Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Ο' - ΠΔ΄
ο’. Ἀλλ’ οὐχ ἡ εὐτελείᾳ τοιαύτῃ, ἀλλὰ πόῤῥω τούτων ἀφέστηκε τῶν δυσχερῶν, ὑγιείας καὶ εὐεξίας οὖσα ποιητική. Εἰ δὲ καὶ ἡδονὴν τις ἐπιζητοίη, καὶ ταύτην παρ’ αὐτῇ μείζονα οὖσαν εὑρήσει τῆς τρυφῆς· καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐῤῥῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων, ὧν ἕκαστον καὶ καθ’ ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν· δεύτερον δὲ καὶ ἀπὸ τὴν σιτίων αὐτῶν. Πῶς; Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία· ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος, οὐδὲ ἡ πλησμονή, ἀλλ’ ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων, ἀλλ’ ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, Πάντσο τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι, καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν σφοδρῶς αὐτοῖς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν· οὗτοι δὲ ἐν χρείᾳ τούτων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν· ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. Διὰ τὶ γάρ, εἰπὲ μοι, καὶ ὁ Σολομῶν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδύν, οὑτωσὶ λέγων, «Ἡδὺς ὕπνος τῷ δούλῳ, ἂν τε πολύ, ἂν τε ὀλίγον φάγῃ»; Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ’ οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλὰ διὰ τὴν ῥᾳστώνην; Ἀλλ’ οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι καὶ ταλαιπωρίαις. Τὶ ποτ’ οὖν ἐστι τὸ ποοῦν τὸν ὕπνον ἡδύν, ἢ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν; Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθῃ βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διαπαντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.
οα’. Ἐνῆν καὶ ἑτέρωθεν δεῖξαι τῆς τρυφῆς τὴν ἀηδίαν καὶ τὴν ζημίαν καὶ τὴν ἀσχημοσύνην, τὰς νόσους καταλέγοντα ὅσας ἐναπομόργνυται τῇ ψυχῇ πολλῷ πλείους καὶ χαλεπωτέρας οὔσας τῶν σωματικῶν. Καὶ γὰρ μαλακούς, καὶ ἀνάνδρους, καὶ θρασεῖς, καὶ ἀλαζόνας, καὶ ἀσελγεῖς, καὶ ὑβριστάς, καὶ ἀκολάστους, καὶ ἀκροχόλους, καὶ ὠμούς, καὶ ἀγενεῖς, καὶ πλεονέκτας, καὶ δουλοπρεπεῖς, καὶ πρὸς ἅπαν εἰπεῖν τῶν χρησίμων καὶ ἀναγκαίων ἀχρήστους καθίστησιν· ὧν τἀναντία πάντα ἡ αὐτάρκεια ποιεῖ. Ἀλλὰ νῦν πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται· διὸ μόνον ἐκεῖνο προσθέντες τῶν ἀποστολικῶν πάλιν ἁψώμεθα ῥημάτων. Εἰ γὰρ τὰ δοκοῦντα εἶναι ζηλωτὰ τοσούτων γέμει κακῶν, καὶ τοσοῦτον τῇ ψυχῇ καὶ τῷ σώματι τὸν νιφετὸν ἐπάγει τῶν νοσημάτων, ποῦ τὰ λυπηρὰ θήσομεν; Οἷον ἀρχόντων φόβους, δήμων ὁρμάς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς· ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται· ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.
οβ’. Καὶ τὶ λέγω γυναικίας; Καὶ γὰρ αὐτοὶ οἱ ἄνδρες ταλαιπώρως ὑπὸ τῶν τοιούτων ἁλίσκονται. Ὁ μὲν γὰρ ἐν αὐτάρκεια ζῶν οὐδεμίαν μετάπτωσιν δέδοικεν· ὁ δὲν ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθείς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολήν, διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον. Διὰ ταῦτα ὁ μακάριος Παῦλος ἔλεγε· «Θλῖψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι». Εἶτα μετὰ τοῦτό φησιν· «Ο καιρὸς συνεσταλμένος τὸ λοιπὸν ἐστιν».
ογ’. Καὶ τὶ τοῦτο πρὸς τὸν γάμον; Ἴσως ἂν εἴποι τις. Καὶ σφόδρα μὲν οὖν πρὸς αὐτόν. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ συγκέκλεισται, ἐν δὲ τῷ μέλλοντι οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ὁ δὲ παρὼν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται, καὶ ἐπὶ θύραις τὰ τῆς ἀναστάσεως ἕστηκεν, οὐ γάμων καιρὸς οὐδὲ κτημάτων, ἀλλ’ ἐνδείας καὶ τῆς ἄλλης φιλοσοφίας ἁπάσης τῆς ἐκεῖ χρησιμευούσης ἡμῖν. Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἶκοι μένῃ μετὰ τῆς μητρός, πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα, καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ, καὶ τὴν κλεῖν αὐτὴ κέκτηται, καὶ τὴν ἐξουσίαν ἅπασαν ἕει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται, μέριμναν, ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες· ἐπειδὰν δὲ μνηστεύεσθαι δέῃ καὶ ὁ τοῦ γάμου καιρὸς ἀναγκάζῃ τὴν πατρῴαν οἰκείαν ἀφεῖναι, τότε τῆς εὐτελείας ἐκείνης ἀπαλλαγεῖσα καὶ τῆς ταπεινότητος, οἰκίας προστασίαν, καὶ κτημάτων καὶ ἀνδραπόδων πλῆθος, καὶ ἀνδρὸς θεραπείαν, καὶ τὰ ἀλλὰ τὰ τούτων μείζονα μεριμνᾶν ἀναγκάζεται· οὕτω καὶ ἡμᾶς χρή, ἐπειδὴ πρὸς τὸν τέλειον ἀγόμεθα βίον καὶ τὸν ἀνδράσι προσήκοντα, τὰ ἐπὶ τῆς γῆς πάντα ἀφέντας τὰ ὄντως παιδικὰ ἀθύρματα, φαντάζεσθαι τὸν οὐρανὸν καὶ τῆς ἐκεῖ διατριβῆς τὴν λαμπρότητα καὶ τὴν δόξαν ἅπασαν. Ἡρμόσθημεν γὰρ καὶ ἡμεῖς νυμφίῳ οὕτως ζητοῦντι παρ’ ἡμῶν ἀγαπᾶσθαι, ὡς μὴ τῶν ἐν τῇ γῇ μόνον, μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν, ἀλλὰ καὶ τῆς ψυχῆς αὐτῆς ἀφίστασθαι δι’ αὐτόν, ὅταν δέῃ. Ἐπεὶ οὖν ἐκεῖ λοιπὸν ἀπιέναι χρή, ἀπαλλάξωμεν ἑαυτοὺς τῆς φροντίδος τῆς εὐτελοῦς. Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς οἰκίας, κεραμίδων, καὶ ξύλων, καὶ ἐπίπλων, καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας. Μὴ τοίνυν μηδὲ νῦν τὰ ἐν τῇ γῇ μεριμνῶμεν· ὁ γὰρ καιρὸς ἡμᾶς ἤδη καλεῖ πρὸς τὸν οὐρανόν, καθάπερ καὶ Ῥωμαίοις ἐπιστέλλων ὁ μακάριος Παῦλος ἔλεγε· «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε». Καὶ πάλιν, «Ἐνταῦθα ὁ καιρὸς ὁ συνεσταλμένος τὸ λοιπὸν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι». Τὶ οὖν δεῖ γάμου τοῖς οὐ μέλλουσιν ἀπολαύσεσθαι γάμου, ἀλλ’ ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι διακείσεσθαι; Τὶ δὲ χρημάτων, τὶ δὲ κτημάτων, τὶ δὲ τῶν βιωτικῶν, τῆς χρήσεως αὐτῶν ἀώρου λοιπὸν οὔσης καὶ παράκαιρου; Εἰ γὰρ οἱ μέλλοντες δικαστηρίῳ παραστήσεσθαι τῷ παρ’ ἡμῖν, καὶ λόγον ὑφέξειν τῶν πεπλημμελημένων, τῆς κυρίας γενομένης ἐγγύς, οὐ γυναικὸς μόνον, ἀλλὰ καὶ σίτων καὶ πότων καὶ πάσης ἑαυτοὺς ἀποστήσαντες φροντίδος, τῆς ἀπολογίας γίνονται μόνης, πολλῷ μᾶλλον ἡμᾶς τοῦ οὐκ ἐπιγείῳ τινὶ δικαστηρίῳ, ἀλλ’ οὐρανίῳ βήματι παραστήσεσθαι μέλλοντας, καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν εὐθύνας ὑφέξειν, πάντων ἀφίστασθαι χρή, καὶ χαρᾶς καὶ λύπης τῆς ἐπὶ τοῖς παροῦσι πράγμασι, καὶ τὴν φοβερὰν μόνον ἐκείνην ἡμέραν μεριμνᾶν. «Εἰ τις γάρ, φησίν, ἔρχεται πρὸς μέ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι· καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής». Σὺ δὲ παρακάθῃ σχολάζων ἐπιθυμίαις γυναικὸς καὶ γέλωτι καὶ διαχύσει καὶ τρυφῇ; Ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνᾶτε· σὺ δὲ ὑπὲρ χρημάτων φροντίζεις καὶ μεριμνᾷς; Ἡ βασιλεία τῶν οὐρανῶν ἐφέστηκε· σὺ δὲ περὶ οἰκίας καὶ τρυφῆς καὶ τῆς ἄλλης σκοπεῖς ἡδονῆς; «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου»· τὶ οὖν κόπτεις σαυτὸν ἐν τοῖς τοῦ κόσμου πράγμασι τοῖς οὐ μένουσιν, ἀλλὰ δαπανωμένοις, τῶν μενόντων καὶ βεβαιῶν ἀμελῶν; Οὐκέτι γάμος, οὐκέτι ὠδῖνες, οὐχ ἡδονὴ καὶ μίξις, οὐ χρημάτων εὐπορία, οὐδὲ κτημάτων ἐπιμέλεια, οὐ τροφή, οὐδὲ ἐνδύματα, οὐ γεωργίαι καὶ ναυτιλίαι, οὐ τέχναι οὔτε οἰκοδομαί, οὐ πόλεις οὐδὲ οἰκίαι, ἀλλ’ ἕτερα τις κατάστασις καὶ διαγωγή. Ταῦτα δὲ πάντα μικρὸν ὕστερον ἀπολεῖται. Τοῦτο γὰρ ἐστι, «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου». Τὶ τοίνυν ὡς εἰς τοῦ αἰῶνας ἅπαντας ἐνθάδε μενοῦντες, οὕτω πᾶσαν σπουδὴν ἐπιδεικνύμεθα, ὑπὲρ πραγμάτων μεριμνῶντες, ὧν πρὸ τῆς ἑσπέρας πολλάκις ἀποστησόμεθα; Τὶ τὸν μοχθηρὸν αἱρούμεθα βίον, ἐπὶ τὸν ἀπράγμονα καλοῦντος ἡμᾶς τοῦ Χριστοῦ; «Θέλω γάρ, φησίν, ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου».
οδ’. Πῶς οὖν ἡμᾶς ἀμερίμνους εἶναι βούλει, εἰς ἑτέραν πάλιν ἐμβαλὼν φροντίδα; Ὅτι οὔτε φροντίζειν τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδὲ θλίβεσθαι τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, οὐ διὰ τὸ μεταβάλλεσθαι τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ διὰ τὸ τὴν προαίρεσιν τῶν ταῦτα φερόντων μεθ’ ἡδονῆς, καὶ τῆς τῶν πραγμάτων φύσεως κρατεῖν. Ὁ μὲν γὰρ ὑπὲρ τούτων φροντίζων, ὧν οὐκ εἰς Μάρκον ἀπολαύσεται χρόνον, πολλάκις δὲ οὐδὲ εἰς βραχύν, εἰκότως ἂν λέγοιτο μεριμνᾶν· ὁ δὲ μείζονας τῶν φροντίδων ἀποληψόμενος τοὺς καρπούς, ἐν τοῖς ἀμερίμνοις παντὶ δικαίως ἂν τάττοιτο λόγῳ. Καὶ τούτων δὲ χωρὶς τοσοῦτον τῆς μερίμνης ἑκατέρας τὸ μέσον, ὡς μηδὲ μέριμναν ταύτην ἐκείνῃ παραβαλλομένην νομίζεσθαι· οὕτω κουφοτέρα τὲ ἐστιν ἐκείνης καὶ σφόδρα εὐκολωτέρα. Καὶ ταῦτα ἅπαντα διὰ τῶν ἔμπροσθεν ἀπεδείξαμεν λόγων· «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου»· ἀλλ’ ὁ μὲν παράγει, ὁ δὲ μένει. Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν δεῖξαι τὸ τῆς παρθενίας ἀξίωμα; Ὅσον γὰρ τοῦ Θεοῦ πρὸς τὸν κόσμον τὸ διάφορον, τοσοῦτον αὕτη βελτίων ἐκείνης ἡ φροντίς. Πῶς οὖν συγχωρεῖ τὸν γάμον, τὸν προσηλοῦντα ἡμᾶς ταῖς φροντίσι, καὶ τῶν πνευματικῶν ἀπάγοντα; Διὰ γὰρ τοῦτο, φησίν, εἶπον· Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, ἵνα οἱ φθάσαντες ἤδη δεθῆναι, ἢ καὶ μέλλοντες, ἑτέρῳ τινὶ τρόπῳ χαυνότερον ἐργάσωνται τὸν δεσμόν. Ἐπειδὴ γὰρ διαῤῥῆξαι αὐτὸν οὐκ ἔνι περιβληθέντα ἅπαξ, ἀνεκτότερον αὐτὸν ποίησον. Ἔξεστι γάρ, ἂν βουλώμεθα, πάντα περικόπτειν τὰ περιττά, καὶ μὴ μειζόνως τῶν ἀπὸ τῆς τοῦ πράγματος φύσεως τικτομένων φροντίδων τὰ παρὰ τῆς ἡμετέρας προστιθέναι νωθείας.
οε’. Εἰ δὲ καὶ σαφέστερόν τις θέλοι μαθεῖν τὶ ποτὲ ἐστιν, ἔχοντε γυναῖκα μὴ ἔχειν, τοὺς οὐκ ἔχοντας ἐννοείτω τοὺς ἐσταυρωμένους, πῶς διάκεινται. Πῶς οὖν ἐκεῖνοι διάκεινται; Οὐ θεραπαινίδων ἀναγκάζονται πλῆθος ὠνεῖσθαι, οὐ χρυσία καὶ περιδέραια, οὐκ οἰκίας λαμπρὰς καὶ μεγάλας, οὐ πλέθρα γῆς τόσα καὶ τόσα· ἀλλὰ ταῦτα πάντα ἀφέντες ὑπὲρ ἱματίου φροντίζουσιν ἑνὸς καὶ τροφῆς αὐτῶν. Ἕξεσι καὶ τῷ γυναῖκα ἔχοντι εἰς ταύτην ἑαυτὸν ἀγαγεῖν τὴν φιλοσοφίαν. Τὸ γὰρ ἀνωτέρω λεχθέν, «Μὴ ἀποστερεῖτε ἀλλήλους», περὶ μίξεως εἴρηται μόνης· ἐν τούτῳ γὰρ ἕπεσθαι ἀλλήλοις κελεύει, καὶ οὐδένα ἀφίησιν ἑαυτοῦ κύριον εἶναι· Ἔνθα δὲ ἂν δέῃ τὴν ἄλλην φιλοσοφίαν ἀσκεῖν, τὴν ἐν τοῖς ἱματίοις, τὴν ἐν τῇ διαίτῃ, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν, οὐκέτι θατέρῳ λοιπὸν ὁ ἕτερος ὑπεύθυνος γίνεται, ἀλλ’ ἔξεστι τοῖς ἀνδράσι, κἂν ἡ γυνὴ μὴ βούληται, περικόψαι τρυφὴν ἅπασαν καὶ τὸν περιῤῥέοντα τῶν φροντίδων ὄχλον· καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένη καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾶν. Εἰκότως· ἐκείνῃ μὲν γὰρ ἡ ἐπιθυμία φυσικὴ τὶς ἐστι, καὶ διὰ τοῦτο πολλῆς ἔτυχε τῆς συγγνώμης, καὶ οὐκ ἔστι κύριος ὁ ἕτερος ἀποστερεῖν τὸν ἕτερον μὴ βουλόμενον· ἡ δὲ τῆς τρυφῆς καὶ τῆς θεραπείας τῆς περιττῆς, καὶ τῆς φροντίδος τῆς ἀνονήτου οὐκ ἀπὸ τῆς φύσεως ὁρμᾶται, ἀλλ’ ἀπὸ τῆς ῥᾳθυμίας καὶ τῆς πολλῆς ὕβρεως τίκτεται. Διὰ ταῦτα οὐκ ἀναγκάζει καὶ ἐν τούτοις τοὺς γεγαμηκότας ὑποκεῖσθαι ἀλλήλοις, καθάπερ καὶ ἐν ἐκείνοις. Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν, ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος, ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν, καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προῃρημένης. Ὅτι γὰρ τοῦτό φησι, διὰ τῆς ἐπαγωγῆς ἐδήλωσε· «Καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ἐν κτήσεσιν ὡς μὴ χαίροντες». Οἱ γὰρ μὴ χαίροντες οὐδὲ τῆς κτήσεως ἐπιμελήσονται καὶ οἱ μὴ κλαίοντες οὔτε τὴν πενίαν δυνήσονται φρίττειν, οὔτε τὴν αὐτάρκειαν ἀποστρέφεσθαι. Τοῦτό ἐστιν ἔχειν γυναῖκα καὶ μὴ ἔχειν· τοῦτό ἐστι κεχρῆσθαι τῷ κόσμῳ καὶ μὴ παρακεχρῆσθαι. «Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου». Ὅταν οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ μέριμνα ᾗ, καὶ ἐνταῦθα μὲν εἰκῆ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ καὶ θλίψει («Θλῖψιν γὰρ τῇ σαρκί, φησίν, ἕξουσιν οἱ τοιοῦτοι»), ἐκεῖ δὲ ἐπὶ τοῖς ἀποῤῥήτοις ἀγαθοῖς, τὶ μὴ ταύτην αἱρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις, ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης; Τὶ γὰρ ἡ μὴ γαμηθεῖσα μεριμνᾷ; Ἆρα ὑπὲρ χρημάτων, ὑπὲρ οἰκετῶν, ὑπὲρ οἰκονομῶν, ὑπὲρ ἀγρῶν, καὶ τῶν ἄλλων; Μαγείροις ἐφέστηκε, καὶ ὑφανταῖς, καὶ τῇ λοιπῇ θεραπεία; Ἄπαγε· οὐδὲν τούτων εἰς νοῦν βάλλεται, ἀλλ’ ἓν φροντίζει μόνον, τὴν αὐτῆς οἰκοδομεῖν ψυχήν, τὸν ναὸν ἐκεῖνον τὸν ἅγιον κοσμεῖν οὐκ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις, οὐκ ἐπιτρίμμασιν οὐδὲ ὑπογραφαῖς, οὐ ταῖς ἄλλαις δυσκολίαις καὶ μοχθηρίαις, ἀλλὰ τῇ ἁγιωσύνῃ τῇ κατὰ σῶμα καὶ κατὰ πνεῦμα. «Ἡ δὲ γαμήσασα, φησί, μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί». Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν, οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι· ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τὸ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι· καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχήν, καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μὴ τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίζῃ. Διόπερ οὐδὲ ἠρκέσθη τάσι προτέραις παραινέσεσιν, ἀλλ’ εἰπών· «Ἐπιταγὴν Κυρίου οὐκ ἔχω»· καί, «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», πάλιν ἐνταῦθα φησιν, «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω».
ος’. Ὑπὲρ οὗ καὶ διαπορήσειεν ἂν τις εἰκότως, πῶς ἀνωτέρω λύσιν δεσμῶν τὸ πρᾶγμα καλῶν, καὶ πρὸς τὸ συμφέρον ἡμῖν αὐτὸ συμβουλεύειν λέγων, καὶ ἵνα θλῖψιν μὴ ἐχέμεν, καὶ ἵνα ἀμέριμνοι ὦμεν, καὶ ἐπειδὴ φείδεται ἡμῶν, καὶ διὰ τούτων ἁπάντων δεικνὺς τὸ κοῦφον αὐτοῦ καὶ φορητόν, ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω»; Οὐ τὴν παρθενίαν βρόχον ἐκάλεσε· ἄπαγε· ἀλλὰ τὸ μετὰ βίας καὶ ἀνάγκης αἱρεῖσθαι τοῦτο τὸ καλόν. Καὶ γὰρ οὕτως ἔχει. Πᾶν ὅπερ ἂν βιαζόμενος καὶ μετὰ τοῦ μὴ βούλεσθαι καταδέχηταί τις, κἂν σφόδρα κοῦφον ᾗ, πάντων ἀφορητότερον γίνεται, καὶ ἀγχόνης χαλεπώτερον τὴν ἡμετέραν ἀποπνίγει ψυχήν. Διὰ τοῦτο εἶπεν, «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω»· τοῦτο ἐστιν· ἅπαντα τὰ καλὰ τῆς παρθενίας εἶπον καὶ ἀπέδειξα, καὶ μετὰ ταῦτα ὅμως ἅπαντα τὴν αἵρεσιν ὑμῖν ἐπιτρέπω τοῦ πράγματος, οὐχὶ μὴ βουλομένους ἕλκω πρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ὑμᾶς θλῖψαι βουλόμενος ταῦτα συνεβούλευσα, ἀλλ’ ὥστε μὴ τὴν εὐσχήμονα προσεδρίαν ὑπὸ τῶν βιωτικῶν ἐκκοπῆναι πραγμάτων. Σὺ δὲ μοι θέα κἀνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς ταῖς παραιτήσεσι πάλιν παραίνεσιν ἐπεισήγαγε, καὶ διὰ τῆς συγχωρήσεως συμβουλήν. Τῷ γὰρ εἰπεῖν, «Οὐκ ἀναγκάζω, ἀλλὰ παραινῶ», καὶ προσθεῖναι, διὰ «Τὸ εὔσχημον καὶ εὐπρόσεδρον», ἔδειξε τῆς παρθενίας τὸ θαυμαστόν, καὶ τὸ κέρδος ὅσον ὑμῖν ἔντη κατὰ Θεὸν ἀπ’ αὐτῆς γίνεται πολιτείᾳ. Οὐ γὰρ ἔνι τὴν βιωτικαῖς ἐμπεπλεγμένην φροντίσι, καὶ πανταχοῦ περιελκομένην εὐπρόσεδρον εἶναι, τῆς σπουδῆς καὶ σχολῆς ἁπάσης εἰς πολλὰ μεριζομένης, εἰς ἄνδρα λέγω, καὶ οἰκίας ἐπιμέλειαν, καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ὁ γάμος ἐπισύρεσθαι εἴωθε.
οζ’. Τὶ οὖν, φησίν, ὅταν ἡ παρθένος πολλὰ πραγματεύηται, καὶ μερίμνας ἔχῃ βιωτικάς; Ἄπαγε, ἔξω ταύτην ἑλκύσας τοῦ τῶν παρθένων χοροῦ· οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον, ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας· ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμάτων καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς· ἂν δὲ μὴ τοῦτο ᾗ, τὶ ὄφελος σωματικῆς καθαρότητος; Ὥσπερ γὰρ στρατιώτου οὐδὲν αἰσχρότερον γένοιτ’ ἂν τὰ ὅπλα ῥίψαντος καὶ καπηλείοις σχολάζοντος, οὕτως οὐδὲ παρθένων ἀσχημονέστερον βιωτικαῖς ἐνδεδεμένων φροντίσι. Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν, ἀλλ’ οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο. Καὶ γὰρ ἡ παρθένια διὰ τοῦτο καλόν, ὅτι πᾶσαν ἐκκόπτει φροντίδος ὑπόθεσιν περιττῆς, καὶ πᾶσαν σχολὴν τοῖς κατὰ Θεὸν ἀνατίθησιν ἔργοις· ὡς ἂν μὴ τοῦτο ἔχοι, πολὺ τοῦ γάμου πάλιν ἐλάττων γίνεται, ἀκάνθας ἐν τῇ ψυχῇ περιφέρουσα καὶ τὸν καθαρὸν καὶ οὐράνιον συμπνίγουσα σπόρον.
οη’. «Εἰ δὲ τις ἀσχημονεῖν, φησίν, ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾗ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν». Τὶ λέγεις, «Ὃ θέλει ποιείτω»· καὶ οὐ διορθοῖς τὴν ἐσφαλμένην γνώμην, ἀλλ’ ἐπιτρέπεις γαμεῖν; Διὰ τὶ γὰρ οὐκ εἶπες· εἰ δὲ ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἄθλιος ἐστι καὶ ταλαίπωρος, πρᾶγμα οὕτω θαυμαστὸν ἐπονείδιστον εἶναι νομίζων; Διὰ τὶ μὴ συνεβούλευσας ταύτης ἀπαλλαγέντα τῆς ὑποψίας, ἀπαγαγεῖν τοῦ γάμου τὴν αὐτοῦ θυγατέρα; Ὅτι, φησί, τῶν σφόδρα ἀσθενῶν καὶ χαμαὶ συρομένων ἦσαν αἱ τοιαῦται ψυχαί· τὰς δὲ οὕτω διακειμένας οὐκ ἐνῆν ἀθρόον ἀγαγεῖν ἐπὶ τοὺς ὑπὲρ τῆς παρθενίας λόγους. Ὁ γὰρ οὕτω πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένος, καὶ τὸν παρόντα βίον θαυμάζων, ὡς καὶ μετὰ τὴν τοσαύτην παραίνεσιν αἰσχύνης ἄξιον εἶναι νομίζειν, ὃ τῶν οὐρανῶν ἄξιόν ἐστι καὶ τῆς ἀγγελικῆς πολιτείας ἐγγύς, πῶς ἂν ἠνέσχετο συμβουλῆς εἰς τοῦτο ἐναγούσης αὐτόν; Καὶ τὶ θαυμαστόν, εἰ ἐπὶ πράγματος συγκεχωρημένου τοῦτο ὁ Παῦλος ἐποίησεν, ὅπου γε ἐπὶ κεκωλυμένου καὶ παρανόμου τὸ αὐτὸ πάλιν ποιεῖ; Οἶόν τι λέγω· τὸ τῆς τῶν βρωμάτων παρατηρήσεως ἔχεσθαι, καὶ τοῦτο μὲν ἐγκρίνειν, ἐκεῖνο δὲ ἐκβάλλειν, Ἰουδαϊκῆς ἀσθενείας ἦν· ἀλλ’ ὅμως ἦσαν παρὰ Ῥωμαίοις οἱ ταύτην ἔχοντες τὴν ἀσθένειαν· καὶ οὐ μόνον αὐτῶν οὐ κατηγόρησε μετὰ σφοδρότητος, ἀλλὰ καὶ ἕτερόν τι πλέον τούτου ποιεῖ. Τοὺς γὰρ ἁμαρτάνοντας ἀφεὶς τοῖς ἐπιχειροῦσι κωλύειν αὐτοὺς ἐπιτιμᾷ λέγων· «Σὺ δὲ τὶ κρίνεις τὸν ἀδελφὸν σοῦ»; Ἀλλ’ οὐχ, ὅτε Κολοσσαεῦσιν ἐπέστειλε, τοῦτο ἐποίησεν, ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ καθάπτεται αὐτῶν, καὶ φιλοσοφεῖ, λέγων· «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει»· καὶ πάλιν· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τὶ ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, ἃ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει». Τὶ δήποτε οὖν τοῦτο ποιεῖ; Ὅτι ἐκεῖνοι μὲν ἦσαν ἰσχυροί, Ρωμαῖοι δὲ πολλῆς ἔτι τῆς συγκαταβάσεως ἐδέοντο, καὶ περιέμενε πρότερον τὴν πίστιν ἐν ταῖς ἐκείνων παγῆναι ψυχαῖς, δεδοικὼς μὴ πρὸ καιροῦ τοῦ δέοντος θᾶττον ἐπὶ τὸ τὰ ζιζάνια ἀνασπάσαι ἐλθών, πρόῤῥιζα μετ’ αὐτῶν συνανασα=παση καὶ τὰ τῆς ὑγιοῦς διδασκαλίας φυτά. Διὰ τοῦτο οὔτε καθικνεῖται αὐτῶν σφοδρῶς, οὔτε ἀνεπιτιμήτους ἀφίησιν, ἀλλὰ καθάπτεται μέν, ἀνυπόπτως δὲ καὶ λανθανόντως, καὶ ἐν τῇ τῶν ἑτέρων ἐπιτιμήσει. Τῷ γὰρ λέγειν, «Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει», δοκεῖ μὲν ἐπιστομίζειν τὸν ἐπιπλήττοντα ἐκείνῳ, τὸ δὲ ἀληθὲς τὴν τούτου δάκνει ψυχήν, ἐμφαίνων ὅτι τὸ τὰ τοιαῦτα αἱρεῖσθαι οὐ τῶν βεβαιῶν οὐδὲ τῶν παγίως ἑστώτων ἐστίν, ἀλλὰ τῶν ἔτι σαλευομένων, τῶν εἰ μὴ σταῖεν καὶ πεσεῖν κινδυνευόντων. Τὸν αὐτὸν δὴ κἀνταῦθα φυλάττει νόμον, διὰ τὴν πολλὴν ἀσθένειαν τῶν ἐπαισχυνομένων τῷ πράγματι. Οὐ γὰρ φανερῶς πρὸς αὐτὸν ἀποτείνεται, ἀλλ’ ἐν τοῖς ἐπαίνοις τοῦ τὴν αὐτοῦ διατηροῦντος παρθένον δίδωσιν αὐτῷ σφοδρὰν τὴν πληγήν. Τὶ γὰρ φησιν; «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ». Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου, καὶ οὐδέποτε βεβαία βαδίζειν εἰδότος, οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας. Εἶτα ἐπειδὴ συνεῖδεν ἱκανὸν ὄντα τὸν λόγον δακεῖν τὴν ἐκείνου ψυχήν, ὅρα πῶς αὐτὸν συνεσκίασε πάλιν, αἰτίαν ἐπαγαγὼν οὐ σφόδρα κατηγορίας ἀξίαν. Εἰπὼν γάρ, «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ», προσέθηκε, «Μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχων». Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· ὃς δὲ ἕστηκεν ἑδραῖος, καὶ μὴ νομίζει τὸ πρᾶγμα ἀσχημοσύνην εἶναι· ἀλλὰ τοῦτο πληκτικώτερον ἦν· διὸ ἕτερον ἀντὶ τούτου προσέθηκε παραμυθούμενος αὐτόν, καὶ διδοὺς μᾶλλον ἐπὶ ταύτην ἐλθεῖν τὴν αἰτίαν. Οὐ γὰρ οὕτω δεινὸν τὸ πρᾶγμα δι’ ἀνάγκην κωλύειν, ὡς δι’ αἰσχύνην. Τοῦτο μὲν γὰρ ψυχῆς ἐστιν ἀνάνδρου καὶ ταλαιπώρου, ἐκεῖνο δὲ καὶ διεστραμμένης, καὶ οὐδὲ τὴν τῶν πραγμάτων φύσιν ἐπισταμένῃς κρίνειν ὀρθῶς. Ἀλλὰ τούτων οὔπω τῶν λόγων ἦν ὁ καιρός· ἐπεὶ ὅτι γε οὐδὲ ἐπικειμένης θέμις τὴν προῃρημένην παρθενεύειν κωλύεσθαι, ἀλλὰ πρὸς πάντα ἵστασθαι χρὴ γενναίως τὰ διακόπτοντα τὴν καλὴν ταύτην ὁρμήν, ἄκουσον τὶ φησιν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος». Ὅταν γὰρ τὶ μετίωμεν τῶν τῷ Θεῷ δοκούντων, ἅπας ὁ κωλύων ἐχθρὸς ἔστω καὶ πολέμιος, κἂν πατὴρ ᾗ, κἂν μήτηρ, κἂν ὁστισοῦν. Ἀλλ’ ὁ Παῦλος ἔτι διαβαστάζων τῶν ἀκουόντων τὸ ἀτελές, ταῦτα ἔγραφε, λέγων· «Ὃς δὲ ἕστηκεν ἑδραῖος μὴ ἔχων ἀνάγκην»· καὶ οὐδὲ μέχρι τούτου τὸν λόγον ἔστησε· καίτοι γε τό, «Μὴ ἔχων ἀνάγκην», καί, «Ἐξουσίαν ἔχων», ταὐτὸν ἐστιν· ἀλλὰ τῷ μήκει τοῦ λόγου καὶ τῇ συνεχείᾳ τῶν συγχωρήσεων τὴν εὐτελῆ καὶ μικρὰν παραμυθεῖται διάνοιαν, μετὰ τούτων καὶ ἑτέραν αἰτίαν προσθεὶς τό, «Ὃς κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ». Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεύθερον εἶναι, οὐδὲ ἀπὸ τούτου μόνον ὑπεύθυνος ἐστιν, ἀλλ’ ὅταν ἕληται καὶ κρίνῃ, τότε καλῶς ποιεῖ. Εἶτα ἵνα μὴ νομίσῃς διὰ τὴν πολλὴν συγκατάβασιν μηδὲν εἶναι τὸ μέσον, τίθησι πάλιν τὴν διαφορὰν μεθ’ ὑποστολῆς μέν, τίθησι δ’ ὅμως λέγων· «Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ». Ἀλλ’ ἐνταῦθα μὲν ὅσον τὸ κρεῖττον οὐκ ἔδειξε διὰ τὴν αὐτὴν πάλιν αἰτίαν· σὺ δὲ εἰ θέλεις μαθεῖν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ’ εἰσιν ὡς ἄγγελοι ἐν οὐρανῷ». Εἶδες τὸ μέσον, ποῦ τὸν θνητὸν ἡ παρθένια ἀθρόον αἴρει, ὅταν ὄντως ᾗ παρθένια.
οθ’. Τὶ γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπὲ μοι, ὁ Ἡλίας, ὁ Ἐλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί; Οὐδὲν ἀλλ’ ἢ ὅσον θνητῇ προσεδέδεντο φύσει· τὰ δὲ ἀλλὰ εἲ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲν χεῖρον ἐκείνων εὑρήσει διακειμένους· καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι, μέγα εἰς ἐγκωμίου λόγον ἐστί. Τὸ γὰρ γῆν οἰκοῦντας, καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ, δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πάσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν. Ὅτι δὲ αὐτοὺς ἡ παρθένια τοιούτους ἐποίησε, δῆλον ἐκεῖθεν· εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ ἂν οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς· νῦν δὲ πάντων τούτων ἀπολυθέντες τῶν δεσμῶν, ὡς ἐν οὐρανοῖς ὄντες οὕτω διέτριβον ἐπὶ τῆς γῆς· οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ’ ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν· καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ, τῆς ἐρημίας ἡ ἀκαρπίᾳ, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστη. Οὐ γὰρ ἀμπελὼν αὐτοῖς ἐδέησεν, οὐδὲ ληνῶν, οὐδὲ ληΐων, οὐδὲ ἀμητοῦ· ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστὴν τινα καὶ παράδοξον, καὶ μείζονα ἢ κατ’ ἀνθρωπίνην συνήθειαν· «Ὁ γὰρ εἷς ἄρτος, φησί, πρὸς τεσσαράκοντα ἡμερῶν ἀσιτίαν ἤρκεσε»· τὸν δὲ ἡ τοῦ πνεύματος χάρις πολλάκις ἔτρεφε θαυματουργοῦσα, καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ δι’ ἐκείνου ἑτέρους. Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὐ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς· οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον, ἀλλ’ ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν. Εἶδες ἀγγέλους ἐπὶ τῆς γῆς; Εἶδες παρθενίας ἰσχύν; Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς, ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύασε.
π’. Πάντα γὰρ ἐκείνοις ἦν περιττά, οὐ ταῦτα μόνον τὰ ὄντως ὄντα περιττά, τρυφή, καὶ πλοῦτος, καὶ δυναστεία, καὶ δόξα, καὶ ὁ λοιπὸς τῶν ὀνείρων τούτων ὁρμαθός· ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἀναγκαῖα, οἰκίαι, καὶ πόλεις, καὶ τέχναι· τοῦτό ἐστιν τό, «Εὔσχημον καὶ εὐπρόσεδρον» εἶναι, τοῦτο παρθενίας ἀρετή. Θαυμαστὸν μὲν γὰρ καὶ πολλῶν στεφάνων ἄξιον καὶ τὸ τῆς τῶν ἐπιθυμιῶν περιγενέσθαι λύττης, καὶ μαινομένην κατέχειν τὴν φύσιν, ἀλλὰ τότε ὄντως γίνεται θαυμαστόν, ὅταν ὁ τοιοῦτος βίος προσῇ· αὐτὸ δὲ καθ’ ἑαυτὸ ἀσθενές, καὶ οὐχ ἱκανὸν σῶσαι τοὺς ἔχοντας. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὅσαι παρθενίαν μὲν ἀσκοῦσι καὶ νῦν· τοσοῦτον δὲ ἀποδέουσιν Ἡλίου καὶ Ἐλισσαίου καὶ Ἰωάννου, ὅσον ἡ γῆ τοῦ οὐρανοῦ. Ὥσπερ γὰρ τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον» ἂν περιέλῃς, αὐτὰ τὰ νεῦρα τῆς παρθενίας ἐξέκοψας, οὕτως ὅταν αὐτὴν μετὰ πολιτείας ἔχῃς ἀρίστης, τὴν ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτείᾳ τρέφειν τοὺς τῆς παρθενίας καρπούς· μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν. Αὕτη τοὺς γενναίους ἐκείνους πρὸς τὸν θαυμαστὸν ἤλειψε δρόμον, πάντα μὲν αὐτῶν τὰ δεσμὰ περικόψασα, ποσὶ δὲ εὐλύτοις καὶ κούφοις καθάπερ πτηνοὺς ἀφεῖσα πέτεσθαι πρὸς τὸν οὐρανόν. Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία, οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία· ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον, οὐδὲ φροντίδων, οὐδὲ κινδύνων, ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.
πα’. Ὁ μὲν γὰρ μηδὲν ἔχων ὡς τὰ πάντα κατέχων, οὕτως ἁπάντων καταφρονεῖ, καὶ παῤῥησίᾳ κέχρηται πολλῇ καὶ πρὸς ἄρχοντας καὶ πρὸς δυνάστας καὶ πρὸς αὐτὸν τὸν τὸ διάδημα περικείμενον. Ὁ χρημάτων καταφρονῶν ὁδῷ προβαίνων καὶ θανάτου καταφρονήσει ῥᾳδίως· τούτων δὲ γενόμενος ἀνωτέρω πᾶσι μετὰ παῤῥησίας διαλέξεται, οὐδένα δεδοικὼς οὐδὲ τρέμων. Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος, ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς, καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν βιωτικῶν. Διὰ τοῦτο ῥίζαν αὐτὴν τῶν κακῶν πάντων ὁ Παῦλος ἐκάλεσε. Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθένια, καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην, τὴν ἅπαντα βλαστάνουσαν τὰ καλά, ἐλευθερίαν, παῤῥησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμόν, ὑπεροψίαν πάντων τῶν ἐπὶ τῆς γῆς· οὕτω τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον», γίνεται
.
πβ’. Ἀλλὰ τὶς ὁ σοφὸς τῶν πολλῶν λόγος; Ὁ πατριάρχης, φησίν, Ἀβραὰμ καὶ γυναῖκα εἶχε, καὶ παῖδας, καὶ χρήματα, καὶ ποίμνια, καὶ βουκόλια. Καὶ μετὰ πάντα ἐκεῖνα Ἰωάννης, ὃ τε Βαπτιστής, ὃ τε Εὐαγγελιστής, παρθένοι ἀμφότεροι τυγχάνοντες, καὶ Παῦλος καὶ Πέτρος ἐπὶ τῆς ἐγκρατείας διαλάμψαντες, εἰς τοὺς ἐκείνου κόλπου εὔχονται ἐλθεῖν. Τὶς σοι τοῦτο εἶπεν, ὦ βέλτιστε, ποῖος προφήτης, τὶς εὐαγγελιστής; Αὐτός, φησίν, ὁ Χριστός. Τὸν γὰρ ἑκατοντάρχην ἰδὼν πολλὴν ἔχοντα πίστιν, ἔλεγεν· «Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». Καὶ ὁ Λάζαρος δὲ μετ’ αὐτοῦ τότε ὁρᾶται ὑπὸ τοῦ πλουσίου τρυφῶν. Καὶ τὶ τοῦτο πρὸς Παῦλον, τὶ δὲ πρὸς Πέτρον, τὶ δὲ πρὸς Ἰωάννην; Οὐ γὰρ ὁ Λάζαρος Παῦλος καὶ Ἰωάννης ἦν, οὐδὲ οἱ πολλοὶ οἱ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ὁ τῶν ἀποστόλων ἦσαν χορός. Ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος καὶ μάταιος. Εἰ δὲ θέλεις ὅλως ἀκοῦσαι τὰ τῶν ἀποστόλων ἔπαθλα, ἄκουσον τοῦ μέλλοντος αὐτοῦ διδόναι, λέγοντος· «Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ». Καὶ οὐδαμοῦ ἐνταῦθα ὁ Ἀβραάμ, οὔτε ὁ τούτου παῖς, οὐδὲ ὁ ἐκείνου, οὐδὲ ὁ λαχὼν αὐτοὺς κόλπος, ἀλλ’ ἀξία πολλῷ μείζων ἐκείνης· τοὺς γὰρ ἐκείνων οὗτοι καθεδοῦνται κρινοῦντες ἐκγόνους. Οὐ ταύτῃ δὲ μόνον ἡ διαφορὰ δήλη, ἀλλ’ ὅτι ὧν μὲν ὁ Ἀβραὰμ ἔτυχε πολλοὶ τεύξονται· «Πολλοὶ γὰρ ἐλεύσονται, φησίν, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· τῶν δὲ θρόνων ἐκείνων οὐδεὶς ἕτερος ἐπιλήψεται, ἀλλὰ μόνος ὁ τῶν ἁγίων τούτων χορός. Ἒτ’ οὖν, εἰπὲ μοι, ποιμνίων μέμνησθε, καὶ βουκολίων, καὶ γάμων, καὶ παίδων; Τὶ οὖν, φησίν, ὅταν τῶν παρθενευσάντων πολλοὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας εὔχονται χωρῆσαι ἐκεῖ; Ἐγὼ δὲ τούτου μεῖζον ἐρῶ, ὅτι πολλοὶ τῶν παρθενευσάντων οὐδὲ ἐκείνων ἐπιτεύξονται τῶν κόλπων, οὐδὲ τῶν ἐλαττόνων, ἀλλ’ εἰς τὴν γέενναν αὐτὴν ἀπελεύσονται. Καὶ δηλοῦσιν αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι παρθένοι. Ἆρ’ οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος, ἢ καὶ χειρῶν; Τὸ γὰρ ὑπόδειγμα τὸ σὸν καὶ χείρονα αὐτὴν ποιεῖ. Εἰ γὰρ ὁ μὲν γεγαμηκὼς Ἀβραὰμ ἐν ἀνέσει καὶ τρυφῇ, οἱ δὲ παρθενεύσαντες ἐν γεέννῃ, τοῦτο λείπεται κατὰ τὸν ὑμέτερον ὑποπτεῦσαι λόγον. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐ γὰρ μόνον οὐκ ἐλάττων, ἀλλὰ κεῖ πολλῷ βελτίων ἡ παρθένια τοῦ γάμου. Πῶς; Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν, οὔτε ἡ παρθένια τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν· ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε, καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλά, τὸ «Εὔσχημον» λέγω καὶ «εὐπρόσεδρον»· αὗται δὲ καὶ παρθενίαν ἑλόμεναι, εἰς τὸν τοῦ βίου κλύδωνα καὶ τὰς ἐν τῷ γάμῳ πραγματείας κατέπεσαν. Τὶ οὖν κωλύει, φησί, καὶ νῦν μετὰ τοῦ γάμου καὶ τῶν παίδων καὶ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ «Εὐπρόσεδρον» διασῶσαι; Πρῶτον μὲν ὅτι οὐδεὶς κατὰ τὸν Ἀβραὰμ νῦν, ἀλλ’ οὐδὲ κατὰ μικρὸν ἐγγύς. Καὶ γὰρ τῶν ἀκτημοσύνην ἀσκούντων μᾶλλον ἐκεῖνος χρημάτων κατεφρόνησε, πλουτῶν καὶ γυναῖκα ἔχων, καὶ ἡδονῆς μᾶλλον τῶν παρθενευόντων ἐκράτει. Οὔτε μὲν γὰρ καθ’ εἰκαστὴν ὑπὸ τῆς ἐπιθυμίας φλέγονται τὴν ἡμέραν· ἐκεῖνος δὲ οὕτω ταύτην κατεσβέκει τὴν φλόγα, καὶ οὐδεμιᾷ συνεδέδετο προσπαθείᾳ, ὡς μὴ μόνον ἀποσχέσθαι τῆς παλλακίδος, ἀλλὰ καὶ ἐκβαλεῖν αὐτὴν τῆς οἰκίας ὑπὲρ τοῦ μάχης καὶ στάσεως πᾶσα ὑπόθεσιν ἀνελεῖν· νῦν δὲ οὐ σφόδρα εὔκολον τοῦτο εὑρεῖν.
πγ’. Καὶ χωρὶς τούτῳ δέ, ὅπερ καὶ ἀρχόμενος ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ τὸ αὐτοῦ τῆς ἀρετῆς ἀπαιτούμεθα μέτρον ἡμεῖς τε κἀκεῖνοι. Νῦν μὲν γὰρ οὐκ ἔστι τέλειον εἶναι μὴ πάντα πωλήσαντα, μὴ πᾶσιν ἀποταξάμενον, οὐ χρήμασι λέγω μόνον καὶ οἰκίᾳ, ἀλλὰ καὶ τῇ ψυχῇ τῇ ἑαυτοῦ· τότε δὲ οὔπω τοσαύτης ἀκριβείας ἐπίδειξις ἦν. Τὶ οὖν; Ἀκριβέστερον ἡμεῖς, φησί, τοῦ πατριάρχου βιοῦμεν νῦν; Ὠφείλομεν μέν, καὶ τούτου ἐπιτετάγμεθα, οὐ βιοῦμεν δέ· καὶ διὰ τοῦτο πολὺ τοῦ δικαίου λειπόμεθα· ἐπεὶ ὅτι γε μείζονα ἡμῖν τὰ σκάμματα πρόκειται, παντὶ που δῆλόν ἐστι. Διὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζουσα ἡ Γραφὴ οὐχ ἁπλῶς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ προσθήκης τινός. «Νῶε γάρ, φησί, δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρεστησεν». Οὐχ ἁπλῶς τέλειος, αλλ’ ἐν τῷ τότε καιρῷ· πολλοὶ γὰρ τελειότητος τρόπου κατὰ διαφόρους ὡρισμένοι καιρούς. Καὶ «τοῦ χρόνου προκόπτοντος τὸ ποτὲ τέλειον ἀτελὲς ὕστερον γίνεται». Οἶόν τι λέγω· «Τέλειος ἦν ποτε ὁ κατὰ τὸν νόμον βιῶν· ὁ ποιήσας γὰρ αὐτά, φησί, ζήσεται ἐν αὐτοῖς»· ἀλλ’ ἐλθὼν ὁ Χριστὸς τοῦτο τὸ τέλειον ἔδειξεν ἀτελές. «Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησίν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Τότε φόνος ἐδόκει μόνον εἶναι δεινόν, νῦν δὲ καὶ ὀργὴ καὶ λοιδορίᾳ μόνῃ τῇ γεέννῃ, παραπέμψαι δύναιτ’ ἄν· τότε μοιχεία ἐκολάζετο μόνον, νῦν δὲ καὶ τὸ ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα ἰδεῖν οὐκ ἀπήλλακται τιμωρίας· τότε ἡ ἐπιορκία μόνη ἦν ἐκ τοῦ πονηροῦ, νῦν δὲ καὶ τὸ ὀμόσαι. «Τὸ γὰρ περισσόν, φησί, τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». Οὐδὲν πλέον ἀπῃτοῦντο οἱ τότε, ἢ τὸ τοὺς φιλοῦντας ἀγαπᾶν· νῦν δὲ τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὕτως ἐστὶν ἀτελές, ὡς καὶ μετὰ τὴν κατόρθωσιν αὐτοῦ μηδὲν πλέον ἡμᾶς ἔχειν τῶν τελωνῶν.
πδ’. Τὶ δήποτε οὖν τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ Παλαιᾷ, ἀλλὰ μείζονα ἐπιδείκνυσθαι δεῖ τὴν ἀρετήν, εἰ μέλλοιμεν τῶν αὐτῶν ἐκείνοις τυγχάνειν; Ὅτι πολλὴ ἡ τοῦ Πνεύματος χάρις ἐκκέχυται νῦν, καὶ μεγάλη τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δωρεά· ἄνδρας γὰρ αὐτῇ τελείους ἀντὶ νηπίων ἐποίησεν. Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους, ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα, καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκὲθ’ ὁμοίως θαυμάζομεν, ἀλλ’ ἕτερα πολλῷ μείζονα ἐκείνων κελεύομεν ἐπιδείκνυσθαι· οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοι οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην· ἐπειδὴ δὲ προφητῶν ἤκουσεν, ἀποστόλων, καὶ τῆς τοῦ Πνεύματος ἐπέτυχε χάριτος, ἐπέτεινεν αὕτη τῶν κατορθωμάτων τὸ μέγεθος· εἰκότως. Καὶ γὰρ μισθοὺς μείζονας ἔθηκε, καὶ τὰ ἔπαθλα πολλῷ λαμπροτέρα νῦν· οὐκέτι γὰρ τῇ καὶ τὰ ἐπὶ τῆς γῆς, ἀλλ’ οὐρανὸς καὶ τὰ νοῦν ὑπερβαίνοντα ἀγαθὰ τοῖς κατορθοῦσιν ἀπόκειται. Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ τῆς αὐτῆς ἔτι μένειν σμικρότητος ἀνδρωθέντας; Τότε μὲν γὰρ ἡ ἀνθρωπίνη καθ’ ἑαυτῆς ἔσχιστο φύσις, καὶ πόλεμος ἦν ἄσπονδος· καὶ τοῦτον ὁ Παῦλος διηγούμενος οὑτωσὶ πώς φησιν· «Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μοὶ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου». Ἀλλὰ νῦν οὐκ ἔστι ταῦτα. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ πὲρ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί»· καὶ περὶ τούτων εὐχαριστῶν ὁ Παῦλος ἔλεγε· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τὶς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ δι’ Ἰησοῦ Χριστοῦ». Διὰ τοῦτο κολαζόμεθα εἰκότως, ὅτι τῶν συμπεποδισμένων ἴσα τρέχειν οὐ βουλόμεθα οἱ λελυμένοι· μᾶλλον δὲ κἂν ἴσα δυνηθῶμεν, οὐδὲ οὕτως ἀπηλλάγμεθα τῆς κολάσεως. Τοὺς γὰρ βαθείας ἀπολαύοντας εἰρήνης τῷ σφόδρα βαρυνομένων πολέμῳ πολλῷ μείζονα δὲ καὶ λαμπροτέρα ἱστᾷν τὰ τρόπαια. Εἰ δὲ μέλλοιμεν περὶ χρήματα καὶ τρυφὴν καὶ γυναῖκας καὶ πραγμάτων ἐπιμέλειαν στρέφεσθαι, πότε ἄνδρες ἐσόμεθα, πότε πνεύματι ζήσομεν, πότε τὰ τοῦ Κυρίου μεριμνήσομεν; Ὅταν ἀποδημήσωμεν ἐντεῦθεν; Ἀλλ’ οὐκέτι πόνων οὐδὲ ἀγώνων ὁ καιρός, ἀλλὰ στεφάνων καὶ κολάσεων. Τότε, κἂν παρθένος ᾗ τις οὐκ ἔχουσα ἔλαιον ἐν ταῖς λαμπάσιν, οὐ δυνήσεται παρ’ ἑτέρων λαβεῖν, ἀλλ’ ἔξω μενεῖ· κἂν ῥυπαρὰ τις ἱμάτια ἐνδεδυμένος παραγένηται, οὐ δυνήσεται ἐξελθὼν ἀμεῖψαι τὴν στολήν, ἀλλ’ εἰς τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ· κἂν αὐτὸν παρακαλῇ τὸν Ἀβραάμ, οὐδὲν αὐτῷ πλέον ἔσται λοιπόν. Τῆς γὰρ κυρίας παραγενομένης, καὶ τοῦ βήματος τεθέντος, καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογός, καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀπεκλύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ’ ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα μόνον, οὐδενὸς ἡμᾶς ἐξαιτήσασθαι τότε δυναμένου, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παῤῥησίαν ἔχων τις, κἂν Νῶε, κἂν Ἰώβ, κἂν Δανιήλ, κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον, ἀλλ’ ἀνάγκη λοιπὸν ἀθάνατα κολάζεσθαι τοὺς ἡμαρτηκότας, ὥσπερ οὖν καὶ τιμᾶσθαι τοὺς κατωρθωκότας. Ὅτι γὰρ οὔτε τούτων οὔτε ἐκείνων τέλος ἔσται, ὁ Χριστὸς ἀπεφήνατο, ὥσπερ τὴν ζωὴν αἰώνιον, οὕτω καὶ τὴν κόλασιν αἰώνιον εἶναι λέγων. Ὅτε γὰρ τοὺς μὲν ἐκ δεξιῶν ἀπεδέξατο, τοὺς δὲ ἐξ εὐωνύμων κατεδίκασεν, ἐπήγαγε λέγων· «Ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον». Διὸ χρὴ πάντα ἐνταῦθα πραγματεύεσθαι, καὶ τὸν ἔχοντα γυναῖκα ὡς μὴ ἔχοντα εἶναι, καὶ τὸν ὄντως οὐκ ἔχοντα μετὰ τῆς παρθενίας καὶ τὴν ἄλλην ἅπασαν ἀσκεῖν ἀρετήν, ἵνα μὴ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἀνόνητα ἀποδυρώμεθα.
Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου