ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 1.Περί της των νεκρών άναστάσεως ομιλία.

Πέμπτη 16 Ιουνίου 2016

1.Περί της των νεκρών άναστάσεως ομιλία.



Ioannis

Ιωάννης Χρυσόστομος
Τόμος  50
1.Περί της των νεκρών άναστάσεως ομιλία.             

αʹ. Περὶ δογμάτων  ὑμῖν ἔμπροσθεν διελέχθημεν  καὶ τῆς τοῦ μονογενοῦς  Υἱοῦ τοῦ   Θεοῦ  δόξης,  ἐπιστομίζοντες   τοὺς   καθαιροῦντας   αὐτοῦ   τὴν   ἀξίαν,   καὶ   τοῦ γεγεννηκότος  αὐτὸν  ἀλλοτριοῦντας·   σήμερον  τὸν  ἠθικώτερον   βούλομαι  γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας  ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν· μᾶλλον δὲ οὐκ ἠθικὸς  ἔσται  μόνον,  ἀλλὰ  καὶ  δογματικὸς   οὗτος    λόγος·  εἰς  γὰρ  τὴν  περὶ  τῆς ἀναστάσεως ὑπόθεσιν καθεῖναι παρασκευάζομαι. Αὕτη δὲ ἡ ὑπόθεσις ποικίλη τίς ἐστιν, ὁμοῦ καὶ εἰς δόγματα ἡμᾶς διορθοῦσα, καὶ τὸν βίον ἡμῶν ῥυθμίζουσα, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν   ἁπάσης  ἀπαλλάττουσα   κατηγορίας.   Καὶ  ὥσπερ  ἀπιστουμένη,   τὴν   ζωὴν ἀνατρέπει  τὴν ἡμετέραν, καὶ μυρίων  κακῶν  ἐμπίπλησι, καὶ τὰ ἄνω κάτω ποιεῖ· οὕτω πιστευομένη, τοὺς περὶ τῆς Προνοίας ἡμῖν συνεισάγει λόγους, καὶ πολλὴν τῆς  ἀρετῆς  παρασκευάζει  ποιεῖσθαι  τὴν  ἐπιμέλειαν,  καὶ  μετὰ  πολλῆς  τῆς  σπουδῆς  τὴν κακίαν  φεύγειν,  καὶ γαλήνης  ἅπαντα  καὶ εἰρήνης  πληροῖ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων  αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται· πῶς γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων; οὔτε κακίας ἀφέξεται,  μηδεμίαν  προσδοκῶν ὑποστήσεσθαι κόλασιν τῶν  κακῶς αὐτῷ πεπραγμένων·  ἀλλ' ἐπιδοὺς  ἑαυτὸν  ταῖς  ἀτόποις  ἐπιθυμίαις,  πᾶν  εἶδος  ἐπελεύσεται πονηρίας


.Ὁ δὲ περὶ τῆς μελλούσης πεπεικὼς ἑαυτὸν κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν  ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης  μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς  ἄλλης  ἀρετῆς,  ἀκολασίαν  δὲ  καὶ  θρασύτητα  καὶ  τὴν  ἄλλην  ἅπασαν  πονηρίαν φεύγειν· καὶ τοὺς κατηγοροῦντας δὲ τῆς τοῦ Θεοῦ προνοίας μετὰ πολλῆς τῆς περιουσίας ἐντεῦθεν  ἐπιστομίσαι οὗτος δυνήσεται. Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους,  μόλις τῆς ἀναγκαίας  εὐποροῦντας  τροφῆς, πολλάκις  δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς  νοσήμασι ταριχευομένους,  καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους  δὲ γόητας  καὶ μιαροὺς  καὶ πολλῶν  γέμοντας  κακῶν  πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους  παῤῥησίαν· εἶτά τινες  ὑπὲρ τούτων  κατηγορῶσι τῆς τοῦ Θεοῦ προνοίας, καὶ λέγωσι· Ποῦ ταῦτα προνοίας; ποῦ δὲ δικαίας κρίσεως; ὁ σώφρων  καὶ ἐπιεικὴς  ἐν κακοῖς, ὁ ἀκόλαστος καὶ διεφθαρμένος ἐν ἀγαθοῖς· καὶ οὗτος μὲν θαυμάζεται, ἐκεῖνος δὲ καταφρονεῖται· οὗτος ἀπολαύει τρυφῆς πολλῆς, ἐκεῖνος ἐν πενίᾳ καὶ τοῖς ἐσχάτοις ἐστὶ κακοῖς· ὁ μὲν περὶ τῶν μελλόντων ἀμφιβάλλων σιωπηθήσεται, καὶ οὐδὲν ὅλως ἐρεῖ· ὁ δὲ περὶ ἀναστάσεως φιλοσοφεῖν εἰδὼς, ῥᾳδίως τὴν βλασφημίαν ἐφέξει, καὶ πρὸς τοὺς τὰ τοιαῦτα   ἀποδυσπετοῦντας   ἐρεῖ·  Παύσασθε κατὰ  τοῦ  πεποιηκότος   ὑμᾶς  Θεοῦ  τὴν γλῶτταν  ἀκονῶντες  τὴν ἑαυτῶν.  Οὐ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε πράγματα, ἀλλὰ  πρὸς ἑτέραν ζωὴν  ἐπειγόμεθα  πολλῷ  μακροτέραν, μᾶλλον  δὲ πέρας οὐκ ἔχουσαν· κἀκεῖ πάντως  ὁ μὲν πένης οὗτος καὶ μετὰ δικαιοσύνης  ζῶν, τῶν πόνων τούτων  λήψεται  τὰς ἀμοιβὰς, ὁ δὲ ἀκόλαστος καὶ γόης, τῆς πονηρίας  ταύτης  καὶ τῆς ἀδίκου τρυφῆς δώσει τὴν δίκην. Μὴ τοίνυν ἀπὸ τῶν παρόντων μόνον περὶ τῆς τοῦ Θεοῦ ψηφισώμεθα  προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων.  Τὰ γὰρ παρόντα ἀγών ἐστι καὶ σκάμματα καὶ στάδιον, τὰ δὲ μέλλοντα ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα.Ὥσπερ οὖν τὸν ἀθλητὴν, ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ  πόνοις  καὶ  ταλαιπωρίαις   μάχεσθαι  δεῖ,  οὕτω  καὶ  τὸν  δίκαιον  ἐνταῦθα  πολλὰ ὑπομένειν  χρὴ καὶ φέρειν ἅπαντα γενναίως,  εἴ γε μέλλοι λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους  ἐκεῖ. Εἰ δὲ αἱ τῶν  πονηρῶν  εὐημερίαι  θορυβοῦσί τινας,  καὶ  ἐπὶ  τούτων ἐκεῖνο λογιζέσθωσαν πάλιν, ὅτι, καθάπερ λῃσταὶ καὶ τυμβωρύχοι καὶ ἀνδροφόνοι καὶ οἱ τὴν   θάλασσαν  πλέοντες   πειραταὶ,   πρὶν     εἰς  τὸ  δικαστήριον   εἰσελθεῖν,   πολλῆς ἀπολαύουσι  τρυφῆς,  οἰκείαν  εὐπορίαν  τὰς ἀλλοτρίας  ποιούμενοι  συμφορὰς, καὶ τὸν ἄδικον κτώμενοι πλοῦτον, καὶ καθ' ἑκάστην μεθύοντες τὴν ἡμέραν· ἐπειδὰν δὲ ὑπὸ ταῖς τοῦ  δικαστοῦ  γένωνται   ψήφοις,  πάντων  ἐκείνων  διδόασι  δίκην·  οὕτω  καὶ  οὗτοι  οἱ πόρνας ἀγοράζοντες, καὶ τὰς Συβαριτικὰς παρατιθέμενοι τραπέζας, καὶ τὰς ὀφρῦς ἀνασπῶντες,  καὶ σοβοῦντες  ἐπὶ τῆς ἀγορᾶς, καὶ τοὺς πένητας  σπαράττοντες,  ὅταν  ὁ μονογενὴς  Υἱὸς τοῦ Θεοῦ παραγένηται  μετὰ τῶν  ἀγγέλων  τῶν  ἑαυτοῦ, καὶ ἐπὶ τοῦ βήματος ἐκείνου  καθίσῃ, καὶ τὴν οἰκουμένην  εἰς μέσον παραγάγῃ, γυμνοὶ  καὶ πάσης ἔρημοι τῆς φαντασίας  εἰσενεχθέντες,  καὶ οὐδένα συνήγορον οὐδὲ προστάτην ἔχοντες, χωρὶς συγγνώμης ἁπάσης εἰς τοὺς τοῦ πυρὸς ἀπενεχθήσονται  ποταμούς. Μὴ τοίνυν  μήτε  τούτους  μακαρίσῃς  διὰ  τὴν   ἐνταῦθα  τρυφὴν,  ἀλλὰ δάκρυσον διὰ τὴν μέλλουσαν τιμωρίαν·  μηδὲ τὸν δίκαιον ταλανίσῃς  διὰ τὴν ἐνταῦθα πενίαν,  ἀλλὰ  μακάρισον διὰ  τὸν  μέλλοντα  τῶν  ἀγαθῶν  πλοῦτον,  καὶ  τὸν  περὶ  τῆς ἀναστάσεως  λόγον  ἐν  τῇ σαυτοῦ διανοίᾳ  ῥίζωσον, ἵνα,  κἂν  ἀγαθὸς  ᾖς καὶ πειράζῃ, δοκιμώτερος  γίνῃ,  ταῖς  μελλούσαις  ἐλπίσι  προθυμίαν  μείζονα  προσλαμβάνων·  κἂν κακὸς ᾖς, ἀποστῇς τῆς πονηρίας, τῷ φόβῳ τῆς μελλούσης κολάσεως σωφρονέστερον σεαυτὸν κατασκευάζων.

βʹ. ∆ιὰ τοῦτο  καὶ ὁ Παῦλος συνεχῶς  ἡμῖν  τὸν  περὶ ἀναστάσεως κινεῖ  λόγον, καθάπερ οὖν καὶ σήμερον ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος  ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκίαν ἐκ Θεοῦ ἔχομεν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ ἴδωμεν πόθεν ἐνέπεσεν  εἰς  τὸν  περὶ  ἀναστάσεως  λόγον.  Οὐ γὰρ  ἁπλῶς,  οὐδὲ  ὡς  ἔτυχε,  ταύτην συνεχῶς  κινεῖ  τὴν  διδασκαλίαν·  ἀλλ' ὁμοῦ τε διδάξαι  βουλόμενος  τὰ μέλλοντα,  καὶ τοὺς ἀθλητὰς  τῆς εὐσεβείας ἐπιῤῥῶσαι θέλων.  Νῦν μὲν γὰρ διὰ τὴν  τοῦ Θεοῦ χάριν πολλῆς ἀπολαύομεν τῆς εἰρήνης· καὶ γὰρ βασιλεῖς ἐν εὐσεβείᾳ ζῶσι, καὶ ἄρχοντες τὴν ἀλήθειαν  ἐπέγνωσαν,  καὶ δῆμοι καὶ πόλεις  καὶ ἔθνη  τῆς πλάνης  ἀπαλλαγέντες,  τὸν Χριστὸν ἅπαντες  προσκυνοῦσι· τότε δὲ ἐν ἀρχῇ τοῦ κηρύγματος, ἄρτι τῶν σπερμάτων τῆς εὐσεβείας καταβαλλομένων, πολὺς ὁ πόλεμος καὶ διάφορος καὶ ποικίλος. Καὶ γὰρ ἄρχοντες καὶ βασιλεῖς καὶ οἰκεῖοι καὶ συγγενεῖς καὶ πάντες τοῖς πιστοῖς ἐπολέμουν, καὶ διὰ τῆς φύσεως αὐτῆς ὁ πόλεμος ᾔρετο. Καὶ γὰρ πατὴρ τέκνον παρέδωκε πολλάκις, καὶ θυγατέρα μήτηρ, καὶ οἰκέτην δεσπότης. Οὐδὲ γὰρ αἱ πόλεις μόνον, οὐδὲ αἱ χῶραι, ἀλλὰ καὶ οἰκίαι πολλάκις καθ' ἑαυτὰς ἐμάχοντο· καὶ παντὸς ἐμφυλίου πολέμου χαλεπώτερος ἦν    τότε  κατέχων   θόρυβος.  Καὶ  γὰρ  καὶ  χρήματα   ἀνηρπάζετο,   καὶ  ἐλευθερία προεδίδοτο,   καὶ   περὶ   αὐτῆς   τῆς   ζωῆς     κίνδυνος   ἐπεκρέματο,   οὐχὶ   βαρβάρων ἐπιτρεχόντων καὶ ἐπηρεαζόντων,  ἀλλ' αὐτῶν  τῶν δοκούντων  προεστάναι καὶ ἄρχειν, πολεμίων  ἁπάντων  χαλεπώτερον  τοὺς ἀρχομένους  διατιθέντων. Καὶ τοῦτο  δηλῶν  ὁ Παῦλος ἔλεγεν, ὅτι Πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ   θλίψεσι   θεατριζόμενοι,    τοῦτο   δὲ,   κοινωνοὶ    τῶν   οὕτως   ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ Γαλάταις δέ φησι· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ Θεσσαλονικεῦσι δὲ, καὶ Φιλιππησίοις, καὶ πᾶσιν ἁπλῶς οἷς ἐπιστέλλει, πολλὰ τοιαῦτα μαρτυρεῖ.Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπὸν,  ὅτι πολὺς ὁ πόλεμος ἔξωθεν κεκίνητο  καὶ διηνεκὴς,  ἀλλ' ὅτι καὶ ἐν αὐτοῖς τοῖς πιστοῖς συνέβαινε  γίνεσθαί  τινα  σκάνδαλα  καὶ ἔρεις καὶ φιλονεικίας καὶ ζηλοτυπίας· καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἔξωθεν μάχαι,  ἔσωθεν   φόβοι.  Καὶ  οὗτος  ἐκείνου   χαλεπώτερος     πόλεμος   ἦν,  καὶ  τοῖς ἀρχομένοις καὶ τοῖς διδασκάλοις. Οὐχ οὕτω γοῦν τῶν ἐχθρῶν ἐδεδοίκει τὰς ἐπιβουλὰς ὁ Παῦλος, ὡς τὰ ἔνδον πτώματα, καὶ τὰς τῶν οἰκείων παρανομίας. Ὅτε γοῦν ἐπόρνευσέ τις παρὰ Κορινθίοις, ἅπαντα τὸν χρόνον ἐκεῖνον πενθῶν διετέλεσε, τὰ σπλάγχνα σπαράττων  τὰ  ἑαυτοῦ,  καὶ  πικρὸν  ὀλολύζων.  Ἦν τι  καὶ  τρίτον  οὐκ  ἔλαττον  τῶν εἰρημένων, πολὺν ἐπάγον τοῖς πιστεύουσι πόνον, αὐτὴ τῶν πραγμάτων  ἡ φύσις πολλῶν  ἱδρώτων  γέμουσα καὶ πόνων. Οὐ γὰρ εὔκολος καὶ ῥᾳδία τις ἦν ἡ ὁδὸς, ἐφ' ἣν ἦγον αὐτοὺς οἱ ἀπόστολοι, ἀλλὰ τραχεῖα καὶ δυσκατόρθωτος καὶ φιλοσόφου  τινὸς καὶ ἀγρύπνου  δεομένη  ψυχῆς  καὶ  ἠκριβωμένης   πανταχόθεν.   ∆ιὰ  τοῦτο  καὶ    Χριστὸς στενὴν καὶ τεθλιμμένην  αὐτὴν ἐκάλεσεν. Οὐ γὰρ ἐξῆν ἀδεῶς ζῇν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἐν αἰσχρότητι καὶ μέθῃ καὶ ἀδδηφαγίᾳ  καὶ τρυφῇ καὶ πολυτελείᾳ· ἀλλ' ἔδει καὶ θυμὸν χαλινοῦν,  καὶ ἐπιθυμίας ἀτόπου κρατεῖν, καὶ χρημάτων ὑπερορᾷν, καὶ δόξαν καταπατεῖν,   καὶ  φθόνου   καὶ  βασκανίας  ἀνώτερον   εἶναι.  Ταῦτα  δὲ  ἡλίκον   πόνον παρέχει,   ἴσασιν  οἱ   καθ'  ἡμέραν   αὐτοῖς   πυκτεύοντες.   Τί  γὰρ  ἐπιθυμίας   ἀτόπου χαλεπώτερον   εἰπέ  μοι,  ἣ, καθάπερ  κύων  λυττῶν,  συνεχῶς  ἡμῖν  ἐπιπηδᾷ,  καὶ  καθ' ἡμέραν ἡμῖν διενοχλεῖ,  καὶ δεῖται διηνεκῶς ἐγρηγορυίας ψυχῆς; Τί δὲ καὶ ὀργῆς πικρότερον; Γλυκὺ μὲν γὰρ τὸ τὸν ἠδικηκότα ἀμύνασθαι, ἀλλὰ τοῦτο οὐκ ἐξῆν. Καὶ τί λέγω,  τὸν  ἠδικηκότα  οὐκ  ἐξῆν  ἀμύνασθαι;  Εὐεργετεῖν  ἔδει  τοὺς  λυποῦντας,   καὶ εὐλογεῖν τοὺς λοιδορουμένους, καὶ μηδὲ ῥῆμα πικρὸν ἐκβάλλειν ποτέ· καὶ σωφροσύνην δὲ, οὐ τὴν μέχρι τῶν ἔργων μόνον, ἀλλὰ καὶ τὴν μέχρι τῆς ἐννοίας ἐπιδείκνυσθαι ἔδει. Οὐ γὰρ μόνον αὐτῆς τῆς ἀκολάστου πράξεως, ἀλλὰ καὶ ὄψεως τῆς τοιαύτης ἀπέχεσθαι δεῖ, καὶ μηδὲ ἐντρυφᾷν  ταῖς ὄψεσι τῶν εὐμόρφων  γυναικῶν,  ὡς καὶ ὑπὲρ τῆς θεωρίας ταύτης τὴν ἐσχάτην μέλλοντας ὑποστήσεσθαι δίκην. Ἐπεὶ οὖν πολὺς ὁ πόλεμος ἦν παρὰ τῶν ἔξωθεν, πολὺς ὁ φόβος παρὰ τῶν ἔνδοθεν, πολὺς ὁ πόνος ὁ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Προσῆν δέ τι καὶ τέταρτον, ἡ ἀπειρία τῶν μελλόντων ἀγωνίζεσθαι τὸν μέγαν τοῦτον  ἀγῶνα.  Οὐ γὰρ ἐκ προγόνων  τὴν  εὐσέβειαν  διαδεξαμένους  τοὺς  ἀνθρώπους ἔλαβον οἱ ἀπόστολοι, ἀλλ' ἐν βλακείᾳ καὶ τρυφῇ καὶ μέθῃ καὶ αἰσχρότητι καὶ ἀκολασίᾳ τραφέντας. Οὐ μικρὸν δὲ τοῦτο εἰς δυσκολίαν τῶν ἀγώνων  ἦν, τὸ μὴ ἄνωθεν, μηδὲ ἐκ προγόνων  ταύτην πεπαιδεῦσθαι τὴν φιλοσοφίαν,  ἀλλὰ νῦν πρῶτον πρὸς τοὺς ἀγῶνας ἀποδύεσθαι τούτους.

γʹ. Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζομένοις  τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συνεχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον. Καὶ οὐ ταύτῃ προτρέπει μόνον καὶ ἀλείφει τοὺς ἀθλητὰς, ἀλλὰ καὶ τῇ διηγήσει τῶν οἰκείων παθῶν. ∆ιόπερ πρὶν ἐμπεσεῖν εἰς τοὺς περὶ ἀναστάσεως λόγους, τὰ αὑτοῦ πάθη διηγεῖται, λέγων οὕτως· Ἐν παντὶ  θλιβόμενοι,  ἀλλ' οὐ στενοχωρούμενοι·  ἀπορούμενοι,  ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι,  ἀλλ'  οὐκ ἐγκαταλιμπανόμενοι·  καταβαλλόμενοι,  ἀλλ'  οὐκ ἀπολλύμενοι· διὰ   τούτων   τοὺς   καθημερινοὺς   θανάτους   δηλῶν,   ὅτι   καθάπερ   ἔμψυχοι   νεκροὶπεριῄεσαν  εἰς  θάνατον   παραδιδόμενοι   καθ'  ἡμέραν.  Ὅτε  τοίνυν     πρὸς  αὐτοὺς ἐπήγοντο,  τότε τὸν  περὶ τῆς ἀναστάσεως  κινεῖ  λόγον·  Πιστεύομεν γὰρ, φησὶν,  ὅτι ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. ∆ιὸ οὐκ ἐκκακοῦμεν, μεγίστην παράκλησιν ἔχοντες  ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα.  Καὶ οὐκ εἶπε  πρὸς  αὐτούς·  ∆ιὸ μὴ ἐκκακεῖτε·  ἀλλὰ  τί; ∆ιὸ οὐκ ἐκκακοῦμεν, δεικνὺς καὶ αὑτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἐπὶ μὲν γὰρ τῶν Ὀλυμπιακῶν  ἀγώνων, ὁ μὲν ἀθλητὴς ἔνδον ἀγωνίζεται, ὁ δὲ παιδοτρίβης πόῤῥω καθήμενος,  τὴν  ἀπὸ τῶν  λόγων  εἰσάγει βοήθειαν,  τοσοῦτον συντελῶν  τῷ παλαίοντι μόνον,  ὅσον βοῆσαι καὶ φθέγξασθαι·  παραστῆναι  δὲ ἐγγὺς,  καὶ τὴν  ἀπὸ τῶν  χειρῶν συμμαχίαν εἰσενεγκεῖν οὐδεὶς ἐπιτρέπει νόμος αὐτῷ.Ἐπὶ δὲ τῶν τῆς εὐσεβείας ἀγώνων  οὐχ οὕτως, ἀλλ' ὁμοῦ καὶ παιδοτρίβης ἐστὶ καὶ ἀθλητὴς  ὁ αὐτός. ∆ιὰ τοῦτο οὐκ ἔξω τοῦ σκάμματος καθήμενος,  ἀλλ' εἰς αὐτοὺς ἐμβεβληκὼς τοὺς ἀγῶνας, ἀλείφει τοὺς μετ' αὐτοῦ πυκτεύοντας, λέγων· ∆ιὸ οὐκ ἐκκακοῦμεν. Καὶ οὐκ εἶπε, ∆ιὸ οὐκ ἐκκακῶ, ἀλλὰ, ∆ιὸ οὐκ ἐκκακοῦμεν, τοῖς ἐγκωμίοις αὐτοὺς ἀναστῆσαι βουλόμενος. Ἀλλ' εἰ καὶ ὁ ἔξω ἄνθρωπος ἡμῶν διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ. Ὅρα σύνεσιν ἀποστολικήν. Προέτρεψεν αὐτοὺς ἀφ' ὧν ἔπασχον, ὅτι Ἐν παντὶ θλιβόμενοι,  ἀλλ' οὐ στενοχωρούμενοι·  προέτρεψεν ἀπὸ τῆς ἀναστάσεως  τοῦ Ἰησοῦ, εἰπὼν,  Ὅτι ὁ ἐγείρας  τὸν  Ἰησοῦν καὶ ἡμᾶς ἐγερεῖ. Εἶτα καὶ ἕτερόν   τινα   κινεῖ   παρακλήσεως   τρόπον.   Ἐπειδὴ  γὰρ  οἱ  πολλοὶ   τῶν   ἀνθρώπων μικρόψυχοί   τινες   ὄντες   καὶ  ἀσθενεῖς  καὶ  ταλαίπωροι,   κἂν  πεπεισμένοι   περὶ  τῆς ἀναστάσεως ὦσιν, ὀλιγωροῦσι πρὸς τὸ μῆκος τοῦ χρόνου καὶ ἰλιγγιῶσι καὶ ἀναπίπτουσι, καὶ ἕτερον αὐτοῖς πρὸ τῆς ἀναστάσεως δίδωσι μισθὸν καὶ ἀμοιβήν. Ποίαν δὴ ταύτην; Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ· ἔξω ἄνθρωπον τὸ σῶμα καλῶν, ἔσω ἄνθρωπον τὴν ψυχὴν λέγων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καὶ πρὶν ἀναστῆναι, καὶ πρὶν ἀπολαῦσαι τῆς δόξης τῆς μελλούσης, ἐντεῦθεν  ἤδη τῶν πόνων οὐ μικρὰν ἀπείληφας τὴν ἀμοιβὴν, ἐν αὐτῷ τῷ θλίβεσθαι τῆς ψυχῆς ἡμῖν ἀνανεουμένης,  σοφωτέρας γινομένης  καὶ εὐλαβεστέρας, πλείονα  κτωμένης  ὑπομονὴν, εὐτονωτέρας   καθισταμένης   καὶ   δυνατωτέρας.   Καθάπερ  γὰρ   οἱ   τὴν   σωματικὴν ἀθλοῦντες  ἄθλησιν,  καὶ  πρὸ τῶν  στεφάνων,  καὶ  πρὸ  τῶν  βραβείων  ἀπ' αὐτῆς  τῆς γυμνασίας καὶ τοῦ παλαίειν μέγαν λαμβάνουσι τὸν μισθὸν, ὑγιεινότερα καὶ δυνατώτερα αὑτῶν τὰ σώματα διὰ τῆς γυμνασίας κατασκευάζοντες, καὶ πᾶσαν διαφεύγοντες ἀῤῥωστίαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀγώνων τῆς ἀρετῆς, καὶ πρὶν ἢ τὸν οὐρανὸν ἀνοιγῆναι, καὶ πρὶν ἢ τὸν Υἱὸν τοῦ Θεοῦ παραγενέσθαι, καὶ πρὶν ἢ τὰς ἀμοιβὰς ἡμᾶς ἀπολαβεῖν, μέγαν ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, τῆς ψυχῆς ἡμῖν φιλοσοφωτέρας καθισταμένης. Καὶ γὰρ οἱ πολλὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχόμενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαντες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ταύτης καρποῦνται  τὸ κέρδος τῷ θαῤῥεῖν καὶ  κατατολμᾷν  τοῦ  πελάγους,  καὶ  ἀδεῶς  καὶ  μεθ' ἡδονῆς  τὰς  διαποντίους  ταύτας ποιεῖσθαι ἀποδημίας· οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου, ὁ πολλὰς ἐνεγκὼν θλίψεις διὰ τὸν  Χριστὸν, ὁ πολλὰ  δεινὰ  παθὼν,  καὶ  πρὸ τῆς  βασιλείας  τῶν  οὐρανῶν  μεγάλην ἔλαβεν  ἀμοιβὴν,  παῤῥησίαν  κτησάμενος  πρὸς  τὸν  Θεὸν  ἐντεῦθεν   ἤδη,  καὶ ὑψηλοτέραν  τὴν  ἑαυτοῦ  κατασκευάσας ψυχὴν,  ὡς  ἁπάντων  λοιπὸν  καταγελᾷν  τῶν δεινῶν.   Ἵνα  δὲ  καὶ  σαφέστερον  γένηται   τὸ  λεγόμενον,   ἐπὶ  παραδείγματος   αὐτὸ βούλομαι ποιῆσαι φανερόν. Αὐτὸς γὰρ οὗτος ὁ Παῦλος μυρίων ἀνασχόμενος δεινῶν, οὐ μικρὰς  καὶ  ἐντεῦθεν   ἔλαβε  τὰς  ἀμοιβὰς,  καταγελῶν   τυράννων,   κατεξανιστάμενος μαινομένων  δήμων, πάσης ὑπερορῶν τιμωρίας, καὶ πρὸς θηρία, καὶ πρὸς σίδηρον, καὶ πρὸς πελάγη, καὶ πρὸς κρημνοὺς, καὶ πρὸς ἐπαναστάσεις, καὶ πρὸς ἐπιβουλὰς, καὶ πρὸς ἅπαντα τὰ δεινὰ ἀκατάπληκτος  μένων, οὗ τί γένοιτ' ἂν ἴσον; Τὸν μὲν γὰρ ἀγύμναστον καὶ μηδὲν  παθόντα  δεινὸν  καὶ τὰ τυχόντα  θορυβεῖν  εἴωθε· μᾶλλον  δὲ οὐκ αὐτὰ τὰ πράγματα μόνον, ἀλλὰ καὶ προσδοκίαι ψιλαί· καὶ τί λέγω  προσδοκίαι ψιλαί; αἱ σκιαὶ φοβοῦσι καὶ δεδίττουσι τὸν τοιοῦτον· ὁ δὲ ἀποδυσάμενος πάντα, καὶ εἰς τοὺς ἀγῶνας ἐμβὰς, καὶ μυρία δεινὰ παθὼν, ἁπάντων λοιπόν ἐστιν ἀνώτερος, ὥσπερ κολοιῶν κραζόντων, οὕτω τῶν ἀπειλούντων καταγελῶν. Οὐ μικρὸς δὲ οὗτος ὁ στέφανος, οὐδὲ ὁ τυχὼν  μισθὸς, ὅταν  μηδὲν  αὐτὸν  τῶν  ἀνθρωπίνων δυνήσηται  λυπεῖν,  ὅταν  τὰ τοῖς ἄλλοις φοβερὰ τούτῳ εὐκαταφρόνητα γίνηται, ὅταν ὑπὲρ ὧν ἄλλοι φρίττουσι καὶ ἐξίστανται, ὑπὲρ τούτων  μέλλῃ γελᾷν  αὐτὸς, τῇ τῆς ὑπομονῆς  ὑπερβολῇ εἰς τὴν τῶν ἀγγελικῶν  δυνάμεων  φιλοσοφίαν  ἑαυτὸν μεταστήσας. Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον καὶ ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν, καὶ ἔνδειαν, καὶ ὁδοιπορίαν, καὶ ταλαιπωρίας ἑτέρας· πολλῷ μᾶλλον ψυχὴν μακαρίζειν δεῖ τὴν δυναμένην καρτερῶς καὶ  γενναίως  ἁπάσας τῶν  δεινῶν  φέρειν  τὰς  προσβολὰς, καὶ  διατηρεῖν  ἀδούλωτον αὑτῆς διὰ πάντων τὸ φρόνημα. Ὁ τοιοῦτος τῶν βασιλέων αὐτῶν ἐστι βασιλικώτερος.Ἐκεῖνον  μὲν  γὰρ  καὶ  δορυφόροι  καὶ  φίλοι  καὶ  ἐχθροὶ  πολλὰ  δύναιντ'  ἂν ἀδικῆσαι ἐπιβουλεύοντες  καὶ κακουργοῦντες τὸν δὲ τοιαύτην ἔχοντα ψυχὴν, οἵαν εἶπον νῦν,  οὐ  βασιλεὺς,  οὐ  δορυφόρος,  οὐκ  οἰκέτης,  οὐ  φίλος,  οὐκ  ἐχθρὸς,  οὐκ  αὐτὸς  ὁ διάβολος παραβλάψαι δυνήσεται. Πῶς γὰρ, τὸν μελετήσαντα  μηδὲν τῶν νομιζομένων εἶναι δεινῶν ἡγεῖσθαι δεινόν;

δʹ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος· διὰ τοῦτο ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ  μάχαιρα;   καθὼς   γέγραπται,   ὅτι   ἕνεκεν   σοῦ  θανατούμεθα   ὅλην   τὴν   ἡμέραν, ἐλογίσθημεν   ὡς  πρόβατα  σφαγῆς·  ἀλλ'  ἐν  τούτοις   πᾶσιν  ὑπερνικῶμεν   διὰ  τοῦ ἀγαπήσαντος ἡμᾶς. Τοῦτο δὴ καὶ ἐνταῦθα αἰνιττόμενος  ἔλεγεν, ὅτι Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος  διαφθείρεται,  ἀλλ' ὁ ἔσω ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ· ἀσθενέστερον τὸ σῶμα γίνεται, φησὶν, ἀλλὰ δυνατωτέρα ἡ ψυχὴ καὶ ἰσχυροτέρα, καὶ πτεροῦται μᾶλλον. Καὶ καθάπερ  στρατιώτης  βαρύνοντα  μὲν  ἔχων  ὅπλα,  κἂν  σφόδρα  γενναῖος     καὶ πολεμικὸς, οὐκ ἂν γένοιτο τοῖς πολεμίοις  φοβερὸς, τῆς τῶν ὅπλων  βαρύτητος τῇ τῶν ποδῶν ταχύτητι  καὶ τῇ τῶν πολεμικῶν  ἐμπειρίᾳ λυμαινομένης·  εἰ δὲ κοῦφα λάβοι καὶ εὐμεταχείριστα, πτηνοῦ παντὸς δίκην ἐπέρχεται τοῖς ἐναντίοις·  οὕτω καὶ ὁ τὴν σάρκα τὴν ἑαυτοῦ μὴ μέθῃ, μηδὲ ἀνέσει καὶ τρυφῇ καταλιπαίνων, ἀλλὰ νηστείαις καὶ εὐχαῖς, καὶ  τῇ  πολλῇ  τῶν  θλίψεων   ὑπομονῇ  κουφοτέραν   καὶ  λεπτοτέραν  κατασκευάζων, καθάπερ  τις ὑπόπτερος ἄνωθεν καταβαίνων, οὕτω μετὰ πολλῆς τῆς ῥύμης εἰς τὰς τῶν δαιμόνων  ἐμπίπτων  φάλαγγας,  καταφέρει ῥᾳδίως τὰς ἀντικειμένας  δυνάμεις, καὶ ὑποχειρίους  ποιεῖ. Οὕτω καὶ ὁ Παῦλος λαβὼν πολλὰς πληγὰς, καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν,   καὶ   ἐν   τῷ   ξύλῳ   δεθεὶς,   τὸ   μὲν   σῶμα   ἀσθενέστερον   εἶχε   πόνοις κατατεινόμενον,  τὴν δὲ ψυχὴν ἰσχυρὰν καὶ εὔτονον· καὶ οὕτως ἦν ἰσχυρὸς ὁ δεδεμένος, ὡς διὰ φωνῆς μόνης σαλεῦσαι τὰ θεμέλια τοῦ δεσμωτηρίου, καὶ τὸν λελυμένον δεσμοφύλακα δέσμιον εἰς τοὺς πόδας ἀγαγεῖν  τοὺς ἑαυτοῦ, καὶ τὰς θύρας ἀποκεκλεισμένας  ἀνοῖξαι. Οὐ μικρὰν οὖν ἡμῖν παραμυθίαν  ἔδωκεν  ὁ Παῦλος ταύτην καὶ  πρὸ  τῆς  ἀναστάσεως,  τὸ  βελτίους   ἡμᾶς  γίνεσθαι   καὶ  φιλοσοφωτέρους   τοῖς πειρασμοῖς.∆ιὰ τοῦτό φησιν· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει Καὶ πάλιν ἄλλος τίς φησιν· Ἀνὴρ ἀπείραστος ἀδόκιμος, ὁ δὲ ἀδόκιμος οὐδενὸς ἄξιος λόγου. Ὥστε οὐ μικρὰ ἀπὸ τῆς θλίψεως καρπούμεθα καὶ πρὸ τῆς ἀναστάσεως, τὸ τὴν ψυχὴν ἔχειν δοκιμωτέραν καὶ σοφωτέραν καὶ συνετωτέραν,  καὶ πάσης ἀπηλλάχθαι  δειλίας. ∆ιὰ τοῦτό φησιν· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται, εἰπέ;  Ἀνανδρίας  ἐξελαυνομένης   ἁπάσης,  ἐπιθυμίας  σβεννυμένης  ἀτόπου, φιλοχρηματίας, κενοδοξίας, τῶν ἄλλων ἁπλῶς τῶν διεφθαρμένων λογισμῶν ἀναιρουμένων  ἁπάντων.  Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ εὐκόλως ὑπὸ  τῶν  παθῶν  ἁλίσκεται  τούτων·  οὕτως    διηνεκῶς   τοῖς  ἀγῶσι  τοῖς  ὑπὲρ  τῆς εὐσεβείας ἐσχολακυῖα, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε, τῆς περὶ τὰ παλαίσματα μερίμνης πάντων  αὐτὴν  ἀπαγούσης ἐκείνων.  ∆ιὰ τοῦτο ἔλεγεν·  Ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ. Εἶτα πάλιν παραμυθούμενος τὰς ψυχὰς τὰς ὀδυνωμένας  ἐπὶ τοῖς δεινοῖς τοῖς ἐπαγομένοις,  καὶ  οὐκ  εἰδυίας  φιλοσοφεῖν,   διὰ  τῆς  ἐλπίδος  τῶν  μελλόντων  αὐτὰς ἀνίστησιν, οὕτω λέγων·  Τὸ γὰρ παραυτίκα ἐλαφρὸν  τῆς θλίψεως,  καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν   αἰώνιον   βάρος  δόξης   κατεργάζεται   ἡμῖν,   μὴ  σκοπούντων   ἡμῶν   τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.  Ὃ δὲ λέγει  τοιοῦτόν  ἐστι· Μάλιστα μὲν  οὖν  καὶ  ἐνταῦθα  ἡμᾶς  ὀνίνησιν  ἡ θλῖψις,  σοφωτέραν ἡμῶν  ποιοῦσα τὴν ψυχὴν  καὶ φιλοσοφωτέραν·  μετὰ δὲ τοῦτο καὶ μυρία ἡμῖν προξενεῖ κατὰ τὸ μέλλον  ἀγαθὰ, οὐκ ἀντίῤῥοπα τῶν  πόνων,  ἀλλὰ πολλῷ μείζονα τῶν παλαισμάτων καὶ κατὰ τὴν ποσότητα καὶ κατὰ τὴν ποιότητα.Ταῦτα ἀμφότερα, λέγω, δηλῶν ὁ Παῦλος, καὶ τὴν ὑπεροχὴν τῶν κινδύνων,  καὶ τῶν  ἄθλων  ποιεῖται  τὴν  σύγκρισιν,  καὶ  ἀντιτίθησι   τῷ  παραυτίκα  τὸ  αἰώνιον,   τῷ ἐλαφρῷ τὸ βάρος, τῇ θλίψει τὴν δόξαν. Ἡ μὲν γὰρ θλῖψις πρόσκαιρος, φησὶ, καὶ κούφη, ἡ δὲ ἄνεσις μᾶλλον  δὲ οὐκ εἶπεν,  ἄνεσις, ἀλλὰ,  δόξα, ὃ πολλῷ  μεῖζον  τῆς ἀνέσεως αἰώνιος  καὶ διηνεκὴς  καὶ μεγάλη.  Βάρος δὲ ἐνταῦθα,  οὐ τὸ ἐπίπονον  καὶ φορτικὸν εἶπεν, ἀλλὰ τὸ πολυτελὲς  καὶ ἔντιμον, κατὰ τὸ τῶν πολλῶν  ἔθος, οἳ τὰ πολύτιμα οὕτω καὶ βαρύτιμα καλεῖν εἰώθασιν. Ὅταν οὖν εἴπῃ βάρος δόξης, μέγεθος δόξης λέγει. Μὴ  τοίνυν   τοῦτο  μόνον  λογίζου,  φησὶν,  ὅτι  μαστίζῃ  καὶ  ἐλαύνῃ,  ἀλλὰ  καὶ  τοὺς στεφάνους καὶ τὰς ἀμοιβὰς, ὅτι πολλῷ μείζους καὶ λαμπρότεραι τῶν παρόντων ἐκεῖναι, καὶ τέλος οὐκ ἔχουσιν, οὐδὲ πέρας. Ἀλλὰ ταῦτα, φησὶν, ἐν πείρᾳ, ἐκεῖνα δὲ ἐν ἐλπίσι· καὶ ταῦτα μὲν φανερὰ, ἐκεῖνα δὲ οὐ φαίνεται,  ἀλλ' ἐκκρεμῆ καὶ μετέωρά εἰσιν· ἀλλ' εἰ καὶ ἀφανῆ, ἀλλὰ τῶν φαινομένων ἐστὶ φανερώτερα. Τί λέγω φανερώτερα; Ἐκεῖνα δύνασαι μᾶλλον ὁρᾷν, ἢ ταῦτα. Ταῦτα μὲν γὰρ παρέρχεται, ἐκεῖνα δὲ μένει. ∆ιὸ ἐπήγαγε, λέγων· Μὴ σκοπούντων  ἡμῶν  τὰ  βλεπόμενα,  ἀλλὰ  τὰ  μὴ  βλεπόμενα·  τὰ  γὰρ  βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

εʹ. Εἰ δὲ λέγοις· Καὶ πῶς δυνήσομαι τὰ ἀφανῆ βλέπειν, τὰ δὲ παρόντα μὴ βλέπειν; ἀπὸ τῶν βιωτικῶν  σε εἰς ταύτην ἐναγαγεῖν  πειράσομαι τὴν πίστιν. Οὐδὲ γὰρ τῶν ἐν τῷ κόσμῳ πραγμάτων  τῶν ἐπικήρων τούτων ἅψαιτό τις ἂν ῥᾳδίως, μὴ τὰ ἀφανῆ πρὸ τῶν φανερῶν  ἰδών. Οἷόν τι λέγω· Ὁ ἔμπορος ὑπομένει μὲν χειμῶνας πολλοὺς καὶ κυμάτων ἐπαναστάσεις καὶ ναυάγια  καὶ μυρίας δυσκολίας, ἀπολαύει  δὲ καὶ πλούτου μετὰ τοὺς χειμῶνας,  τὰ φορτία διατιθέμενος,  καὶ πολλὴν  ἐργαζόμενος πραγματείαν. Ἀλλ' οἱ μὲν χειμῶνες  πρότεροι, τὰ δὲ φορτία  ὕστερα· καὶ τὰ μὲν πελάγη  καὶ τὰ κύματα φαίνεται ἐξελθόντι τοῦ λιμένος, ἡ ἐμπορία δὲ οὐ φαίνεται· ἐν ἐλπίσι γάρ ἐστιν ἔτι. Ἀλλ' ὅμως ἂν μὴ πρὸς ἐκείνην ἴδῃ πρῶτον τὴν ἀφανῆ καὶ μὴ παροῦσαν, μηδὲ ἐν χερσὶν οὖσαν, ἀλλ' ἐν ἐλπίσιν, οὐκ ἂν ἅψαιτο τούτων τῶν παρόντων καὶ φαινομένων Οὕτω καὶ γεωργὸς ζεύγνυσι βόας, καὶ ἄροτρον ἕλκει, καὶ βαθεῖαν αὔλακα ἀνατέμνει,  καὶ  σπέρματα καταβάλλει,  καὶ  τὰ ὄντα  ἅπαντα  δαπανᾷ,  καὶ  κρυμὸν  καὶ πάγον  καὶ  ὄμβρους  καὶ  ἑτέρας  ἀνέχεται  ταλαιπωρίας  πολλὰς,  καὶ  μετὰ  τὸν  πόνον τοῦτον προσδοκᾷ κομῶντα ὄψεσθαι τὰ λήϊα, καὶ πεπληρωμένην  τὴν ἅλωνα. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πρότερος ὁ πόνος, καὶ μετὰ ταῦτα ὁ μισθός· καὶ ὁ μὲν μισθὸς ἄδηλος, ὁ δὲ πόνος δῆλος καὶ φανερός· κἀκεῖνος μὲν ἐν ἐλπίσιν, οὗτος δὲ ἐν χερσίν; Ἀλλ' ὅμως καὶ οὗτος ἂν μὴ πρότερον πρὸς ἐκεῖνον ἴδῃ τὸν ἄδηλον καὶ ἀφανῆ καὶ μὴ βλεπόμενον τοῖς ὀφθαλμοῖς  τοῦ σώματος μισθὸν, οὐ μόνον  οὐ ζεύξει βόας, οὐδὲ ἄροτρον ἕλξει, οὐδὲ σπέρματα καταβαλεῖ, ἀλλ' οὐδὲ κινηθήσεται  οἴκοθεν πρὸς τὴν ἐργασίαν ταύτην  ποτέ. Πῶς  οὖν  ἄτοπον  ἐπὶ  μὲν  τῶν  βιωτικῶν   πραγμάτων   πρὸ  τῶν  φανερῶν   τὰ  ἀφανῆ βλέπειν, καὶ πρὸ τῶν μισθῶν ὑπομένειν  τοὺς πόνους, καὶ πρότερον τὰ δυσχερῆ πάντα φέροντας, τότε τὰ ἐξ αὐτῶν ἀναμένειν χρηστὰ, καὶ ταῖς τῶν ἀφανῶν  ἐλπίσι προτρεπομένους   οὕτως   ἅπτεσθαι  τῶν   φανερῶν·   ἐπὶ  δὲ  τοῦ  Θεοῦ  διστάζειν   καὶ ἀμφιβάλλειν, καὶ πρὸ τῶν πόνων ἀπαιτεῖν τὰς ἀμοιβὰς, καὶ γεωργῶν καὶ ναυτῶν μικροψυχοτέρους  φαίνεσθαι; Οὐ γὰρ δὴ μόνον κατὰ τοῦτο αὐτῶν  φανούμεθα  χείρους, ἀσχάλλοντες  πρὸς τὸ μέλλον,  ἀλλὰ  καὶ καθ' ἕτερον  οὐκ ἔλαττον  τούτου.  Ποῖον δὴ τοῦτο; Ὅτι ἐκεῖνοι μὲν οὐδὲ περὶ τοῦ τέλους θαῤῥεῖν ἔχοντες  πάντως,  οὐδὲ οὕτω τῶν πόνων  ἀφίστανται·  σὺ δὲ ἀξιόπιστον  τῶν  στεφάνων  ἔχων  ἐγγυητὴν,  οὐδὲ οὕτω μιμῇ τὴν ἐκείνων καρτερίαν. Ὁ μὲν γὰρ γεωργὸς πολλάκις μετὰ τὸ τὰ σπέρματα καταβαλεῖν, καὶ θεραπεῦσαι τὴν γῆν, καὶ κομῶντα τὰ λήϊα ἰδεῖν, ἢ χαλάζης, ἢ ἐρυσίβης, ἢ ἀκρίδος. ἢ ἄλλης τινὸς τοιαύτης ἐπενεχθείσης πληγῆς, ἐξέπεσε τῆς τῶν πόνων  ἀμοιβῆς, καὶ μετὰ τοὺς πολλοὺς  ἱδρῶτας κεναῖς οἴκαδε ὑποστρέφει χερσί. Καὶ ὁ ἔμπορος δὲ πάλιν, μετὰ  τὸ  διαδραμεῖν   πολὺ  πέλαγος   πεπληρωμένην  ἄγων   τὴν  ὁλκάδα,  πρὸς  αὐτὸ πολλάκις  τὸ στόμα τοῦ λιμένος  ἐμπεσόντων  ἀνέμων  σκοπέλῳ τινὶ προσαράξας, μόλις ἐξῆλθε  τὸ  σῶμα  διασώσας  γυμνός.  Καὶ ἐπὶ  πάντων   ἁπλῶς  τῶν  βιωτικῶν   πολλὰς πολλάκις πρὸς τῷ τέλει συμφορὰς τοιαύτας συμβαίνειν εἰκός. Ἐπὶ δὲ τῶν ἀγώνων  τῶν σῶν  οὐκ  ἔστι  τοῦτο·  ἀλλὰ  ἀνάγκη  πάντως  τὸν  ἀγωνισάμενον,   τὸν  σπείραντα  τὴν εὐσέβειαν,  καὶ  πολλοὺς   ἐνεγκόντα   πόνους,  ἐπιτυχεῖν   τοῦ  τέλους.  Οὐ γὰρ  ἀέρων ἀνωμαλίαις, οὐδὲ πνευμάτων  ῥύμαις τῶν πόνων τούτων τὰς ἀμοιβὰς ἐπέτρεψεν ὁ Θεός· ἀλλ' ἐν τοῖς οὐρανοῖς ἀπόκεινται, ἐν τοῖς ἀσύλοις θησαυροῖς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ τοίνυν εἴπῃς ὅτι ἀφανῆ τὰ μέλλοντα· εἰ γὰρ βουληθείης μετὰ ἀκριβείας ἐξετάσαι, τῶν ἐν χερσίν ἐστι πολὺ φανερώτερα. Καὶ τοῦτο αὐτὸ πάλιν ἐνδεικνύμενος  ἡμῖν ὁ Παῦλος, Τὰ μὲν αἰώνια καλεῖ, τὰ  δὲ  πρόσκαιρα,  τῷ  προσκαίρῳ  τὸ  φθαρτὸν  αὐτῶν  δηλῶν.  Πρὶν    γὰρ  φανῆναι ἀφίπταται,  καὶ  ἀποτρέχει  πρὶν  ἐπιστῆναι,  καὶ  ὀξύῤῥοποι  μὲν  αὐτῶν  αἱ  μεταβολαὶ, ἄπιστος δὲ ἡ κτῆσις. Τοῦτο καὶ ἐπὶ πλούτου καὶ δόξης καὶ δυναστείας, καὶ ἐπὶ τῆς τῶν σωμάτων  εὐμορφίας,  τοῦτο καὶ ἐπὶ ῥώμης καὶ ἐπὶ τῶν  ἄλλων  ἁπλῶς  τῶν  βιωτικῶν συμβαῖνον ἴδοι τις ἄν. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης  κωμωδῶν  τοὺς τρυφῶντας  καὶ περὶ χρήματα μαινομένους καὶ τὴν ἄλλην ἅπασαν φαντασίαν, Ὡς ἑστῶτα, φησὶν, ἐλογίσαντο ταῦτα, καὶ οὐχ ὡς φεύγοντα.  Ὥσπερ γὰρ σκιᾶς οὐκ ἔστιν ἐπιλαβέσθαι, οὕτως οὐδὲ τῶν βιωτικῶν  πραγμάτων· ἀλλὰ τὰ μὲν τῇ τελευτῇ καταλύεται, τὰ δὲ καὶ πρὸ τῆς τελευτῆς χειμάῤῥου παντὸς ὀξυῤῥεπέστερον παραῤῥεῖ. Τὰ δὲ μέλλοντα  οὐ τοιαῦτα· οὐκ οἶδε γὰρ μεταβολὴν,  οὐ δέχεται  τροπὴν,  οὐκ ἐπίσταται  γῆρας, οὐκ ἔχει  τινὰ  ἀλλοίωσιν,  ἀλλ' ἀκμάζει διηνεκῶς.  καὶ ἐπὶ τῆς αὐτῆς εὐπρεπείας  μένει. Ὥστε εἰ δεῖ ἀφανῆ  καὶ ἄδηλα εἰπεῖν   καὶ  ἄπιστα,  τὰ  παρόντα   δεῖ  λέγειν   πράγματα,   καὶ  μὴ  παραμένοντα   τοῖς κεκτημένοις, ἀλλ' ἀμείβοντα τοὺς δεσπότας, καὶ καθ' ἑκάστην ἡμέραν ἀπὸ τούτου πρὸς ἕτερον μεταπηδῶντα, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἄλλον. Ταῦτα δὴ πάντα δηλώσας ἡμῖν ὁ Παῦλος, καὶ διὰ τοῦτο τὰ μὲν παρόντα πρόσκαιρα, τὰ δὲ μέλλοντα  αἰώνια  καλέσας, τὸν  περὶ τῆς ἀναστάσεως κινεῖ  λόγον,  οὕτω  λέγων·  Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκίαν ἐκ Θεοῦ ἔχομεν ἀχειροποίητον,  αἰώνιον  ἐν τοῖς οὐρανοῖς.
στʹ. Ὅρα πάλιν  καὶ ἐνταῦθα  πῶς ταῖς λέξεσιν κέχρηται κυρίως, δι' αὐτῶν  τῶν ὀνομάτων  τὴν  δύναμιν  ἐμφαίνων   τῶν  νοημάτων.  Οὐ γὰρ  ἁπλῶς  σκῆνος  τὸ  σῶμα ἐκάλεσεν, ἀλλὰ τὸ πρόσκαιρον τῆς παρούσης ζωῆς ἡμῖν ἐνδεικνύμενος,  καὶ τὴν ἐπὶ τὸ βέλτιον  μεταβολὴν  δηλῶν,  μονονουχὶ  λέγων· Τί στενάζεις καὶ δακρύεις, ἀγαπητὲ, ὅτι τύπτῃ  καὶ ἐλαύνῃ  καὶ εἰς δεσμωτήριον  ἐμπίπτεις;  τί θρηνεῖς  τὰς κατὰ μέρος ταύτας κακώσεις, ὀφείλων  τὴν ὁλόκληρον  δέξασθαι κατάλυσιν  τοῦ σώματος· μᾶλλον  δὲ οὐχ ἁπλῶς τοῦ  σώματος, ἀλλὰ τῆς ἐν τῷ σώματι φθορᾶς; Ἵνα γὰρ δείξῃ, ὅτι αἱ κατὰ μέρος αὗται κακώσεις οὐ μόνον  ἡμᾶς λυπεῖν  οὐκ ὀφείλουσιν,  ἀλλὰ  καὶ εὐφραίνειν, δείκνυσιν ὅτι ἡ καθολικὴ καὶ τελευταία καθαίρεσις, εὐχῆς ἔργον ἐστὶν ἡμῖν, τὴν διὰ τοῦ θανάτου κατάλυσιν οὕτω λέγων. Καὶ πάλιν· Καὶ γὰρ ἐν τούτῳ στενάζομεν τῷ σκήνει, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Οἰκίαν δὲ σκήνους ἤτοι τὸ σῶμα δι' ἀμφοτέρων  καλεῖ τῶν ὀνομάτων· ἢ οἰκίαν σκήνους τὰς οἰκίας ἐν αἷς κατοικοῦμεν, τὰς πόλεις, τὸ σχῆμα τοῦ παρόντος βίου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Οἶδα, ἀλλ', Οἴδαμεν, καὶ τὴν τῶν ἀκουόντων προσλαμβάνων γνώμην.Οὐ περὶ πραγμάτων  ἀμφιβαλλομένων διαλέγομαι,  φησὶν, οὐδὲ περὶ τῶν ἀγνοουμένων, ἀλλ' ὑπὲρ ὧν ἤδη τὴν πίστιν ἐδέξασθε, εἰς τὴν τοῦ Κυρίου πιστεύσαντες ἀνάστασιν. ∆ιὰ τοῦτο καὶ σκηνώματα καλοῦμεν  τῶν ἀπελθόντων τὰ σώματα. Καὶ ὅρα πῶς καὶ τῇ λέξει κυρίως κέχρηται. Οὐκ εἶπεν, Ἀνῃρέθη καὶ ἠφανίσθη, ἀλλὰ, Κατελύθη, δεικνὺς ὅτι καταλύεται, ἵνα φαιδρότερον, ἵνα λαμπρότερον ἀναστῇ. Εἶτα ὥσπερ ἐπὶ τῶν πόνων  καὶ τῶν ἐπάθλων  ἐποιήσατο σύγκρισιν, ἀπὸ τῆς ποιότητος, ἀπὸ τοῦ χρόνου καὶ τῆς ποσότητος· οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, τὸ μὲν πῖπτον  σῶμα σκῆνος καλῶν, τὸ δὲ ἀνιστάμενον οἰκίαν· καὶ οὐχ ἁπλῶς, οἰκίαν, ἀλλ' αἰώνιον· καὶ οὐχ ἁπλῶς, αἰώνιον, ἀλλ' οὐράνιον, καὶ ἀπὸ τοῦ χρόνου, καὶ ἀπὸ τοῦ τόπου δεικνὺς τὴν ὑπεροχήν. Αὕτη μὲν γὰρ ἐπίγειος,  ἐκείνη  δὲ  οὐράνιος·  αὕτη  πρόσκαιρος,  ἐκείνη  αἰώνιος.  Καὶ νῦν  μὲν  καὶ σώματος δεῖ καὶ οἰκημάτων  ἡμῖν διὰ τὴν ἀσθένειαν  τῆς σαρκός· τότε δὲ τὸ αὐτὸ καὶ σῶμα ἔσται καὶ οἴκημα, οὐ δεόμενον  στέγης, οὐδὲ καλυμμάτων  τινῶν,  ἀντὶ  πάντων ἀρκούσης αὐτῷ τῆς ἀφθαρσίας. Εἶτα δεικνὺς τὴν ὑπεροχὴν  τῶν ἐναποκειμένων αὐτῷ ἀγαθῶν, φησί· Καὶ γὰρ ἐν τούτῳ στενάζομεν τῷ σκήνει. Οὐκ εἶπε, Στενάζω, ἀλλὰ κοινὴν ποιεῖται τὴν γνώμην.  Καὶ γὰρ ἐν τούτῳ, φησὶ, στενάζομεν, βουλόμενος αὐτοὺς εἰς τὴν οἰκείαν  ἑλκύσαι φιλοσοφίαν,  καὶ τῆς αὑτοῦ κρίσεως ποιῆσαι κοινωνούς.  Καὶ γὰρ ἐν τούτῳ  στενάζομεν, τὸ οἰκητήριον  ἡμῶν  τὸ ἐξ οὐρανῶν  ἐπενδύσασθαι ἐπιποθοῦντες. Οὐκ εἶπεν ἁπλῶς, Ἐνδύσασθαι, ἀλλ' Ἐπενδύσασθαι· καὶ ἐπάγει· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ  γυμνοὶ   εὑρεθησόμεθα.  Καὶ  δοκεῖ  μὲν  ἀσαφὲς  εἶναι   τὸ  εἰρημένον,   γίνεται   δὲ σαφέστερον  διὰ  τῶν  ἑξῆς  ἐπαγομένων· Καὶ γὰρ  οἱ  ὄντες  ἐν  τῷ  σκήνει  στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι. Ὁρᾷς πῶς ἑαυτοῦ οὐκ ἐπιλανθάνεται,  οὐδὲ  καλεῖ  οἰκίαν  τὸ  σῶμα  τοῦτο,  ἀλλὰ  σκῆνος  πάλιν·  Ἐφ'    οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; Ἐνταῦθα τοῖς τοῦ σώματος διαβάλλουσι τὴν φύσιν, καὶ τῆς σαρκὸς τῆς ἡμετέρας κατηγοροῦσι καιρίαν ἔδωκε πληγήν Ἐπειδὴ γὰρ εἶπεν, ὅτι στενάζομεν καὶ ἐκδύσασθαι οὐ βουλόμεθα, ἵνα μὴ νομίσῃς, ὅτι ὡς κακὸν φεύγει  τὸ σῶμα καὶ πονηρίας αἴτιον  καὶ ἐχθρὸν καὶ πολέμιον,  ἄκουσον πῶς διορθοῦται  τὴν  ὑπόνοιαν· πρῶτον  μὲν τῷ εἰπεῖν,  ὅτι Στενάζομεν  τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες·  ὁ γὰρ ἐπενδυόμενος  τῷ ὄντι ἕτερον ἐπενδύεται·  ἔπειτα τῷ εἰπεῖν,  Στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν  ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι ἐπιποθοῦντες.  Ὃ δὲ λέγει τοιοῦτόν  ἐστιν· Οὐ τὴν σάρκα ἀποθέσθαι βουλόμεθα,  φησὶν,   ἀλλὰ  τὴν  φθοράν· οὐ τὸ σῶμα, ἀλλὰ  τὸν  θάνατον.  Ἄλλο σῶμα, καὶ ἄλλο  θάνατος· ἄλλο σῶμα, καὶ ἄλλο  φθορά· οὔτε τὸ σῶμα φθορὰ, οὔτε ἡ φθορὰ σῶμα. Καὶ φθαρτὸν μὲν τὸ σῶμα, οὐ φθορὰ δὲ τὸ σῶμα· καὶ θνητὸν μὲν τὸ σῶμα, οὐ θάνατος δὲ τὸ σῶμα· ἀλλὰ τὸ μὲν σῶμα ἔργον ἐγένετο τοῦ Θεοῦ, ἡ δὲ φθορὰ καὶ ὁ θάνατος ὑπὸ τῆς ἁμαρτίας εἰσήχθη. Τὸ γοῦν ἀλλότριον  ἀποδύσασθαι βούλομαι, φησὶν, οὐ τὸ οἰκεῖον· ἀλλότριον  δὲ, οὐ τὸ σῶμα, ἀλλ' ἡ φθορά. ∆ιὰ τοῦτό φησιν· Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, τουτέστι, τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι τῷ σώματι τὴν ἀφθαρσίαν. Μέσον ἐστὶ τὸ σῶμα φθορᾶς καὶ ἀφθαρσίας. Ἀποδύεται τοίνυν  φθορὰν, καὶ ἐπενδύεται ἀφθαρσίαν· ἀποβάλλει  ὅπερ ἔλαβεν ἀπὸ τῆς ἁμαρτίας, καὶ κτᾶται ὅπερ ἔδωκεν  ἡ τοῦ Θεοῦ χάρις. Καὶ ἵνα μάθῃς, ὅτι τὸ ἐκδύσασθαι οὐ περὶ τοῦ σώματός φησιν, ἀλλὰ περὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου,  ἄκουσον τῶν  ἐπαγομένων  εὐθέως. Εἰπὼν γὰρ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, οὐκ εἶπεν· Ἵνα καταποθῇ τὸ σῶμα ὑπὸ τῆς ἀσωματότητος·  ἀλλὰ  τί;  Ἵνα  καταποθῇ  τὸ  θνητὸν   ὑπὸ  τῆς  ζωῆς,  τουτέστιν,  ἵνα ἀφανισθῆ,  ἵνα ἀπόληται· ὥστε ἀπώλειαν  οὐχὶ τοῦ σώματος λέγει, ἀλλὰ  θανάτου  καὶ φθορᾶς.  Ἐπερχομένη  γὰρ    ζωὴ  οὐχὶ  τὸ  σῶμα  ἀφανίζει   καὶ  δαπανᾷ,  ἀλλὰ  τὴν ἐπιγινομένην αὐτῷ φθορὰν καὶ τὸν θάνατον. Ὃ τοίνυν στεναγμὸς οὐ διὰ τὸ σῶμα, ἀλλὰ διὰ τὴν ἐπικειμένην  φθοράν· καὶ γὰρ τὸ σῶμα βαρύ ἐστι καὶ φορτικὸν καὶ ἐπαχθὲς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ὕστερον αὐτῷ προσγενομένην θνητότητα. Ἀλλ' οὐχὶ σῶμα φθαρτὸν, ἀλλ' ἄφθαρτόν ἐστι. Τοσαύτη γὰρ αὐτοῦ ἐστιν ἡ εὐγένεια, ὡς καὶ ἐν αὐτῇ τῇ φθορᾷ τὴν ἀξίαν ἐπιδείκνυσθαι τὴν αὑτοῦ. Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ κόνις καὶ ἡ τέφρα δαιμόνων  περιεγένετο, καὶ τὰ ἱμάτια τὰ ὁμιλήσαντα τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον.

ζʹ. Μὴ γάρ μοι φλέγμα  καὶ χολὴν  εἴπῃς, καὶ ἱδρῶτα, καὶ ῥύπον, καὶ τὰ ἄλλα, ἅπερ οἱ κατηγοροῦντες  τοῦ σώματος λέγουσιν· οὐ γὰρ τῆς τοῦ σώματος φύσεως ταῦτα ἦν, ἀλλὰ τῆς ὕστερον ἐπιγενομένης  φθορᾶς. Εἰ δὲ θέλεις αὐτοῦ καταμαθεῖν τὴν ἀρετὴν, ἔπελθε τῶν μελῶν ἁπάντων  τὴν διάπλασιν, τὸ σχῆμα, τὰς ἐνεργείας, τὴν πρὸς ἄλληλα συμφωνίαν·  καὶ πάσης πόλεως  εὐνομουμένης  καὶ φιλοσόφους  ἅπαντας  τοὺς πολίτας ἐχούσης ἀκριβεστέραν ὄψει τὴν τῶν μελῶν τούτων  πρὸς ἄλληλα πολιτείαν.  Εἰ δὲ ἄνω καὶ κάτω ταῦτα παρατρέχων, τὸ φθαρτὸν αὐτοῦ καὶ τὸ θνητὸν  μόνον προτείνοις, οὐδὲ ἐντεῦθεν ἀπορήσομεν ἀπολογίας. Ὅτι γὰρ οὐ μόνον οὐδεμία γέγονεν ἐντεῦθεν ἡ βλάβη, ἀλλὰ  καὶ πολὺ  τὸ κέρδος τῷ  γένει  τῶν  ἀνθρώπων,  δῆλον  ἐκεῖθεν.  Οἵ τε γὰρ ἅγιοι πάντες μετὰ τούτου ζῶντες, τὴν ἀγγελικὴν  ἐκείνην ἐπεδείξαντο πολιτείαν, καὶ οὐδεμία τις αὐτοῖς ἐντεῦθεν  ἐγίνετο  βλάβη πρὸς τὸν τῆς ἀρετῆς δρόμον· οἵ τε πρὸς ἀσέβειαν βλέποντες  οὐ μικρὸν ἔσχον κώλυμα, τοῦ σώματος τὴν φθορὰν, πρὸς τὸ μὴ ποῤῥωτέρω προελθεῖν τῆς οἰκείας παρανομίας.Εἰ γὰρ τὸ φθαρτὸν  τοῦτο  καὶ παθητὸν  σῶμα περικείμενοι  πολλοὶ   τῶν ἀνθρώπων  ἰσοθεΐαν  ἐφαντάσθησαν,  καὶ ὑπὲρ τοῦ τοιαύτην  ἑαυτοῖς  περιθεῖναι  δόξαν πολλὰ ἐπραγματεύσαντο·  εἰ μὴ παθητὸν  εἶχον  τὸ σῶμα καὶ φθαρτὸν,  ἐλέγχον  αὐτῶν τὴν ἀσθένειαν, τίνας οὐκ ἂν ἠπάτησαν τῶν ἀνοητοτέρων; Ὅταν οὖν καὶ ἀσεβείας, ὅπερ ἐστὶν ἔσχατος ὅρος κακίας, κώλυμα  φαίνηται  γινόμενον,  καὶ τοῖς ἁγίοις  παρέχῃ  τῆς ψυχῆς τὴν ἀνδρείαν ἐπιδείκνυσθαι, τίνος ἂν τύχοιεν συγγνώμης οἱ διαβάλλοντες  αὐτὸ καὶ  κακίζοντες;  Οὐ γὰρ δὴ ταῦτα  ἂν  ἔχοιμεν  περὶ  αὐτοῦ  μόνα  εἰπεῖν,  ἀλλ' ὅτι  καὶ θεογνωσίας ἡμῖν αἴτιον γέγονεν αὐτό. Εἰ γὰρ τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα  καθορᾶται, καὶ ἡ πίστις ἐξ ἀκοῆς, εὔδηλον  ὅτι δι' ὀφθαλμῶν  καὶ ὤτων χειραγωγηθεῖσα ἡ ψυχὴ τὸν ποιήσαντα αὐτὴν ἐπέγνω Θεόν. ∆ιὰ τοῦτο αὐτὸ φιλεῖ Παῦλος, καὶ βοᾷ λέγων, ὅτι Οὐ θέλομεν αὐτὸ ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀθανασίαν.  Καὶ μή μοι  λέγε·  Πῶς δύναται  ἀναστῆναι  τὸ  σῶμα πάλιν  καὶ  γενέσθαι ἄφθαρτον; Ὅταν γὰρ ἡ τοῦ Θεοῦ δύναμις ἐργάζηται, τὸ πῶς μὴ προσκείσθω. Καὶ τί λέγω ἐπὶ  Θεοῦ; Σὲ δημιουργὸν  αὐτὸν  ἐποίησεν  ἀναστάσεως  γενέσθαι,  τοῦτο  μὲν  ἐπὶ  τῶν σπερμάτων, τοῦτο δὲ ἐπὶ τῶν τεχνῶν, τοῦτο δὲ ἐπὶ τῶν ὑλῶν τῶν μεταλλικῶν.  Καὶ γὰρ τὰ σπέρματα ἂν μὴ πρότερον ἀποθάνῃ καὶ σαπῇ καὶ διαφθαρῇ, οὐ τίκτει τὸν ἄσταχυν. Ὥσπερ οὖν ὁρῶν ἐκεῖ τὸν κόκκον σηπόμενον καὶ διαλυόμενον,  οὐκ ἀμφιβάλλεις  περὶ τῆς  ἀναστάσεως,  ἀλλ'  ἀπόδειξιν   σαυτοῦ  ποιεῖσαι  σαφεστάτην·  ἂν  γὰρ  μὴ  μείνῃ σηπόμενος μηδὲ φθειρόμενος, οὐκ ἂν ἀνασταίη ποτέ· οὕτω καὶ ἐπὶ τοῦ σώματος λογίζου τοῦ σοῦ· ὅταν ἴδῃς τὴν φθορὰν, τότε μάλιστα περὶ τῆς ἀναστάσεως φιλοσόφει.  Ὁ γὰρ θάνατος οὐδὲν ἕτερόν ἐστιν, ἢ τῆς φθορᾶς λοιπὸν ἀναίρεσις· οὐ γὰρ δὴ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὴν φθορὰν αὐτοῦ δαπανᾷ ὁ θάνατος. Τοῦτο καὶ ἐπὶ τῶν μεταλλικῶν  ἔστιν ἰδεῖν ὑλῶν συμβαῖνον.Τὴν γοῦν χρυσῖτιν γῆν λαμβάνουσιν οἱ περὶ ταῦτα ἔμπειροι, καὶ τῷ χωνευτηρίῳ παραδιδόντες  χρυσίον  ἐργάζονται,  καὶ ἄμμον  καὶ ἑτέραν  ὕλην  ἀναμιγνύντες, ὕελον καθαρὸν  ἐποίησαν. Εἶτα ὅπερ ἡ τοῦ πυρὸς δύναμις,  τοῦτο  ἡ τοῦ Θεοῦ οὐ δυνήσεται χάρις, εἰπέ μοι; καὶ τίς ἂν ταῦτα εἴποι τῶν ὁπωσοῦν νοῦν ἐχόντων;  Πῶς σε παρὰ τὴν ἀρχὴν ἐποίησεν, ἐννόησον, καὶ μηκέτι ἀμφίβαλλε περὶ τῆς ἀναστάσεως. Οὐχὶ γῆν ἔλαβε καὶ ἔπλασε; καίτοι τί δυσκολώτερον, ἀπὸ γῆς ποιῆσαι σάρκας καὶ φλέβας καὶ δέρμα καὶ ὀστᾶ  καὶ  ἶνας  καὶ  νεῦρα  καὶ  ἀρτηρίας,  καὶ  τὰ  ὀργανικὰ,  καὶ  τὰ  ἁπλᾶ  σώματα, ὀφθαλμοὺς,  ὦτα,  ῥῖνας, πόδας  καὶ χεῖρας,  καὶ ἑκάστῳ τούτων  καὶ ἰδίαν  καὶ κοινὴν ἐνθεῖναι   τὴν  ἐνέργειαν,     φθαρτὰ  γενόμενα   ἀθάνατα  ἐργάσασθαι;  Οὐχ  ὁρᾷς  πῶς μονοειδὴς  μὲν ἡ γῆ, ποικίλον  δὲ καὶ πολυειδὲς  τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα,  καὶ κατὰ τὴν  διάπλασιν,  καὶ κατὰ τὰς οὐσίας, καὶ κατὰ τὰ ἄλλα πάντα; Πῶς οὖν ὑπὲρ τῶν  μελλόντων ἀμφιβάλλεις,  εἰπέ μοι; καὶ τί χρὴ λέγειν  περὶ σωμάτων;   Τὰς   γὰρ   ἀπείρους   δυνάμεις,   καὶ   τοὺς   δήμους   τῶν   ἀγγέλων,    τοὺς ἀρχαγγέλους,  τὰ ἀνώτερα τάγματα τούτων,  πῶς ἐποίησεν, εἰπέ μοι; Ἐγὼ μὲν γὰρ τὸν τρόπον οὐκ ἂν ἔχοιμι λέγειν, ὅτι δὲ ἤρκεσεν αὐτῷ τὸ θελῆσαι μόνον. Εἶτα ὁ τοσαύτας στρατιὰς ἀσωμάτους  ἐργασάμενος,  ἀνθρώπου  σῶμα διαφθαρὲν  ἀνανεῶσαι  πάλιν  οὐ δύναται,  καὶ εἰς μείζονα  ἀγαγεῖν  ἀξίαν; Καὶ τίς  οὕτως  ἀναίσθητος,  ὡς ὑπὲρ τούτων ἀμφιβάλλειν,    καὶ  τὴν  ἀνάστασιν  ἀναιρεῖν;  Εἰ γὰρ  μὴ  ἀνίσταται  σῶμα,  οὐκ ἀνίσταται  ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος  οὐκ ἔστι ψυχὴ μόνον, ἀλλὰ ψυχὴ καὶ σῶμα. Εἰ τοίνυν  ψυχὴ  μόνον  ἀνίσταται,  ἐξ ἡμισείας τὸ ζῶον  ἀνίσταται,  ἀλλ' οὐχ ὁλόκληρον· ἄλλως δὲ ἐπὶ ψυχῆς οὐκ ἂν λεχθείη κυρίως ἀνάστασις. Ἀνάστασις γάρ ἐστι τοῦ πεσόντος καὶ διαλυθέντος, ψυχὴ δὲ οὐ διαλύεται, ἀλλὰ σῶμα. Τί δέ ἐστι τὸ, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ  εὑρεθησόμεθα;  Μυστήριον μέγα  καὶ  ἀπόῤῥητον  ἡμῖν  ἐνταῦθα  αἰνίττεται. Ποῖον  δὴ  τοῦτο;     καὶ   ἐν   τῇ   πρὸς   Κορινθίους   Ἐπιστολῇ   φησιν·  ὅτι   Πάντες ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Τί δέ ἐστι τὸ λεγόμενον; ὅτι καὶ Ἕλλην καὶ Ἰουδαῖος καὶ αἱρετικὸς καὶ πᾶς ἄνθρωπος  εἰς τὸν κόσμον τοῦτον παρελθὼν,  κατ' ἐκείνην  ἀναστήσεται τὴν ἡμέραν. Καὶ τοῦτο αὐτὸ δηλῶν  ἔλεγε· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες  δὲ ἀλλαγησόμεθα  ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ,  ἐν τῇ ἐσχάτῃ σάλπιγγι. ηʹ. Ἐπεὶ οὖν  καθολικὴ  πᾶσίν  ἐστιν  ἡ ἀνάστασις, καὶ  κοινὴ  καὶ  εὐσεβῶν  καὶ ἀσεβῶν, καὶ πονηρῶν καὶ χρηστῶν ἀνθρώπων,  ἵνα μὴ ἀπὸ τούτου νομίσῃς ἄδικόν τινα γίνεσθαι  κρίσιν, μηδὲ λέγῃς  πρὸς σεαυτόν· Τί ποτε τοῦτό ἐστιν; ἐγὼ ὁ σπουδαῖος καὶ τοσαῦτα  πονέσας  καὶ  ταλαιπωρηθεὶς  ἀνίσταμαι,  καὶ  ὁ Ἕλλην,  καὶ  ὁ ἀσεβήσας, καὶ προσκυνήσας εἰδώλοις, καὶ τὸν Χριστὸν ἀγνοήσας, καὶ αὐτὸς ἀνίσταται ὁμοίως, καὶ τῆς αὐτῆς  ἀπολαύει  τιμῆς; ἵνα  μὴ ταῦτα  λέγων  θορυβηθῇς, ἄκουσον τί φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ  εὑρεθησόμεθα. Καὶ πῶς ἐστι, φησὶν, ἐνδυσάμενον  ἀφθαρσίαν καὶ ἀθανασίαν γυμνὸν εὑρεθῆναι; πῶς; Ὅταν δόξης ὦμεν ἔρημοι, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας ἀπεστερημένοι. Καὶ γὰρ τὰ σώματα τῶν ἁμαρτωλῶν ἄφθαρτα ἀνίστανται καὶ ἀθάνατα· ἀλλ' ἡ τιμὴ αὕτη ἐφόδιον αὐτοῖς κολάσεως γίνεται καὶ τιμωρίας· ἄφθαρτα γὰρ ἀνίσταται, ἵνα διαπαντὸς  καίηται. Ἐπειδὴ γὰρ τὸ πῦρ ἄσβεστόν ἐστιν ἐκεῖνο, τοιούτων αὐτῷ δεῖ καὶ σωμάτων μηδέποτε δαπανωμένων. ∆ιὰ τοῦτό φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, ἵνα ἀναστῶμεν καὶ ἐνδυσώμεθα ἀθανασίαν, ἀλλ' ἵνα ἀναστάντες καὶ ἐνδυσάμενοι τὴν ἀθανασίαν, μὴ γυμνοὶ δόξης εὑρεθῶμεν, καὶ τῆς πρὸς τὸν  Θεὸν  παῤῥησίας·  ἵνα  μὴ  τῷ  πυρὶ  παραδοθῶμεν.  ∆ιὰ  τοῦτό  φησιν·  Εἴ γε  καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Εἶτα πάλιν ἀξιοπιστότερον  ποιῶν τὸν περὶ τῆς ἀναστάσεως λόγον, εἰπὼν, ὅτι μέλλει καταπίνεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἐπήγαγεν· Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἐξ ἀρχῆς διὰ τοῦτο τὸν ἄνθρωπον ἔπλασεν, οὐχ ἵνα ἀπόληται, ἀλλ' ἵνα πρὸς ἀφθαρσίαν ὁδεύῃ. Ὥστε καὶ ἡνίκα  τὸν  θάνατον  συνεχώρησε, μετὰ τοιαύτης  αὐτὸν  συνεχώρησε  γνώμης,  ἵνα σωφρονισθῇς ἀπὸ τῆς κολάσεως, καὶ βελτίων  γενόμενος, δυνηθῇς πρὸς τὴν ἀθανασίαν ἀχθῆναι  πάλιν.  Καὶ ἄνωθεν  καὶ ἐξ ἀρχῆς αὕτη παρὰ τῷ Θεῷ ἐκράτει ἡ βουλὴ καὶ ἡ γνώμη, καὶ μετὰ ταύτης τῆς ψήφου τὸν πρῶτον διέπλασεν ἄνθρωπον· τοῦτο εὐθέως καὶ ἐξ αὐτῶν ἡμῖν ᾐνίξατο τῶν προοιμίων. Εἰ γὰρ μὴ ἐβούλετο τὰς θύρας ἡμῖν ἐξ ἀρχῆς τῆς ἀναστάσεως ἀνοῖξαι, οὐκ ἂν ἀφῆκε τὸν Ἄβελ πᾶσαν ἀρετὴν ἐπιδειξάμενον,  καὶ φίλον αὐτῷ γεγενημένον,  παθεῖν   ἅπερ ἔπαθε. Νυνὶ δὲ ἡμῖν  ἐνδεικνύμενος,  ὅτι πρὸς ἑτέραν  ζωὴν  ὁδεύομεν,  καί  τις  αἰὼν  ἕτερος  ὑπολέλειπται   τῶν  δικαίων,  ἔχων  τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους ἀποκειμένους, τὸν πρῶτον γενόμενον  δίκαιον μὴ λαβόντα ἐνταῦθα τοὺς μισθοὺς, ὧν ἐπόνεσεν, ἀφῆκεν ἀπελθεῖν  βοῶντα, δι' ὧν ἔπαθε, πᾶσι καὶ λέγοντα, ὅτι μετὰ τὴν ἐντεῦθεν ζωὴν ἔστιν ἀνταπόδοσίς τις καὶ μισθὸς καὶ ἀμοιβή. ∆ιὰ τοῦτο καὶ τὸν Ἐνὼχ μετέθηκε, καὶ τὸν Ἠλίαν ἀνήρπασεν, αἰνιττόμενος  ἡμῖν τὸ περὶ τῆς ἀναστάσεως  δόγμα. Ἀρκεῖ μὲν  οὖν  εἰς πληροφορίαν  ἡ τοῦ ποιοῦντος  δύναμις·  εἰ δὲ ἀσθενέστερός  τίς  ἐστι,  καὶ  βούλεται   ἀπόδειξιν   ἑτέραν  λαβεῖν   καὶ  ἐνέχυρον   τῆς μελλούσης ἀναστάσεως, καὶ τοῦτο μετὰ πολλῆς τῆς δαψιλείας ἔδωκεν ὁ Θεὸς, τὴν τοῦ Πνεύματος χάριν μετὰ πολλῆς ἐπαφεὶς τῆς ἀφθονίας.  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ποιήσας ἀξιόπιστον τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἀπὸ τοῦ Θεὸν εἶναι  τὸν δημιουργοῦντα,  ἐπάγει καὶ τοῦτο τὸ ῥητὸν, λέγων,  ὅτι καὶ ἀῤῥαβῶνα ἡμῖν ἔδωκεν, οὐ χρημάτων  οὐδὲ χρυσοῦ καὶ ἀργύρου, ἀλλ' ἀῤῥαβῶνα Πνεύματος· ὁ δὲ ἀῤῥαβὼν μέρος ἐστὶ τοῦ παντὸς,  καὶ ὑπὲρ τοῦ παντὸς  πιστός. Καθάπερ γὰρ ἐπὶ τῶν συμβολαίων      τὸν   ἀῤῥαβῶνα   δεξάμενος   ὑπὲρ   τοῦ   παντὸς   θαῤῥεῖ   λοιπὸν   καὶ πεπίστευκεν, οὕτω καὶ σὺ λαβὼν ἀῤῥαβῶνα, τοῦ Πνεύματος τὰ χαρίσματα λέγω, μηκέτι ἀμφίβαλε   περὶ  τῶν   ἀποκειμένων   ἀγαθῶν.     γὰρ  νεκροὺς   ἀνιστὰς,     τυφλοὺς θεραπεύων, ὁ δαίμονας ἀπελαύνων,  ὁ λεπροὺς καθαίρων, ὁ νοσήματα διορθούμενος, ὁ θάνατον  λύων,  ὁ τοσαῦτα καὶ τηλικαῦτα  δυνάμενος  ἐν ἐπικήρῳ  καὶ θνητῷ  σώματι, ποίας τεύξῃ συγγνώμης  ἀμφιβάλλων περὶ τῆς ἀναστάσεως; Εἰ γὰρ μηδέπω τοῦ καιροῦ τῆς ἀντιδόσεως  παραγενομένου,  ἀλλ' ἔτι τῶν παλαισμάτων  ἑστώτων,  τοσούτοις ἡμᾶς ἠμείψατο στεφάνοις ὁ Θεὸς, ἐννόησον ὅσα σοι κατὰ τὸν καιρὸν τὸν τῶν βραβείων δώσει τὰ ἀγαθά.Εἰ δὲ λέγοι  τις· Ἀλλ'  οὐχ ὁρῶμεν  ταῦτα  νῦν  γινόμενα  τὰ σημεῖα, οὐδὲ ἡμεῖς τοσαύτην ἔχομεν δύναμιν· ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐδὲν διαφέρει, εἴτε νῦν, εἴτε πρότερον  ταῦτα γεγένηται. Ὅτι γὰρ ἔμπροσθεν ἐγένετο παρὰ τῶν ἀποστόλων, μαρτυροῦσιν αἱ πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαι, καὶ δῆμοι, καὶ πόλεις, καὶ ἔθνη προσδραμόντα τοῖς ἰδιώταις  καὶ ἁλιεῦσιν.  Οὐ γὰρ ἂν τῆς οἰκουμένης  ἐκράτησαν οἱ ἀγράμματοι  καὶ πτωχοὶ  καὶ πένητες  καὶ εὐτελεῖς,  εἰ μὴ τὴν τῶν  σημείων εἶχον  βοήθειαν.  Πλὴν ἀλλ' οὔτε σὺ τῆς τοῦ Πνεύματος ἔρημος γέγονας χάριτος, ἀλλὰ πολλὰ ἔτι καὶ νῦν μένει τῆς δωρεᾶς ἐκείνης σύμβολα, αὐτῶν τούτων τῶν ἀπηριθμημένων πολλῷ μείζονα καὶ θαυμαστότερα· οὐ γάρ ἐστιν ἴσον σῶμα τελευτῆσαν ἀναστῆσαι, καὶ ψυχὴν νεκρωθεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων ἀπαλλάξαι τῆς ἀπωλείας ἐκείνης, ὃ διὰ τοῦ βαπτίσματος γίνεται· οὐκ ἔστιν ἴσον νοσήματα ἀπελάσαι σαρκὸς, καὶ ἁμαρτιῶν φορτίον ἀποθέσθαι· οὐκ ἔστιν ἴσον ὄμμα πεπηρωμένον  διορθῶσαι, καὶ ψυχὴν ἐσκοτισμένην φωτὶ καταλάμψαι. Εἰ γὰρ μὴ  ἦν  ἀῤῥαβὼν  τοῦ  Πνεύματος  καὶ  νῦν,  οὐκ  ἂν  συνέστη  τὸ  βάπτισμα,  οὐκ  ἂν ἁμαρτημάτων ἄφεσις ἐγένετο. οὐκ ἂν δικαιοσύνη καὶ ἁγιασμὸς, οὐκ ἂν υἱοθεσίαν ἐλάβομεν, οὐκ ἂν μυστηρίων ἀπελαύσαμεν· σῶμα γὰρ καὶ αἷμα μυστικὸν οὐκ ἄν ποτε γένοιτο τῆς τοῦ Πνεύματος χάριτος χωρίς· οὐκ ἂν ἱερέας ἐσχήκαμεν· οὐδὲ γὰρ ταύτας δυνατὸν  τὰς χειροτονίας  ἄνευ ἐκείνης τῆς ἐπιφοιτήσεως  γίνεσθαι. Καὶ ἄλλα δὲ πολλὰ ἔχοι τις ἂν εἰπεῖν τῆς τοῦ Πνεύματος χάριτος σύμβολα. Ὥστε καὶ σὺ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος  ἔχεις,  καὶ  νέκρωσιν   ἀπέθου  ψυχῆς,   καὶ  πήρωσιν  λογισμῶν,   καὶ  τὸν ἀκάθαρτον  ἀπεδύσω  βίον.  Μὴ  τοίνυν   ἀσχάλλωμεν   περὶ  τῶν  μελλόντων,   τοιαῦτα λαβόντες ἐνέχυρα· ἀλλὰ πανταχόθεν  τὸν περὶ τῆς ἀναστάσεως συλλέξαντες λόγον, καὶ βίον  ἄξιον  τῶν  δογμάτων   ἐπιδειξώμεθα   τούτων,   ἵνα  καὶ  τῶν  ἀκινήτων   ἀγαθῶν ἐπιτύχωμεν,   τῶν  πάντα  λόγον  ὑπερβαινόντων  καὶ  νοῦν  ἀνθρώπινον·  ὧν  γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ'  οὗ ἡ δόξα τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ  Πνεύματι, εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.


2. Κατά μεθυόντων, καί εις τήν άνάστασιν λεχθείς τη άγία καί μεγάλη Κυριακή τού Πάσχα

αʹ. Ἀπεθέμεθα τῆς νηστείας τὸ φορτίον, ἀλλὰ μὴ ἀποθώμεθα τῆς νηστείας τὸν καρπόν· ἔστι γὰρ φορτίον ἀποθέσθαι νηστείας, καὶ καρπὸν δρέπεσθαι νηστείας. Παρῆλθεν ὁ πόνος τῶν ἀγώνων,  ἀλλὰ μὴ παρέλθῃ ἡ σπουδὴ τῶν κατορθωμάτων· ἀπῆλθεν ἡ νηστεία, ἀλλὰ μενέτω ἡ εὐλάβεια· μᾶλλον δὲ οὐδὲ ἡ νηστεία ἀπῆλθεν. Ἀλλὰ μὴ φοβηθῆτε· τοῦτο γὰρ εἶπον οὐχὶ ἑτέραν ὑμῖν κηρύσσων Τεσσαρακοστὴν, ἀλλὰ τὴν αὐτὴν ὑμῖν ἀρετὴν καταγγέλλων.  Παρῆλθεν ἡ νηστεία ἡ σωματικὴ, ἀλλ' οὐ παρῆλθεν ἡ νηστεία ἡ πνευματική· αὕτη βελτίων  ἐκείνης, κἀκείνη διὰ ταύτην ἐγένετο. Ὥσπερ, ὅτε ἐνηστεύετε, ἔλεγον  ὑμῖν  ὅτι ἔστι νηστεύοντα  μὴ νηστεύειν, οὕτω καὶ νῦν λέγω ὅτι ἔστι μὴ νηστεύοντα νηστεύειν. Τάχα αἴνιγμα εἶναι δοκεῖ τὸ λεγόμενον,  ἀλλ'  ἐγὼ  τὴν  λύσιν  ἐπάγω  τῷ  ζητήματι·  Πῶς ἔστι  νηστεύοντα  μὴ νηστεύειν; Ὅταν τις βρωμάτων μὲν ἀπέχηται, ἁμαρτημάτων δὲ μὴ ἀπέχηται. Πῶς ἔστι μὴ νηστεύοντα  νηστεύειν;  Ὅταν  τις  τροφῆς  μὲν  ἀπολαύῃ,  ἁμαρτίας  δὲ μὴ γεύηται.  Αὕτη  βελτίων   ἐκείνης    νηστεία,  οὐ  βελτίων   δὲ  μόνον,  ἀλλὰ  καὶ κουφοτέρα· ἐπ' ἐκείνης τῆς νηστείας ἀσθένειαν προεβάλλοντο πολλοὶ σωματικὴν, κνησμὸν χαλεπόν. Ψώρας ἐμπέπλησμαι, φησὶν, ἀλουσίαν οὐχ ὑπομένω, ἡ ὑδροποσία με διαφθείρει, λαχάνων ἀπογεύεσθαι οὐ δύναμαι. Πολλὰ τοιαῦτα ἤκουον τότε λεγόντων  πολλῶν· ἐπὶ τῆς νηστείας ταύτης οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. Ἀπόλαυε λουτρῶν, μέτεχε τραπέζης, οἰνοποσίᾳ κέχρησο συμμέτρῳ, κἂν κρεῶν ἀπογεύεσθαι μέλλῃς, ὁ κωλύων οὐδείς· πάντων ἀπόλαυσον, μόνον ἁμαρτίας ἀπόστηθι. Εἶδες πῶς πᾶσιν αὕτη ῥᾳδία ἡ νηστεία; Οὐκ ἔστι σώματος ἀσθένειαν προβάλλεσθαι· τῆς ψυχῆς καθαρόν ἐστι τὸ κατόρθωμα. Ἔστι καὶ μὴ πίνοντα οἶνον, μεθύειν, καὶ πίνοντα οἶνον σωφρονεῖν· καὶ ὅτι ἔστιν ἄνευ οἴνου μέθη, ἄκουσον τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ μεθύοντες  ἄνευ οἴνου· καὶ πῶς ἔστιν ἄνευ οἴνου μεθύειν; Ὅταν τὸ ἄκρατον τῶν παθῶν μὴ κεράσῃς εὐσεβεῖ λογισμῷ. Ἔστι καὶ πίνοντα οἶνον μὴ μεθύειν· καὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν τοῦτο ἐπέταξεν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων οὕτως· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν  ἀλλ'    ἔκστασις τῶν  κατὰ  φύσιν  φρενῶν,  παρατροπὴ  λογισμῶν,  ἐρημία διανοίας, πενία συνέσεως. Ταῦτα δὲ οὐχ ἡ μέθη ποιεῖ μόνη ἡ ἐξ οἴνου, ἀλλὰ καὶ μέθη ἡ ἐξ ὀργῆς καὶ ἐπιθυμίας ἀτόπου. Καθάπερ γὰρ πυρετὸν  μὲν ποιεῖ ἀγρυπνία, ποιεῖ δὲ κόπος, ποιεῖ δὲ ἀθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα· οὕτω καὶ ἐπὶ τούτων· ποιεῖ μὲν οἶνος μέθην, ποιεῖ δὲ ἐπιθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα. Ἀπεχώμεθα μέθης· οὐ λέγω ἀπεχώμεθα οἴνου, ἀλλ' ἀπεχώμεθα  μέθης· οὐκ οἶνος  ποιεῖ μέθην· κτίσμα γάρ ἐστι Θεοῦ, Θεοῦ δὲ κτίσμα οὐδὲν ποιεῖ πονηρὸν, ἀλλὰ προαίρεσις πονηρὰ ποιεῖ μέθην. Καὶ ὅτι ἔστι καὶ ἄλλως μεθύειν οὐχὶ οἴνῳ μόνῳ, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ· δεικνὺς ὅτι  ἔστι  καὶ  ἄλλως   μεθύσκεσθαι·  Μὴ  μεθύσκεσθε  οἴνῳ,  ἐν    ἐστιν  ἀσωτία. Θαυμασίως ἐν βραχεῖ ῥήματι πᾶσαν τῆς μέθης τὴν  κατηγορίαν  εἶπε. Τί ἐστι, Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία; Ἀσώτους τῶν νέων ἐκείνους καλοῦμεν, τοὺς πατρῷον διαδεξαμένους κλῆρον, καὶ πάντα ἀθρόον ἐκφοροῦντας, καὶ μὴ λογιζομένους, τίνι χρὴ δοῦναι, καὶ πότε δοῦναι, ἀλλ' ἁπλῶς, καὶ ἱμάτια, καὶ χρυσίον, καὶ ἀργύριον, καὶ πάντα τὸν πατρῷον πλοῦτον διανέμοντας εἰς πόρνας καὶ λάγνους.Τοιοῦτόν ἐστιν ἡ μέθη· ὥσπερ ἄσωτον λαβοῦσα νέον τὴν διάνοιαν τῶν μεθυόντων, καὶ αἰχμαλωτίσασα τὸν λογισμὸν, ἅπασαν ἡμῶν τὴν οὐσίαν τῶν νοημάτων ἀπερισκέπτως καὶ χωρίς τινος ἀκριβείας ἐκχέειν καταναγκάζει. Ὁ μεθύων οὐκ οἶδε τί μὲν εἰπεῖν χρὴ, τί δὲ σιγῆσαι, ἀλλ' ἀθύρωτον αὐτοῦ τὸ στόμα διηνεκῶς· μοχλὸς οὐκ  ἐπίκειται,  οὐδὲ  θύρα  τοῖς  χείλεσιν·  ὁ μεθύων  οὐκ  οἶδεν  οἰκονομῆσαι  τοὺς λόγους αὐτοῦ ἐν κρίσει, οὐκ οἶδε διαθεῖναι τὸν πλοῦτον τῆς διανοίας, οὐκ οἶδε τὰ μὲν ἀποθέσθαι, τὰ δὲ ἀναλῶσαι, ἀλλὰ πάντα ἐκεῖνα δαπάνη καὶ ἔξοδος. Ἑκούσιος μανία μέθη, προδοσία λογισμῶν· μέθη συμφορὰ καταγελωμένη, νόσημα χλευαζόμενον, δαίμων αὐθαίρετος, καὶ παραφροσύνης χαλεπωτέρα.

βʹ. Βούλει μαθεῖν  πῶς  ὁ μεθύων  καὶ  τοῦ  δαιμονῶντός  ἐστι χείρων;  Τὸν δαιμονῶντα  πάντες ἐλεοῦμεν, τοῦτον δὲ μισοῦμεν· ἐκείνῳ συναλγοῦμεν, τούτῳ δὲ ὀργιζόμεθα καὶ ἀγανακτοῦμεν. Τί δήποτε; Ἐκείνῳ μὲν ἐπήρεια, τούτῳ δὲ ῥᾳθυμία τὸ πάθος· ἐκείνῳ ἐπιβουλὴ ἐχθρῶν, τούτῳ δὲ ἐπιβουλὴ λογισμῶν· καὶ τοιαῦτα πάσχει τῷ   δαιμονῶντι       μεθύων,   ὁμοίως   περιφέρεται,   ὁμοίως   ἐξέστηκεν,   ὁμοίως καταπίπτει,  ὁμοίως  διαστρέφει  τὰς  κόρας, ὁμοίως  σπαίρει κείμενος  ἐπὶ  τῆς  γῆς· ἀφρὸν  ἐκ τοῦ  στόματος προΐεται,   καὶ  οὕτως  ἐκχεῖ  σίελον  σεσηπότα, καὶ δυσωδίας ἐμπέπλησται τὸ στόμα ἀφορήτου. Φίλοις ἀηδὴς ὁ τοιοῦτος, ἐχθροῖς καταγέλαστος, οἰκέταις εὐκαταφρόνητος, γυναικὶ ἀτερπὴς, πᾶσι φορτικὸς, τῶν ἀλόγων αὐτῶν ἀτερπέστερος. Τὰ ἄλογα μέχρι τότε πίνει ἕως ἂν διψῇ, καὶ τῇ χρείᾳ τὴν ἐπιθυμίαν ἵστησιν· οὗτος δὲ τῇ ἀκολασίᾳ παρέρχεται τὴν ἐπιθυμίαν, καὶ γέγονε τῶν  ἀλόγων  ἀλογώτερος·  καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι  νόσημα τοσούτων  γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα εἶναι νομίζεται· ἀλλ' ἐν ταῖς τῶν πλουτούντων  τραπέζαις ἅμιλλα καὶ ἀγὼν ὑπὲρ τῆς ἀσχημοσύνης γίνεται ταύτης, καὶ φιλονεικοῦσι  μειζόνως  πρὸς ἀλλήλους,  τίς  ἑαυτὸν  παραδειγματίσει,  τίς  πλείονα παράσχῃ γέλωτα, τίς μᾶλλον διαλύσει τὰ νεῦρα, τίς μᾶλλον καταλύσει τὴν δύναμιν, τίς  τὸν  κοινὸν  ∆εσπότην παροξυνεῖ  πλέον· καὶ ἔστιν ἰδεῖν  στάδιον καὶ ἅμιλλαν διαβολικήν. Ὁ μεθύων τῶν νεκρῶν ἀθλιώτερος· ἐκεῖνος μὲν γὰρ ἀναίσθητος κεῖται, καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος·  οὗτος δὲ πρὸς τὴν τῶν  κακῶν ἐργασίαν  ἐστὶν  ἐπιτήδειος·  καὶ  καθάπερ  ἐν  μνήματι   τῷ  σώματι  τὴν   ψυχὴν κατορύξας,   νεκρὸν   περιφέρει   τὸ   σῶμα.  Εἶδες  πῶς   τοῦ   δαιμονῶντός   ἐστιν ἀθλιώτερος;  πῶς τῶν  νεκρῶν  ἀναισθητότερος; Βούλει τὸ πάντων  τούτων  μεῖζον εἴπω  καὶ χαλεπώτερον;  Μεθύων  ἄνθρωπος  εἰς  βασιλείαν  οὐρανῶν  εἰσελθεῖν  οὐ δύναται· τίς ταῦτά φησι; Παῦλος. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται,  οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Ἤκουσας εἰς ποῖον αὐτὸν ἔταξε χορόν; Μετὰ τῶν ἡταιρηκότων,  μετὰ τῶν πορνευσάντων,  μετὰ  τῶν εἰδωλολατρῶν,  μετὰ τῶν μοιχῶν, μετὰ τῶν λοιδόρων, μετὰ τῶν πλεονεκτῶν, μετὰ τῶν ἁρπάγων. Τί οὖν, φησίν; ὁ μεθύων καὶ ὁ ἡταιρηκὼς τὸ αὐτό; ὁ μεθύων καὶ ὁ εἰδωλολάτρης τὸ αὐτό; Μή μοι λέγε ταῦτα, ἄνθρωπε· νόμους ἀνέγνων  θείους, ἐμὲ τὰς εὐθύνας μὴ ἀπαίτει· Παῦλον ἐρώτησον, καὶ αὐτὸς ἀποκρίνεται. Εἰ μὲν γὰρ σὺν αὐτοῖς ἢ μὴ μετ' αὐτῶν κατατάττεται τῇ κολάσει, οὐκ ἔχω λέγειν· ὅτι δὲ καὶ ὁμοίως τῷ   εἰδωλολάτρῃ   τῆς   βασιλείας   τῶν   οὐρανῶν   ἐκπίπτει,   τοῦτο   σφόδρα   ἂν διισχυρισαίμην·  τούτου  δὲ  ὁμολογουμένου,  τί  λοιπὸν  ἐμὲ εὐθύνας  ἀπαιτεῖς  τοῦ μέτρου τῆς ἁμαρτίας; Ὅταν γὰρ ἔξω μείνῃ τῶν θυρῶν, ὅταν ἐκπέσῃ τῆς βασιλείας, ὅταν ἔρημος γένηται τῆς σωτηρίας, ὅταν εἰς τὴν κόλασιν αἰώνιον  παραπεμφθῇ· τί μοι μέτρα ἁμαρτημάτων καὶ ζυγὰ καὶ στάθμια προτείνεις; Ὄντως, ἀγαπητοὶ, δεινὸν ἡ μέθη καὶ χαλεπὸν πάνυ. Οὐ πρὸς ὑμᾶς λέγω· μὴ γένοιτο· πάνυ γὰρ πέπεισμαι, ὅτι καθαρὰ ὑμῶν  ἡ ψυχὴ  τοῦ νοσήματος καὶ τοῦ πάθους τούτου, καὶ τεκμήριον τῆς ὑγείας ἡ ἐνταῦθα διατριβὴ, ἡ μετὰ σπουδῆς σύνοδος, ἡ νήφουσα ἀκρόασις· οὐδεὶςγὰρ οἴνῳ μεθύων ἐπιθυμεῖν θείων λογίων δύναται. Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Αὕτη ἡ καλὴ μέθη· κάρωσόν σου τὴν ψυχὴν τῷ  Πνεύματι,  ἵνα  μὴ  καρώσῃς  τῇ  μέθῃ·  προκατάλαβε  τὴν  διάνοιαν  καὶ  τοὺς λογισμοὺς, ἵνα μὴ εὕρῃ χώραν ἐκεῖνο τὸ πάθος τὸ ἀναίσχυντον. ∆ιὰ τοῦτο οὐκ εἶπε, Μετέχετε Πνεύματος, ἀλλὰ Πληροῦσθε Πνεύματος. Ἕως ἄνω τὴν διάνοιαν καθάπερ ποτήριον τοῦ Πνεύματος πλήρωσον, ἵνα μηδὲν ἐμβαλεῖν δυνηθῇ λοιπὸν ὁ διάβολος· οὐ γὰρ ἁπλῶς  δεῖ  μετέχειν  λοιπὸν  τοῦ  Πνεύματος, ἀλλὰ  πληροῦσθαι Πνεύματος, ψαλμοῖς,  ὕμνοις,  ᾠδαῖς  πνευματικαῖς,  ὧν  ἐπληρώθητε  σήμερον. ∆ιὰ τοῦτο θαῤῥῶ περὶ τῆς σωφροσύνης ὑμῶν. Ἔστιν ἡμῖν ποτήριον μέθης καλὸν, ἔστι ποτήριον μέθης σωφροσύνην ποιοῦν, οὐ παράλυσιν. Ποῖον δὲ τοῦτο; Τὸ ποτήριον τὸ πνευματικὸν, τὸ ποτήριον τὸ ἄχραντον τοῦ αἵματος τοῦ ∆εσποτικοῦ. Ἐκεῖνο οὐ ποιεῖ μέθην, ἐκεῖνο οὐ ποιεῖ παράλυσιν· οὐ γὰρ παραλύει δύναμιν, ἀλλ' ἐγείρει δύναμιν· ἐκεῖνο οὐ καταλύει τὰ νεῦρα, ἀλλὰ τονοῖ τὰ νεῦρα· ἐκεῖνο γὰρ νῆψιν ποιεῖ, ἐκεῖνο αἰδέσιμον  ἀγγέλοις,   φοβερὸν   δαίμοσι,  τίμιον   τοῖς   ἀνθρώποις,   ἐπέραστον  τῷ ∆εσπότῃ. Ὁρᾷς πῶς φησιν ὁ ∆αυῒδ περὶ τοῦ ποτηρίου τούτου τοῦ πνευματικοῦ τοῦ ἐν τῇ τραπέζῃ ταύτῃ κειμένου; Ἡτοίμασας ἐνώπιόν  μου τράπεζαν, ἐξ ἐναντίας  τῶν θλιβόντων  με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστον. Ἵνα γὰρ μὴ ἀκούσας μέθης ὄνομα φοβηθῇς εὐθέως, καὶ νομίσῃς ἀσθενείας εἶναι ποιητικὸν, ἐπήγαγεν ὅτι κράτιστόν ἐστι καὶ ἰσχυρόν. Καινὸς τρόπος μέθης, ἰσχὺν ἐντίθησιν, ἐγκρατῆ ποιεῖ καὶ δυνατόν· ἀπὸ γὰρ τῆς πέτρας ἔῤῥευσε τῆς πνευματικῆς· οὐκ    ἔστι   παρατροπὴ    λογισμῶν,    ἀλλὰ    προσθήκη   λογισμῶν πνευματικῶν.

γʹ. Ταύτην μεθύωμεν  τὴν μέθην· ἐκείνης δὲ ἀπεχώμεθα,  ἵνα μὴ καταισχύνωμεν  τὴν παροῦσαν ἑορτήν·  ἑορτὴ γὰρ ἡ παροῦσα οὐχὶ τῆς γῆς μόνον, ἀλλὰ καὶ τοῦ οὐρανοῦ. Σήμερον ἐν γῇ χαρὰ, σήμερον ἐν οὐρανῷ χαρά· εἰ γὰρ ἑνὸς ἁμαρτωλοῦ   ἐπιστρέφοντος,   χαρὰ  ἐπὶ   γῆς   καὶ   οὐρανοῦ,  πολλῷ   μᾶλλον   τῆς οἰκουμένης ἁπάσης ἐξαρπασθείσης τῶν χειρῶν τοῦ διαβόλου χαρὰ ἔσται ἐν οὐρανῷ. Νῦν σκιρτῶσιν ἄγγελοι, νῦν χαίρουσιν ἀρχάγγελοι, νῦν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μεθ'  ἡμῶν  ἑορτάζει τὴν  παροῦσαν ἑορτήν· οὐκ ἐπαισχύνονται  τοὺς συνδούλους, ἀλλὰ  συγχαίρουσι τοῖς  ἡμετέροις  ἀγαθοῖς.  Εἰ γὰρ  ἡμετέρα    χάρις    παρὰ  τοῦ ∆εσπότου, ἀλλὰ κοινὴ καὶ ἐκείνων ἡ ἡδονή. Καὶ τί λέγω τοὺς συνδούλους; Αὐτὸς ὁ ∆εσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται συνεορτάζειν. Καὶ τί χρὴ λέγειν, ὅτι οὐκ ἐπαισχύνεται; Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τὸ Πάσχα τοῦτο μεθ' ὑμῶν φαγεῖν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησεν ἡμῖν συνεορτάσαι, δῆλον ὅτι καὶ τὴν ἀνάστασιν. Ὅταν οὖν ἄγγελοι χαίρωσι, καὶ ἀρχάγγελοι, καὶ πασῶν τῶν οὐρανίων δυνάμεων ὁ ∆εσπότης ἡμῖν  συνεορτάζῃ,  τίς  λείπεται  λοιπὸν  εἰς  ἀθυμίαν  λόγος;  Μηδεὶς  πένης  ἔστω κατηφὴς διὰ τὴν πενίαν· ἑορτὴ γὰρ αὕτη πνευματική· μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ  τὸν  πλοῦτον·  οὐδὲν  γὰρ  ἀπὸ  τῶν  χρημάτων   εἰς  τὴν  ἡδονὴν  τῆς  ἑορτῆς εἰσενεγκεῖν δύναται ταύτης. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν τῶν βιωτικῶν, ἔνθα πολὺς ἄκρατος, ἔνθα τράπεζα πλήθουσα καὶ ἀδηφαγία, ἔνθα ἀσχημοσύνη, καὶ γέλως, ἔνθα πᾶσα πομπὴ Σατανικὴ, εἰκότως ὁ μὲν πένης κατηφὴς, ὁ δὲ πλούσιος ἐν φαιδρότητι·  τί  δήποτε;  Ὅτι    μὲν  πλούσιος  δαψιλῆ  παρατίθεται  τράπεζαν,  καὶ μᾶλλον  ἀπολαύει  τρυφῆς,    δὲ  πένης  ἀπὸ  τῆς  πενίας  κωλύεται·  τὴν  αὐτὴν φιλοτιμίαν  ἐπιδείξασθαι· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μία τράπεζα καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι, κἂν πλούσιός τις ᾖ, οὐδὲν τῇ τραπέζῃ προσθεῖναι δύναται· κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας διακείσεται· θεία γάρ ἐστιν ἡ χάρις· καὶ  τί  θαυμάζεις  εἰ  πλουσίῳ  καὶ  πένητι;  Αὐτῷ γὰρ  τῷ  βασιλεῖ  τῷ  τὸ  διάδημα περικειμένῳ,  τῷ τὴν ἁλουργίδα ἔχοντι,  τῷ τὴν ἐξουσίαν ἐγκεχειρισμένῳ  τῆς γῆς, ἐκείνῳ  τῷ  βασιλεῖ, καὶ  τῷ  πτωχῷ  τῷ  πρὸς  τὴν  ἐλεημοσύνην  καθεζομένῳ  μίατράπεζα πρόκειται. Τοιαῦτα τὰ δῶρα τὰ ∆εσποτικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν,  ἀλλὰ τῇ προαιρέσει καὶ τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ παρεστῶτα, ἰδιώτῃ ἄρχοντα εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, ἔσω ἀδεῶς συμπαρεστῶτα τῇ δυναστείᾳ, νόησον τί ἐστι, Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν. Λύκον τοίνυν  καλεῖ ἡ Γραφὴ τὸν πλούσιον, ἀρνίον  τὸν  πτωχόν.  Καὶ πόθεν  τοῦτο,  ὅτι  Κοινωνήσει λύκος  ἀρνίῳ,  ὃν  τρόπον πλούσιος μετὰ πτωχοῦ; Πρόσεχε ἀκριβῶς. Ἕστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ·  κατέλαβεν    ὥρα  τῶν  θείων  μυστηρίων·  ἐξωθεῖται    πλούσιος  ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης  ἐντὸς  τῶν  οὐρανίων  σκηνῶν,  καὶ οὐκ ἀγανακτεῖ  ὁ πλούσιος· οἶδε  γὰρ  ἑαυτὸν  ἀλλότριον  τῶν  θείων  μυστηρίων.  Ἀλλ' ὢ  τῆς  θείας χάριτος! οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις  ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ, καὶ οὐδὲν  ὠφέλησεν  ὁ πλοῦτος  τὸν  ἔχοντα  ἐκτὸς εὐσεβείας, οὐδὲ πενία  τὸν  πιστὸν ἐζημίωσε παρεστῶτα αὐτὸν  μετὰ θάῤῥους τῷ ἁγίῳ  θυσιαστηρίῳ. Ταῦτα δὲ λέγω, ἀγαπητοὶ, περὶ τῶν κατηχουμένων,  καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων. Ἐννόησον, ἀγαπητὲ,  πῶς ὑποχωρεῖ  τῆς ἐκκλησίας δεσπότης, καὶ παρεδρεύει τοῖς μυστηρίοις πιστὸς  οἰκέτης·  ἀναχωρεῖ   δέσποινα,  καὶ  μένει     θεράπαινα·   Πρόσωπον  γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει. Οὐκ ἔστι τοίνυν ἐν τῇ Ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος· ἀλλ' ἐκεῖνον  οἶδε δοῦλον ἡ Γραφὴ τὸν τῇ ἁμαρτίᾳ δεδουλωμένον.  Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον. Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ ὁ βασιλεὺς καὶ ὁ πένης  πρὸς τὴν τράπεζαν ἔρχονται  ταύτην, μετὰ τῆς αὐτῆς τιμῆς, πολλάκις  δὲ ὁ πένης   καὶ   μετὰ   πλείονος   τιμῆς·   τί   δήποτε;   Ὅτι      μὲν   βασιλεὺς   μυρίοις ἐμπεπλεγμένος  πράγμασιν,  ὥσπερ ναῦς  πανταχόθεν  περιῤῥαντίζεται,  καὶ  πολλὰ προστρίβεται ἁμαρτήματα· ὁ δὲ πένης ὑπὲρ ἀναγκαίας φροντίζων μόνον τροφῆς, καὶ τὸν   ἀπράγμονα   καὶ  ἡσύχιον   ἐπανῃρημένος   βίον,   ἠρεμῶν,   ὥσπερ  ἐν   λιμένι καθήμενος  μετὰ  πολλῆς  τῆς  ἀσφαλείας  τῇ  τραπέζῃ προσέρχεται. Πάλιν  ἐν  ταῖς ἑορταῖς ταῖς ἔξωθεν ὁ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια· ὅπερ γὰρ ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν  ἱματίων  ὑπομένουσιν. Ὅταν γὰρ ἴδῃ ὁ πένης τὸν εὔπορον καὶ πολυτελεστέραν  περιβεβλημένον  στολὴν,  πλήττεται,  καὶ  ταλανίζει  παρὰ πάντας ἑαυτόν. Ἐνταῦθα δὲ καὶ αὕτη ἡ ἔνδεια ἀνῄρηται· ἓν γὰρ παρὰ πᾶσίν ἐστιν ἱμάτιον,  τὸ  λουτρὸν  τὸ  σωτήριον·  Ὅσοι γὰρ,  φησὶν,  εἰς  Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μὴ τοίνυν καταισχύνωμεν τὴν ἑορτὴν ταύτην τῇ μέθῃ· καὶ γὰρ ὁ ∆εσπότης ἡμῶν πλουσίους καὶ πένητας ὁμοίως ἐτίμησε, καὶ δούλους καὶ δεσπότας· ἀλλὰ ἀμειψώμεθα τὸν ∆εσπότην τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρίστη, πολιτεία καθαρὰ, καὶ ψυχὴ νήφουσα. Αὕτη ἡ ἑορτὴ καὶ ἡ πανήγυρις οὐ χρημάτων δεῖται, οὐδὲ δαπάνης, ἀλλὰ προαιρέσεως καὶ διανοίας  ἀρίστης· τοιαῦτα γὰρ ἐνταῦθα τὰ ὤνια. Οὐδὲν σωματικὸν ἐνταῦθα πωλεῖται, ἀλλὰ ἀκρόασις θείων λογίων, εὐχαὶ Πατέρων, εὐλογίαι   ἱερέων,   ὁμόνοια,   καὶ  εἰρήνη   καὶ  συμφωνία,   πνευματικὰ   τὰ  δῶρα, πνευματικὸς ὁ μισθός. Ἑορτάσωμεν τὴν ἑορτὴν ταύτην τὴν μεγίστην καὶ λαμπρὰν, ἐν ᾗ ἀνέστη ὁ Κύριος· ἑορτάσωμεν δὲ αὐτὴν φαιδρῶς ὁμοῦ καὶ θεοσεβῶς· ἀνέστη γὰρ ὁ Κύριος, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησεν· αὐτὸς μὲν ἀνέστη, τοῦ θανάτου τὰ δεσμὰ διαῤῥήξας. Ἥμαρτεν Ἀδὰμ καὶ ἀπέθανεν· ἀλλ' οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον τοῦτο· ἐκεῖνος  ἥμαρτε, καὶ ἀπέθανεν,  οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε· διὰ τίς Ἵνα ὁ ἁμαρτὼν καὶ ἀποθανὼν διὰ τοῦ μὴ ἁμαρτόντος μὲν, ἀποθανόντος  δὲ, δυνηθῇ τοῦ θανάτου τὰς λαβὰς ἀποδύσασθαι. Οὕτω καὶ ἐπὶ χρημάτων  γίνεται· Ὀφείλει  τις πολλάκις,  καὶ οὐκ ἔχων  καταβαλεῖν  κατέχεται  ἐν δεσμοῖς· ἄλλος  οὐκ  ὀφείλων,  δυνάμενος  δὲ  καταβαλεῖν,  καταθεὶς,  ἀπέλυσε  τὸνὑπεύθυνον·  οὕτω  καὶ  ἐπὶ  τοῦ  Ἀδὰμ γέγονεν·  Ὤφειλεν    Ἀδὰμ, κατείχετο  ὑπὸ τοῦδιαβόλου, ἀλλ' οὐκ εἶχε καταβαλεῖν· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο ὑπὸ τοῦ διαβόλου, ἀλλ' ἠδύνατο καταθεῖναι τὸ χρέος. Ἦλθε, κατέβαλε θάνατον ὑπὲρ τοῦ κατεχομένου ὑπὸ τοῦ διαβόλου, ἵνα ἐκεῖνον ἀπολύσῃ.

δʹ. Εἶδες  τῆς  ἀναστάσεως  τὰ  κατορθώματα;  ∆ιπλοῦν  ἀπεθάνομεν  ἡμεῖς θάνατον,  οὐκοῦν  διπλῆν  προσδοκήσωμεν τὴν  ἀνάστασιν. Αὐτὸς ἁπλοῦν  ἀπέθανε θάνατον· διὰ τοῦτο καὶ ἁπλῆν ἀνέστη ἀνάστασιν· πῶς; Ἐγὼ λέγω· Ἀπέθανεν ὁ Ἀδὰμ καὶ τῷ σώματι, καὶτῇ ψυχῇ· ἀπέθανε  καὶ τῇ ἁμαρτίᾳ καὶ τῇ φύσει· Ἧ  ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Καὶ μὴν οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανε τῇ φύσει, ἀλλὰ τῇ ἁμαρτίᾳ ἀπέθανεν· ἐκεῖνος ὁ θάνατος τῆς ψυχῆς, οὗτος ὁ θάνατος τοῦ σώματος. Ὅταν δὲ ἀκούσῃς ὅτι θάνατος ψυχῆς, μὴ νομίσῃς ψυχὴν ἀποθνήσκειν· ἀθάνατος γάρ ἐστι· θάνατος δὲ ψυχῆς, ἁμαρτία καὶ κόλασις αἰωνία. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησι, Μὴ φοβηθῆτε  ἀπὸ τῶν  ἀποκτεινόντων  τὸ σῶμα, τὴν δὲ ψυχὴν  μὴ δυναμένων  ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον  καὶ ψυχὴν  καὶ σῶμα ἀπολέσαι ἐν  γεέννῃ·  τὸ  δὲ ἀπολλύμενον  ὑφέστηκε  μὲν,  ἕξω  δὲ τῆς  ὄψεως  τοῦ ἀπολέσαντός ἐστιν. Ἀλλ' ὅπερ ἔλεγον, ἐφ' ἡμῶν διπλοῦς ὁ θάνατος· οὐκοῦν καὶ τὴν ἀνάστασιν διπλῆν γενέσθαι δεῖ. Ἐπὶ τοῦ Χριστοῦ ἁπλοῦς ὁ θάνατος· οὐ γὰρ ἥμαρτεν ὁ Χριστός· ἀλλὰ καὶ αὐτὸς ὁ ἁπλοῦς θάνατος δι' ἡμᾶς· οὐ γὰρ ὤφειλε τὸν θάνατον ἐκεῖνος· οὐ γὰρ ἦν ὑπεύθυνος ἁμαρτίᾳ, διὸ οὐδὲ θανάτου· διὰ τοῦτο ἐκεῖνος μὲν  ἀνέστη  τὴν  ἀνάστασιν  τὴν  ἀπὸ  τοῦ  ἁπλοῦ  θανάτου·  ἡμεῖς  δὲ  διπλοῦν ἀποθανόντες θάνατον, διπλῆν καὶ τὴν ἀνάστασιν ἀνιστάμεθα· μίαν μὲν ἀνέστημεν τέως τὴν ἀπὸ τῆς ἁμαρτίας· συνετάφημεν γὰρ αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ συνηγέρθημεν αὐτῷ διὰ τοῦ βαπτίσματος. Μία αὕτη ἀνάστασις ἀπαλλαγὴ ἁμαρτημάτων· δευτέρα δὲ ἀνάστασις ἡ τοῦ σώματος· ἔδωκε τὴν μείζονα, προσδόκα καὶ τὴν ἐλάττονα· αὕτη γὰρ πολὺ μείζων ἐκείνης· πολὺ γὰρ μεῖζον ἁμαρτιῶν ἀπαλλαγῆναι, ἢ σῶμα ἰδεῖν ἀνιστάμενον. ∆ιὰ τοῦτο ἔπεσε τὸ σῶμα, ἐπειδὴ ἥμαρτεν· οὐκοῦν εἰ ἀρχὴ τοῦ πεσεῖν ἡ ἁμαρτία, ἀρχὴ τοῦ ἀναστῆναι  τὸ ἀπαλλαγῆναι  τῆς ἁμαρτίας. Ἀνέστημεν  λοιπὸν  τὴν  μείζονα  ἀνάστασιν, τὸν  χαλεπὸν  θάνατον  τῆς ἁμαρτίας ῥίψαντες, καὶ ἀποδυσάμενοι τὸ παλαιὸν ἱμάτιον· μὴ τοίνυν ὑπὲρ τῆς ἐλάττονος ἀπαγορεύσωμεν. Ταύτην καὶ ἡμεῖς πάλαι τὴν ἀνάστασιν ἀνέστημεν, ὅτε ἐβαπτίσθημεν· καὶ οἱ τὴν τοῦ βαπτίσματος δὲ νῦν ἑσπέραν καταξιωθέντες, τὰ καλὰ ταῦτα ἀρνία. Πρὸ τῆς χθὲς ὁ Χριστὸς ἐσταυρώθη, ἀλλ' ἀνέστη τῇ παρελθούσῃ νυκτί· καὶ οὗτοι πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο, ἀλλὰ συνανέστησαν· ἐκεῖνος σώματι  ἀπέθανε,  καὶ  σώματι  ἀνέστη· οὗτοι  ἁμαρτίᾳ  ἦσαν  τεθνηκότες,  καὶ  ἀπὸ ἁμαρτιῶν ἀνέστησαν ἐλευθερωθέντες.  Ἡ μὲν οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα  ἡμῖν  ἐκδίδωσιν  ἄνθη· τὰ δὲ ὕδατα τῆς γῆς ἡμῖν τερπνότερον λειμῶνα  ἔδειξε. Μὴ θαυμάσῃς εἰ ἀπὸ τῶν ὑδάτων ἐβλάστησαν ἄνθη· οὐδὲ    γῆ  κατὰ  τὴν  οἰκείαν  φύσιν,  ἀλλὰ  κατὰ  τὸ  ἐπίταγμα  τοῦ  ∆εσπότου τὴν βλάστην  ἐκδίδωσιν.  Ἐξέδωκε καὶ ἐν  ἀρχῇ τῶν  ὑδάτων  ἡ φύσις ζῶα κινούμενα· Ἐξαγαγέτω  γὰρ, φησὶ, τὰ  ὕδατα  ἑρπετὰ  ψυχῶν  ζωσῶν,  καὶ  τὸ  ἐπίταγμα  ἔργον ἐγένετο, καὶ ἡ ἄψυχος ἐκείνη οὐσία ἔμψυχα ζῶα ἐξέφερεν· οὕτω καὶ νῦν, ἐξαγαγέτω τὰ ὕδατα, οὐχὶ ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ πνευματικὰ χαρίσματα. Ἐξήγαγε τότε τὰ ὕδατα ἰχθύας  ἀλόγους  καὶ ἀφώνους,  ἐξέβαλε νῦν  ἰχθύας  λογικοὺς  καὶ πνευματικοὺς, ἰχθύας ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας· ∆εῦτε γὰρ, φησὶ, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ταύτην ἔλεγε τὴν ἁλιείαν τότε. Καινὸς ὄντως τῆς ἁλιείας ὁ τρόπος· οἱ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσιν, ἡμεῖς εἰς τὰ ὕδατα ἐνεβάλλομεν, καὶ οὕτως ἡλιεύσαμεν. Ἦν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα· μάθε τί ἴσχυσεν ἡ  κολυμβήθρα  ἐκείνη,  ἵνα  μάθῃς  τὴν  πτωχείαν  τὴν  Ἰουδαϊκὴν,  ἵνα  μάθῃς  τὸν πλοῦτον τῆς Ἐκκλησίας. Κολυμβήθρα ὑδάτων ἦν, καὶ κατήρχετο ἄγγελος ἐκεῖ, καὶἐτάρασσε τὰ ὕδατα· εἶτα μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ἐπέβαινεν εἷς ἀσθενῶν καὶ ἐθεραπεύετο· εἷς μόνος τοῦ ἐνιαυτοῦ ἐθεραπεύετο, καὶ εὐθέως ἀνηλοῦτο ἡ χάρις, οὐ διὰ τὴν πτωχείαν τοῦ διδόντος, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν λαμβανόντων. Κατέβαινεν ἄγγελος  τοίνυν  εἰς τὴν κολυμβήθραν,  καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ εἷς ἐθεραπεύετο· κατῆλθεν  ὁ τῶν  ἀγγέλων  ∆εσπότης εἰς τὸν  Ἰορδάνην,  καὶ ἐτάραξε τὸ ὕδωρ, καὶ τὴν οἰκουμένην ἅπασαν ἐθεράπευσε. ∆ιὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ δεύτερος κατελθὼν  οὐκ ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς  ἀσθενέσι, τοῖς  πτωχοῖς·  ἐνταῦθα  δὲ μετὰ τὸν  πρῶτον  ὁ δεύτερος, μετὰ τὸν δεύτερον ὁ τρίτος, μετὰ τὸν τρίτον ὁ τέταρτος, κἂν δέκα, κἂν εἴκοσι, κἂν ἑκατὸν, κἂν μυρίους, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν, οὐκ ἀναλίσκεται ἡ χάρις· οὐ δαπανᾶται ἡ δωρεά· οὐ ῥυποῦται τὰ νάματα. Καινὸς καθάρσεως τρόπος· οὐ γάρ ἐστι σωματικός· ἐπὶ μὲν γὰρ τῶν σωμάτων ὅταν πλείονας ἀποπλύνῃ τὰ νάματα, πλείονα τὴν κηλῖδα δέχεται· ἐνταῦθα δὲ ὅσῳ πλύνει πλείονας, τοσούτῳ καθαρώτερα γίνεται. εʹ. Εἶδες μέγεθος δωρεᾶς; ∆ιατήρησον τὸ μέγεθος τῆς δωρεᾶς ταύτης, ὦ ἄνθρωπε. Οὐκ ἔξεστί σοι ἀδιαφόρως ζῇν· νόμον σαυτῷ θὲς μετὰ ἀκριβείας ἁπάσης· ἀγών ἐστι καὶ παλαίσματα· ὁ δὲ ἀγωνιζόμενος  πάντα ἐγκρατεύεται.  Εἴπω  σοι  τρόπον  ἕνα  ἄριστον  καὶ  ἀσφαλῆ  κατορθωμάτων;   Τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, τίκτοντα δὲ ἁμαρτίας, ἐκβάλωμεν τῆς διανοίας. Ἔστι γὰρ τῶν πραγμάτων τὰ μὲν ἁμαρτήματα, τὰ δὲ οὐχ ἁμαρτήματα, ἁμαρτημάτων δὲ αἴτια· οἷον γέλως μὲν ἁμάρτημα οὐκ ἔστι φύσει, γίνεται  δὲ ἁμάρτημα προενεχθεὶς ἐπὶ πλέον· ἀπὸ γὰρ γέλωτος εὐτραπελία, ἀπὸ εὐτραπελίας αἰσχρολογία, ἀπὸ αἰσχρολογίας  αἰσχρὰ πράγματα, ἀπὸ πραγμάτων  αἰσχρῶν  κολάσεις καὶ τιμωρίαι. Ἄνελε οὖν τὴν ῥίζαν ἄνωθεν,  ἵνα ἀνέλῃς ὅλον τὸ νόσημα· ἐὰν γὰρ τὰ ἀδιάφορα φυλαττώμεθα, οὐδέποτε εἰς τὰ κεκωλυμένα ἐμπεσούμεθα. Οὕτω καὶ γυναῖκας ἰδεῖν ἀδιάφορον εἶναι δοκεῖ πολλοῖς, ἀλλ' ἀπὸ τούτου ἐπιθυμία ἀκόλαστος τίκτεται, ἐκ τῆς ἐπιθυμίας πορνεία, ἀπὸ πορνείας πάλιν κόλασις καὶ τιμωρία. Οὕτω δὲ τρυφᾷν οὐδὲν  δεινὸν  εἶναι  δοκεῖ, ἀλλ' ἐντεῦθεν  μέθη καὶ τὰ ἐκ τῆς  μέθης μυρία κακά. Ἀνέλωμεν  τοίνυν  πανταχοῦ  τὰς  ἀρχὰς  τῶν  ἁμαρτημάτων.  ∆ιὰ τοῦτο  συνεχοῦς ἀπολαύετε διδασκαλίας καθ' ἡμέραν· διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς ἀπολαύειν  θείων  λογίων,  ἀλείφοντες  ὑμᾶς καθ' ἑκάστην ἡμέραν, καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου· ἀγριώτερον  γὰρ νῦν  ἐπιτίθεται·  ὅσῳ μείζων  ἡ δωρεὰ, τοσούτῳ μείζων καὶ ὁ πόλεμος. Εἰ γὰρ ἐν τῷ παραδείσῳ ἕνα ὁ διάβολος ἰδὼν οὐκ ἤνεγκεν, ἐν τῷ οὐρανῷ τοσούτους ὁρῶν πῶς οἴσει, εἰπέ μοι; Ἐξηγρίανας τὸ θηρίον, ἀλλὰ μὴ φοβηθῇς· μείζονα δύναμιν ἔλαβες, μάχαιραν ἠκονημένην· ἐκείνῃ κέντησον τὸν ὄφιν. ∆ιὰ τοῦτο ὁ Θεὸς ἀφῆκεν αὐτὸν ἀγριωθῆναι κατὰ σοῦ, ἵνα διὰ τῆς πείρας αὐτῆς μάθῃς τῆς ἰσχύος τῆς σῆς τὴν δύναμιν. Καὶ καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα,  ἐκνενευρισμένον  ἀθλητὴν,  ἠμελημένον  λαβὼν,  ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἠδύνατο μὲν γὰρ ἐχθρὸν ἐκ τοῦ μέσου λαβεῖν· ἀλλ' ἵνα σὺ μάθῃς τῆς χάριτος τὴν ὑπερβολὴν, τῆς πνευματικῆς  δυνάμεως τὸ μέγεθος, ἢν ἔλαβες ἐκ τοῦ βαπτίσματος, ἀφίησιν αὐτὸν συμπλέκεσθαι, πολλάς σοι τῶν  στεφάνων παρέχων  τὰς  ὑποθέσεις. ∆ιὰ τοῦτο  ἑπτὰ  ἡμέρας ἐφεξῆς  ἀπολαύετε  διδασκαλίας, ὥστε ἀκριβῶς μαθεῖν  τὰ παλαίσματα. Ἄλλως  δὲ καὶ γάμος ἐστὶ πνευματικὸς  τὰ γινόμενα· ἐπὶ δὲ γάμων ἕως ἑπτὰ ἡμερῶν αἱ παστάδες ἑστήκασι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα πρὸς τὰς ἱερὰς ἑστάναι παστάδας. Ἀλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται,  ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι παστάδος· καὶ ἐπὶ μὲν τῶν  ἔξωθεν  γάμων  ἡ νύμφη  μετὰ πρότερονμῆνα ἢ καὶ δεύτερον οὐκ ἔστιν οὕτως ἐπέραστος τῷ νυμφίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ὅσῳ ὁ χρόνος πρόεισι, τοσούτῳ θερμότεροι οἱ ἔρωτες τοῦ νυμφίου, τοσούτῳ γνησιώτεραι  αἱ περιπλοκαὶ, τοσούτῳ πνευματικωτέρα  ἡ συνουσία, ἐὰν νήφωμεν. Πάλιν  ἐπὶ  τῶν  σωμάτων  μετὰ  νεότητα  γῆρας· ἐνταῦθα  μετὰ  γῆρας  νεότης,  καὶ νεότης οὐδέ ποτε τέλος ἔχουσα, ἐὰν θέλωμεν. Μεγάλη ἡ χάρις, ἀλλ'  ἔσται μείζων, ἐὰν θέλωμεν· καὶ ὁ Παῦλος μέγας ἦν ὅτε ἐβαπτίζετο, ἀλλὰ πολλῷ μείζων ἐγένετο  μετὰ  ταῦτα,  ὅτε  ἐκήρυσσε, συνέχυνε  τοὺς  Ἰουδαίους·  μετὰ  ταῦτα  εἰς παράδεισον  ἡρπάγη·  εἰς  τρίτον  ἀνῆλθεν   οὐρανόν.  Ὥστε ἔξεστι  καὶ  ἡμῖν,  ἐὰν θέλωμεν,  αὐξῆσαι, καὶ τὴν δοθεῖσαν ἡμῖν  χάριν  μεγαλῦναι  διὰ τοῦ βαπτίσματος· αὔξεται δὲ δι' ἔργων ἀγαθῶν, καὶ λαμπροτέρα γίνεται καὶ φαιδρότερον ἡμῖν παρέχει τὸ φῶς. Κἂν τοῦτο γένηται, μετὰ πολλῆς τῆς παῤῥησίας εἰς τὸν νυμφῶνα συνελευσόμεθα τῷ νυμφίῳ,  καὶ τῶν ἀγαθῶν  ἀπολαύσομεν τῶν ἀποκειμένων  τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ  Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


3. Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Θεία τις,  ὡς  ἔοικεν,    παροῦσα πανήγυρις  τὴν  τοῦ  ∆εσπότου κατὰ  τοῦ θανάτου νίκην  ἀνακηρύττουσα· καὶ πρὸς αὐτὴν ἥκομεν τὴν πασῶν κορωνίδα τῶν ἑορτῶν. Νῦν γὰρ τέλος εἴληφε πάσης τῆς οἰκονομίας ἡμῖν τὸ κατόρθωμα· καὶ τῆς τῶν  ἐπινικίων   ἑορτῆς    παρὼν  καιρὸς  ἥκει  φέρων  τὰ  σύμβολα. Νυνὶ  γὰρ  εἰς οὐρανὸν ἀνήγαγεν ὁ ∆εσπότης «τῶν ἡμετέρων σωμάτων τὴν ἀπαρχήν». Ἐπάνοδον τοίνυν δεσποτικὴν ἑορτάζομεν, καθ' ἣν πρὸς τὰ οὐράνια τὴν ἡμετέραν φύσιν μετέστησεν. Ἀνέστησε μὲν γὰρ τὸν ἑαυτοῦ ναὸν ὁ ἐνοικήσας Θεὸς καὶ συνήγαγεν ἑαυτῷ τὸ οἰκεῖον ἔνδυμα ὁ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, τῇ μὲν θείᾳ φύσει διηνεκῶς  τὰ πάντα  πληρῶν,  τῇ δὲ κατὰ σάρκα οἰκονομίᾳ  πρότερον μὲν ὑπὸ γῆν ἐλθὼν, ὕστερον δὲ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην τῷ οἰκείῳ σώματι τὸ οὐράνιον ἀποπληρώσας  οἰκητήριον.  «Τίς  λαλήσει  τὰς  δυναστείας  τοῦ  Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς τῆς τοσαύτης οἰκονομίας ἐξηγήσασθαι δυνηθείη λόγος τὸ μέγεθος; τίς τῆς ἀῤῥήτου φιλοτιμίας  τοῦ ∆εσπότου διὰ γλώσσης ἀνακηρύξει τὸν ἄπειρον πλοῦτον; Ὃν γὰρ ἐξέβαλε τῆς ἐν παραδείσῳ διαίτης ἡ ἁμαρτία, τοῦτον εἰς οὐρανὸν ἀνήγαγεν  ἡ θεία χάρις. Ἐβόων οἱ τοῦ θανάτου  πυλωροὶ  τὴν ξένην  κάθοδον τοῦ παραδόξως αὐτοῖς  ἐπιφοιτήσαντος  θεώμενοι·  «Τίς οὗτος ὁ βασιλεὺς τῆς  δόξης»; Ταύτην ἀφῆκαν τὴν φωνὴν καὶ αἱ δυνάμεις αἱ ὑπερουράνιοι, τὸ ξένον θέαμα καταπλαγέντες  τοῦ μετὰ σώματος ἀνεληλυθότος. «Ἄρατε, γάρ φησι, πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ἀνήγαγε  γὰρ τὴν  ἀνθρωπείαν  φύσιν  ὁ τὸ ἡμῖν  ὁμογενὲς  ἑαυτῷ  συμμεταστήσας. Παράδοξος ἡ ἄνοδος τοῦ ἀνθρωπίνως  πεφηνότος· θεία γὰρ καὶ ἡ κάθοδος τοῦ παρὰ φύσιν   ἐκ  παρθένου   ἀποτεχθέντος.   Ἄνθρωπος   τὸ   ὁρώμενον,   ἀλλὰ   Θεὸς  τὸ νοούμενον.  παρακάλυμμα  πεποίηται  τὴν  ἡμετέραν  φύσιν  τῆς  ἀθεάτου θεότητος·
«Θεὸν, γάρ φησιν, οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ   Πατρὸς,  ἐκεῖνος   ἐξηγήσατο»·   Ἧκεν  ἡμῖν      τῆς   τοῦ   Πατρὸς  φύσεως ἀπαράλλακτον φέρων    τὴν   εἰκόνα·   πέφηνεν       τῆς   πατρικῆς   ὑποστάσεως χαρακτηρίζων τὴν ἀπερίγραφον θεότητα. Μορφὴ γὰρ ἦν ἐμφερὴς τοῦ γεννήσαντος· «Ὁ ἐν μορφῇ, γάρ φησι, Θεοῦ ὑπάρχων  μορφὴν δούλου ἔλαβεν.» Οὐ διαψεύδεται τὴν  ἡμετέραν  φύσιν  ἡ τοῦ δούλου μορφή. Ἐπαληθεύει τοίνυν  καὶ τὴν  πρὸς τὸν πατέρα ὁμοιότητα ἡ θεότης τοῦ γνησίου γεννήματος. Οὗτος τοίνυν τῇ ἡμετέρᾳ φύσει διὰ τῆς οἰκείας ἐνανθρωπήσεως τὴν σωτηρίαν πραγματευσάμενος νῦν πεπλήρωκεν τὸν τῆς οἰκονομίας σκοπόν· νῦν τῆς εἰς ἡμᾶς εὐεργεσίας εἴληφε τὸ κατόρθωμα καὶ τῇ  θεότητι  συνανείληφε  τὸ  συγγενὲς  τῇ  ἡμετέρᾳ  φύσει    τῷ  σωματικῷ  νέφει καλυπτόμενος καὶ παραπετάσματι τῆς οἰκείας θεότητος τὸ ἀνθρώπινον ἔνδυμα περιθέμενος· νῦν ὁ ἐπίγειος ὀφθεὶς οὐράνιος αὖθις γεγένηται οὐκ ἐν τόπῳ περιγραφόμενος κατὰ τὸ ἀπέραντον τῆς θεότητος, ἀλλὰ τῇ μὲν θείᾳ φύσει τὰ πάντα πληρῶν, ἄνθρωπος δὲ πεφηνὼς οἰκονομικῶς. «Ἐν σχήματι, γάρ φησιν, εὑρεθεὶς ὡς ἄνθρωπος» ἐκάλυπτε τὴν θεότητα ἀνθρωπίνῃ περιβολῇ. Ταύτην τοίνυν  ἀνήγαγεν  εἰς οὐρανοὺς ὁ σύμπασαν τὴν δημιουργίαν  παρὰ φύσιν ὑποστησάμενος. Οὐκ ἔχω τῆς πρὸ αἰώνων γεννήσεως αὐτοῦ διηγήσασθαι τὸν τρόπον· οὐκ ἐφικνεῖταί μοι ἡ γλῶσσα οὐδὲ τῆς ἐκ παρθένου προόδου ἑρμηνεῦσαι τὸν τόκον. Ἀνθρώπινα τὰ ὁρώμενα, ἀλλὰ θεῖα τὰ πιστευόμενα. «Τίς ἐστιν οὗτός φησιν ὁ βασιλεὺς τῆς δόξης»; Ταῦτα ἐβόων αἱ ὑπερκόσμιοι δυνάμεις. Ξένος ὁ ὁρμώμενος· παρὰ φύσιν γὰρ ὁ ἀνεληλυθώς· φωτοειδὴς μὲν γὰρ ἑωρᾶτο καὶ ἡ τοῦ σώματος θέα. Τῶν γὰρ θείων ἀκτίνων ἐδέξατο τὰς λαμπηδόνας. Ἀνήγαγε δὲ αὐτὴν εἰς οὐρανοὺς ὁ τὴν ἡμετέραν φύσιν ὑπελθών, ἵνα τοῖς ἐπὶ γῆς βατὸν ποιήσῃ τὸν οὐρανόν. Νεφέλη ὄχημα  πεποίηται  τῆς  ἀνθρωπίνης  αὐτοῦ  περιβολῆς· κἀκείνης  ἐποχούμενος  πρὸς οὐρανὸν μετέστησε τὸ οἰκεῖον ἔνδυμα. Ὥσπερ τοίνυν  τῆς ἐκ παρθένου γεννήσεως παρὰ φύσιν ἡ κύησις, οὕτω καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου παράδοξον τὸ θαῦμα. Πῶς γὰρ οἷόν τε ἀνθρωπίνῳ  σώματι ὑπερπτῆναι  τὰς οὐρανίας ἁψῖδας; Ἀλλ' ὅπερ οὐκ ἐπεδέχετο ἡ φύσις, τοῦτο δεδώρηται ἡ χάρις. «Ἀνελήλυθε» καὶ ὁ δοῦλος οὐκ εἰς οὐρανὸν, ἀλλ' «ὡς εἰς τὸν οὐρανόν». Πολὺ γὰρ τὸ μέσον τῆς τοῦ δούλου ὑπαρξάσης κατὰ χάριν  ὑποστάσεως καὶ τῆς  τοῦ ∆εσπότου θεοπρεποῦς  ἐξουσίας. Ὁ μὲν  γὰρ θαυμάσιος  Ἡλίας    τοῦ  πυρίνου  ἅρματος  ἡνίοχος  οὐχ  ὑπερέπτη  τὰς  οὐρανίας ἁψίδας· ὁ δέ γε πρὸς τὰ οὐράνια μεταστήσας τὴν ἡμετέραν φύσιν βατὸν πεποίηκε τοῖς ἀνθρώποις τὸν οὐρανόν. Νῦν πέρας εἰλήφασιν  αἱ πρὸς τὸν  οὐράνιον  βασιλέα καταλλαγαὶ  καὶ τὴν πάλαι τῷ Πατρὶ ἐκπεπολεμωμένην  φύσιν ἀπεκατήλλαξε τῷ οἰκείῳ γεννήτορι ὁ τῇ θεότητι   μὲν   αὐτῷ   συνημμένος,   τῇ   δέ   γε   ἀνθρωπείᾳ   φύσει   τὴν   σωτηρίαν οἰκονομήσας  διὰ  τῆς  εἰς  ἡμᾶς  ἐπιφοιτήσεως.  Νῦν ἀνήγαγε  τὸ  ἡμῖν  ὁμογενὲς  ὁ μεσιτεύσας ἑκατέρᾳ φύσει. «Εἷς γάρ φησιν Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων». Ἄνθρωπος τὸ ὁρώμενον, Θεὸς δὲ τὸ πιστευόμενον. Τίς τὴν θαυμασίαν ταύτην  ἄνοδον  τοῦ παραδόξως ἀναληφθέντος  λόγῳ  παραστῆσαι δυνήσεται; Ἀλλ' ὅπερ οὐκ ἐφικνεῖται  ἡ γλῶσσα, τοῦτο διδάσκει ἡ πίστις. Ἀνήγαγε γὰρ τῆς ἡμετέρας φύσεως τὴν ἀπαρχὴν ὁ τῷ σώματι καλυπτόμενος, ὥσπερ ἀπό τινος ληΐου εὐθαλοῦς δρᾶγμα τῷ Πατρὶ προσαγαγών. Ταύτην τοίνυν τὴν σωτήριον ἀνάληψιν νῦν ἑορτάζομεν· ταύτην τὴν δεσποτικὴν ἄνοδον πανηγυρίζομεν ἀνυμνοῦντες τῆς ἀῤῥήτου δωρεᾶς τοῦ ∆εσπότου τὸ μέγεθος καὶ τῆς ἐφ'  ἡμῖν  οἰκονομίας  ἀνακηρύττοντες  τὸ κατόρθωμα, ἵνα  καὶ ἡμεῖς λάμψαντες  διὰ τῶν κατορθωμάτων  καὶ τοὺς τῆς δικαιοσύνης ἐπιδειξάμενοι καρπούς·  πρὸς  τὸ  ἡμῖν   ὁμογενὲς   ἀναδραμεῖν   σπουδάσωμεν  καὶ  πρὸς  αὐτὸν φθάσωμεν  τὸν  θρόνον  τὸν  βασιλικὸν,  ὅπου ὑπὲρ ἡμῶν  ἀνήγαγε  τὸ συγγενὲς  ὁ ἐνδυσάμενος, ἵνα καὶ τῷ ∆εσπότῃ συμβασιλεύσωμεν καὶ τῶν  παρ' αὐτοῦ δωρεῶν ἀπολαύσωμεν, τῆς γῆς τὸν οὐρανὸν ἀνταλλαξάμενοι  καὶ τῶν ἐπιγείων  τὰ οὐράνια προτιμήσαντες,   τὸν   οὐράνιον   πλοῦτον   ἐμπορευσώμεθα,  ὅπως   τὰς   παρὰ  τοῦ ∆εσπότου ἀμοιβὰς κομισώμεθα καὶ τῶν  τοῦ Κυρίου δωρεῶν  ἀπολαύσωμεν  χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/



Chrysostomos


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |