς  ὑπὲρ ζώντων  ἡ φροντὶς  βαρυτέρα, πόθεν  εἰς παίδευσιν χορηγία τοῖς τέκνοις, πόθεν αὐτοῖς γαμικοῦ παρασκευὴ συναλλάγματος, πόθεν ἐσθημάτων εὐσχημοσύνη, πόθεν οἰκετῶν ἑκάστῳ διανομὴ, ποῖα τῶν ὄντων προσνείμῃ  τῷ  μείζονι,  πῶς  τὸν  μικρότερον  θεραπεύσει  φθονοῦντα.     ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐ τοῦ γάμου στηλιτεύω τὴν φύσιν· πρόνοια γὰρ οὗτος τοῦ γένους κοινή· ἀλλὰ τῶν ἐν γάμῳ δημοσιεύω τὴν μέριμναν,   μερίμνης   σαρκικῆς  οὐράνιον   προτίθημι   μέριμναν,   κάλλιον   καλοῦ προτιμῶ. Κρείττων καὶ τῶν κατὰ τῆς Εὔας ἡ παρθένος προστίμων· τὸ γὰρ, Πρὸς τὸν ἄνδρα  σου ἡ  ἀποστροφή  σου, καὶ  αὐτός  σου  κυριεύσει,  ταῖς  παρ'  ἀνδρῶν  μὴ δεσποζομέναις ἀνίσχυρον· τὸ, Ἐν λύπαις τέξῃ τέκνα, ταῖς παρθενευούσαις ἀργόν· ἡ γὰρ μὴ τίκτουσα τῆς τῶν λυπηρῶν ὠδίνων ἐκτὸς ἀποφάσεως. Ἤδη τοῖς τῶν μελλόντων  ἡ παρθένος  ἐντρυφᾷς  ἀῤῥαβῶσιν· ἤδη  τῷ  τῆς  ἀναστάσεως ἁγιασμῷ συνοικεῖς. Ἐν γὰρ τῇ  ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. ∆ιὰ τοῦτο καὶ τὸ πτῶμα τοῦ πράγματος πάμμεγα, ἐπειδήπερ καὶ τὸ κατόρθωμα· διὰ τοῦτο τῆς πορνευομένης ἡ τῆς παρθενευομένης ἀσέλγεια μιαρωτέρα· οὐ γὰρ ἴσον παρθενευομένης καὶ πορνευομένης φθορά· οὐκ ἴσον ἰδιώτιδος καὶ βασιλίδος φθορά· οὐκ ἴσον σκεύους ἱερατικοῦ καὶ ἀγοραίου κλοπή. Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον. Ὢ μακαρίων γάμων, ὧν ἡ στρωμνὴ παρθενία. Ὑπὲρ τούτων τῆς μακαρίας οἱ κίνδυνοι μάρτυρος· εἶδε γὰρ τοῦ νυμφίου τὸ κάλλος, καὶ τῆς θέας οὐκ ἀπεσπᾶτο· ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ·  ἐπεφοίτα  μνηστὴρ  διαλέξει  γαμικῇ  γαργαλίζων,    δὲ  τῷ  Χριστῷ καθ' ἑαυτὴν  συνετάττετο,  Ἐκολλήθη    ψυχή  μου  ὀπίσω  σου,  λέγουσα·  συνέῤῥεον συγγενεῖς κολακεύοντες, ἡ δὲ διαμαρτυρόμενον ἐφαντάζετο Παῦλον· Ἡρμοσάμην σε ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ἱκέτευον οἰκέται σὺν δάκρυσιν, ἡ δὲ προσῇδεν ἐρωτικῶς τῷ νυμφίῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ἐφόβουν δικασταὶ τιμωρίαις, ἡ δὲ φρονήματι πάσας κατεπάτει βοῶντι· Οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.Ὡς δὲ ἔδει  κἂν  ταῖς  ὁδοῖς  παρθενίας  ἀνδριάντας  ἀναστῆναι  τῇ  μάρτυρι, γίνεταί   τι  τοιοῦτον  τῇ  παιδὶ  πειρατήριον.  Ἀφεμένη  τῆς  κρίσεως  τὴν  Παύλου μετεδίωκε θήραν, καὶ ταῖς φήμαις ὁδηγουμένη κατεθάῤῥει καὶ ὁδῶν ἀγουσῶν ἐπὶ Παῦλον. Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρατεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν ἐρημίᾳ λῃστήν. Καὶ δὴ πληρούσῃ τὴν ὁδὸν τῇ γενναίᾳ  ἱππόπορνος κατόπιν  ὁ μνηστὴρ ὀπιπεύων  ἐπωλόλυζε  σύλληψιν· ἄπορος πανταχόθεν στενοχωρία· ὁ πολεμῶν ἰσχυρὸς, ἡ πολεμουμένη σαθρά. Ποῦ τις ἐν ἐρημίᾳ καταφυγῆς καταφυγή; Στραφεῖσα δὲ πρὸς οὐρανὸν ἡ παρθένος, πρὸς τὸν πᾶσι πανταχοῦ τοῖς καλοῦσι παρόντα σὺν οἰμωγαῖς ἀνωλόλυζε· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. ***




44. Περι ειμαρμένης τε και προνοίας λογοι εξ. λόγος αʹ.

Πολλῆς γέμει ταραχῆς  ἡμῶν  ἡ ζωὴ, καὶ θορύβων  μεστὸς ὁ παρὼν  βίος ἐστίν· ἀλλ' οὐ τοῦτό  ἐστι τὸ χαλεπὸν,  ἀγαπητοὶ,  ἀλλ' ὅτι  τοὺς  θορύβους  τούτους  καὶ  τὰς ταραχὰς,    πρὸς  τὸ  πραότερον  μεταθεῖναι  δυνάμενοι,    μένοντες  φέρειν  ἀλύπως, οὐδέτερον  τούτων  μεμελετήκαμεν,  ἀλλ'  ἀποδυσπετοῦντες  τὸν  ἅπαντα  διατελοῦμεν χρόνον· καὶ ὁ μὲν πενίαν, ὁ δὲ νόσον ὀδύρεται, ἄλλος φροντίδων ὄγκον, καὶ προστασίαν οἰκίας, ἕτερος παιδοτροφίαν,  ἄλλος ἀπαιδίαν.  Καὶ θέα τῆς ἀνοίας  τὴν ὑπερβολήν· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς πράγμασιν, ἀλλ' ἐπὶ τοῖς ἐναντίοις ἴσως πάντες θρηνοῦμεν. Καίτοι γε εἰ τῶν πραγμάτων  ἡ φύσις ἡμῖν αἰτία τῶν ὀδυρμῶν ἦν, οὐκ ἐχρῆν ἐπὶ τοῖς ἐναντίοις ἴσως ὀδύρεσθαι· ἀλλ' εἰ πενία  κακὸν καὶ ἀφόρητον,  τὸν ἐν πλούτῳ  ζῶντα  οὐδέποτε ἐχρῆν  ἀλύειν·  καὶ  εἰ ἀπαιδία  κακὸν,  τὸν  πολυπαιδίας  ἀπολαύοντα  εὐθυμεῖν  ἐχρῆν. Πάλιν εἰ τὸ τὰ κοινὰ τῆς πόλεως πράγματα διοικεῖν, καὶ τιμῶν ἀπολαύειν, καὶ πολλοὺς ἔχειν  τοὺς ὑποκειμένους  ζηλωτὸν,  ἐχρῆν  τὸν ἀπράγμονα  βίον καὶ γαληνὸν  φευκτὸν εἶναι,  καὶ  παρὰ  πάντων  ἀνθρώπων   μισεῖσθαι.  Νῦν  δὲ  ὅταν  ἴδῃς,  ὅτι  πλούσιοι  καὶ πένητες ἴσως ὀδύρονται, πολλάκις δὲ ὁ πλουτῶν  ὑπὲρ πένητα τοῦτο πάλιν ποιεῖ, καὶ ὁ ἀρχῆς ἀπολαύων,  καὶ ὁ ἀρχόμενος, καὶ ὁ πολλῶν  παίδων  πατὴρ, καὶ ὁ μηδένα ὅλως ἐσχηκὼς,  μὴ τὰ πράγματα τῆς  ἀταξίας  αἰτιώμεθα,  ἀλλὰ  τοὺς  οὐ δυναμένους αὐτοῖς εἰς δέον χρήσασθαι, καὶ πάσης ἀθυμίας ἀπαλλάττειν ἑαυτούς. Ἡ γὰρ ταραχὴ καὶ ὁ θόρυβος οὐχὶ τούτων ἐστὶ περιπέτεια, ἀλλ' ἡμεῖς καὶ ἡ ἡμετέρα διάνοια· ὡς ἐὰν αὐτὴ καλῶς  ἡμῖν    κατεσκευασμένη,  κἂν  μυρίοι  πανταχόθεν   ἐγείρωνται   χειμῶνες,   ἐν γαλήνῃ  καὶ λιμένι καθευδούμεθα διαπαντός· ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων  ἡμῖν ἅπαντα  φέρηται,  τῶν  ἐν ναυαγίοις  ὄντων  οὐδὲν ἄμεινον  διακεισόμεθα. Τοῦτο  γοῦν   ἐστι  καὶ  ἐπὶ  τῶν   σωμάτων   ἰδεῖν.     μὲν   γὰρ  ἰσχυρὸν   τὸ  ἑαυτοῦ κατεσκευακὼς σῶμα, κἂν μυρίαις ἀέρων ἀνωμαλίαις  μάχηται, οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλὰ καὶ προσθήκην ἰσχύος τῇ γυμνασίᾳ καὶ τῇ τῆς δυσκρασίας ὁμιλίᾳ προσέλαβεν· ἂν  δὲ ἀσθενὲς  ἔχῃ  καὶ  διάραιον,  κἂν  ἀρίστης ἀπολαύῃ  τῆς  τῶν  ὡρῶν κράσεως, οὐδὲν αὐτῷ πλέον ἀπὸ ταύτης ἔσται τῆς εὐμοιρίας, τῆς οἴκοθεν ἀσθενείας τῇ παρὰ τῶν ὡρῶν εὐκληρίᾳ λυμαινομένης.  Οὕτω καὶ ἐπὶ τῶν σιτίων ὁρῶμεν· ὅταν μὲν γὰρ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ, πᾶν ὅπερ ἂν ἐνδέχηται,  κἂν σκληρὸν ᾖ, κἂν αὐτῷ  ἀκατέργαστον,  πρὸς καθαρὸν  αὐτὸ μετασχηματίζει  χυμὸν,  τῆς φυσικῆς κράσεως περιγιγνομένης τῆς ἐν τῷ σιτίῳ κακίας· ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμένος  ᾖ καὶ χαῦνος, κἂν τὸ πάντων  εὐχυμότερον  αὐτῇ προσενέγκῃς ἔδεσμα εἰς τὸ χείριστον  αὐτὸ μετεῤῥύθμισε καὶ διέφθειρε,  τῆς ἀσθενείας τὴν  ἀρετὴν αὐτοῦ λυμαινομένης. Οὕτω δὴ καὶ ἡμεῖς, ὅταν ἴδωμεν πραγμάτων ἀταξίαν, μὴ τὸν Θεὸν αἰτιώμεθα, ἀγαπητοί· τοῦτο γὰρ οὐχὶ φάρμακόν ἐστιν εὑρεῖν τῷ τραύματι, ἀλλὰ τραῦμα ἐπαγαγεῖν   τραύματι.   Μὴ  δαίμοσι   λογιζώμεθα   τοῦ   κόσμου  τὴν   οἰκονομίαν,   μὴ ἀπρονόητα εἶναι νομίζωμεν  τὰ παρόντα, μὴ γενέσεώς τινος καὶ εἱμαρμένης τυραννίδα ἐπιτειχίζωμεν τῇ προνοίᾳ τοῦ Θεοῦ. Ταῦτα γὰρ πάντα βλασφημίας γέμει, καὶ ἡ ὄντως ταραχὴ καὶ ἀταξία οὐχὶ τῶν πραγμάτων  ἐστὶ φορὰ, ἀλλ' ὁ οὕτω διακείμενος  λογισμός· ὃς κἂν μυρίας εὐταξίας  ἀπολαύῃ, ἕως ἂν τὴν ἀταξίαν  τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον· ἀλλ' ὥσπερ ὀφθαλμὸς,  νοσῶν  μὲν  καὶ  ἐν  μεσημβρίᾳ φανοτάτῃ   σκότος  ὄψεται,  καὶ  ἕτερα  ἀνθ' ἑτέρων, καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος  ἔσται πλέον, ὑγιαίνων  δὲ καὶ ἐῤῥωμένος, καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειραγωγεῖν  μετὰ ἀσφαλείας· οὕτω καὶ ὁ τῆς διανοίας  τῆς ἡμετέρας ὀφθαλμὸς, ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ, κἂν ἄτακτα εἶναι δοκοῦντα ἴδῃ, καλῶς ὄψεται· ὅταν  δὲ διεφθαρμένος,  κἂν  εἰς  αὐτὸν  ἀναγάγῃς  τὸν  οὐρανὸν,  καὶ τῶν  ἐκεῖ πολλὴν  ἀταξίαν καταγνώσεται  καὶ ταραχήν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, πολλά σοι τῶν πάλαι καὶ τῶν  ἐφ' ἡμῶν τούτου κατασκευάσω παραδείγματα. Πόσοι πενίαν  φέρουσιν εὐκόλως, καὶ τῷ Θεῷ διὰ τοῦτο εὐχαριστοῦντες  οὐ διαλιμπάνουσι; πόσοι πλοῦτον  καὶ τρυφὴν  ἔχοντες,  οὐκ εὐχαριστοῦσιν,  ἀλλὰ  βλασφημοῦσι  τὸν  ∆εσπότην; πόσοι μηδὲν παθόντες  δεινὸν, κατηγοροῦσι τῆς καθόλου προνοίας; πόσοι δεσμωτήριον τὸν ἅπαντα χρόνον οἰκήσαντες, τῶν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ βεβιωκότων εὐγνωμονέστερον  τὴν ἐκεῖ φέρουσι ταλαιπωρίαν; Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις, καὶ ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ τούτων  καὶ  ἐκείνων  αἴτιος,  ἀλλ'  οὐκ  αὐτὴ  τῶν  πραγμάτων    φύσις.  Ὥστε εἰ  τῆς διανοίας  ἐπιμέλειαν  ἐποιούμεθα τῆς ἡμετέρας, οὐκ ἦν ταραχὴ, οὐκ ἦν ἀταξία, οὐκ ἦν τῶν δεινῶν οὐδὲν, εἰ καὶ εὐρίπου παντὸς χαλεπώτερον  ἄνω καὶ κάτω τὰ πράγματα τῆς ἡμετέρας  ἐφέρετο  ζωῆς. ∆ιὰ τί γὰρ, εἰπέ μοι, Παῦλος εὐχαριστεῖ; Καίτοι τῶν  ἄριστα βεβιωκότων  ἐστὶ, τῶν τῇ ἀρετῇ συνεζηκότων τὸν ἅπαντα χρόνον, τῶν ἥκιστα τοσαῦτα παθόντων   δεινά·  οὐδεὶς  οὔτε  δικαιότερος  ἐκείνου  γέγονε  τῶν  ὑφ'  ἡλίῳ  πάντων ἀνθρώπων,  οὔτε χαλεπώτερα  ἐκείνου  πέπονθε  τῶν  ἐξ οὗ γεγόνασιν  ἄνθρωποι.  Ἀλλ' ὅμως  ὁρῶν  πολλοὺς  ἐν  πονηρίᾳ  ζῶντας,  καὶ  εὐθυμουμένους,  καὶ  τῶν  παρόντων χρημάτων  ἀπολαύοντας,  εὐχαριστεῖ τῷ Θεῷ καὶ αὐτὸς, καὶ τοῖς ἄλλοις  πᾶσι παρῄνει τοῦτο. Πρὸς ἐκεῖνον  βλέπετε. Καὶ σὺ ὅταν ἴδῃς τὸν πονηρὸν εὐθυμούμενον,  ὅταν ἴδῃς ἐπαιρόμενον,  ὅταν ἴδῃς ἐχθρῶν  κρατοῦντα, τοὺς λελυπηκότας  ἀμυνόμενον,  μηδεμίαν ὑποστάντα  ζημίαν,  πανταχόθεν  αὐτῷ  τὰ χρήματα  ἐπιῤῥέοντα,  πάντας  τιμῶντας  καὶ κολακεύοντας,   σαυτὸν   δὲ  ἐν   τοῖς   ἐναντίοις   πᾶσιν,  ἐν   ἐπηρείαις,   συκοφαντίαις, ἐπιβουλαῖς,  μὴ νομίσῃς εἶναι  τῶν  ἐπεῤῥιμμένων,  ἀλλ'  εἰς Παῦλον ἰδὼν  τὸν  τῆς σῆς ὄντα μερίδος, ἀνάβηθι τὴν διάνοιαν, ἀνάκτησαι τοὺς λογισμοὺς, μὴ καταπέσῃς ὑπὸ τῆς ἀθυμίας. Τὸν φίλον τῷ Θεῷ καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας καὶ δυσπραγίας τῆς ἐνταῦθα  δοκίμαζε, ἀλλὰ  ἂν  μὲν  ἴδῃς  ὀρθῶς  ζῶντα,  καὶ νόσῳ κενούμενον,  καὶ πρὸς εὐσέβειαν   βλέποντα,   μακάριζε   καὶ   ζηλωτὸν   εἶναι   νόμιζε,   κἂν   μυρίας   ἁλύσεις περικέηται,  καὶ  δεσμωτήριον  οἰκῇ  δια  παντὸς,  κἂν  ἀναξίοις  δουλεύῃ,  κἂν πένηται, κἂν μέταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν. Μακάριος γὰρ οὗτός ἐστι, κἂν ἐξορύγηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα. Ἂν δὲ ἴδῃς ἕτερον ἐν  ἀσελγείᾳ  καὶ  πονηρίᾳ,  καὶ  τοῖς  ἐσχάτοις  ζῶντα  κακοῖς,  καὶ  πολλῆς  ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα  τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον, καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον καὶ διὰ τοῦτο τὸν τοιοῦτον, καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον  τῆς οὕτω διακειμένης ψυχῆς, κἂν πᾶσαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην.  Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν,  ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν  ἑαυτοῦ  παθῶν   μὴ  δύνηται   περιγενέσθαι;  Ἀλλ'  ἂν  μὲν  σῶμα  ἴδωμεν   κακῶς διακείμενον   καὶ  πυρέττοντα,    ποδαλγίᾳ,    φθόῃ  τινὶ,    ἑτέρῳ  ἀνηκέστῳ  πάθει προκατειλημμένον,   δακρύομεν,  κἂν  πάντων   εὐπορώτερος  ᾖ,  καὶ  τοσούτῳ  μᾶλλον, ὅσῳπερ ἂν  εὐπορώτερος  ᾖ. Ἡ γὰρ αἴσθησις δριμυτέρα  γίνεται  τῶν  δεινῶν,  ὅταν  ἐν ἀφθονίᾳ  τις τῶν ἀναγκαίων  ᾖ. Ὁ μὲν γὰρ παρὰ πενίαν  κωλυόμενος  τῆς ἀπολαύσεως, ἔχει τὴν ἀνάγκην παραμυθίαν· ὁ δὲ κύριος ὢν πάσῃ κεχρῆσθαι, καὶ κωλυόμενος ὑπὸ τῆς ἀῤῥωστίας, αὐτῷ  τούτῳ  μᾶλλον  ἐμπίπραται.  Πῶς οὖν  οὐκ  ἄτοπον  εἰ  μὲν  νοσήματι σωματικῷ προκατειλημμένον ἴδοιμέν τινα, ταλανίζειν  αὐτὸν, κἂν εὔπορος ᾖ, ψυχῆς δὲ κακῶς διακειμένης,  ψυχῆς, ἧς ἡμῖν ἴσον οὐδὲν οὐδὲ τιμιώτερον,  μακαρίζειν δι' ὀλίγα χρήματα, ἢ διὰ πρόσκαιρον τιμὴν, ἢ δι' ἄλλο τῶν ἐνταῦθα μενόντων  καὶ μετὰ τῆς ζωῆς ταύτης, μᾶλλον δὲ πολλάκις καὶ πρὸ τῆς ζωῆς, ἡμᾶς ἀπολιμπανόντων; Μὴ, παρακαλῶ. Ταῦτα τῆς ταραχῆς ἡμῖν αἴτια, ταῦτα θορύβου. ∆ιὰ τοῦτο τοῦ Θεοῦ κατηγοροῦσι πολλοὶ, διὰ τοῦτο τὸν κόσμον ἀπρονόητον  νομίζουσιν. Ὡς εἰ ᾔδεσαν ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ ἀρετὴ μόνον, οὐ πλοῦτος, οὐ χρήματα, οὐχ ὑγίεια, οὐ δυναστεία, οὐκ ἄλλο  οὐδὲν,  καὶ  ὡς  οὐδὲν  κακὸν  ἐν  τῷ  παρόντι  βίῳ,  ἀλλ' ἢ κακία  μόνον  καὶ πονηρία καὶ διαστροφὴ ψυχῆς, οὐ πενία καὶ νόσος, καὶ ἐπήρεια, καὶ συκοφαντίαι, καὶ τὰ ἄλλα, ἃ νομίζεται εἶναι δεινὰ, οὐκ ἄν ποτε ταῦτα ἐφθέγξαντο, ἅπερ νῦν, οὐκ ἄν ποτε ἐν ἀθυμίᾳ  διήγαγον,   οὐκ  ἄν  ποτε  ἐμακάρισαν  οὓς  ταλανίζειν   ἐχρῆν,  οὐκ  ἄν  ποτε ἐταλάνισαν  οὓς μακαρίζειν ἔδει, οὐκ ἂν ὡς περὶ ὄντων  τῶν  ἀνθρώπων  διέκειντο.  Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ, καὶ ὕπνῳ πολλῷ μακαρίζειν ἀνθρώπους οὐδὲν ἕτερόν ἐστιν, ἢ ὡς περὶ ἀλόγων  διακεῖσθαι· ἐπεὶ καὶ ἐκείνων  τοῦτό ἐστιν ἡ εὐπραγία, μᾶλλον  δὲ  καὶ  ἐν  τοῖς  ἀλόγοις  κακία  τοῦτό  ἐστι. Πολλοὶ  γοῦν  καὶ  ὄνοι  καὶ  ἵπποι διεφθάρησαν,  ἐν ἀργίᾳ καὶ ἀδηφαγίᾳ  ζῶντες. Εἶτα, ἐπὶ μὲν τῶν  ἀλόγων  ζώων,  οἷς ἡ πᾶσα ἀρετὴ ἐν εὐεξίᾳ σώματος, βλαβερὸν τοῦτο· ἐπὶ δὲ τῶν ἀνθρώπων, οἷς πᾶν τὸ κῦρος ἐν  τῇ  τῆς  ψυχῆς  εὐγενείᾳ,  ἀρετὴν  τοῦτο  θησόμεθα,  καὶ  οὐκ  αἰσχυνθησόμεθα  τὸν οὐρανὸν, καὶ τοὺς τῆς ψυχῆς  ἡμῶν  συγγενεῖς  ἀγγέλους; οὐκ ἐρυθριᾷς καὶ αὐτὴν  τοῦ σώματος τὴν φύσιν καὶ τὴν διάπλασιν; οὐ γὰρ ὥσπερ τοῖς ἀλόγοις, οὕτω καὶ ἡμῖν αὐτὸ διετύπωσεν  ὁ Θεὸς, ἀλλ' ὡς πρέπον ἦν μέλλον  ψυχῇ λογικῇ  καὶ ἀθανάτῳ  διακονεῖν. ∆ιὰ τί γὰρ τοῖς μὲν ἀλόγοις πᾶσι κάτω νεύοντας ἐποίησε τοὺς ὀφθαλμοὺς ὁ Θεὸς, σοὶ δὲ καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ φέρων αὐτοὺς ἐγκατέθηκεν; οὐκ ἐπειδὴ ἐκείνοις μὲν οὐδὲν πρὸς τὸν οὐρανὸν κοινὸν, σοὶ δὲ μάλιστα τὰ ἄνω  περισκοπεῖν νόμος καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῆς φύσεως ἐξ ἀρχῆς ἐτέθη; ∆ιὰ τί σοὶ μὲν τὸ σῶμα ὄρθιον ἐποίησεν, ἐκείνοις  δὲ πάλιν  κάτω νενευκός; οὐχὶ διὰ τὴν αὐτὴν αἰτίαν  πάλιν, καὶ ἀπ' αὐτῆς   τῆς   διαπλάσεως   παιδεύων   σε,  μηδὲν   κοινὸν   ἔχειν   πρὸς   τὴν   γῆν,   μήτε προστετηκέναι τοῖς παροῦσι πράγμασι; Μὴ τοίνυν  καταπροδῶμεν  τὴν εὐγένειαν,  μηδὲ πρὸς  τὴν  τῶν   ἀλόγων   δυσγένειαν   ἐξολισθήσωμεν,  ἵνα  μὴ  καὶ  περὶ  ἡμῶν   εἴπῃ· Ἄνθρωπος  ἐν  τιμῇ  ὢν  οὐ συνῆκεν.  Τὸ γὰρ τρυφῇ,  καὶ  πλούτῳ,  καὶ  δόξῃ, καὶ  τοῖς παροῦσι πράγμασι τὴν εὐημερίαν ὁρίζεσθαι, οὐκ ἔστιν ἐπεσκεμμένων τὴν οἰκείαν εὐγένειαν, ἀλλ' ἀνθρώπων  ἵππων καὶ ὄνων γενομένων.  Ἀλλὰ μὴ γένοιτό τινας τοιούτους  ἐνταῦθα  παρεῖναι,  ἐν  ἁγίῳ  χορῷ  καὶ  θεάτρῳ  πνευματικῷ,  καὶ  συλλόγῳ θεοσεβεῖ.  ∆ιὰ  γὰρ  τοῦτο  καθ'  ἑκάστην  ἡμέραν  θείας  ἀπολαύομεν  ἀκροάσεως,  ἵνα καθάπερ δρεπάνῃ τῷ λόγῳ, τὰ ὑλομανοῦντα  πάθη τῆς διανοίας περικόπτοντες, ἔγκαρπα δένδρα   γενώμεθα,   καὶ   καρπὸν   ἐνέγκωμεν   ὥριμον,   εἰς   ἀποθήκην   ἀποτιθέμενον βασιλικὴν, δόξαν φέροντα  τῷ κοινῷ  ∆εσπότῃ καὶ γεωργῷ  τῶν ἡμετέρων  ψυχῶν,  καὶ ἡμῖν ζωὴν τὴν ἀθάνατον,  ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ  Πνεύματι δόξα, καὶ κράτος, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |