ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν

Τρίτη 18 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν




Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέ ξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.


αʹ. Ὥσπερ ἔκ τινος συνθήματος ὁ διάβολος εἰς πάντας τότε ἐχόρευεν. Ἔστω γὰρ, Ἰουδαῖοι φθόνῳ καὶ βασκανίᾳ τηκόμενοι ἐπαροίνουν εἰς αὐτόν· οἱ στρατιῶται πόθεν  καὶ ἐκ ποίας αἰτίας; Οὐκ εὔδηλον  ὅτι ὁ διάβολος ἦν ὁ τότε βακχεύων  εἰς πάντας; Καὶ γὰρ τέρψεις  ἐποίουν  τὰς εἰς αὐτὸν  ὕβρεις, ὠμοὶ καὶ ἀνήμεροί  τινες ὄντες. ∆έον γὰρ συσταλῆναι, δέον δακρῦσαι, ὅπερ καὶ ὁ δῆμος ἔπασχε, τοῦτο μὲν οὐκ ἐποίουν, τοὐναντίον  δὲ, ὕβριζον καὶ ἐνήλλοντο,  ἴσως καὶ αὐτοὶ χαριζόμενοι  τοῖς Ἰουδαίοις, ἢ καὶ κατ' οἰκείαν δυστροπίαν ἅπαντα πράττοντες. Καὶ αἱ ὕβρεις διάφοροι καὶ ποικίλαι.  Τὴν γὰρ θείαν  κεφαλὴν  ἐκείνην  ποτὲ μὲν ἐκολάφιζον,  ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν καθύβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς. Τίς ἡμῖν ἔσται λόγος λοιπὸν ἐπὶ ὕβρεσι κινουμένοις,  μετὰ τὸ τὸν Χριστὸν ταῦτα παθεῖν; Καὶ γὰρ ἔσχατος ὅρος ὕβρεως τὸ γινόμενον  ἦν. Οὐδὲ γὰρ μέλος ἓν, ἀλλ' ἅπαν  τὸ σῶμα ὅλον  διόλου  ὑβρίζετο· ἡ κεφαλὴ  διὰ τοῦ στεφάνου  καὶ τοῦ καλάμου   καὶ   τοῦ   κολαφίζεσθαι·   τὸ   πρόσωπον   ἐμπτυόμενον·   αἱ   σιαγόνες ῥαπιζόμεναι· τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως· ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς.


Τί τούτων γένοιτ' ἂν χαλεπώτερον;  τί ὑβριστικώτερον; Πάντα γὰρ λόγον ὑπερβαίνει τὰ γεγενημένα. Καθάπερ γὰρ δεδοικότες, μὴ δόξωσιν  ἐλλιμπάνειν  τι  τοῦ τολμήματος,  τοὺς  μὲν προφήτας  οἰκείαις  ἀνελόντες  χερσὶ, τοῦτον  δὲ  ψήφῳ  δικαστοῦ,  οὕτως  ἅπαντα πράττουσι· καὶ αὐτόχειρες  γίνονται,  καὶ κατακρίνουσι, καὶ παρ' ἑαυτοῖς καταδικάζουσι καὶ παρὰ τῷ Πιλάτῳ, λέγοντες, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἐνάλλονται  καὶ ὑβρίζουσι δι' ἑαυτῶν, δεσμοῦντες, ἀπάγοντες, καὶ τῶν  ὕβρεων  τῶν  ὑπὸ  τῶν  στρατιωτῶν  αἴτιοι  καθίστανται·  καὶ  προσηλοῦσι, καὶ λοιδοροῦνται, καὶ ἐμπτύουσι, καὶ κωμῳδοῦσιν. Οὐδὲν γὰρ ἐνταῦθα ὁ Πιλάτος εἰσήνεγκεν, ἀλλὰ πάντα αὐτοὶ ἐποίουν, καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα  γινόμενοι.  Καὶ ταῦτα  ἀναγινώσκεται  παρ' ἡμῖν,  ὅταν  πάντες συνέρχωνται. Ἵνα γὰρ μὴ λέγωσιν Ἕλληνες, ὅτι Τὰ μὲν λαμπρὰ καὶ περιφανῆ, οἷον τὰ  σημεῖα  καὶ  τὰ  θαύματα,  ἐπιδείκνυσθε   τοῖς  δήμοις  καὶ  τοῖς  λαοῖς,  τὰ  δὲ ἐπονείδιστα ταῦτα ἀποκρύπτεσθε· ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις, ἐν πανδήμῳ ἑορτῇ, ὅταν ἄνδρες παμπληθεὶ  καὶ γυναῖκες  παρῶσι, καὶ πάντες  ἁπλῶς  κατὰ τὴν μεγάλην τοῦ πάσχα ἑσπέραν, τότε ταῦτα πάντα ἀναγινώσκεσθαι· ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, τότε λαμπρᾷ ταῦτα ἀνακηρύττεται  τῇ φωνῇ. Καὶ τούτων ἀναγινωσκομένων,  καὶ πᾶσι γνωριζομένων,  ὁ Χριστὸς πιστεύεται  εἶναι  Θεός· καὶ μετὰ τῶν ἄλλων  καὶ διὰ ταῦτα προσκυνεῖται, ὅτι τοσοῦτον ὑπὲρ ἡμῶν καταβῆναι κατηξίωσεν, ὡς καὶ ταῦτα παθεῖν, καὶ παιδεῦσαι πᾶσαν ἡμᾶς ἀρετήν. Ταῦτα τοίνυν διαπαντὸς ἀναγινώσκωμεν·  καὶ γὰρ πολὺ τὸ κέρδος, μεγίστη ἐντεῦθεν ἡ ὠφέλεια. Ὅταν  γὰρ  ἴδῃς  καὶ  σχήμασι καὶ  πράγμασιν  αὐτὸν  χλευαζόμενον,  καὶ προσκυνούμενον μετὰ τοσαύτης κωμῳδίας, καὶ κονδυλιζόμενον, καὶ τὰ ἔσχατα πάσχοντα, κἂν αὐτόλιθος ᾖς, κηροῦ γενήσῃ παντὸς ἁπαλώτερος, καὶ πᾶσαν ἐκβαλεῖς ἀπὸ τῆς ψυχῆς  φλεγμονήν.  Ἄκουε τοίνυν  καὶ τῶν  ἑξῆς. Ἐπειδὴ γὰρ ἐνέπαιξαν, Ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, φησὶ, καὶ γυμνώσαντες ἔλαβον αὐτοῦ τὰ ἱμάτια, καὶ καθήμενοι ἐτήρουν αὐτὸν, πότε ἀποπνεύσει. Καὶ διανέμονται  αὐτοῦ τὰ ἱμάτια· ὅπερ ἐπὶ τῶν  σφόδρα εὐτελῶν  καὶ ἀπεῤῥιμμένων  γίνεται  καταδίκων,  καὶ οὐδένα ἐχόντων, καὶ ἐπ' ἐρημίας ὑπαρχόντων ἁπάσης. Ἐμέριζον τὰ ἱμάτια, δι' ὧν τηλικαῦτα γέγονε θαύματα. Ἀλλ' οὐδὲν ἐνήργει τότε, τοῦ Χριστοῦ κατέχοντος τὴν ἀπόῤῥητον δύναμιν.  Οὐ μικρὰ δὲ καὶ αὕτη προσθήκη παροινίας  ἦν.  Ὡς γὰρ εἰς  ἄτιμον  καὶ ἀπεῤῥιμμένον, ὅπερ ἔφην, καὶ τὸν πάντων εὐτελέστατον, οὕτω πάντα ἐτόλμων. Εἰς γοῦν  τοὺς  λῃστὰς  οὐδὲν  τοιοῦτον   εἰργάσαντο,  ἀλλ'  εἰς  τὸν  Χριστὸν  ἅπαντα ἐτόλμων.  Καὶ μέσον αὐτὸν ἐσταύρωσαν, ἵνα τῇ δόξῃ τῇ ἐκείνων  κοινωνήσῃ.  Καὶ ἔδωκαν  αὐτῷ ὄξος πιεῖν, καὶ τοῦτο ἐνυβρίζοντες· ὁ δὲ οὐκ ἠθέλησεν. Ἕτερος δέ φησιν, ὅτι γευσάμενος εἶπε, Τετέλεσται. Τί δέ ἐστι, Τετέλεσται; Ἡ προφητεία πεπλήρωται ἡ περὶ αὐτοῦ. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν  μου  ἐπότισάν  με  ὄξος.  Οὐδὲ ἐκεῖνος  δὲ  δείκνυσιν  ὅτι  ἔπιεν·  οὐδὲν  γὰρ διέστηκε τὸ ἁπλῶς γεύσασθαι τοῦ μὴ πιεῖν, ἀλλ' ἕν τι καὶ τὸ αὐτὸ δηλοῖ. Ἀλλ' ὅμως οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς παροινίας, ἀλλὰ καὶ γυμνώσαντες, καὶ σταυρώσαντες, καὶ  ὄξος  προσενεγκόντες,  περαιτέρω  προβαίνουσι·  καὶ  ἐπὶ  τοῦ  σταυροῦ βλέποντες ἀνεσκολοπισμένον, ὀνειδίζουσι καὶ αὐτοὶ καὶ οἱ παραπορευόμενοι· ἃ πάντων  χαλεπώτερα ἦν, τὸ καὶ ἐπὶ αἰτίᾳ ἀπατεῶνος καὶ πλάνου ταῦτα παθεῖν, καὶ ὡς ἀλαζόνα, καὶ εἰκῆ κομπάζοντα  ἅπερ ἔλεγε. ∆ιὰ ταῦτα αὐτὸν  καὶ ἐσταύρωσαν δημοσίᾳ, ἵνα πάντων  ὁρώντων  ἐμπομπεύσωσι· διὰ τοῦτο καὶ χερσὶ ταῖς στρατιωτικαῖς,  ἵνα  καὶ  ἐν  δημοσίῳ  δικαστηρίῳ  τούτων   τολμωμένων,   τὰ  τῆς παροινίας ἐπιτείνηται.  βʹ. Καίτοι τίνα οὐκ ἂν ἔκαμψεν ὁ ὄχλος ὁ ἀκολουθῶν αὐτῷ καὶ θρηνῶν; Ἀλλ' οὐχὶ τοὺς θῆρας τούτους. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἐκείνους μὲν ἀποκρίσεως ἀξιοῖ, τούτους δὲ οὐκέτι. Μετὰ γὰρ τὸ πρᾶξαι ἅπερ ἤθελον,  καὶ τὴν δόξαν αὐτοῦ σπουδάζουσι λυμήνασθαι, δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν. ∆ιὰ τοῦτο δημοσίᾳ  ταῦτα   λέγουσι,  καὶ   λῃστὰς   συνεσταύρωσαν,  καὶ   βουλόμενοι   δεῖξαι ἀπατεῶνα,  ἔλεγον·  Ὁ  καταλύων  τὸν  ναὸν,  καὶ  ἐν  τρισὶν  ἡμέραις  οἰκοδομῶν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ εἰπόντες  τῷ Πιλάτῳ ἀνελεῖν  τὴν αἰτίαν, (αὕτη  δὲ  ἦν  τὸ  γεγράφθαι,  Ὁ  βασιλεὺς  τῶν  Ἰουδαίων·)  οὐδὲν  ἴσχυσαν,  ἀλλ' ἐνεστήκει λέγων  ἐκεῖνος,  Ὃ γέγραφα,  γέγραφα· αὐτοὶ λοιπὸν  ἐπειρῶντο,  δι' ὧν ἐχλεύαζον,  δεῖξαι  ὅτι  οὐκ  ἔστι βασιλεύς. ∆ιὸ καὶ  ἐκεῖνα  ἔλεγον,  καὶ  ταῦτα·  Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν   οὐ   δύναται   σῶσαι·  καὶ   τὰ   πρότερα   σημεῖα  ἐντεῦθεν   ἐπιχειροῦντες διαβάλλειν·  καὶ πάλιν  Εἰ Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ θέλει αὐτὸν, σωσάτω αὐτόν. Ὦ μιαροὶ καὶ παμμίαροι! Τί δέ; οἱ προφῆται οὐκ ἦσαν προφῆται, οὐδὲ οἱ δίκαιοι δίκαιοι, ἐπειδὴ  αὐτοὺς  οὐκ ἐξήρπασε τῶν  κινδύνων  ὁ Θεός; Ἀλλὰ μὴν  ἦσαν, καὶ ταῦτα πάσχοντες. Τί οὖν ἴσον τῆς ἀνοίας ὑμῶν γένοιτ' ἄν; Εἰ γὰρ ἐκείνων οὐκ ἐλυμήνατο παρ' ὑμῖν τὴν δόξαν ἡ τῶν κινδύνων  ἐπαγωγὴ, ἀλλ' ἦσαν προφῆται καὶ πάσχοντες ἅπερ ἔπασχον· πολλῷ μᾶλλον ἐπὶ τούτου οὐκ ἐχρῆν ὑμᾶς σκανδαλίζεσθαι, καὶ δι' ὧν ἐποίησε καὶ δι' ὧν εἶπεν, ἀεὶ ταύτην ὑμῶν προδιορθωσαμένου τὴν ὑπόνοιαν. Ἀλλ' ὅμως καὶ τούτων  λεγομένων  καὶ γενομένων  οὐδὲν ἴσχυσαν, οὐδὲ παρ' αὐτὸν τὸν καιρόν. Ὁ γοῦν ἐν ἐσχάτῃ πονηρίᾳ κατασαπεὶς, καὶ ἐν φόνοις καὶ τοιχωρυχίαις  τὸν ἅπαντα καταναλώσας βίον, ὅτε ταῦτα ἐλέγετο, τότε αὐτὸν ὡμολόγησε, καὶ βασιλείας ἐμνημόνευσε· καὶ ὁ δῆμος αὐτὸν ὠλοφύρετο. Καίτοιγε ἐδόκει τἀναντία μαρτυρεῖν τὰ γινόμενα παρὰ τοῖς οὐκ εἰδόσι τοῦ μυστηρίου τὴν οἰκονομίαν, ὅτι ἀσθενὴς καὶ οὐδὲν δυνάμενος· ἀλλ' ὅμως ἡ ἀλήθεια καὶ διὰ τῶν ἐναντίων ἴσχυσε. Ταῦτ' οὖν ἀκούοντες, ὁπλίζωμεν ἑαυτοὺς κατὰ παντὸς θυμοῦ, κατὰ πάσης ὀργῆς. Κἂν φλεγμαίνουσαν ἴδῃς τὴν καρδίαν σου, σφράγισον τὸ στῆθος, τὸν σταυρὸν ἐπιθείς· ἀνάμνησόν τι τῶν τότε συμβάντων,  καὶ  ὥσπερ  κονιορτὸν  ἐκβαλεῖς  πάντα  θυμὸν  τῶν  γεγενημένων   τῇ μνήμῃ. Ἐννόησον τὰ ῥήματα, τὰ πράγματα· ἐννόησον ὅτι ἐκεῖνος ∆εσπότης, σὺ δὲ δοῦλος· ἐκεῖνος  διὰ σὲ, σὺ δὲ διὰ σαυτόν· ἐκεῖνος  ὑπὲρ τῶν  εὐεργετηθέντων  καὶ σταυρωσάντων, σὺ δὲ ὑπὲρ σαυτοῦ· ἐκεῖνος ὑπὲρ τῶν ὑβρικότων, σὺ δὲ πολλάκις ὑπ' αὐτῶν τῶν ἀδικηθέντων· ἐκεῖνος τῆς πόλεως ὁρώσης ἁπάσης, μᾶλλον δὲ τοῦ δήμου παντὸς τῶν Ἰουδαίων, καὶ τῶν ξένων καὶ τῶν ἐπιχωρίων,  ἐφ' ὧν τὰ φιλάνθρωπα ἐφθέγξατο  ῥήματα, σὺ δὲ ὀλίγων  παρόντων·  καὶ τὸ μεῖζον εἰς ὕβριν, τὸ καὶ τοὺς μαθητὰς  αὐτὸν  ἐγκαταλιπεῖν.  Οἱ μὲν  γὰρ  ἔμπροσθεν θεραπεύοντες ἀπεπήδησαν·  οἱ  δὲ  ἐχθροὶ  καὶ  πολέμιοι  ἀνεσκολοπισμένον  ἐν  μέσῳ  λαβόντες ὕβριζον.   ἐλοιδόρουν,   ἐκωμῴδουν,   ἐγέλων,   ἐχλεύαζον·   Ἰουδαῖοι,   στρατιῶται κάτωθεν·  ἄνωθεν,  ἑκατέρωθεν  λῃσταί·  καὶ  γὰρ  οἱ  λῃσταὶ  ὕβριζον  αὐτὸν  καὶ ὠνείδιζον ἀμφότεροι. Πῶς οὖν ὁ Λουκᾶς φησιν, ὅτι ὁ εἷς ἐπετίμα; Ἀμφότερα γέγονε· πρότερον μὲν γὰρ ἀμφότεροι ὠνείδιζον, ὕστερον δὲ οὐκέτι. Ἵνα γὰρ μὴ νομίσῃς ἔκ τινος συνθήματος τὸ πρᾶγμα γεγενῆσθαι, μηδὲ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσί σοι, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς ἦν καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος φιλοσόφει. Τί γὰρ πάσχεις τοιοῦτον, οἷον ἔπαθεν ὁ ∆εσπότης σου; ∆ημοσίᾳ ὑβρίσθης; Ἀλλ' οὐ τοιαῦτα. Χλευάζῃ; Ἀλλ'οὐ πᾶν τὸ σῶμα, οὐδὲ οὕτω μαστιζόμενος καὶ γυμνούμενος. Εἰ δὲ καὶ ἐκολαφίσθης, ἀλλ' οὐχ οὕτως. γʹ. Προστίθει δέ μοι, καὶ ὑπὸ τίνων,  καὶ διατί, καὶ πότε, καὶ τίς· καὶ τὸ δὴ χαλεπώτατον, ὅτι τούτων γινομένων οὐδεὶς ἐνεκάλει, οὐδεὶς ἐμέμφετο τὰ γινόμενα· ἀλλὰ τοὐναντίον, καὶ ἐπῄνουν ἅπαντες, καὶ συνεχλεύαζον, καὶ συνέσκωπτον, καὶ ὡς ἀλαζόνα καὶ ἀπατεῶνα καὶ πλάνον, καὶ οὐκ ἔχοντα δεῖξαι ἐπὶ τῶν ἔργων ἅπερ εἶπεν, οὕτως αὐτὸν ἐλοιδόρουν. Ὁ δὲ σιγᾷ πρὸς πάντα, φάρμακα μέγιστα κατασκευάζων ἡμῖν μακροθυμίας. Ἀλλ'  ἡμεῖς ταῦτα ἀκούοντες, οὐδὲ πρὸς οἰκέτας καρτεροῦμεν, ἀλλὰ τῶν ἀγρίων ὄνων μείζονα πηδῶμεν  καὶ λακτίζομεν· ὑπὲρ μὲν τῶν εἰς ἡμᾶς ὠμοὶ καὶ ἀπάνθρωποι ὄντες, ὑπὲρ δὲ τῶν εἰς Θεὸν οὐ πολὺν ποιούμενοι λόγον. Καὶ περὶ φίλους δὲ ὁμοίως διακείμεθα· κἂν λυπήσῃ τις, οὐ φέρομεν· κἂν ὑβρίσῃ, θηρίων ἀγριαίνομεν   μᾶλλον,  οἱ  καθ'  ἑκάστην  ταῦτα  ἀναγινώσκοντες   τὴν  ἡμέραν.  Ὁ μαθητὴς προέδωκεν· οἱ λοιποὶ καταλιπόντες αὐτὸν ἔφυγον· οἱ εὐεργετηθέντες ἐνέπτυσαν· ὁ δοῦλος τοῦ ἀρχιερέως ἐῤῥάπισεν· οἱ στρατιῶται ἐκολάφιζον· οἱ παριόντες  ἔσκωπτον  καὶ  ἐλοιδόρουν·  οἱ  λῃσταὶ  κατηγόρουν·  καὶ  πρὸς  οὐδένα ἐξέβαλε ῥῆμα, ἀλλὰ τῇ σιγῇ ἅπαντας ἐνίκα, σὲ παιδεύων διὰ τῶν ἔργων, ὅτι ὅσῳ ἂν ἐνέγκῃς πράως, τοσούτῳ μᾶλλον τῶν κακῶς ποιούντων  κρατήσεις, καὶ παρὰ πᾶσιν ἔσῃ θαυμαστός. Τίς γὰρ οὐ θαυμάσεται τὸν ἐπιεικῶς φέροντα τὰς παρὰ τῶν ἐπηρεαζόντων ὕβρεις; Ὥσπερ γὰρ κἂν δικαίως πάσχῃ τις, τὸ κακὸν ἐνεγκὼν πράως, νομίζεται παρὰ τοῖς πολλοῖς ἀδίκως πάσχειν· οὕτω κἂν ἀδίκως πάσχῃ, θρασύνηται δὲ, τοῦ δικαίως πάσχειν ὑπόνοιαν λήψεται, καὶ καταγέλαστος ἔσται, ὡς αἰχμάλωτος συρόμενος ὑπὸ τῆς ὀργῆς, καὶ τὴν εὐγένειαν ἀπολλὺς τὴν ἑαυτοῦ. Τὸν γὰρ τοιοῦτον οὐδὲ ἐλεύθερον  δεῖ προσειπεῖν, κἂν μυρίων  δεσπόζῃ δούλων.  Ἀλλὰ σφοδρῶς σε παρώξυνεν  ὁ δεῖνα; Καὶ τί τοῦτο; Τότε γὰρ δεῖ τὴν φιλοσοφίαν  ἐνδείκνυσθαι· ὡς ὅταν  μηδεὶς ὁ παρακνίζων  ᾖ, καὶ τὰ θηρία ὀψόμεθα ἥμερα· οὔτε γὰρ ἐκεῖνα ἀεὶ ἀγριοῦται,  ἀλλ'  ὅταν   αὐτά  τις  διεγείρῃ.  Καὶ  ἡμεῖς  τοίνυν,   ἐὰν  τότε  μόνον ἡσυχάζωμεν, ὅταν μηδεὶς ὁ παροξύνων ᾖ, τί τὸ πλέον; Ἐκεῖνα μὲν γὰρ καὶ δικαίως ἀγανακτεῖ  πολλάκις,  καὶ  πολλὴν  ἔχει  τὴν  ἀπολογίαν·  καὶ  γὰρ  κινούμενα  καὶ νυττόμενα διεγείρεται· χωρὶς δὲ τούτων, καὶ λογισμῶν ἐστιν ἐστερημένα, καὶ ἐν τῇ φύσει τὸ θηριοῦσθαι ἔχει. Σὺ δὲ πόθεν, εἰπέ μοι, θηριούμενος καὶ ἀγριαίνων δυνήσῃ συγγνώμης  τυχεῖν;  Τί  πέπονθας  δεινόν;  ἡρπάγης;  ∆ι'  αὐτὸ  μὲν  οὖν  τοῦτο  δεῖ ἐνεγκεῖν,  ὥστε μειζόνως κερδᾶναι. Ἀλλὰ  δόξης ἀπεστερήθης; Καὶ τί τοῦτο; Οὐδὲν γὰρ ἠλάττωται ταύτῃ τὰ κατὰ σὲ, ἐὰν φιλοσοφῇς. Εἰ δὲ οὐδὲν πάσχεις δεινὸν, πόθεν  ὀργίζῃ  τῷ  μηδέν  σε διαθέντι  κακὸν,  ἀλλὰ  καὶ  ὠφεληκότι;  Οἱ μὲν  γὰρ τιμῶντες, τοὺς μὴ νήφοντας καὶ χαυνοτέρους ποιοῦσιν· οἱ δὲ ὑβρίζοντες καὶ καταφρονοῦντες, τοὺς ἑαυτοῖς προσέχοντας καρτερικωτέρους ἐργάζονται. Οἱ γὰρ δὴ ῥᾴθυμοι τιμώμενοι μᾶλλον ἀδικοῦνται, ἢ ὑβριζόμενοι. Καὶ οὗτοι μὲν, ἐὰν νήφωμεν, αἴτιοι   γίνονται   φιλοσοφίας   ἡμῖν·   ἐκεῖνοι   δὲ   τὸν   τῦφον   ἡμῶν   ἐπαίρουσιν, ἀλαζονείας,  κενοδοξίας,  βλακείας  πληροῦσι, μαλακωτέραν  ἡμῶν  ἐργάζονται  τὴν ψυχήν. Καὶ μαρτυροῦσιν οἱ πατέρες οἱ τοὺς ἑαυτῶν υἱοὺς οὐ τοσαῦτα κολακεύοντες ὅσα ὑβρίζουσι, δεδοικότες μή τινα  ἐντεῦθεν  δέξωνται  βλάβην· καὶ οἱ διδάσκαλοι τούτῳ   πρὸς   αὐτοὺς   κέχρηνται   τῷ   φαρμάκῳ.   Ὥστε  εἰ   χρὴ   ἀποστρέφεσθαι, κολακεύοντας μᾶλλον ἢ ὑβρίζοντας χρή· μείζονα γὰρ φέρει λύμην τῆς ὕβρεως τουτὶ τὸ δέλεαρ τοῖς μὴ προσέχουσι, καὶ δυσκολώτερον τούτου κατασχεῖν, ἢ ἐκείνου τοῦ πάθους. Καὶ ὁ μισθὸς δὲ πολλῷ  πλείων  ἐντεῦθεν,  καὶ τὸ θαῦμα πλέον.  Καὶ γὰρ θαυμαστότερον ἰδεῖν ἄνθρωπον ὑβριζόμενον καὶ μὴ κινούμενον, ἢ τυπτόμενον καὶ πληττόμενον  καὶ μὴ καταπίπτοντα. Καὶ πῶς δυνατὸν μὴ κινηθῆναι; φησίν. Ὕβρισέ τις; Τὸ σημεῖον ἐπίθες τῷ στήθει· ἀναμνήσθητι πάντων  τῶν  τότε γενομένων,  καὶ πάντα σβέννυται. Μὴ ἐννοήσῃς τὰς ὕβρεις μόνον, ἀλλ' εἰ καί τί σοι χρηστὸν γέγονέ ποτε  παρὰ τοῦ  ὑβρικότος, καὶ  εὐθέως  γενήσῃ  πρᾶος. Μᾶλλον  δὲ ἐννόησον  πρὸ πάντων τὸν τοῦ Θεοῦ φόβον, καὶ ταχέως ἔσῃ μέτριος καὶ ἐπιεικής. δʹ. Μετὰ τούτων καὶ ἀπὸ τῶν οἰκετῶν τῶν σῶν λάμβανε τὴν ὑπὲρ τούτων νουθεσίαν. Καὶ ὅταν ἴδῃς σαυτὸν μὲν ὑβρίζοντα, ἐκεῖνον δὲ σιγῶντα, ἐννόησον ὅτι δυνατὸν φιλοσοφεῖν, καὶ κατάγνωθι σαυτοῦ τραχυνομένου, καὶ ἐν αὐτῷ τῷ καιρῷ τῶν ὕβρεων παιδεύθητι μὴ ὑβρίζειν, καὶ οὕτως οὐδὲ ὑβριζόμενος ἀλγήσεις. Ἐννόησον ὅτι ἐξέστηκεν ὁ ὑβρίζων καὶ μαίνεται, καὶ οὐκ ἀγανακτήσεις ὑβριζόμενος· ἐπεὶ καὶ οἱ δαιμονῶντες τύπτουσιν ἡμᾶς, καὶ οὐ μόνον οὐ κινούμεθα, ἀλλὰ καὶ ἐλεοῦμεν αὐτούς. Τοῦτο καὶ σὺ ποίησον· ἐλέησον τὸν ὑβρίζοντα· δεινῷ γὰρ κατέχεται θηρίῳ, τῷ θυμῷ· χαλεπῷ δαίμονι, τῇ ὀργῇ. Λῦσον αὐτὸν ἐνεργούμενον  ὑπὸ δαίμονος χαλεποῦ, καὶ ἐν βραχεῖ διαφθειρόμενον.  Τοιοῦτον  γὰρ  τοῦτο  τὸ  νόσημα,  ὡς  μηδὲ  χρόνου  δεῖσθαι  εἰς ἀπώλειαν  τοῦ ἁλόντος. ∆ιὸ καί τις ἔλεγεν· Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· τούτῳ αὐτοῦ μάλιστα δεικνὺς  τὸ τυραννικὸν,  ὅτι ἐν βραχεῖ καιρῷ μεγάλα ἐργάζεται  κακὰ, καὶ οὐ δεῖται  πολλῆς  τῆς  διατριβῆς· ὡς  εἴγε  πρὸς τῇ ἰσχύϊ  καὶ μόνιμον εἴη, καὶ δυσκαταγώνιστον ἔσται. Ἠβουλόμην δεῖξαι, τίς μὲν ὁ ὑβρίζων, τίς δὲ ὁ φιλοσοφῶν, καὶ γυμνὴν εἰς μέσον ἀγαγεῖν τὴν ἑκατέρου ψυχήν. Εἶδες γὰρ ἂν τὴν μὲν ἐοικυῖαν  πελάγει  κλυδωνιζομένῳ,  τὴν δὲ λιμένι  ταραχῆς ἀπηλλαγμένῳ. Οὔτε γὰρ ταράττεται  ὑπὸ  τῶν  πονηρῶν  τούτων  πνευμάτων,  καὶ αὐτὰ  καταλύει ῥᾳδίως. Καὶ γὰρ οἱ ὑβρίζοντες πάντα ποιοῦσιν ὥστε δακεῖν· ὅταν οὖν ταύτης ἐκπέσωσι τῆς ἐλπίδος, καὶ αὐτοὶ λοιπὸν καταλύουσι, καὶ διορθωθέντες ἀπέρχονται. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀργιζόμενον μὴ σφόδρα καταγινώσκειν ἑαυτοῦ· ὥσπερ οὖν οὐκ ἔστι μὴ ὀργιζόμενον καταγινώσκειν ἑαυτοῦ. Κἂν γὰρ ἐπεξιέναι δέῃ, ἔξεστι χωρὶς ὀργῆς τοῦτο ποιῆσαι, καὶ εὐκολώτερον  καὶ συνετώτερον, ἢ μετ' ὀργῆς, καὶ μηδὲν παθεῖν ἀηδές. Ἂν γὰρ ἐθέλωμεν, παρ' ἡμῶν αὐτῶν τὰ ἀγαθὰ ἔσται, καὶ αὐτάρκεις ἐσόμεθα μετὰ τῆς τοῦ Θεοῦ χάριτος πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν καὶ τιμήν. Τί γὰρ ζητεῖς τὴν παρ' ἑτέρου δόξαν; Σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάσῃς, κἂν ἅπαντές σε τιμῶσιν, οὐ τιμηθήσῃ. Ὥσπερ γὰρ ἐὰν μὴ ἑαυτοὺς κακῶς διαθῶμεν, οὐδεὶς ἡμᾶς ἕτερος διαθήσει· οὕτως ἐὰν μὴ ἑαυτοὺς ὑβρίσωμεν, οὐδεὶς  ἡμᾶς ἕτερος καταισχυνεῖ.  Ἔστω γάρ τις  ἀνὴρ  θαυμαστὸς καὶ μέγας, καὶ πάντες αὐτὸν μοιχὸν καλείτωσαν, κλέπτην,  τυμβωρύχον, ἀνδροφόνον, λῃστήν·  ἐκεῖνος  δὲ  μήτε  παροξυνέσθω,  μήτε  ἀγανακτείτω,   μήτε  συνειδέτω  τι τούτων  ἑαυτῷ·  ποίαν  ἐντεῦθεν  ὕβριν  ὑπομενεῖ;  Οὐδεμίαν.  Τί  οὖν,  ἂν  πολλοὶ τοιαύτην περὶ αὐτοῦ δόξαν ἔχωσι; φησίν. Οὐδὲ οὕτως ὑβρίσθη, ἀλλ' ἐκεῖνοι ἑαυτοὺς κατῄσχυναν  τὸν οὐ τοιοῦτον  τοιοῦτον  νομίζοντες.  Εἰπὲ γάρ μοι, εἴ τις τὸν ἥλιον σκοτεινὸν εἶναι νομίζοι, ἆρα τὸ ἄστρον διέβαλεν, ἢ ἑαυτόν; Ἑαυτὸν δηλονότι, πηροῦ δόξαν   ἢ  μαινομένου   ἑαυτῷ   περιθείς.  Οὕτω  καὶ  οἱ  τοὺς  πονηροὺς   ἀγαθοὺς νομίζοντες, καὶ οἱ τοὐναντίον,  ἑαυτοὺς καταισχύνουσι. ∆ιὸ χρὴ πλείονα ποιεῖσθαι σπουδὴν, ὥστε τὸ  συνειδὸς  ἡμῶν  ἐκκαθαίρειν,  καὶ  μηδεμίαν  καθ' ἡμῶν  αὐτῶν παρέχειν λαβὴν, μηδὲ ὑποψίαν πονηράν· εἰ δὲ ἕτεροι βούλοιντο μαίνεσθαι, καὶ οὕτω διακειμένων  ἡμῶν, μὴ σφόδρα φροντίζειν, μηδὲ ἀλγεῖν. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν, ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος, οἷός ἐστιν· ὁ δὲ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην ἐδέξατο λύμην· ὥσπερ οὖν καὶ ὁ πονηρὸς, ἂν ἐπὶ τοῖς ἐναντίοις  ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν  κερδανεῖ, ἀλλὰ καὶ κρίμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν  ταπεινωθείη   καὶ  ἐπιγνοίη   τὰ  ἁμαρτήματα  αὐτοῦ·  ὅταν  δὲ  λανθάνῃ,   εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων  κατηγορούντων  μόλις διανίστανται  οἱ πλημμελοῦντες  εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον  μὴ κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε διαβλέψαι δυνήσονται οἱ τῇ κακίᾳ συζῶντες; Οὐκ ἀκούεις, ὅτι καὶ Παῦλος τοῦτο ἐγκαλεῖ, ὅτι τὸν πεπορνευκότα οὐ μόνον οὐκ ἠφίεσαν ἐπιγνῶναι  τὸ οἰκεῖον ἁμάρτημα Κορίνθιοι, κροτοῦντες, τιμῶντες  αὐτὸν, ἀλλὰ καὶ ἐπέτριβον εἰς κακίαν ἐντεῦθεν; ∆ιὸ παρακαλῶ, τὰς τῶν πολλῶν ὑπονοίας ἀφέντες, καὶ τὰς ὕβρεις καὶ τὰς τιμὰς, ἓν σπουδάζωμεν μόνον, τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρὸν,  μηδὲ ἑαυτοὺς  καθυβρίζειν. Οὕτω γὰρ καὶ ἐνταῦθα  καὶ ἐν τῷ μέλλοντι πολλῆς ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ  ἡ δόξα εἰς  τοὺς  αἰῶνας  τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου

© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |