ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς τοὺς έχοντας παρθένους συνεισάκτους

Τετάρτη 15 Ιουνίου 2016

Πρὸς τοὺς έχοντας παρθένους συνεισάκτους




Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς τοὺς ἔχοντας παρθένους συνεισάκτους

α’. Ἐπὶ μὲν τῶν προγόνων τὴν ἡμετέρων δύο τινὲς ἦσαν προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι· μίαν μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσαν νομοθέτην· «Ἀντὶ γὰρ τούτου, φησί, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων. Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος ἐπενοήθη τρόπος καινὸς τις καὶ παράδοξος καὶ πολλὴν ἔχων τὴν ἀπορίαν τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν. Εἰσὶ γὰρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἶκοι διαπαντός, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ, οὐ γὰρ φασιν αὐταῖς συγγίνεσθαι, οὔτε ἐξ ἀκολασίας, λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν· ἀλλ’ ἐὰν τις εἴρηται τὴν αἰτίαν, ἔχουσι μὲν πολλάς, καὶ μεμελετήκασιν, εὔλογον δέ, ὡς ἔγωγε οἶμαι, οὐδεμίαν, οὐδὲ σεμνήν. Ἀλλὰ μήπω περὶ τούτων, μηδὲ τὰς ἐκείνων τέως λέγωμεν προφάσεις, ἀλλ’ ἦν αὐτοὶ μάλιστα ὑποπτεύομεν εἶναι, ταύτην εἰς μέσον ἀγάγωμεν.


 Τὶς οὖν ἐστιν αὕτη; Πάντως δὲ εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν. Τὶς οὖν ἐστιν ἡ πρόφασις; Δοκεῖ μοὶ τινα ἡδονὴν ἔχειν τὸ συνοικεῖν γυναιξίν, οὐ νόμῳ γάμου μόνον, ἀλλὰ καὶ γάμου καὶ συνουσίας χωρίς. Εἰ δὲ οὐκ ὀρθῶς δοκῶ, λέγειν οὐκ ἔχω· τὴν γὰρ ἐμαυτοῦ τέως ὑμῖν διηγοῦμαι γνώμην· τάχα δὲ οὐ τὴν ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ τὴν αὐτῶν ἐκείνων· ὅτι γὰρ κεῖ ἐκείνοις οὕτω δοκεῖ, δῆλον ἐκεῖθεν. Οὐ γὰρ ἂν τοσαύτης κατεφρόνησαν δόξης καὶ τοσούτων σκανδάλων, εἰ μὴ σφοδρὰ τις ἦν καὶ τυραννικὴ τῆς συνοικήσεως ταύτης ἡ ἡδονή.
Εἰ δὲ τινες δυσχεραίνοιεν ταῦτα λεγόντων ἡμῶν, παραιτήσομαι συγγινώσκειν ἡμῖν, καὶ μὴ ἀγανακτεῖν· οὐ γὰρ ἑκών, οὐδὲ ἁπλῶς τὴν ἀπέχθειαν ἀναδέξασθαι ταύτην εἱλόμην. Οὐχ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς εἰκῇ βούλεσθαι προσκρούειν ἅπασιν· ἀλλ’ ὀδυνῶμαι σφόδρα καὶ ἀλγῶ καὶ τὴν τοῦ Θεοῦ δόξαν ὑβριζομένην ὁρῶν, καὶ τὴν τῶν πολλῶν σωτηρίαν κατὰ μικρὸν ὑποῤῥέουσαν διὰ τὴν ἡδονὴν ταύτην. Ὅτι γὰρ ἡδὺ τοῦτο καὶ τοῦ νόμῳ γάμου συνοικεῖν δριμύτερον ἔχει τὸν ἔρωτα, νῦν μὲν ἴσως καὶ θορυβεῖσθε ἀκούοντες, μετὰ δὲ τὴν ἀπόδειξιν καὶ αὐτοὶ συνομολογήσετε. Ἐπὶ μὲν γὰρ τῆς ἐννόμου γυναικός, ἡ μίξις ἀκώλυτος οὖσα, τὸν τε πόθον παρεμυθήσατο, καὶ εἰς κόρον πολλάκις τὸν ἄνδρα ἤγαγε, καὶ τὴν σφοδρὰν κατέλυσεν ἐπιθυμίαν. Καὶ χωρὶς δὲ τούτων καὶ ὠδῖνες καὶ τόκοι καὶ παιδοποιίαι καὶ παιδοτροφίαι, καὶ τὰ ἐκ τούτων ἑπόμενα συνεχῆ νοσήματα, πολιορκοῦντα τὸ σῶμα μαραίνοντα τὸ ἄνθος τῆς ὥρας, ἀσθενέστερον τὸ κέντρον ἐργάζεται τῆς ἡδονῆς. Ἐπὶ δὲ τῆς παρθένου οὐδὲν τούτων ἔνι· οὔτε γὰρ μίξις ἐστὶ τὸν οἶστρον τῆς φύσεως δυναμένη χαλάσαι καὶ κατενεγκεῖν, οὔτε ὠδῖνες καὶ παιδοτροφίαι τὴν σάρκα μαραίνουσιν, ἀλλ’ ἐπιπολὺ διασώσουσι τὴν ἀκμήν, ἅτε ἀνέπαφοι μένουσαι τῶν ἐντεῦθεν. Τῶν μὲν γὰρ γαμουμένων μετὰ τοὺς τόκους καὶ τὰς παιδοτροφίας ἀσθενέστερα τὰ σώματα γίνεται, αἱ δὲ καὶ εἰς τεσσαρακοστὸν ἔτος μένουσιν, ἁμιλλώμεναι τὸν παρθένων ταῖς θαλαμευομέναις· ὅθεν διπλᾶ τὰ τῆς ἐπιθυμίας ἐγείρεται τοῖς συνοικοῦσιν αὐταῖς, τῷ τε μὴ συγχωρεῖσθαι τῇ μίξει τὸν πόθον παραμυθεῖσθαι, καὶ τῷ μένειν ἐπιπολὺ τοῦ πόθου τὴν ὑπόσχεσιν ἰσχυροτέραν. Ταύτην ὑποπτεύω πρόφασιν εἶναι ἐγὼ τῆς ὁμοσκηνίας ταύτης. Ἀλλὰ μὴ ἀγανακτῶμεν πρὸς αὐτούς, μηδὲ δυσχεραίνωμεν· οὐδεὶς γὰρ τὸν κάμνοντα ἀναστῆσαι βουλόμενος μετ’ ὀργῆς καὶ ἐπιπλήξεως τοῦτο ποιεῖ, ἀλλὰ μετὰ θεραπείας καὶ παρακλήσεως προσάγει τὰ φάρμακα. Καὶ γὰρ εἰ μὲν κολάσαι προὔκειτο, καὶ τὴν τῶν δικαζόντων εἴχομεν τάξιν, ἐχρῆν καὶ ἀγανακτεῖν· εἰ δὲ ἐκείνην ἀφέντες τὴν τῶν ἰατρῶν καὶ θεραπεῦσαι βουλομένων μεταλαμβάνομεν, παρακαλεῖν χρὴ καὶ δέεσθαι, καὶ αὐτῶν, εἰ δέοι, τῶν γονάτων ἅπτεσθαι, ὥστε γενέσθαι τὸ σπουδαζόμενον. Καθάπερ οὖν οἱ ἰατροὶ τῶν βλαπτόντων μέν, ἡδονὴν δὲ ἐχόντων ἀπάγοντες, εἴτε σιτίων, εἴτε πότων, τοῦτο πρὸ τῶν ἄλλων πείθουσι τοὺς ἀῤῥώστους, ὅτι τὸ τοιοῦτον μετὰ τῆς βλάβης πολλὴν ἔχει καὶ τὴν ἀηδίαν· οὕτω καὶ ἡμεῖς ποιῶμεν, δεικνύντες αὐτοῖς, ὅτι ἡ ἡδίστη αὕτη συνοίκησις πολὺν ἔχει τὸν ὄλεθρον, καὶ τῶν δηλητηρίων οὐδὲν ἄμεινον φαρμάκων κατεσκεύασται. Καὶ δοκεῖ μὲν εὐφροσύνην τινὰ ἔχειν, πολλὴν δὲ ἐναποκεκρυμμένην δριμύτητα καὶ πικρίαν καταχέει τῆς ἡδομένης ψυχῆς· ἐπεὶ καὶ αὐτὴ ἡ μετὰ πειθοὺς ἀναχώρησις ἀσφαλής. Ὁ μὲν γὰρ φόβῳ τῆς φιλουμένης διαζευγνύμενος καὶ ἀνάγκῃ, σφοδρότερός τε ἐραστὴς γίνεται, καὶ ἴσως καὶ ἐπανήξει πάλιν· ὁ δὲ τοῦ πράγματος καταγνούς, καὶ οὕτω φυγὼν ὡς ἐπιβλαβὲς καὶ πικρόν, οὐδ’ ἂν ἐπιστρέψειεν αὖθις, τὴν ἐκ τῆς οἰκείας γνώμης ψῆφον πάσης ἀνάγκης ἔχων ἰσχυροτέραν. Πῶς οὖν αὐτοὺς πείσομεν, ὅτι οὐ βλαβερὸν τοῦτο μόνον, ἀλλὰ καὶ πικρόν; Πῶς δὲ ἄλλως ἢ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως; Ἐρώμεθα οὖν αὐτούς, εἲ τις πολυτελῆ τράπεζαν παραθείς, πολλῶν καὶ ἡδίστων γέμουσαν ἐδεσμάτων, ἀπηγόρευσε μετὰ σφοδρᾶς τῆς ἀπειλῆς, μὴ ἅπτεσθαί τινος τῶν παρακειμένων, ἆρα ἂν τις εἵλετο τοιαύτη παρακαθῆσθαι τραπέζῃ, καὶ κολάζειν ἑαυτόν; Οὐκ ἔγωγε οἶμαι· οὔτε γὰρ τοσαύτην ἀπὸ τῆς ὄψεως ἐκαρποῦτο τὴν ἡδονήν, ὅσην ἀπὸ τῆς κωλύσεως ὑπέμενε τὴν ἀθυμίαν. Τὶ δέ, εἰ διψῶντι καὶ καιομένῳ πηγὴν τις ἐπιδείξας καθαρὰν καὶ διαυγῆ, μὴ μόνον αὐτῆς μὴ ἀπογεύεσθαι, ἀλλὰ μηδὲ ἄκροις θιγεῖν τοῖς δακτύλοις ἐπέτρεπεν, ἆρα ἂν ταύτης ἐγένετό τι πικρότερον τῆς κολάσεως;

β’. Οὐδὲ ἐνταῦθα οἶμαί τινα ἀντερεῖν. Τοσοῦτον γὰρ ἐστι τοῦτο τὸ κακόν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοί, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ· πλάσαντες γὰρ τινα μῦθον, ἄγουσιν ἐν τῷ μύθῳ τινά, ὃν ἔδει δοῦναι δίκην ἐσχάτην, καὶ ἕτερον μὲν οὐδέν, πανδαισίαν δὲ παραθέντες αὐτῷ, καὶ παραῤῥέον δείξαντες ὕδωρ, οὐδενὸς ἀπολαῦσαι τούτων συνεχώρουν, ἀλλ’ ὁμοῦ τε ἐξέτεινε τὴν χεῖρα ἐκεῖνος καὶ τὰ ὁρώμενα ἅπαντα ἀφίπτατο, καὶ τοῦτο ἐγίνετο διαπαντός. Καὶ οὗτος τῆς κολάσεως ὁ τρόπος ἦν κατὰ τὸν μύρον τὸν ἔξωθεν. Καὶ φιλοσόφων δὲ τις ἰδὼν τινα τῶν αὐτῷ συνόντων καταφιλήσαντα νέον εὔμορφον, ἐθαύμασεν εἰπών, ὅτι καὶ εἰς πῦρ οὗτος ῥᾳδίως ἂν κυβιστήσειεν ὁ ταύτην τολμήσας διὰ τοῦ φιλήματος ἀνάψαι ἐν ἑαυτῷ κάμινον. Ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποιμι, ὅτι τὰς συνοικούσας φιλοῦσιν ἢ ἐπαφῶνται· εἰ δὲ τινες ταῦτα κατηγοροῖεν, δεῖξαι πειράσομαι ὅτι, κἂν μέχρι τούτου προΐώσι, πικροτέραν πάλιν καθ’ ἑαυτῶν τῆς προτέρας ἐπισπῶνται τὴν βάσανον. Εἰ γὰρ ὄψις μόνη τοσαύτην ἐντίθησιν ὀδύνην, ὅταν καὶ ἁφὴ προσῇ, τῆς ὄψεως πολὺ παχύτερα ἀπόλαυσις, μείζονα αἴρει τὴν φλόγα, καὶ δριμυτέραν ἐργάζεται τὴν ἀλγηδόνα, καὶ χαλεπώτερον ποιεῖ τὸ θηρίον. Ὅσον γὰρ ἂν αὔξωμεν τὰ τῆς ἐπιθυμίας, καὶ ἰσχυροτέραν αὐτῇ παρέχωμεν τὴν τροφήν, τοσοῦτον καὶ τὰ τῆς ὀδύνης ἡμῖν ἐπιτείνεται. Καὶ καθάπερ ὁ τῇ τραπέζῃ καὶ τῇ πηγὴ παρακαθήμενος οὐχ οὕτως ὁρῶν ὀδυνᾶται, ὡς ὅταν καὶ τῇ χειρὶ θιγεῖν ἐπιτραπεὶς ἀπογεύσασθαι κωλυθῇ πάλιν· οὕτω δὴ καὶ οἱ τῶν παρθενικῶν σωμάτων ψαῦσαι ἐπιτρεπόμενοι, χαλεπώτερον τῆς θέας ἀπὸ τῆς ἁφῆς κολάζονται, πικροτέραν ἐφελκόμενοι τὴν ἐκ τῆς ἀποτυχίας ὀδύνην. Καὶ τὶ δεῖ ταῦτα ἀπὸ τῶν ἔξωθεν πραγμάτων φιλοσοφεῖν; Ἡ γὰρ τοῦ Θεοῦ ψῆφος ἡ τούτων ἁπάντων ἰσχυρότερα, αὕτη δείκνυσι τοῦτο τοιοῦτον ὅν. Τὸν γὰρ Ἀδὰμ κολάσαι βουλόμενος, οὐ πόῤῥω τοῦ παραδείσου κατῴκισεν, ἀλλ’ αὐτοῦ πλησίον ἐκείνου, ἳν’ ἔχῃ διηνεκῆ κόλασιν, τὴν θέαν τοῦ ποθουμένου χωρίου, θεωρῶν μὲν αὐτὸ διαπαντός, ἀπολαῦσαι δὲ οὐκ ἐπιτρεπόμενος. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ πῶς, εἰ πικρὸν τοῦτο οὕτως ἐστὶ τῇ φήσει, μετὰ τοσαύτης αὐτὸ οἱ πολλοὶ διώκουσι τῆς σπουδῆς; Ἐγὼ δὲ πρὸς τοῦτο ἐκεῖνο ἂν εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μέγιστον τεκμήριον τῆς ἐσχάτης αὐτῶν ἀῤῥωστίας ἐστί. Τοῦτο γὰρ τῶν νοσούντων τὸ ἔθος, ψυχρὰν τινα καὶ ὀλιγοχρόνιον ἡδονὴν καρποῦσθαι, καὶ μακρὰν ἑαυτοῖς ἐντεῦθεν κατασκευάζειν κόλασιν. Τοῦτο γὰρ καὶ ἐπὶ τῶν πυρεττόντων ἴδοι τις ἄν, οἳ μὴ βουλόμενοι καρτερῆσαι μικρόν, δι’ ὀλιγοχρόνιόν τινα ψυχαγωγίαν καὶ πότων καὶ σιτίων κεκωλυμένων ἁπτόμενοι, μακρὰν τινα καὶ χαλεπωτάτην ἑαυτοῖς ἐργάζονται νόσον. Δεῖ δὲ τοὺς ὑγιαίνοντας οὐκ ἀπὸ τῶν νοσούντων λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφου ἐπεί, εἰ τούτοις ἑψόμεθα, καὶ ὑπὸ τῆς ἰατρικῆς καὶ ὑπὸ τῆς φιλοσοφίας καταγνωσόμεθα. Οὐδὲ γάρ, οὐδὲ ἐπὶ πυρετῶν, οὐδὲ ἐπὶ γυναικῶν τοῦτο πάσχουσι μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οἱ τὰ τοιαῦτα νοσοῦντες. Καὶ γὰρ οἱ περὶ τὰ χρήματα μεμηνότες, εἰδότες, ὅτι οἱ τὰ μικρὰ ταῦτα ἐνταῦθα προέμενοι τοῖς δεομένοις μυρία ἐκεῖ λήψονται ἀγαθά, κατέχουσιν ὅμως αὐτὰ καὶ κατορύττουσι, καὶ πάντων ἐκπεσεῖν αἱροῦνται τῶν ἀγαθῶν μᾶλλον διὰ τὴν ψυχρὰν ταύτην καὶ βραχεῖαν ἡδονήν, ἢ τῆς αἰωνίου κολάσεως ἀπαλλαγῆναι, καὶ τὴν ἀθάνατον καρπώσασθαι ζωήν, διὰ τῆς προσκαίρου τούτων ὑπεροψίας. Τοῦτο δὴ καὶ οὗτοι πάσχουσι, τῆς μικρᾶς ταύτης ἐπιθυμίας, τῆς διὰ τῶν ὀφθαλμῶν, οὐκ ἐνεχόμενοι μικρὸν ἑαυτοὺς ἀποστῆσαι, ἀφόρητον ἑαυτοῖς συνάγουσι πῦρ· καὶ ὅσῳπερ ἂν νομίζωσιν ἥδεσθαι, τοσούτῳ μᾶλλον ἐμπλέκονται τῷ κακῷ, τοῦ διαβόλου τοῦτο τεχνασαμένου πρὸς τὴν παραμονὴν τῆς φλογὸς καὶ ἐπίδοσιν, ὅθεν καιόμενοι καὶ ἥδονται καὶ ἀλγοῦσιν, ἄτοπόν τινα κρᾶσιν ἐν ταῖς ἑαυτῶν καταφυτεύοντες ψυχαῖς.


γ’. Εἰ δὲ τις ἡμῶν ἀκρασίαν καταγινώσκει ἀπὸ τούτων τῶν ῥημάτων (τοὺς γὰρ γενναίους ἄνδρας καὶ γυναιξὶ συνοικοῦντας μηδὲν πάσχειν δεινόν), μακαρίζω μὲν τοὺς τοιούτους, καὶ βουλοίμην ἂν καὶ αὐτὸς τοσαύτην λαβεῖν ἰσχύν· καὶ ἴσως μὲν καὶ αὐτὸς πείθομαι ὅτι δυνατὸν εἶναι τοιούτους τινάς, ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν τῷ σώματι, κόρῃ συνοικῶν παρθένῳ καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ συνδιαλεγόμενος δι’ ἡμέρας (τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι, τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἀλλά, ἃ μηδὲ λέγειν ἴσως καλόν)· ἀλλ’ ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ λόγων κοινωνῶν, καὶ μετὰ παῤῥησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδούς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς· ἐβουλόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ὑμῖν, ἀλλ’ οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν. Καὶ τὶ ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐδὲ γὰρ τῆς ἑτέρων ἀνοίας ἡμεῖς ὑπεύθυνοι, οὐδὲ εἲ τις ἀλόγως σκανδαλίζοιτο, δοῦναι δίκην ἄξιος ἐγὼ διὰ τὴν ἄνοιαν τὴν ἐκείνου, ἀλλὰ Παῦλος οὐκ εἶπε τοῦτο, ἀλλὰ κἂν ἀδίκως σκανδαλίζεταί τις, κἂν δι’ ἀσθένειαν, βοηθεῖν ἐκέλευσε.
Τότε γὰρ μόνον ἀπαλλαττόμεθα τῆς ἐπὶ τοῖς σκανδαλιζομένοις τιμωρίας κειμένης, ὅταν ἐκ τοῦ σκανδάλου κέρδος ἕτερον τίκτηται τῆς ἀπὸ τοῦ σκανδάλου βλάβης μεῖζον· ὡς ἂν τοῦτο μὴ ᾗ, ἀλλ’ ἓν μόνον συμβαίνῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἂν τε εὐλόγως ἂν τε ἀλόγως σκανδαλίζωνται, ἂν τε ἀσθενεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητήσει ψυχάς. Διὰ τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντίζωμεν, μήτε καταφρονῶμεν κῶν σκανδαλιζομένων, ὄρους τινὰς ἡμῖν καὶ κανόνας ἔθηκε τούτου ὁ Χριστός, καὶ τοῦτο κἀκεῖνο ποιήσας μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος. Ὅτε μὲν γὰρ περὶ τῆς τῶν ἐδεσμάτων διελέγετο φύσεως, καὶ ἐδείκνυ καθαρὰν αὐτὴν οὖσαν, καὶ τῆς Ἰουδαϊκῆς ἀπήλλαττε παρατηρήσεως, εἰσελθόντος τοῦ Πέτρου καὶ εἰπόντος, ὅτι «Ἐσκανδαλίσθησαν, Ἄφες αὐτούς», φησί· καὶ οὐ μόνον κατεφρόνησεν αὐτῶν, ἀλλὰ καὶ κατηγόρησεν εἰπών, «Πᾶσα γὰρ φυτεία, ἦν οὐκ ἐφύτευσεν ὁ Πατὴρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται»· οὕτω τὸν νόμον ἀκύρωσε τὸν πὲρ βρωμάτων. Ἐπειδὴ δὲ οἱ τὰ δίδραχμα ἀπαιτοῦντες, τῷ Πέτρῳ προσελθόντες ἔλεγον, «Ὁ διδάσκαλος σου οὐ τελεῖ τὰ δίδραχμα», οὐκέτι τὸ αὐτὸ πεποίηκεν, ὅπερ ἐπ’ ἐκείνων, ἀλλὰ φροντίζει τοῦ σκανδάλου καὶ φησίν· «Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν τῷ στόματι αὐτοῦ στατῆρα· τοῦτον λαβὼν δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ». Ὁρᾷς καὶ φροντίζοντα καὶ μὴ φροντίζοντα; Ἐνταῦθα μὲν γὰρ οὐκ ἦν κατεπεῖγον ἐκκαλυφθῆναι τοῦ Μονογενοῦς τὴν δόξαν· πῶς γάρ, ὅπου καὶ ἐπετήδευεν αὐτὴν συσκιάζειν, καὶ ἐκέλευε πολλοῖς μὴ λέγειν, ὅτι αὐτὸς εἴη ὁ Χριστός; Καὶ διὰ τοῦτο ἀπὸ μὲν τοῦ καταθεῖναι τὰ δίδραχμα οὐδὲν ἦν βλάβος, ἀπὸ δὲ τοῦ μὴ καταθεῖναι μεγάλα ἐτίκτετο κακά· ὡς γὰρ τύραννον, καὶ ἀνταίροντα, καὶ τῆς πόλεως ἁπάσης ἐχθρόν, καὶ εἰς τοὺς ἐσχάτους ἐμβάλλοντα κινδύνους, οὕτως ἂν ἀπεστράφησαν. Διὰ δὴ τοῦτο καὶ βουλομένους αὐτοὺς ἁρπάσαι τε αὐτὸν καὶ βασιλέα οἰῆσαι ἀπέφυγε πόῤῥωθεν, ἐκ πολλοῦ τοῦ περιόντος ταύτην ἀποκρουόμενος τὴν ὑπόληψιν. Ἐκεῖ δὲ ἀναγκαῖον τὸ κατορθούμενον ἦν· διὸ χρησίμως τε καὶ εὐκαίρως καὶ ἐπὶ κατορθώματι μείζονι κατεφρόνησε τοῦ σκανδάλου. Καὶ γὰρ εὔκαιρον ἦν λοιπὸν τοὺς μέλλοντας ἐπὶ τὴν ἀκροτάτην ἀναβαίνειν φιλοσοφίαν, μὴ κωλύειν διὰ τὴν εἰς τοῦ Ἰουδαίους φειδώ, ἀλλ’ ἀφιέναι λοιπὸν τοῦ καιροῦ καλοῦντος ἐπὶ τὴν τῆς ψυχῆς καθαρότητα, καὶ μὴ κατέχειν ἐν τῇ σωματικῇ παρατηρήσει, ἀλλὰ συγχωρεῖν τῆς ταπεινότητος ἀπαλλάττεσθαι ἐκείνης. Οὕτω καὶ Παῦλος καὶ καταφρονεῖ τῶν σκανδαλιζομένων, καὶ οὐ καταφρονεῖ, ἀκολουθῶν τῷ διδασκάλῳ, καὶ φησι· «Πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν». Εἰ δὲ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἄλλων εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ οἰκείας ἀποστῆναι βλάβης ἐνεχόμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ’ ἡδέως μεθ’ ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑαυτοὺς καὶ ἑτέρους διασῶσαι; Διὰ τῇ τοῦτο, ὅταν μὲν ἴδῃ πολὺ τὸ κέρδος, καὶ τῆς τοῦ σκανδάλου βλάβης μεῖξον, καταφρονεῖ τῶν σκανδαλιζομένων· ὅταν δὲ κέρδος ᾗ μηδέν, τοῦτο δὲ μόνον τὸ σκανδαλίζεσθαι ἐκβῆναι, πάντα καὶ ποιεῖν καὶ πάσχειν αἱρεῖται, ὥστε μὴ τούτου γενέσθαι. Καὶ οὐ φιλοσοφεῖ τοιαῦτα, οἷα ἡμεῖς, οὐδὲ λέγει, διὰ τὶ γὰρ εἰσιν ἀσθενεῖς; Διὰ τὶ γὰρ ἀλόγως ταῦτα πάσχουσιν; Ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτῶν φείδεται, ἐπειδὴ ἀλόγως τοῦτο πάσχουσιν, ἐπειδὴ ἀσθενεῖς εἰσιν.

δ’. Εἶπε γὰρ μοι, ποίαν ἔχει πρόφασιν εὔλογον εἰπεῖν ὁ σκανδαλιζόμενος ἐπὶ τῷ ἐσθίοντι κρέας καὶ οἶνον πίνοντι; Τοῦτον γὰρ ὁ Θεὸς τὸν νόμον ἄνωθεν ἐξέθετο. Ἀλλ’ ὅμως κἂν ἐπὶ τούτοις σκανδαλίζηταί τις, καὶ τούτων ὁ Παῦλος ἀπέχεται. «Οὐ γὰρ μὴ φάγω κρέας, φησί, οὐδὲ πίω οἶνον, ἵνα μὴ τὸν ἀδελφὸν μου σκανδαλίσω». Καὶ οὐκ εἶπε ταῦτα ἅπερ ἡμεῖς, ὅτι, Ἐγὼ μέλλω τῆς ἑτέρων ἀλογίας ὑπεύθυνος εἶναι; Καί, Ἐὰν τινι δόξῃ σκανδαλισθῆναι ἁπλῶς, ἐγὼ ἔσομαι ἄξιος δίκην δοῦναι; Καίτοι καὶ εἰ εἶπε, πολλῷ δικαιότερον ἂν ἡμῶν εἶπε. Ὁ μὲν γὰρ ἐπ’ ἐκείνοις σκανδαλιζόμενος ἀλόγιστος σφόδρα καὶ ἀνόητος· ὁ δὲ ἐπὶ τούτοις, πολλὰς ἂν σχοίη δικαίας καὶ εὐλόγους αἰτίας εἰπεῖν· ἀλλ’ ὅμως καὶ δικαιότερα ἂν ἡμῶν εἰπὼν ὁ Παῦλος, οὐκ εἶπεν, ἀλλ’ εἰς ἓν μόνον εἶδε, τοῦ πλησίον τὴν σωτηρίαν. Καὶ θέα τὴν ὑπερβολήν· οὐ γὰρ εἶπεν ἅπαξ ἢ δίς, ἢ τόσον καὶ τόσον χρόνον· ἀλλ’, «Εἰς τὸν αἰῶνα, φησίν, οὐ μὴ φάγω», εἰ σκανδαλίζοιτο ἕτερος. Καὶ ἵνα μὴ νομίσῃς μέχρι τούτων αὐτὸν ἑστάναι, καὶ ἕτερόν τι προσέθηκα τούτου πλέον· εἰπὼν γάρ, «Καλὸν τὸ μὴ φαγεῖν κρέας, μηδὲ πιεῖν οἶνον», συνῆψε κἀκεῖνο, «Μηδὲ ἐν ᾧ ὁ ἀδελφὸς σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ». Καὶ πάλιν σκόπει μοι τὴν σοφίαν τοῦ διδασκάλου· τὸν μὲν ἀσθενοῦντα ἀφείς, τὸν ἰσχυρὸν διορθοῖ πρὸ ἐκείνου· οὗτος γὰρ αἴτιος τοῦ ἀσθενεῖν ἐκεῖνον, ὁ κύριος ὢν διορθῶσαι τὴν ἀῤῥωστίαν, καὶ μὴ τοῦτο ποιῶν. Καὶ τὶ λέγω περὶ τῶν ἀσθενῶν ἀδελφῶν; Καὶ γὰρ καὶ Ἰουδαίοις καὶ Ἕλλησι κελεύει ταύτην παρέχειν τὴν πρόνοιαν. «Ἀπρόσκοποι γάρ, φησί, γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ». Ὥστε ὅσῳ ἂν ἰσχυρότερον εἶναι λέγῃς σαυτόν, καὶ μηδὲν ἀπὸ τῆς ὁμοσκηνίας βλάπτεσθαι ταύτης, τοσούτῳ μᾶλλον ὑπεύθυνον σάτον καθιστᾷς τοῦ διασπάσαι τὸν δεσμόν. Ὅσῳ γὰρ ἂν ἧς ἰσχυρότερος, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβαστάσαι· ἂν μὲν οὖν ἀσθενὴς ᾖς, διὰ σαυτὸν ἀπόστηθι· ἐὰν δὲ ἰσχυρότερος, διὰ τὸν ἀσθενοῦντα. Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ τὸν ἰσχύοντα. Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν τὴν ἐκείνου περιορᾷς, διπλῆν δώσεις δίκην, ὅτι τε οὐκ ἐφείσω, καὶ ὅτι πολλὴν ἔχων τοῦ φείσασθαι δύναμιν. Ὑπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστί. Διὰ τοῦτο οὐχὶ τὰ ἑαυτῶν σκοπεῖν, ἀλλὰ τὰ τοῦ πλησίον ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ ἀγοράσας ἡμᾶς τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων ἡμῶν λυσιτελείᾳ. Οὐδὲ γὰρ τοῦτο μόνον συμβαίνει τὸ κέρδος, ὅτι τὰ οἰκεῖα σώζομεν μέλη, ἀλλ’ ὅτι καὶ ἑτέρους ἐν ἀσφαλείᾳ καθιστῶμεν μείζονι. Κἂν γὰρ μυριάκις φιλοσοφῇς, δι’ αὐτῶν ἐλέγχῃ τῶν πραγμάτων, οὐ τὴν τυχοῦσαν δεχόμενος βλάβην ἀπὸ τῆς συνοικήσεως ταύτης. Ὅταν γὰρ ἴδω σε δυσαποσπάστως ἔχοντα καὶ μυρίων βλαπτομένων καταφρονοῦντα, καὶ πολλῶν ἐγκαλούντων οὐδὲ ἐπιστρεφόμενον, ἀλλὰ καὶ τὴν δόξαν σαυτοῦ καταπατοῦντα, καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας προστριβόμενον κατηγορίαν πολλήν, καὶ τὰ τῶν ἀπίστων ἀνοίγοντα στόματα, καὶ πάντας πονηρὰ περιβάλλοντα δόξῃ, καὶ τοσαῦτα μὲν ἀπὸ τοῦ συνοικεῖν κακά, ἀγαθὸν δὲ μηδὲν ἡμῖν ἐγγινόμενον, ἀπὸ δὲ τοῦ χωρισμοῦ, τούτων μὲν ἁπάντων τὴν ἀναίρεσιν τῶν κακῶν, πολλῶν δὲ ἑτέρων κτῆσιν ἀγαθῶν, εἶτα οὐκ ἀνεχόμενον ἀποπηδῆσαι, πῶς δυνήσομαι πεῖσαι τοὺς ἐγκαλοῦντας, ὅτι πάσης ἀπήλλαξαι προσπαθείας καὶ ἐπιθυμίας εἶ πονηρᾶς καθαρός; Μᾶλλον δὲ οὐδὲν ὑπὲρ τούτων φιλονεικῶ· ἀλλ’ ἔστω σε εἶναι καὶ συνοικοῦντα καθαρόν· καίτοι γε μακάριος Ἰὼβ οὐκ ἐτόλμησε τοσαύτην ἑαυτῷ μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν, ἀλλ’ ὁ πᾶσαν ἐπελθὼν ἀρετήν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχύν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρόν, ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόῤῥω, καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, μηδὲ ἁπλῶς εἰς παρθένον ἰδεῖν. ᾜδει σαφῶς γάρ, ᾔδει, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην διὸ ἔλεγε· «Καὶ οὐ συνήσω ἐπὶ παρθένῳ».


ε’. Εἰ δὲ μικρὸς σοι πρὸς ἅμιλλαν ὁ Ἰώβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ’ εἰ ἔλαττόν σου νομίζεις τῆς μεγαλοψυχίας εἶναι τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα σοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ’ ἢ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ’ ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτέ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι». Ταῦτα δὲ ἔλεγε, δηλῶν τὴν ἐπανάστασιν τῆς σαρκὸς καὶ τὴν ἀπὸ τῆς ἐπιθυμίας λύτταν, καὶ τὸν διηνεκῆ πόλεμον, καὶ τὸν ἐναγώνιον αὐτοῦ βίον. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος αὐτοῦ δηλῶν τὴν δυσκολίαν οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις, ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει τοὺς οὕτως ὁρῶντας κολάζειν ἠπείλησε. Εἰπόντε δὲ καὶ τῷ Πέτρῳ ὅτι «Οὐ συμφέρει γαμῆσαι», οὐκ ἐνομοθέτησε τὸ γαμεῖν, ἀλλὰ παραδηλῶν τοῦ πράγματος τὸν ὄγκον ἔλεγεν· «Ὁ δυνάμενος χωρεῖν, χωρείτω». Ἀκούομεν δὲ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ὅτι πολλοὶ καὶ σιδήρῳ ἅπαν τὸ σῶμα καταδήσαντες, καὶ σάκκῳ περιβαλόντες, καὶ πρὸς τὰς ὁρῶν ἀναδραμόντες κορυφάς, καὶ νηστείᾳ συζῶντες διηνεκεῖ καὶ παννυχίσι καὶ ἀγρυπνίαις, καὶ πᾶσαν ἐπιδεικνύμενοι σκληραγωγίαν, καὶ γυναιξὶν ἀπάσαις ἀπαγορεύσαντες ἐπιβαίνειν τοῦ δωματίου καὶ τῆς καλύβης τῆς ἑαυτῶν, καὶ τῷ τρόπῳ τούτῳ παιδαγωγοῦντες τῆς ἑαυτῶν, καὶ τῷ τρόπῳ τούτῳ παιδαγωγοῦντες ἑαυτούς, μόλις περιγίνονται τῆς κατὰ τὴν ἐπιθυμίαν μανίας. Σὺ δὲ λέγεις, ὅτι κἂν συνοικοῦντα ἴδῃς παρθένῳ, καὶ προσδεδεμένον, καὶ τρυφῶντα, καὶ τὴν ψυχὴν προϊέμενον μᾶλλον, ἢ τὴν σύνοικον, καὶ πάντα καὶ παθεῖν καὶ ποιῆσαι αἱρούμενον, ἢ χωρισθῆναι τῆς ποθουμένης, μὴ πιστεύσῃς τι πονηρόν, μηδὲ ἐπιθυμίας εἰνὶ νομίσῃς τὸ πρᾶγμα, ἀλλὰ εὐλαβείας.
Ἀλλ’ οὐ περὶ τῶν σώματα ἐχόντων, ᾧ θαυμάσιε, ἀλλὰ περὶ τῶν λίθοις συνοικούντων οὕτω διακεῖσθαι χρή. Καὶ σὺ μὲν ἴσως ἀπιστεῖς διὰ τὴν πολλὴν σωφροσύνην· ἐγὼ δὲ ἤκουσα διηγουμένων τινῶν, ὅτι πολλοὶ καὶ πρὸς ἀγάλματα καὶ λίθους ἔπαθόν τι. Εἰ δὲ ἔνθα σκληρότης καὶ ἀντιτυπία καὶ ἡ διάπλασις μόνῃ τοσοῦτον ἴσχυσεν, ὅταν μετὰ τῆς διαπλάσεως καὶ σῶμα ἁπαλὸν ὑποκείμενον ᾗ, τίνα οὐκ ἐργάζεται μανίαν; Πῶς δὲ οὐ δόξουσιν εἰκότως λέγειν μᾶλλον οἱ κατηγοροῦντες, ἢ ὑμεῖς οἱ ἀπολογούμενοι; Τὶ γὰρ εἰκός, εἰπὲ μοι, ἐπιθυμεῖν ἄνδρα γυναικός, ἢ μὴ ἐπιθυμεῖν; Πάντως ἂν εἴποιμεν ἐπιθυμεῖν. Πάλιν τῶν μυρίῳ ὠθουσῶν ἔξω προφάσεων εὐλογῶν οὐκ ἀνεχόμενον ἐξελθεῖν, ἀλλ’ εἰσωθοῦντα ἑαυτὸν ἐπ’ οὐδενὶ μὲν κατορθώματι, μυρίοις δὲ ὀνείδεσι καὶ βλάβαις οἰκείων τε καὶ ἀλλοτρίων, τὶ εἰκός; Ἐξ ἀγαθῆς τοῦτο προαιρέσεως πάσχειν, ἢ ἐκ πονηρᾶς; Τάχα ἂν ἐκ πονηρᾶς εἴποι τις μᾶλλον. Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων ἀκριβολογώμεθα, ἀλλὰ κείσθω μήτε κατὰ λόγον σκανδαλίζεσθαι τοὺς σκανδαλιζομένους, μήτε δικαίως, ἀλλ’ εἰκῆ καὶ μάτην· τίνος ἕνεκεν συνοικεῖς, εἰπὲ μοι, τῇ παρθένῳ; Δι’ οὐδὲν γὰρ ἡ συνοίκησις αὕτη νενομοθέτηται, ἢ δι’ ἔρωτα καὶ πόθον· ἐπεὶ περίελε τοῦτον, καὶ ἀνῄρηται ἡ τοῦ πράγματος χρεία. Τὶς γὰρ ἂν ἕλοιτο ἀνὴρ ὢν ταύτης χωρὶς τῆς ἀνάγκης γυναικείας ἀνέχεσθαι τρυφῆς καὶ ὕβρεως καὶ τῶν ἄλλων τῶν τοῦ γένους ἐλαττωμάτων ἐκείνου; Διὰ τοῦτο καὶ ὁ Θεὸς ἐξ ἀρχῆς τὴν γυναῖκα ταύτῃ καθώπλισε τῇ ἰσχύϊ, εἰδὼς ὅτι σφόδρα εὐκαταφρόνητος ἔσται, μὴ ταύτην ἐπαγομένη τὴν ἀρχήν, καὶ ὅτι οὐδεὶς ἂν ἕλοιτο αὐτῇ συνοικῆσαι καθαρεύων ἐπιθυμίας. Εἰ γὰρ καὶ τοσαύτης ἐπικειμένης ἀνάγκης νῦν καὶ πολλῆς ἑτέρας χρείας (καὶ γὰρ καὶ παιδοποιοῦσι, καὶ οἰκουροῦσι, καὶ ἕτερα ἀλλὰ διακονοῦνται πολλὰ πλείονα τούτων). Εἰ δὲ τοιαῦτα νῦν καὶ τοσαῦτα λειτουργοῦσαι τοῖς ἀνδράσιν εὐκαταφρόνητοι πολλάκις ἐγένοντο, καὶ τῆς οἰκίας ἐξεβλήθησαν, πῶς ἂν ἐπιθυμίας χωρὶς ἦσαν ἡμῖν ποθειναί, καὶ ταῦτα τοσούτοις ἡμᾶς ὀνείδεσι περιβάλλουσαι; Ἢ λέγετε τοίνυν τὴν αἰτίαν τῆς συνοικήσεως, ἢ οὐδεμίαν ὑποπτεύειν ἑτέραν ἀνάγκη, ἀλλ’ ἢ πονηρὰν ἐπιθυμίαν καὶ ἡδονὴν ἐπονείδιστον.


ς’. Τὶ οὖν, ἂν δυνηθῶμεν, φησίν, αἰτίαν εὔλογον καὶ δικαίαν εἰπεῖν, ἔσῃ μάτην ταῦτα περὶ ἡμῶν εἰρηκώς; Μάλιστα μέν, οὐδεμίαν ἐρεῖτε τοιαύτην· πλὴν ἀλλὰ καὶ οὕτως ἐβουλόμην μαθεῖν, εἲ τινα σκιὰν γοῦν ἔχετε εὐλόγου προφάσεως εἰπεῖν. Ἀπροστάτευτος, φησίν, ἐστὶν ἡ παρθένος, οὐκ ἄνδρα ἔχουσα, οὐ κηδεστήν, πολλάκις δὲ οὐδὲ πατέρα, οὐκ ἀδελφόν, καὶ δεῖται τοῦ χεῖρα ὀρέξοντος, καὶ τὴν ἐρημίαν παραμυθησομένου, καὶ πανταχοῦ προβεβλημένου καὶ καταστήσοντος αὐτὴν ἐν ἀσφαλείᾳ πολλῇ καὶ λιμένι. Ποίᾳ ἀσφαλείᾳ, καὶ ποίῳ λιμένι; Τὸν γὰρ πρόβολον οὐκ εἴργοντα ὁρῶ τὰ κύματα, ἀλλ’ ἐπεγείροντα, καὶ τὸν λιμένα οὐκ ἀναστέλλοντα τὸν χειμῶνα, ἀλλὰ καὶ τὰς οὐκ οὔσας τίκτοντα τρικυμίας. Εἶτα οὐκ αἰσχύνεσθε, οὐκ ἐγκαλύπτεσθε τοιαῦτα ἀπολογούμενοι; Εἰ γὰρ μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κατηγορίᾳ, μηδὲ βλάβη, μηδὲ σκάνδαλον, ἀλλὰ μετ’ εὐφημίας ἐξῆν τοῦτο αὐτὸ ποιεῖν, τίνος οὐκ ἂν ἦτε ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμβάλλοντες, καὶ πρὸς κοσμικὰς παιδοτριβοῦντες φροντίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων τινῶν ἀνταλλαττόμενοι; Σφόδρα γε· οὐ γὰρ δυνήσεσθε περὶ ἀκτημοσύνης διαλεχθῆναι, καὶ πεῖσαι τῶν ὄντων καταφρονεῖν, οἱ πάντα ποιοῦντες ὅπως μένοι καὶ αὔξοιτο τὰ ὄντα, καὶ πόροι πόροις ἐπιγίγνοιντο, κάπηλοί τινες καὶ παλιγκάπηλοι δι’ ἐκείνας γενόμενοι, ἄχρηστοί γε. Οὐ γὰρ γενναῖαι ὑμῶν οἱ ἐλπίδες, οἳ τὸν σταυρὸν κελευσθέντες βαστάζειν καὶ ἕπεσθαι τῷ Χριστῷ, ῥίψαντες τὸν σταυρόν,καθάπερ στρατιῶται μαλακοὶ τὴν ἀσπίδα, ἠλακάτῃ παρακάθησθε καὶ καλαθίσκῳ, δι’ ἑτέρας αἰσχροτέρας μεθόδου τὴν εἰς τὸν παρόντα βίον ἀνοίξαντες θύραν. Οὐ γὰρ οὕτως αἰσχρόν, τοὺς γεγαμηκότας ταῦτα οἰκονομεῖν, ὡς τοὺς προσποιουμένους ὑμᾶς ἀποπεπηδηκέναι μὲν τῶν παρόντων, δι’ ἑτέρου δὲ προσώπου πάλιν αὐτὰ ὑποδυομένους. Διὰ τοῦτο λαιμάργων καὶ παρασίτων καὶ κολάκων καὶ γυναικοδοῦλων πανταχοῦ δόξαν λαμβάνομεν, ὅτι χαμαὶ τὴν εὐγένειαν ἅπασαν ῥίψαντες τὴν ἄνωθεν δοθεῖσαν ὑμῖν, ἀντικαταλλαττόμεθα τὴν ἀπὸ τῆς γῆς δουλοπρέπειάν τε καὶ εὐτέλειαν. Καὶ χήραις μὲν διανεῖμαι χρήματα οὐχ εἵλοντο οἱ γενναῖοι τότε ἄνδρες ἐκεῖνοι, καὶ ταῦτα τοσαύτης βλασφημίας γενομένης διὰ τὸ μηδὲν εἶναι τὸν οἰκονομοῦντα, ἀλλὰ ἔλαττον τῆς αὐτῶν φιλοσοφίας εἶναι τοῦτο νομίσαντες, ἑτέροις ἐπέτρεψαν· ἡμεῖς δὲ οὐκ αἰδούμεθα πλοῦτον ἀλλότριον αὔξοντες ἐπὶ λύμῃ τῶν κεκτημένων, τῶν εὐνούχων τῶν περὶ τὰ τοιαῦτα ἐσχολακότων οὐδὲν ἄμεινον διακείμενοι, οἱ καθ’ ἑκάστην ἡμέραν τὸ αἷμα καὶ τὰς ψυχὰς ἐπὶ τῶν χειρῶν προσταττόμενοι φέρειν ἀντὶ μεγάλων ὅπλων. Τὶ οὖν; Ἁρπαζόμενα πάντα τὰ τῆς παρθένου χρὴ περιιδεῖν ἀγόμενά τε καὶ περιφερόμενα ὑπὸ συγγενῶν, ὑπὸ οἰκετῶν, καὶ ἀλλοτρίων, ἢ καὶ οἰκείων; Καλὴν γε οὖν ἀποδώσομεν τῇ παρθένῳ τὴν ἀμοιβὴν ἀνθ’ ὧν οὐκ ἔγημεν, οὐδὲ τὸν παρόντα κόσμον ἠγάπησεν, ἀλλ’ ἀντὶ πάντων εἵλετο τὸν Χριστόν, ἀφέντες αὐτὴν προκεῖσθαι τοῖς βουλομένοις τῶν ὄντων ἀποστερεῖν. Καὶ πόσῳ βέλτιον ἦν ὁμιλῆσαι γάμῳ, καὶ τῷ συνοικοῦντι, πρὸς τὴν τῶν πραγμάτων τούτων οἰκονομίαν κεχρῆσθαι ἢ μένουσαν ἄγαμον πατῆσαι μὲν τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑβρίσαι δὲ εἰς πρᾶγμα οὕτω σεμνὸν καὶ φρικῶδες, καθελκύσαι δὲ καὶ ἑτέρους πρὸς τὰ ναυάγια τῶν οἰκείων κακῶν; Πῶς δὲ αὐτὴν ἀντὶ πάντων ἑλέσθαι λέγεις τὸν Χριστόν, τοῦ Χριστοῦ βοῶντος καὶ λέγοντος, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾶ». Πῶς δὲ τὸν κόσμον μισῆσαι καὶ τὰ παρόντα, πρὸς τὰς τοῦ κόσμου πείθων ἐπτοῆσθαι ἐπιθυμίας; Τίνι δὲ ποτε τῶν ἄνδρα ἐχουσῶν δυνήσῃ παραινέσαι χρημάτων περιιδεῖν, τῇ παρθένῳ συγκατασκευάζων τὸν πλοῦτον; Αὐτὴν δὲ ταύτην πότε ἀφήσεις εὐπρόσεδρον εἶναι τῷ Κυρίῳ καὶ ἀπερίσπαστον, πάντα τὸν βίον καὶ τὴν σπουδὴν εἰς τὰ ἐκείνης ἀναλίσκων πράγματα; Πότε δὲ δυνήσεται ἡ παρθένος φιλοσοφῆσαι, σὲ τὸν ἄνδρα ὁρῶσα δεινὸν ἡγούμενον εἶναι, εἰ τὰ ἐκείνης διασπασθείη χρήματα; Πῶς δὲ ἀνέξεται ζημίας ὑπερορᾶν, πάντα σε καὶ ποιοῦντα καὶ πάσχοντα βλέπους, ὥστε ἐπιτείνειν αὐτῇ τὸν παρόντα πλοῦτον; Οὐχ οὕτως ἡμᾶς ἀπηλλάχθαι βούλεται πραγμάτων ὁ Θεός, ἀλλ’ ἐν τῷ τῶν ὄντων καταφρονεῖν, τὸ πάντα ἀπαρνήσασθαι τὰ βιωτικά. Ἀλλ’ οὐκ ἐᾶτε ὑμεῖς, οὐδὲ συγχωρεῖτε τοῦ θεοῦ τὸν νόμον ἰσχύειν. Τὶ οὖν, ἂν τῆς ἑτέρων δέηται προστασίας, φησί, καὶ πολλὰ ἀνάξια ὑπομείνῃ; Νῦν γὰρ οὐκ ἀνάξια ταῦτα τῆς παρθένου; Οὐδὲν οὕτως ἀνάξιον τῆς παρθένου, ὡς τὸ πλουτεῖν καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Τὶ δέ, εἰ καὶ ἕτερα πρὸς τούτοις κελεύοι, οἷον δανείζειν χρυσίον εἶτα καλέσασα ἡμᾶς εἰς τὰ συναλλάγματα μὴ πείθοι, καὶ μὴ πείσασα ἑτέρους λάβοι, ἡμεῖς ἐσόμεθα αἴτιοι; Τὶ δέ, εἰ καπηλείας ἄλλας τινὰς ἀνελευθέρους καὶ ἀπρεπεῖς κατασκευάζοι, εἶτα, μὴ βουλομένων ἡμῶν συμπράττειν, ἄλλων δεηθείη τινῶν, ἐγκαλεῖσθαι ἂν εἴημεν ἄξιοι; Οὐδαμῶς, ἀλλὰ καὶ ἐπαινεῖσθαι· τοὐναντίον γὰρ ἐνῆν ψόγου καὶ κατηγορίας τὸ πρὸς τὰ τοιαῦτα συμβάλλεσθαι, καὶ συμπράττειν αὐταῖς. Βούλει μὴ φέρεσθαι μηδὲ ἄγεσθαι τὰ χρήματα ἐκείνης; Παραίνεσον αὐτῇ καταθεῖναι αὐτά, ἔνθα μηδὲ ἀνδρὸς δεήσεται πρὸς φυλακήν, καὶ ἀνάλωτα μένει διαπαντός· εἰ δὲ βούλοιτο πράγματα ἔχειν, τίνος ἕνεκεν παίζει ἐν οὐ παικτοῖς; Τὸ γὰρ παρθένον οὖσαν τοιαῦτα πράττειν, παίζειν ἐστὶ παιδιὰν οὐχὶ τέρψιν, ἀλλὰ θάνατον ἔχουσαν. Ὅταν γὰρ ὑπεύθυνον ἑαυτὴν καταστήσασα τῶν τοιούτων παλαισμάτων, ἀνάξια πάντα πράττῃ τῆς τοιαύτης ὑποσχέσεως, μείζων ἡ κόλασις, χαλεπωτέρα ἡ τιμωρίᾳ. Οὐκ ἤκουσας οἷον αὐτῇ νόμον ἔθηκεν ὁ Παῦλος, μᾶλλον δὲ ὁ Χριστὸς εἰπὼν δι’ ἐκείνου, ὅτι μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος· καί, «Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾗ ἁγία καὶ σώματι καὶ πνεύματι»; Ἀλλ’ ὑμεῖς οὐκ ἐᾶτε, πρὸς τὰς ἐπιθυμίας αὐτῶν πάσας ἀνδραπόδων ἀργυρωνήτων εὐκολώτερον ὑπακούοντες. Ναί, φησί. Τὶ οὖν, εἰ ἐσχάτῃ πενίᾳ παλαίῃ; Περὶ μὲν γὰρ τῶν εὐπορῶν ταῦτα καλῶς εἴρηται σοι· τὰς δὲ ἐν πτωχείᾳ καὶ ἀμελείᾳ πολλῇ κειμένας ποῖον ἔγκλημα ἀνορθοῦν; Εἴθε μὲν οὖν μὴ κατεβάλλετε μηδὲ ὠθεῖτε πρὸς τὰ τῆς ἀπωλείας βάραθρα, καὶ ἀγαπητὸν ἦν· καὶ γὰρ εἰ τῷ κελεύσαντι πενήτων προΐστασθαι πειθόμενος ταῦτα ποιεῖς, ἔχεις ἀδελφοὺς μυρίους· ἐκεῖ τὴν καλὴν ταύτην ἐργασίαν ἐπίδειξον, ἔνθα μηδὲν ὑφορμεῖ τῶν σκανδαλίσαι δυναμένων, ὡς ἐνταῦθά γε πάσης ὠμότητος καὶ ἀπανθρωπιᾶς χερῶν ἡ ἐλεημοσύνη. Τὶ γὰρ ὄφελος, ὅταν τὸ μὲν σῶμα διατρέφῃς, τὴν δὲ ψυχὴν καταδύσης; Ὅταν ἱμάτιον δῷς, τὴν δὲ ὑπόληψιν τῶν γυμνῶν αἰσχροτέραν καταστήσῃς; Ὅταν χρήσιμος ἐν τοῖς σωματικοῖς γινόμενος, πάντα λυμήνῃ τὰ πνευματικά; Ὄτα ἐξευμαρίσας αὐτῇ τὰ ἐπὶ τῆς γῆς, ἐκβάλλῃς τῶν οὐρανῶν; Ποίᾳ δὲ ἐλεημοσύνῃ, ὅταν ἡ τοῦ Θεοῦ ὑβρίζηται δόξα; Ὅταν ὄνειδος ᾗ καὶ αἰσχύνη καὶ σκώμματα καὶ λοιδορίαι καὶ τῆς ἐλεουμένης αὐτῆς, καὶ ἑτέρων πολλῶν τῶν δι’ ἐκείνης σκανδαλιζομένων; Οὐκ ἀπὸ ἔλεον, ἀλλ’ ἀπανθρώπου ταῦτα γίνεται ψυχῆς καὶ ἀπηνοῦς. Εἰ γὰρ ἐξ ἐλέους καὶ φιλανθρωπίας ἐγίνετο, περὶ τοὺς ἄνδρας ταῦτα ἐπιδείκνυσθαι ἐχρῆν.


ζ’. Ἀλλ’ αἱ γυναῖκες πλείονος δέονται προστασίας, φησίν, οἱ δὲ ἄνδρες πολλὰς ἔχουσιν ἀπὸ τῆς φύσεως ἀφορμάς. Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρόν, καὶ δι’ ἀῤῥωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπάς, καὶ δι’ ἑτέρας τινὰς τοιαύτας προφάσεις· πλὴν ἀλλ’ ἐπειδὴ μάλιστα τοῦ τῶν γυναικῶν κήδεσθε γένους, ἅτε ἀσθενεστέρου ὄντος, καὶ σφόδρα ἐλεήμονες καὶ συμπαθεῖς ἐστε πρὸς ἐκείνας, οὐδὲ ἐνταῦθα ταύτης ἀπορήσομεν τῆς προφάσεως, ἀλλὰ δείξομεν ὑποθέσεις ὑμῖν, αἳ καὶ κατηγορίας εἰσὶν ἀπηλλαγμέναι πάσης, καὶ πλείονα παρέξουσιν ὑμῖν τὸν μισθόν. Εἰσὶ γὰρ γυναῖκες, αἱ μὲν ὑπὸ γήρως παραλελυμέναι, αἱ δὲ τὰς χεῖρας ἐκκεκομμέναι, αἱ δὲ τοὺς ὀφθαλμοὺς πεπηρωμέναι, αἱ δὲ ἀλλὰ πάθη ποικίλα καὶ παντοδαπὰ ἔχουσαι καὶ τὴν τῶν παθῶν χαλεπωτέραν πενίαν. Ἢ τε γὰρ πενία καὶ τὸ μηδὲν ὅλως ἔχειν ἐπιτρίβει τοῦ σώματος αὐταῖς τὰ νοσήματα· αὐτὴ τε πάλιν ἡ πενία ὑπὸ τούτων χαλεπωτέραν γίνεται καὶ ἀφορητοτέρα. Ἐπὶ τὴν τούτων ἔξελθε θήραν, καὶ ταύτας συνάγαγε· μᾶλλον δὲ οὐδὲ πόνου σοῦ δεῖ πρὸς τὴν συλλογήν· οὕτω πρόκεινται πᾶσιν ἕτοιμοι τοῖς βουλομένοις ὀρέξαι χεῖρα. Κἂν χρήματα ἔχῃς, εἰς ταύτας δαπάνησον· κἂν ἰσχυρὸς ἧς, ἐνταῦθα τὴν ἀπὸ τοῦ σώματος ὑπηρεσίαν εἰσένεγκε πολλὰ καὶ ἐνταῦθα πράγματα ὄψει, καὶ σωματικῆς δεόμενα ὑπηρεσίας καὶ χρημάτων δαπάνης καὶ περιδρομῆς. Καὶ γὰρ οἰκήματα πορίσαι ταύταις ἔργον, καὶ φάρμακα κατασκευάσαι, καὶ κλίνην καὶ ἱμάτια πρίασθαι, καὶ τροφὰς ἐπιτηδείους, καὶ τὰ ἀλλὰ ἅπαντα ἐπιμελεῖσθαι, κἂν δέκα ὦσι μόνον αἱ τὰ τοιαῦτα νοσοῦσαι· νυνὶ δὲ ἡ πόλις ἡμῶν τούτων ἐμπέπλησται, καὶ χιλίας καὶ δὶς τοσαύτας εὑρήσεις. Αὗται αἱ δεόμεναι προστασίας, αὗται αἱ ἔρημοι, αὗται αἱ χαμαὶ κείμεναι· τοῦτο ἐλεημοσύνη, τοῦτο φιλανθρωπίᾳ, τοῦτο εἰς δόξαν διαβαίνει Θεοῦ, καὶ τὴν τῶν ὁρώντων, καὶ τὴν τῷ πασχόντων, καὶ τὴν τῶν ποιούντων ὠφέλειαν κατασκευάζει. Καὶ γὰρ τῶν ἰσχυρῶν αἱ ἀσθενέστεραι δικαιότερον ἂν βοηθοῖντο, καὶ τῶν νέων αἱ γεγηρακυῖαι, καὶ τῶν ὅλως μέτρια κεκτημένων αἱ μηδὲ τῆς ἀναγκαίας εὐποροῦσαι τροφῆς, καὶ τῶν παρὰ πολλοῖς ἐπεράστων αἱ βδελυκταὶ παρὰ τοῖς πολλοῖς διὰ τὸ τῶν παθῶν δυσανάσχετον, καὶ τῶν ὕβριν προστριβομένων αἱ καὶ τὴν γενομένην ἀποτρέψαι δυνάμεναι καὶ εὐφημίαν προσθεῖναι. Δεῖξον τοίνυν, ὅτι διὰ τὸν Θεὸν ταῦτα ποιεῖς, καὶ τούτων ἐπιμελοῦ. Ἂν δὲ ταύτας μηδὲ ὄναρ ἰδεῖν ἐθέλῃς, εὐπροσώπους δὲ καὶ νέας περιίῃς ἀγρεύων, καὶ τῆς ἀνελευθέρου ταύτης ἄγρας αἰτίαν μὲν ἑτέραν ἔχων οὐκ ἀνεκτήν, προβαλλόμενος δὲ ἑτέραν δοκοῦσαν εἶναι εὐπρόσωπον, τὴν τῆς προστασίας, καὶ ἀνθρώπους παραλογίσῃ, ἀλλὰ τὸ ἀδέκαστον οὐκ ἀπατήσεις δικαστήριον, δι’ ἑτέραν μὲν ταῦτα ποιῶν πρόφασιν, ἄλλην δὲ προβαλλόμενος. Λέγετε μὲν γὰρ διὰ τὸν Θεὸν ἅπαντα πράττειν, πράττετε δὲ ἃ τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ· τὸ γὰρ ποιεῖν τὸ ὄνομα αὐτοῦ βλασφημεῖσθαι καὶ διαβάλλεσθαι τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ. Ἐγὼ δὲ καὶ ἑτέραν ὑποβολὴν ποιοῦμαι. Θῶμεν γὰρ ἀληθεύειν τὸν ταῦτα λέγοντα, καὶ ἐπιθυμίας καθαρεύειν ἁπάσης, καὶ ἐξ ἑτέρου μὲν οὐδενός, ἀπὸ δὲ εὐλαβείας μόνης ταύτην ἀναδέχεσθαι τὴν προστασίαν· οὐδὲ γὰρ οὕτω κολάσεως αὐτὸν ἀπηλλαγμένον εὑρήσομεν. Εἰ μὲν γὰρ ἠπόρει προφάσεων ἑτέρων, ἐν αἷς καὶ τὴν εὐλάβειαν ἐπιδείξασθαι ἔδει, καὶ χωρὶς τῶν σκανδαλιζομένων ψυχῶν τοῦτο ποιῆσαι· μάλιστα μὲν οὐδὲ οὕτω ταῦτα πραγματεύεσθαι ἔδει, ἔνθα μείζων ἡ ζημία τοῦ κέρδους. Ποῦ γὰρ ἴσον, εἰπὲ μοι, παρθένου μιᾶς ἢ δυεῖν προϊστάμενον σωματικῶν ἕνεκεν πραγμάτων ἄπειρα πλήθη σκανδαλίσαι κατὰ ψυχήν; Πλὴν ἀλλ’ οὐχ οὕτως ἡ κατηγορία χαλεπή· ὅταν δὲ μυρίας εὕρῃς ὁδοὺς καὶ κατηγορίας ἀπηλλαγμένας, καὶ σκανδάλων ἐλευθέρας, καὶ μείζονα ἐχούσας τὴν ἐμπορίαν, τίνος ἕνεκεν σαυτῷ πράγματα πλέκεις εἰκῆ καὶ μάτην, καὶ τὸ κέρδος ὑπορύττεις, καὶ ἐπισφαλῶς οἰκοδομεῖς καὶ ἐπονειδίστως, παρὸν μετὰ ἀσφαλείας καὶ δόξης πολλῆς; Οὐκ οἶσθα, ὅτι λαμπρὸν ἀποστίλβειν χρὴ πανταχοῦ τοῦ Χριστιανοῦ τὸν βίον, καὶ ὅτι τὴν δόξαν τις τὴν ἑαυτοῦ καταισχύνας πανταχοῦ λοιπὸν ἄχρηστος ἔσται, καὶ οὐδὲν μέγα κερδᾶναι δυνήσεται, κἂν μεγάλα τύχοι κατορθῶν; «Ἂν γὰρ καὶ τὸ ἅλας μωρανθῇ , φησίν, ἐν τίνι ἁλισθήσεται λοιπόν»; Ἅλας γὰρ ἡμᾶς εἶναι βούλεται καὶ φῶς καὶ ζύμην ὁ Θεός, ὡς καὶ ἑτέρους δύνασθαι τῆς ἐξ ἡμῶν μεταλαμβάνειν ὠφελείας. Εἰ γὰρ ἀλήπτως ζῶντες ἄνθρωποι μόλις τοὺς ἠμελημένους ἐπιστρέψαι δύναιτ’ ἄν, εἰ καὶ λαβὴν δοίημεν αὐτοῖς, πῶς οὐ πάντοθεν ὑπεύθυνοι τῆς ἀπωλείας ἐσόμεθα τῆς ἐκείνων; Ὥσπερ γὰρ οὐκ ἔνι βίον ἔχοντα διεφθαρμένον σωθῆναί ποτε, οὕτως οὔτε δόξαν ἑαυτῷ περιθέντα πονηρὰν δυνατὸν διαφυγεῖν τὴν κόλασιν.
Ἀλλ’ εἰ δεῖ καὶ θαυμαστὸν εἰπεῖν τι, κἂν μεγάλα τις ἁμάρτῃ, λαθὼν δὲ ἐργάσηται τοῦτο καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δίδωσι δίκην τοῦ καταδεέστερα μὴν ἡμαρτηκότος, μετὰ παῤῥησίας δὲ καὶ τοὺς πολλοὺς σκανδαλίσαντος.


η’. Καὶ ἵνα μὴ θαυμάσῃς τὸ λεχθέν, μηδὲ ὑπερβολὴν καταγνῷς τοῦ λόγου, τὴν ψῆφόν σοι ταύτην οἴσομεν ἐκ τοῦ οὐρανοῦ, καὶ τὸν νόμον τοῦτον ἐκεῖθεν ἀναγνωσόμεθα. Τὸν γὰρ μακάριον Μωϋσέα, καὶ πάντων ἀνθρώπων πραότατον τῶν ἐπὶ τῆς γῆς, καὶ τῷ Θεῷ φίλον, καὶ προφητῶν μείζονα (τοῖς μὲν γὰρ ἄλλοις δι’ αἰνιγμάτων διελέχθη, τούτῳ δὲ ὡς ἂν εἰ φίλος πρὸς φίλον)· τοῦτον τοίνυν καὶ τὸν τοιοῦτον, τὸν μυρία κατὰ τὴν ἔρημον ταλαιπωρηθέντα ἐν ἔτεσι τοσούτοις, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύσαντα πολλάκις, παρὰ τε Αἰγυπιοῖς ὑπὲρ Ἰουδαίων, παρὰ τε Ἰουδαίοις ὑπὲρ αὐτῶν πάλιν τῶν ἀγνωμόνων ἐκείνων, οὐδὲν ἕτερον ἐκώλυσε μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τὰ μυρία κατορθώματα τῆς ἐπαγγελίας τυχεῖν, ἢ τὸ σκανδαλίσαι τοὺς συνόντας αὐτῷ ἐπὶ τοῦ ὕδατος. Καὶ τοῦτο αἰνιττόμενος ὁ Θεὸς ἔλεγε, «Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς». Καίτοι καὶ πρὸ τούτου τινὰ παρήκουσε (καὶ γὰρ ἀντεῖπε τῷ Θεῷ καὶ ἅπαξ καὶ δὶς πεμπόμενος εἰς Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου διηπίστησε λέγων· «Ἑξακόσιαι χιλιάδες εἰσὶ πεζῶν, καὶ σὺ εἶπας, Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγήσονται, ἢ πᾶν τὸ ὄψον τῆς θαλάσσης συναχθήσεται, καὶ ἀρκέσει αὐτοῖς»; Καὶ μετὰ ταῦτα δὲ πάλιν ἀπεδυσπέτησε, καὶ τοῦ δήμου τὴν προστασίαν παρῃτήσατο). Ἀλλ’ ὅμως οὐδὲν τούτων ἴσχυσεν αὐτὸν ἀποστερῆσαι τῶν ἄθλων τῶν προκειμένων, ἀλλ’ ἢ τὸ ἐπὶ τοῦ ὕδατος συμβὰν μόνον· τῇ μὲν γὰρ φύσει ἐκείνων ἔλαττον ἦν, τῷ δὲ μετὰ τῆς ἑτέρων γενέσθαι βλάβης, πολλῷ μεῖζον ἐγένετο. Ἐκεῖνα μὲν γὰρ ἰδίᾳ καὶ λανθανόντως συνέβη, τοῦτο δὲ φανερῶς καὶ ἐπὶ τοῦ δήμου παντὸς (φανερῶς) ἡμαρτάνετο. Διὰ τοῦτο καὶ ἐγκαλῶν ὁ Θεὸς τοῦτο ἠνίξατο εἰπών, «Ὅτι οὐχ ἡγιάσατέ με ἐναντίον τῶν υἱῶν Ἰσραήλ»· τῆς ἁμαρτίας τὴν φύσην ἐκκαλύπτων αὐτῷ, καὶ ὅθεν γέγονεν ἀσύγγνωστος, παραδηλῶν. Εἰ δὲ τηλικοῦτον ἄνδρα τοῦτο προσκροῦσαι ἐποίησεν, ἡμᾶς τοὺς σκώληκας καὶ μηδαμινοὺς πῶς οὐ καταδύσει τοῦτο καὶ ἀπολεῖ; Οὐδὲν γὰρ οὕτω παροξύνει τὸν Θεόν, ὡς ὅταν τὸ ὄνομα αὐτοῦ βλασφημῆται. Καὶ τοῖς Ἰουδαίοις δὲ τούτῳ ἄνω καὶ κάτω διετέλεσεν ἐγκαλῶν, «Ὅτι τὸ ὄνομά μου βεβηλοῦται»· καὶ πάλιν, «Ὑμεῖς βεβηλοῦτε αὐτό»· καί, «Δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι»· καὶ τοσαύτη αὐτῷ τοῦ μὴ συμβαίνειν τοῦτο γέγονε πρόνοια, ὡς καὶ ἀναξίους σῶσαι πολλάκις, ἵνα μὴ τοῦτο γένηται. «Ἐποίησα γάρ, φησίν, ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ»· καί, «Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραήλ, ἀλλ’ ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ». Καὶ ὁ Παῦλος δὲ ἀνάθεμα εἶναι ηὔξατο ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης· καὶ αὐτὸς ὁ Μωϋσῆς ἐξαλειφθῆναι τῆς βίβλου παρεκάλεσεν ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος τοῦ Θεοῦ· ὑμεῖς δὲ οὐ μόνον οὐδὲν αἱρεῖσθε παθεῖν, ὥστε ταύτην ἀποκρούσασθαι τὴν βλασφημίαν, ἀλλὰ πάντα πράττετε, δι’ ὧν αὔξετε αὐτὴν καὶ ἐπιτείνετε καθ’ ἑκάστην ἡμέραν. Τὶς οὖν ὑμᾶς παραιτήσεται, τὶς δὲ συγγνώσεται; Οὐκ ἔστιν οὐδείς. Τοσαύτην δὲ πρόνοιαν καὶ ὁ Θεὸς ποιεῖται καὶ οἱ ἅγιοι τοῦ μὴ βλασφημεῖσθαι τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς δόξης τῆς παρ’ ἡμῶν (ἀνενδεὴς γὰρ ἐστι καὶ τέλειος), ἀλλ’ ὡς πολλῆς ἀπὸ τοῦ πράγματος τοῖς ἀνθρώποις γενομένης τῆς βλάβης. Ὅταν γὰρ πρὸς αὐτοὺς διαβληθῇ τὸ τοῦ Θεοῦ ὄνομα καὶ ἡ δόξα, οὐδὲν αὐτοὺς ὠφελεῖ λοιπόν· εἰ δὲ ὁ Θεὸς διαβαλλόμενος οὐδὲν ὠφελεῖ, πολλῷ μᾶλλον ἡμεῖς.


θ’. Πάντα οὖν πράττωμεν, ὥστε μηδεμίαν γενέσθαι πρόφασιν σκανδάλου· ἀλλὰ εἰ καὶ ἀδίκως ἐγκαλῶσι, πείθωμεν, καὶ διαλύωμεν τὰ ἐγκλήματα, καὶ μιμώμεθα τοὺς ἁγίους, οἳ τοσαύτην ἐποιοῦντο σπουδὴν τῆς τοῦ Θεοῦ δόξης, ὥστε καταφρονεῖν καὶ τῆς ἑαυτῶν διὰ τὴν τοῦ Θεοῦ. Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγησώμεθα πρὸς ἀπολογίαν ἡμῖν, ἐὰν εἴπωμεν, ὅτι ἱμάτιον ἐπριάμεθα τῇ παρθένῳ καὶ ποδήματα, καὶ τὰ ἀλλὰ τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν. Καὶ τὶς οἰκονομήσει, φησί, τὰ κατὰ τὴν οἰκίαν ἡμῖν; Τὶς δὲ ἐπόψεται τὰ ὄντα, τὶς δὲ προστήσεται ἡμῶν ἔξω διατριβόντων, καὶ γυναικὸς ἔνδον οὐκ οὔσης; Καὶ γὰρ καὶ ταῦτα λέγουσιν ἐναντία τε ὄντα τοῖς προτέροις καὶ αἰσχρότερα καὶ οὐδενὸς αὐτοῖς μέλει τούτων, οὐδὲ αἰσχύνονται καθάπερ οἱ μεθύοντες τὸ ἐπελθὸν ἅπαν φθεγγόμενοι. Διὸ μηδὲ ἡμεῖς ἀποκάμωμεν, κἂν τοιαῦτα ᾗ τὰ λεγόμενα, ὡς μηδὲ ἀποκρίσεως ἀξιοῦσθαί τινος. Μὴ ἀποκάμωμεν οὖν καὶ ἀποκρινόμενοι, καὶ πράως αὐτοῖς διαλεγόμενοι, ἕως ἂν τῆς μέθης ἀπαλλάξωμεν ταύτης, τὸ γε εἰς ἡμᾶς ἧκον. Αἰσχύνομαι γὰρ καὶ ἐρυθριῶ ταῦτα ἐπιχειρῶν ἀνατρέπειν, ἃ ἀντιλέγειν οὐκ ἐρυθριῶσιν ἐκεῖνοι· οἰστέον δὲ ὅμως τὴν αἰσχύνην διὰ τὸ λυσιτελοῦν τοῖς οὐκ αἰσχυνομένοις. Καὶ γὰρ ἄτοπον ἐγκαλοῦντας αὐτοῖς τὴν τῶν σκανδαλιζομένων ἀδελφῶν ὑπεροψίαν αὐτοὺς δι’ αἰσχύνην τὴν τούτων ὑπερορᾷν θεραπείαν. Τίνα γὰρ λέγουσι τὰ ἔνδον, εἰπὲ μοι, ὧν εἰς τὴν προστασίαν τῆς παρθένου τὴν χρείαν ἀνάγκαιν εἶναι νομίζουσι; Παιδισκῶν σοι πλήθη βαρβάρων ἐστὶ καὶ νεωνήτων, καὶ δεῖ ταύτας ῥυθμίζεσθαι καὶ πρὸς ἐριουργίαν καὶ πρὸς τὴν ἄλλην διακονίαν; Ἀλλὰ ταμεῖα χρημάτων πολλῶν καὶ ἱματίων πολυτελῶν, καὶ δεῖ φύλακα ἔνδον καθῆσθαι διαπαντός, καὶ τῇ τῶν οἰκετῶν κακουργίᾳ τοὺς ὀφθαλμοὺς ἐπιτειχίζεσθαι τῆς παρθένου; Ἀλλὰ δεῖπνα καὶ συμπόσια συνεχῶς ἐπιτελεῖσθαι, καὶ χρὴ τὴν οἰκίαν καλλωπίζεσθαι, καὶ μαγείρους καὶ τραπεζοποιοὺς τῆς προνοίας ἀπολαύειν τῆς παρθένου; Ἀλλὰ πολύτροποι δαπάναι καὶ συνεχεῖς καὶ δεῖ τινα ἐφεστάναι διαπαντός, ὅπως τὰ μὲν φυλάττοιτο μετὰ ἀκριβείας, τὰ δὲ μὴ μάτην ἐκρέῃ τῆς οἰκίας; Οὐδὲν τούτων φησίν· ἀλλὰ ὅπως αὐτῇ τὸ κιβώτιον καὶ τὸ ἱμάτιον καὶ τὴν ἄλλην ἐπιβλέπῃ πενίαν, ὅπως εὐτρεπίζοι τὴν τράπεζαν, καὶ τὴν εὐνὴν στρωννύοι, καὶ πῦρ ἀνακαίῃ, καὶ περιπλύνῃ πόδας, καὶ τὴν ἄλλην ἀνάπαυσιν παρέχη πᾶσαν. Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρὰς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κατηγορίαν, τοσαῦτα ὑποστησόμεθα ὀνείδη; Καὶ πόσῳ βέλτιον ἀδελφὸς ταῦτα διακονήσεται καὶ εὐκολώτερον! Τῇ τε χρεία οἰκειότερος ἡμῖν, καὶ οὐχ οὕτω δαπανηρός. Ἡ μὲν γὰρ γυνή, ἅτε ἁπαλώτερα οὖσα, καὶ στρωμνῆς μαλακωτέρας δεῖται, καὶ λεπτοτέρας ἐσθῆτος, καὶ κόρης ἴσως πάλιν διακονησομένης αὐτῇ, καὶ οὐ τοσαύτην ἡμῖν παρέχει διακονίαν, ὅσης αὐτὴ δεῖται παρ’ ἡμῶν· ὁ δὲ ἀδελφὸς καὶ πάντων τούτων ἀπήλλακται· εἰ δὲ τινος καὶ δεηθείη, τῶν αὐτῶν ἡμῖν δεήσεται. Τοῦτο δὲ οὐ μικρὸν εἰς εὐκολίαν ἐστί, τὸ μὴ διαφόρων, ἀλλὰ τῶν αὐτῶν ἐν χρεία καθεστάναι τοὺς συνοικοῦντας· ὅπερ ἐπὶ τῆς παρθένου οὐκ ἔνι. Πρῶτον μὲν γὰρ ἐν τὲ λούσασθαι δέῃ, ἂν τε κάμνῃ τὸ σῶμα, οὔτε ὁ ἀδελφὸς αὐτῇ πρὸς ταῦτα διακονήσεται, κἂν σφόδρα ἕληται ἀσχημονεῖν, οὔτε αὐτὴ ἑαυτῇ ἀρκέσαι δυνήσεται· ἂν δὲ ἀδελφοὶ οἱ συνοικοῦντες ὦσιν,ἀντιδώσουσιν ἀλλήλοις τὴν ὑπηρεσίαν ταύτην. Πάλιν ὅταν καθεύδειν δέῃ, παρθένου μὲν ἔνδον καθημένης, καὶ κλίνας εἶναι δύο χρή, καὶ στρώματα διπλᾶ καὶ ἐπιβλήματα, εἰ δὲ εὖ φρονῶσι, καὶ οἰκήματα ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης. Καὶ γὰρ οἶκος εἷς, καὶ προσκεφάλαιον ἕν, καὶ κλίνη μία, καὶ ἐπιβλήματα ἀμφοτέροις ἀρκέσει τὰ αὐτά· καὶ ἁπλῶς, εἲ τις ἅπασαν ἐπεξίοι τὴν διακονίαν, ἐνταῦθα μὲν πολλὴν τὴν εὐκολίαν εὑρήσει, ἐκεῖ δὲ τὴν δυσκολίαν. Καὶ παρίημι τὴν ἀσχημοσύνην τῆς οἰκίας· οἷον γὰρ ἐστιν ἀνελθόντα εἰς ἀνδρὸς μονάζοντος οἰκίαν ὁρᾷν ὑποδήματα γυναικεῖα κρεμάμενα, καὶ διαζώματα, καὶ κεφαλόδεσμα, καὶ καλαθίσκους, καὶ ἠλακάτην, καὶ κερκίδα, καὶ κτένας, καὶ ἰστοπόδην, καὶ ἃ ἀλλά, ἅπερ οὐκ ἔνι κατὰ μέρος λέγειν ἅπαντα. Εἰ δὲ καὶ ἐπὶ τῆς εὐπόρου ταῦτα ἐξετάζεις, πλείων ὁ γέλως. Πρῶτον μὲν γὰρ ἂν ἀγέλη θεραπαινίδων τοσούτων μόνος στρέφεται μέσος, καθάπερ ἐπὶ τῆς ὀρχήστρας ἐν τῷ χορῷ τῶν γυναικῶν ὁ τοῖς ὑπορχουμένοις ὑπᾴδων χορευτής· οὗ τὶ γένοιτ’ ἂν αἰσχρότερον καὶ ἀτιμότερον; Ἔπειτα διαῤῥήγνυται ὅλην τὴν ἡμέραν πρὸς οἰκέτας ἀγανακτῶν ὑπὲρ τῶν γυναικὶ προσηκόντων πραγμάτων. Ἡ γὰρ ἀνάγκη σιγᾷν, καὶ πάντων παραμελοῦντα παρ’ ἐκείνης ἐπιτιμᾶσθαι, ἢ λέγοντα καὶ ἐπιπλήττοντα ἀσχημονεῖν· καὶ ὁρᾷ συμβαῖνον. Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ ἐγγὺς γενέσθαι κελευσθείς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικεῖα ἐκδοῦναι οὐ παραιτήσονται, ἀλλ’ ἐπιστήσονται τοῖς ἀργυροκόποις συνεχῶς ἐρωτῶντες, εἰ τὸ κάτοπτρον κατεσκεύασται τῆς κυρίας, εἰ τὸν κάδον ἀπήρτισαν, εἰ τὸ ληκύθιον ἀπέδωκαν· καὶ γὰρ εἰς τοῦτο πάντα ἧκε διαφορᾶς, ὡς τῶν βιωτικωτέρων μᾶλλον τὰς πολλὰς τῶν παρθένων τούτοις κεχρῆσθαι τοῖς σκεύεσιν. Ἐκεῖθεν πάλιν πρὸς τὸν μυρεψὸν ἔδραμεν ὑπὲρ τῶν τῆς κυρίας διαλεξόμενος ἀρωμάτων· πολλάκις δὲ ὑπὲρ πλείονος σπουδῆς καὶ ὑβρίσαι τὸν πένητα οὐ παραιτήσεται. Καὶ γὰρ καὶ μυρίοις χρῶνται αἱ παρθένοι ποικίλοις τε καὶ πολυτελέσιν. Εἶτα ἀπὸ τοῦ μυρεψοῦ πρὸς τὸν τὰς ὀθόνας πωλοῦντα, καὶ ἀπ’ ἐκείνου πάλιν πρὸς τὸν σκηνοποιόν. Οὐδὲ γὰρ τὰ μικρὰ ταῦτα αἰσχύνονται ἐπιτάττειν, ἐπειδὴ σφόδρα ὁρῶσιν αὐτοὺς ὑπακούοντας καὶ χάριν ἔχοντας ἐπιταττούσαις ταύταις, ἢ ἑτέροις διακονουμένοις. Ἐντεῦθεν πάλιν, ὅταν ἐπισκευάσαι τι δέῃ τῆς περιφορητῆς ἐκείνης σκηνῆς, καὶ μέχρις ἑσπέρας αὐτῆς ἄσιτοι διατελοῦσι, τοῖς ἐργαστηρίοις προσηλωμένοι. Καὶ οὐ τοῦτό πως θαυμαστόν, ἀλλ’ ὅτι καὶ τοῖς ταλαιπώροις οἰκέταις εἰσὶν ἐπαχθεῖς, καὶ πολλὴ κατ’ αὐτῶν ὕβρις καὶ ἀγανάκτησις καὶ κραυγή. Ἐννόησον δὲ ὅσαι ἐκ τούτων αἱ κατηγορίαι· οἰκέτης γὰρ ὑβρισθείς, καὶ μάλιστα ὑπὲρ τοιούτων πραγμάτων, ἐπειδὴ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κακηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμόν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ’ ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνον παραμυθίαν τὸν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος. Ὁ δὲ τῇ πενιχρὰ συζῶν ἀργυροκόποις μὲν οὐ διαλέξεται (οὐ γὰρ ἀφίησιν ἡ πενία), οὐδὲ προσεδρεύσει μυροπώλοις, ὑποδηματοῤῥάφοις δὲ καὶ ὑφάνταις καὶ ποικιλταῖς καὶ βαφεῦσιν ἐνοχλήσει πολλάκις. Καὶ τὶ δεῖ πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην, οἷον, ὅταν εἰς οἰκήματα εἰσίωσι στήμονα καὶ κρόκην πωλοῦντες, ὅταν εἰς τὴν ἀγορὰν περιίωσιν αὐτὰ ταῦτα πάλιν ζητοῦντες; Καὶ ταῦτα μὲν ἐν ταῖς οἰκίαις· ἐν δὲ ταῖς ἀγοραῖς καὶ τούτων πολὺ καταγελαστοτέρα ὑπομένουσιν.


ια’. Ἐπὶ δὲ τῆς ἐκκλησίας οὐδὲ εἰπεῖν ἔστι τὴν αἰσχύνην. Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τῇ ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τῷδε καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσαν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ’ οἷς ἐπαισχύνεσθαι ἔδει. Ἀπὸ τε γὰρ τῶν θυρῶν αὐτὰς ἔξωθεν δεχόμενοι, καὶ ἀντὶ τῶν εὐνούχων γινόμενοι σοβοῦσι, καὶ προηγούμενοι μέγα φρονοῦσιν, ὁρώντων ἁπάντων, καὶ οὐ καταδύονται, ἀλλὰ καὶ ἐπαγάλλονται· καὶ ἐν αὐτῷ δὲ τῷ τῶν φρικωδεστάτων μυστηρίων καιρῷ πολλὰ πρὸς τὴν ἐκείνων ἀρέσκειαν διακονοῦνται, πολλοῖς τῶν ὁρώντων λαβὰς παρέχοντες. Αἱ δὲ ἀθλίαι καὶ ταλαίπωροι, δέον ἀπείργειν αὐτοῖς τῆς τοιαύτης χάριτος, καὶ ἐναβρύνονται καὶ μέγα φρονοῦσι. Καίτοι τὶς ἂν ἢ ταύταις, ἢ ἐκείνοις εἲ γε ἤμελλέ τινα ἀρὰν ἐπαρᾶσθαι, ταύτης ἂν εὗρε χαλεπωτέραν, ἢ ὥστε μυρίους μάρτυρας ἔχειν τῆς ἀκολασίας ἀυτῶν, καὶ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀσχημονεῖν; Τὶ δὲ λέγειν ὅσα ἐν αὐταῖς ταῖς ἐκκλησίαις ἀνατρέπεται διὰ τὴν τούτων χάριν, ὅσα τῶν τοῦ θεοῦ πραγμάτων ἀμελεῖται παρὰ πολλῶν, ὥστε μὴ παροξυνθῆναι ταύτας; Καὶ τὶ λέγω, μὴ παροξυνθῆναι; Μόνον εἲ τις αὐτῶν σκυθρωπὸν εἰς αὐτὰς ἴδῃ καὶ ἀηδές, πάντα αἱροῦνται ὑπομένειν, ἢ τοῦτο παθοῦσαν ἐκείνην περιιδεῖν. Ἀλλὰ μέχρι τινὸς καὶ ἡμεῖς ἀσχημονοῦμεν τὰ ἐκείνων διηγούμενοι πάντα; Οὐ γὰρ δὴ τοῦτο προειλόμεθα, ἐπεὶ πολλῶν ἂν καὶ μακρῶν ἡμῖν ἐδέησε λόγων πάντα διεξιοῦσι· μᾶλλον δὲ πάντα μὲν οὐδὲ βουλομένοις δυνατὸν εἰπεῖν, ὀλίγα δὲ ἐκ πολλῶν συνθέντας, καὶ οὕτως ἱκανὸν ἦν ἐργάσασθαι τὸ μῆκος· ἀλλ’ οὐκ εἰς τοῦτο ἥκομεν, ἀλλὰ καὶ τούτων ἄκοντες ἐμνημονεύσαμεν, ὥστε μικρὸν ἐπιστύψαι τοὺς νοῦν ἔχοντας τῶν ἀκροωμένων· λοιπὸν δὲ παρακαλεῖν χρὴ καὶ ἱκετεύειν. Δέομαι δὴ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων προκυλινδοῦμαι τῶν ὑμετέρων, καὶ πᾶσαν ἱκετηρίαν τίθημι, πείσθητε, καὶ ἀνενέγκωμεν ἀπὸ ταύτης τῆς μέθης, καὶ ἑαυτῶν γενώμεθα, καὶ τὴν τιμὴν ἐπιγνῶμεν, ἤν δέδωκεν ὁ Θεὸς ἡμῖν, καὶ τοῦ Παύλου βοῶντος ἀκούσωμεν· «Μὴ γίνεσθαι δοῦλοι ἀνθρώπων»· καὶ παυσώμεθα γυναιξὶ δουλεύοντες ἐπὶ τῷ κοινῷ πάντων ἡμῶν ὀλέθρῳ. Στρατιώτας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται γενναίους καὶ ἀθλητάς. Οὐ διὰ τοῦτο ἡμᾶς ὥπλισεν ἂν τοῖς ὅπλοις τοῖς πνευματικοῖς, ἵνα κόρων τριοβολιμαίων ἀναδεξώμεθα ὑπηρεσίαν, ἵνα περὶ ἔρια καὶ ἱστοὺς καὶ ἃς τοιαύτας στρεφώμεθα διακονίας, ἵνα νηθούσαις καὶ ὑφαινούσαις παρακαθώμεθα γυναιξίν, ἵνα διατελῶμεν πᾶσαν ἡμέραν καὶ ἤθη καὶ ῥήματα γυναικεῖα εἰς τὴν ἑαυτῶν ἐναποματτόμενοι ψυχήν· ἀλλ’ ἵνα βάλλωμεν τὰς ἀοράτους δυνάμεις τὰς ἀντικειμένας ἡμῖν, ἵνα πλήττωμεν τὸν στρατηγοῦντα αὐταῖς διάβολον, ἵνα ἐλαύνωμεν τὰς ἀγρίας τῶν δαιμόνων φάλαγγας, ἵνα κατασκάπτωμεν ἀυτῶν τὰ ὀχυρώματα, ἵνα τὰς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους δήσαντες αἰχμαλώτους ἀγάγωμεν, ἵνα τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύσωμεν, ἵνα πῦρ πνέωμεν, ἵνα πρὸς καθημερινοὺς θανάτους ἕτοιμοι ὦμεν καὶ παρεσκευασμένοι. Διὰ τοῦτο ἐνέδυσεν ἡμᾶς τὸν θώρακα τῆς δικαιοσύνης, διὰ τοῦτο ἔζωσε τῇ ζώνῃ τῆς ἀληθείας, διὰ τοῦτο περιέθηκε τὴν περικεφαλαίαν τοῦ σωτηρίου, διὰ τοῦτο ὑπέδησε τοὺς πόδας ἡμῶν τῇ ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν ἐνεχείρισε τοῦ πνεύματος, διὰ τοῦτο πῦρ ἀφῆκεν εἰς τὰς ἡμετέρας ψυχάς. Εἲ τινα οὖν, εἰπὲ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὸ δόρυ, τὴν ἀσπίδα, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρῶς πνεόντων, καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ’ εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων· ἆρ’ οὐκ ἄν, εἲ γε ἐξῆν, μέσον τὸ ξίφος διήλασας, μηδὲ λόγου μεταδούς; Εἰ δὲ σὺ τοσαύτης ἂν ἐπλήσθης ὀργῆς, ποῶ οἴει τὸν Θεὸν ἐπὶ τοῖς πολὺ τούτων ἀτοπωτέροις διακεῖσθαι; Τοσούτῳ γὰρ αἰσχρότερα ταῦτα ἐκείνων καὶ ἀτοπωτέρα, ὅσῳ καὶ ὁ πόλεμος χαλεπώτερος, καὶ οἱ πολεμίοις σφοδρότεροι, καὶ τὰ ἔπαθλα περὶ ὧν ὁ πόλεμος μείζω, καὶ πάντα ἁπλῶς τοσοῦτον ἐξήλλακται, ὅσον ἀληθείας καὶ σκιᾶς τὸ μέσον. Μὴ δὲ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχύν, μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα τάσι ὁμιλίαις ταύταις· καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ κακία. Τὶ γάρ, εἰ καὶ μὴ αἰσθανώμεθα τῇ φιλίᾳ μεθύοντες; Τοῦτα γὰρ αὐτὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζωμεθα, καὶ κηροῦ παντὸς γινώμεθα μαλακώτεροι. Καθάπερ γὰρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν βλέποντας λαβών, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον καὶ παιδίοις εὐκαταγώνιστον τὸν φοβερὸν καὶ ἀφόρητον, καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἐὰν λάβωσιν εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ταπεινούς, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμούς, φλύαρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα ἤθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὰς τούτων ἐναπομάττονται ψυχάς.

ια’. Καὶ γὰρ ἀμήχανον τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης, καὶ ταῖς ἐκείνων ἐνστρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη. Κἂν γὰρ φθέγγηταί τι, πάντα ὑπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγγεται, τῆς γλώττης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων ἀναχρωσθείσης ῥημάτων· κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόῤῥω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γενόμενος χρήσιμος. Καὶ γάρ, εἰ πρὸς τὰ βιωτικαὶ καὶ πολιτικὰ πράγματα ἄχρηστος ὁ τοιοῦτος, ἃ τοσούτῳ δεῖται τῶν γενναιοτέρων ἀνδρῶν, ὡς μηδὲ ἅπτεσθαι αὐτῶν δύνασθαι τοὺς μέλλοντας αὐτὰ μετιέναι, εἰ μὴ ἄγγελοι γένοιντο ἐξ ἀνθρώπων. Οὐκ αὐτοὶ δὲ μόνον κακίαν ὑποδέχονται τοσαύτην, ἀλλὰ καὶ ἐκείναις ἠθῶν διεφθαρμένων αἴτιοι γίνονται. Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν· οὕτω καὶ αὗται τῆς προσηκούσης αὐταῖς ὁδοῦ δι’ ἐκείνους ἐκπίπτουσι, τὴν πονηρὰν αὐτοῖς καὶ ὀλεθρίαν παρέχουσαι ταύτην ἀντίδοσιν. Καὶ γὰρ καὶ καλλωπίζονται περιεργότερον, καὶ σχήματος καὶ βαδίσματος τεθρυμμένου πολλὴν ποιοῦνται πρόνοιαν, καὶ τὰ μὴ προσήκοντα διὰ πόσης φλυαροῦσιν ἡμέρας· ἐπειδὴ γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἤθεσι καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι’ ὧν κατέχειν αὐτοὺς αἰχμαλώτους δυνήσονται. Ἀλλ’ ἂν θελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, ἐκείνας τε κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας· καὶ ὥσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτω τότε τῆς πάντων ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτω τότε τῆς πάντων σωτηρίας ἀποληψόμεθα τὸν μισθόν, καὶ ὧν ἀπολαύομεν νῦν αἰσχρῶν, τότε μετὰ πολλῆς ἀπολαύσομεν τῆς τιμῆς. Τὶ γάρ, εἰπὲ μοι, βούλει τιμᾶσθαι παρὰ γυναικῶν; Μάλιστα μὲν ἀνάξιον τοῦτο ἀνδρὸς πνευματικοῦ τὸ τιμῆς τοιαύτης ἐρᾷν· πλὴν ἀλλὰ καὶ τοῦτο τότε παρέσται, ὅταν μὴ ζητῶμεν αὐτό. Πέφυκε γὰρ ἄνθρωπος τῶν μὲν θεραπευόντων ὑπερορᾶν, τοὺς δὲ μὴ κολακεύοντας θαυμάζειν· τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεῖα φύσις ὑπομένειν εἴωθεν. Ἀφόρητός τε γὰρ ἐστι κολακευομένη, θαυμάζεται δὲ μάλιστα πάντων τοὺς οὐκ ἀνεχομένους εἴκειν καὶ ὑποκλίνεσθαι τοῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις· καὶ τοῦτο ὑμεῖς μοι μαρτυρήσετε. Νῦν μὲν γὰρ οὐχ οἱ ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐταὶ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι, εἰ καὶ μὴ φανερῶς, ἀλλ’ ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωπίζονται τῇ χαλεπῇ ταύτῃ τυραννίδι· τότε δὲ θαυμάσονται πάντας ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευθερίαν ὑμῶν. Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἔρασθε ἐκείνας, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας, ἢ τοὺς κρατοῦντας αὐτῶν· τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασι· κἂν ἐθελήσωσιν εἰπεῖν τἀληθές, πάντως ἐκείνους ἐροῦσι· μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρείαν, τῶν πραγμάτων τοῦτο βοώντων. Ἀλλ’ ἡδονῆς ἕνεκεν ὁ συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς εὐωχῶν ταῖς τῶν παρθένων ὄψεσι. Μάλιστα μὲν εἰ καὶ τοῦτο οὕτως εἶχε, δι’ αὐτὸ μὲν οὖν τοῦτο φυγεῖν ἐχρῆν· νῦν δὲ ὑμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας· σὺ δὲ μοι προστιθεῖ καὶ τὴν ἀπὸ τοῦ συνειδότος εὐφροσύνην.
Οὐδὲν γὰρ ἡμᾶς οὕτως εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστόν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ’ ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ’ ἀποδέδεικται καὶ τοῦτο εὐκολώτερον ὅν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ οὐδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν εὗρες χαλεπωτάτην· τότε δὲ ταύτης ἐκτὸς ἕστηκας τῆς λειτουργίας, καὶ ἐῶν ἐπιταττόντων, οὐ τῶν ἐπιτασσομένων ἔσῃ. Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ’ ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως· πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεόν, ἀκὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν· ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμή, ἡδονή, παῤῥησίᾳ, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγή, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων; Ἐγὼ μὲν οὐκ οἶδε, πλὴν εἲ τις ἑαυτὸν ἁπλῶς ἀπολλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογίᾳ ἔσται ἡμῖν λοιπὸν οὐδὲ συγγνώμη. Εἰ γὰρ καὶ μηδενὸς ὄντος τούτων, πάντα ὑπομένειν ἐχρῆν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης· ὅταν καὶ τὰ ἐνταῦθα καρποῦσθαι παρῇ, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἡμεῖς δὲ πρὸς τῇ τὴν τοῦ Θεοῦ βλασφημεῖσθαι δόξαν, καὶ ἑαυτοὺς προσαπολλύωμεν, τὶς ἡμᾶς ἐξαιρήσεται καὶ ἀπαλλάξει τῆς τιμωρίας τῆς ἐπὶ τούτοις κειμένης; Οὐκ ἐστιν οὐδείς.


ιβ’. Ταῦτα οὖν ἅπαντα συναγαγόντες πρὸς ἑαυτούς, καταλλαγῶμεν ὀψὲ γοῦν ποτε τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν ἀποσπασθῆναι μακράν, τῇ δυνάμει τοῦ λογισμοῦ, μετὰ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτούς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκ ἔτι ὀψόμεθα δυσχερές· οὕτω κατατολμήσωμεν τῆς συνηθείας. Ἂν γὰρ δέκα ἡμέρας σαυτὸν ἀποστήσῃς, εὐκολώτερον τὰς εἴκοσιν οἴσεις, καὶ δὶς τοσαύτας πάλιν· εἶτα ὁδῷ προβαίνων οὐδὲ αἴσθησιν λήψῃ λοιπὸν τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλὰ τὸ σφόδρα δυσκαταγώνιστον εὐκολώτατον ὄψει γινόμενον, καὶ εἰς ἑτέραν πάλιν καταστήσεις σεαυτὸν συνήθειαν, καὶ ῥᾳδίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν οὐ διὰ συνήθειαν μόνον, ἀλλὰ καὶ διὰ ἃς χρηστὰς ἐλπίδας. Οὕτω σε κἀκεῖναι θαυμάσονται μειζόνως, καὶ ὁ Θεὸς ἀποδέξεται πρὸ ἐκείνων, καὶ πάντες ἄνθρωποι στεφανώσουσι, καὶ βίον βιώσῃ πολλὴν μὲν ἔχοντα ἐλευθερίαν, πολλὴν δὲ τὴν ἡδονήν. Τὶ γὰρ ἂν γένοιτο ἥδιον τοῦ τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν στῇς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων Δεσπότην καλεῖν; Οὐδεὶς οὕτω δεσμώτης ἀλύσεως ἀπαλλαγεὶς καὶ αὐχμοῦ καὶ τῆς ἄλλης τῆς ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίας, μᾶλλον δὲ οὐδεὶς οὕτω τὰς ὄψεις πεπηρωμένος ἀναβλέψας, καὶ τὸ γλυκὺ τοῦτο φῶς ἰδὼν ἀγάλλεται καὶ γάννυται καὶ σκιρτᾷ, ὡς ὁ τῆς δουλείας ταύτης ἐλευθερωθῆναι δυνηθείς. Καὶ γὰρ τοῦ φωτὸς γλυκύτερα πολλῷ τῆς τυραννίδος ταύτης ἡ ἀπαλλαγή,καὶ ζόφου παντὸς τούτου χαλεπωτέρα τῆς δουλείας ἐκείνης καὶ τῶν δεσμῶν ἡ ταλαιπωρία. Ἀλλὰ γὰρ τὶ χρὴ ταῦτα μηκύνειν ἑκατέρου βίου; Τοῦ μὲν τὴν ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάβην καὶ τὴν πολλὴν τηκεδόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν καὶ τὴν πολλὴν παραστῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ἡ πεῖρα. Καὶ τότε εἴσεσθε καλῶς τινῶν μὲν ἀπηλλάγητε κακῶν, ποίας δὲ ἐπετύχετε ζωῆς, ὅταν ἡμῖν διὰ τῶν πραγμάτων βουληθῆτε πεισθῆναι· πεισθήσεσθε τοίνυν, ὅταν διὰ τῶν ἔργων αὐτῶν τὰ εἰρημένα μάθητε. Εἰ δὲ ἔτι δυσανασχετεῖτε, καὶ τοῖς ἡμετέροις ἀπιστεῖτε λόγοις, ἔρεσθέ τινας τῶν ταύτην ποτὲ δουλευσάντων τὴν δουλείαν, εἶτα ἀθρόον ἀπαλλαγέντων, καὶ πρὸς τὴν καλὴν ἀναδραμόντων ἐλευθερίαν, καὶ τότε γνώσεσθε τῆς παραινέσεως ταύτης τὸ κέρδος. Ἐπεὶ καὶ ὁ Σολομῶν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστά, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπρὰς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν συναθροίζων, καὶ τὴν ἀπὸ τὴν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς παρασκευάζων τῇ τῆς ψυχῆς ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων· ἐπειδὴ δὲ μικρὸν ἐκεῖθεν ἀνήνεγκε, καὶ καθάπερ ἐξ ἀβύσσου τινὸς ζοφερὰς ἀναβλέψαι πρὸς τὸ τῆς φιλοσοφίας ἴσχυσε φῶς, τηνικαῦτα τὴν ὑψηλὴν ἐκείνην καὶ τὴν τῶν οὐρανῶν ἀξίαν ἀφῆκε φωνήν· «Ματαιότης ματαιοτήτων, λέγων, τὰ πάντα ματαιότης».
Ταύτην καὶ ὑμεῖς, καὶ ταύτης ὑψηλοτέραν, ἂν ἐθελήσητε, ψῆφον οἴσετε περὶ τῆς ἀκαίρου ταύτης ἡδονῆς, ἐὰν μικρὸν ἑαυτοὺς τῆς πονηρᾶς ἀποστήσητε συνηθείας. Καίτοι γε ὁ Σολομῶν ἐν τοῖς ἄνω γενόμενος χρόνοις οὐδὲ πολλὴν ἀπητεῖτο φιλοσοφίας ἀκρίβειαν· οὔτε γὰρ τρυφᾶν ὁ παλαιὸς ἐκώλυε νόμος, οὔτε τῶν ἄλλων ἀπολαύσεων ἀπολαύειν περιττὸν ἔφησεν εἶναι καὶ μάταιον· ἀλλ’ ὅμως καὶ οὕτω τῶν πραγμάτων ἐχόντων ἠδυνήθη συνιδεῖν τὸ ἐν αὐτοῖς ἀνόνητον, καὶ πολλὴν αὐτῶν καταγνῶναι ματαιότητα. Ἡμεῖς δὲ ἐπὶ μείζονα καλούμεθα πολιτείαν, καὶ πρὸς ὑψηλοτέραν ἀναβαίνομεν κορυφήν, καὶ πρὸς μείζονα ἀπεδυσάμεθα σκάμματα. Καὶ τὶ γὰρ ἕτερον ἀλλ’ ἢ κατὰ τὰς ἄνω δυνάμεις τὰς νοερὰς καὶ ἀσωμάτους ἐκείνας πολιτεύεσθαι κελευόμεθα; Πῶς οὖν οὐκ αἰσχρὸν καὶ πολλῆς ἄξιον κολάσεως ἐλάττους ἐκείνου φανῆναι πολλῷ, καὶ μὴ μόνον τῶν συγκεχωρημένων μὴ γίνεσθαι ὑψηλοτέρους, καθάπερ ἐκεῖνος, ἀλλὰ καὶ τῶν κεκωλυμένων καὶ τιμωρίαν ἐχόντων ἀφόρητον ἅπτεσθαι; Τὸ γὰρ ἔρωτα ἐν τῇ ψυχῇ πονηρὸν τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾷν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτόν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβάς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τοὺς τε οἰκείους τοὺς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκευάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιοτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, αἱ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα πλείονα τούτων κατασκευάζειν δεινὰ (ἅπαντα γὰρ οὔτε συνιδεῖν, οὔτε λόγῳ παραστῆσαι δυνατόν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι), καὶ τῶν σφόδρα κεκωλυμένων ἐστί, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον. Ὥστε εἰ καὶ μικρὰ τὶς ἐστιν ἡδονή, ταῦτα πάντα ἀντιθέντες ἐκείνῃ, τὸν γέλωτα, τὴν αἰσχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ σκώμματα, τὰ ὀνείδη, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸ βρύγμα τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλεπωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἀπέλθωμεν ἐκεῖ στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν, ὅτι διὰ σὲ καὶ τὴν δόξαν τὴν σὴν καὶ συνηθείας κατεφρονήσαμεν, καὶ ἡδονῆς ἐκρατήσαμεν, καὶ τὴν ψυχὴν ἐθλίψαμεν τὴν ἡμετέραν, καὶ πᾶσαν φιλίαν ἐκβαλόντες καὶ πρόληψιν, σὲ καὶ τὸν εἰς σὲ πόθον ἁπάντων προτετιμήκαμεν πραγμάτων. Οὕτω γὰρ κερδανοῦμεν ἡμᾶς αὐτούς, κερδανοῦμεν δὲ τὰς ἀθλίας ἐκείνας, κερδανοῦμεν δὲ τοὺς σκανδαλιζομένους, καὶ παρ’ αὐτοὺς στησόμεθα τοὺς μάρτυρας, καὶ τὴν πρώτην ληψόμεθα τάξιν. Τῶν γὰρ τὴν μεγίστην ἀθλησάντων ἄθλησιν ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστη τινὶ καὶ ἀρχαῖᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ δεσμά, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα. Καὶ γὰρ τῶν σφόδρα ἐστὶ χαλεπωτάτων, συμπάθειάν τε καὶ φιλοστοργίαν ἐκβαλεῖν ἀρχαίαν, καὶ τὰς πολυπλόκους διακόψαι λαβάς, καὶ πτεροφυῆσαι, καὶ πρὸς τὰς οὐρανίους ἀψῖδας ἀναδραμεῖν. Καὶ καθάπερ ἐκείνοις δριμὺς ὁ πόνος, οὕτω καὶ τούτοις μακροτέρα ἡ ὀδύνη. Διὸ καὶ οἱ στέφανοι πάλιν ἴσοι, ἐπειδὴ καὶ τὰ παλαίσματα αὐτοῖς παράλληλα κεῖται. Εἰ γὰρ ὁ ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώσας, καὶ μυρίους ἄλλους ἀπαλλάξας κατηγορίας, ἐννόησον ὅσον λήψεται τὸν μισθόν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν διαδραμὼν τὸν παρόντα βίον, μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιωτάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας. Τῶν γὰρ σωματικῶν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κωλῦον ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν, καὶ τῶν νοερῶν δυνάμεων ἐκείνων δυναμένων διασώζειν, τῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμή, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |