ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν

Τετάρτη 1 Ιουνίου 2016

Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν




Ιωάννης Χρυσόστομος
Τόμος 48

Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν


α’. Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγήν, καὶ ἐν καιρῷ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω τὸ βέλος, ἅπαντες ἂν σοι συνομολογήσαιεν, καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπεὶ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγήν, καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως, καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαι σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γὰρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ’ αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ’ ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ’ ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον, καὶ συγχωρήσαντες ἐμπλησθῆναι σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης, καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς σε παρακαλεῖν πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ’ ἑαυτῶν προστεθείκαμεν.


Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ, καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγάς, καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν· ἐπειδὴ δὲ λοιπὸν ἤρξατο λήγει ἡ ζάλη, καὶ τῷ τῶν κυμάτων ἄγριον κατεστόρεσεν ὁ Θεός, εὐκόλως τοῦ λόγου τὰ ἱστία ἀναπετάσομεν. Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς· ὅταν δὲ ἄμαχος ᾗ τῶν πνευμάτων ἡ προσβολή, τῆς ἐμπειρίας ὄφελος οὐδέν. Διὰ ταῦτα πάντα τὸν ἔμπροσθεν χρόνον σιγήσαντες, μόλις καὶ νῦν ἐπεχειρήσαμεν ῥῆξαι φωνήν, ἐπειδὴ παρὰ τοῦ θείου ἠκούσαμεν τοῦ σοῦ, ὅτι λοιπὸν χρὴ θαῤῥεῖν· καὶ γὰρ καὶ τῶν θεραπαινίδων τὰς ἐν τιμῇ κατατολμᾷν ὑπὲρ τούτων μακροὺς ἀποτείνειν λόγους, τὰς τε ἔξωθεν γυναῖκας, καὶ τὰς γένει προσηκούσας, καὶ τὰς ἄλλως πῶς ἐπιτηδείως ἐχούσας. Ὅτι δὲ τοὺς παρ’ ἐκείνων δεχομένη λόγους οὐκ ἀτιμάσεις τοὺς παρ’ ἡμῶν, ἀλλὰ καὶ ἡσυχίαν καὶ ἀταραξίαν παρέξεις αὐτοῖς κατὰ δύναμιν, σφόδρα θαῤῥοῦμεν καὶ πεπιστεύκαμεν. Καὶ ἄλλως μὲν οὖν τὸ γυναικεῖον γένος ἐπιῤῥεπέστερόν πῶς ἐστι πρὸς συμπάθειαν· ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος, καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸ ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλάσιον γίνεται τὸ δεινόν, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχη ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον. Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ, μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν, οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς τὰ πάντα δυναμένης χειρός, τῆς συνέσεως, ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως, ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως. «Αὐτὸς γὰρ πέπαικεν ἡμᾶς, φησί, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς καὶ ὑγιάσει ἡμᾶς».
Ἕως μὲν γὰρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν· ἐπειδὴ δὲ ἐκεῖνον ἔλαβε πρὸς ἑαυτὸν ὁ Θεός, ἀντ’ ἐκείνου σοι γέγονεν αὐτός. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου προφήτου Δαυῒδ· φησὶ γάρ· «Ὀρφανὸν καὶ χήραν ἀναλήψεται». Καὶ ἀλλαχοῦ δὲ αὐτὸν πατέρα καλεῖ τῶν ὀρφανῶν, καὶ κριτὴν τῶν χηρῶν· οὕτω πολλὴν ὑπὲρ τούτου τοῦ γένους πολλαχοῦ ποιούμενον αὐτὸν ὄψει τὴν σπουδήν.


β’. Ἵνα δὲ μὴ συνεχῶς τοῦτο λεγόμενον τὸ ὄνομα στρέφῃ σου τὴν ψυχήν, καὶ συγχέῃ σου τὸν λογισμόν, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει ἐπελθόν, ὑπὲρ τούτου διαλεχθῆναι βούλομαι πρῶτον καὶ δεῖξαι ὅτι οὐ συμφορᾶς, ἀλλὰ τιμῆς ἐστιν ὄνομα (τὸ τῆς χηρείας ὄνομα), καὶ τιμῆς τῆς μεγίστης. Μὴ γὰρ μοι τὴν τῶν πολλῶν δόξαν τὴν πεπλανημένην εἰς μαρτυρίαν ἀγάγῃς, ἀλλὰ τοῦ μακαρίου Παύλου, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν νομοθεσίαν. Ἃ γὰρ ἐκεῖνος ἐφθέγγετο, ταῦτα ὁ Χριστὸς ἐλάλει δι’ αὐτοῦ, καθὼς καὶ αὐτὸς ἔλεγεν, «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; Τὶ οὖν φησι; «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα»· καὶ πάλιν· «Νεωτέρας δὲ χήρας παραιτοῦ»· δι’ ἀμφοτέρων τοῦ πράγματος ὑμῖν τὸ μέγεθος παραστῆσαι βουλόμενος. Καὶ περὶ μὲν ἐπισκόπων διαταττόμενος οὐδαμοῦ τίθησιν ἐτῶν ἀριθμόν, ἐνταῦθα δὲ πολλὴν ποιεῖται τὴν ἀκρίβειαν. Τὶ δήποτε; Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστίν, ἀλλ’ ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιῤῥεόντων, δημοσίων καὶ ἰδιωτικῶν. Καθάπερ γὰρ πόλις ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκειται, οὕτω καὶ κόρη χηρεία συζῶσα πολλοὺς ἔχει πανταχόθεν τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς διαφθεῖραι σπεύδοντας. Καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ ἑτέρας πρὸς τὸ πεσεῖν αὐτὴν ἀφορμὰς προσγενόμενος εὑρήσομεν. Καὶ γὰρ οἰκέται καταφρονοῦντες, καὶ πράγματα ἀμελούμενα, καὶ τὸ μηκέτι ἐν τῇ προτέρᾳ εἶναι τιμῇ, καὶ τὸ ὁμήλικας εὖ πραττούσας ὁρᾷν, πολλάκις δὲ καὶ τὸ τρυφῆς ἐπιθυμεῖν, δευτέροις αὐτὰς ἔπεισεν ὁμιλῆσαι γάμοις.
Εἰσὶ δὲ αἳ νόμῳ μὲν γάμου οὐκ ἐθέλουσι συγγενέσθαι τοῖς ἀνδράσι, λάθρα δὲ καὶ μετὰ τοῦ κρύπτεσθαι. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὰ ἐγκώμια τῆς χηρείας καρπώσωνται· οὕτως οὐκ ἐπονείδιστον, ἀλλὰ θαυμαστὸν καὶ τιμῆς ἄξιον τὸ πρᾶγμα παρὰ ἀνθρώποις εἶναι δοκεῖ, οὐ παρ’ ἡμῖν μόνον τοῖς πιστοῖς. Ἀλλὰ καὶ τοῖς ἀπίστοις αὐτοῖς. Καὶ γὰρ ἐγὼ ποτε νέος ἔτι ὤν, τὸν σοφιστὴν τὸν ἐμὸν (πάντων δὲ ἀνδρῶν δεισιδαιμονέστερος ἐκεῖνος ἦν) οἶδα ἐπὶ πολλῶν τὴν μητέρα τὴν ἐμὴν θαυμάζοντα. Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τὶς εἴην ἐγώ, καὶ τίνος εἰπόντος, ὅτι χήρας γυναικός, ἐμάνθανε παρ’ ἐμοῦ τὴν τὲ ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον· ὡς δεῖ εἶπον, ὅτι ἐτῶν τεσσαράκοντα γεγονυΐα εἴκοσιν ἔχει λοιπόν, ἐξ οὗ τὸν πατέρα ἀπέβαλε τὸν ἐμόν, ἐξεπλάγη, καὶ ἀνεβόησε μέγα, καὶ πρὸς τοὺς παρόντας ἰδών· Βαβαί, ἔφη, οἷαι παρὰ Χριστιανοῖς γυναῖκές εἰσι· τοσούτου οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν τὸ πρᾶγμα ἀπολαύει τοῦ θαύματος καὶ τοῦ ἐπαίνου. Ἅπερ ἅπαντα συνιδὼν ὁ μακάριος Παῦλος, ἔλεγε· «Χήρα καταλεγέσθω, μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα». Καὶ οὐδὲ μετὰ τὴν τοσαύτην τῶν χρόνων μαρτυρίαν ἀφίησιν αὐτὴν εἰς τὸν ἅγιον τοῦτον ταγῆναι χορόν, ἀλλὰ καὶ ἕτερα προστίθησι λέγων, «Ἐν ἔργοις ἀγαθοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε». Βαβαὶ τῆς δοκιμασίας καὶ τῆς βασάνου, ὅσην παρὰ τῆς χήρας ἀπαιτεῖ τὴν ἀρετὴν καὶ πῶς ἀκριβολογεῖται οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ πρᾶγμα τίμιον καὶ σεμνὸν ἔμελλεν ἐμπιστεύειν αὐτῇ. Καί, «Νεωτέρας δέ, φησί, χήρας παραιτοῦ». Εἶτα τὴν αἰτίαν προστίθησιν· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι». Διὰ τούτου γὰρ ἡμῖν τοῦ ῥήματος αἰνίττεται, ὅτι αἱ τοὺς ἄνδρας ἀποβαλοῦσαι ἀντ’ ἐκείνων ἁρμόττονται τῷ Χριστῷ. Ὅρα πῶς δεικνὺς τὴν ἁρμονίαν ταύτην ῥᾴονα οὖσαν καὶ ἐπιεικῆ, τοῦτο τίθησι λέγω δὲ τό, «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι», καθάπερ τινὸς ἀνδρὸς ἐπιεικοῦς, καὶ οὐ μετ’ ἐξουσίας αὐταῖς κεχρημένου, ἀλλ’ ἐῶντος ἐν ἐλευθερίᾳ ζῇν. Καὶ οὐδὲ μέχρι τούτων τὸν λόγον ἔστησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν πολλὴν ὑπὲρ αὐτῆς φροντίδα πεποίηται λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς ἡμέρας καὶ νυκτός». Καὶ Κορινθίοις ἐπιστέλλων φησί· «Μακαριωτέρα δὲ ἐστιν ἐὰν οὕτω μείνῃ». Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν; Ἀλλ’ ὅμως οὐδὲ τότε τὰς μαρμαρυγὰς αὐτῆς ἀποκρύψαι ἴσχυσεν ἡ ταύτης φαιδρότης, ἀλλὰ διαλάμπει καὶ οὕτω τὴν οἰκείαν ἔχουσα ἀρετήν. Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ καταπέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε· εἰ γὰρ τοῦτο ἐπονείδιστον, πολλῷ μᾶλλον ἡ παρθένια. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστι, μὴ γένοιτο. Ποῦ γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν ἀνδρῶν θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα, τὰς καὶ ἀπελθόντων αὐτῶν τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῇς τῷ μακαρίῳ Θηρασίω, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυσας, οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκός· νῦν δὲ εἰς τὴν ἐκείνου τάξιν ἔχεις τὸν ἁπάντων Δεσπότην Θεόν, ὃς καὶ πάλαι σου προεστὼς μειζόνως καὶ μετὰ πλείονος τοῦτο ποιήσει τῆς σπουδῆς νῦν· καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρόν, ὥσπερ ἔφθην εἰπών, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε διαφυλάξας, καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν. Ὁ δὲ ἐν τοσούτῳ σάλῳ μηδὲν συγχωρήσας γίνεσθαι ναυάγιον, πολλῷ μᾶλλον ἐν γαλήνῃ διατηρήσει τὴν σὴν ψυχὴν καὶ κούφην ποιήσει τὴν χηρείαν, καὶ τὰ ἐκ ταύτης δοκοῦντα εἶναι δεινά.


γ’. Εἰ δὲ σε οὐ τὸ τῆς χηρείας ὄνομα θορυβεῖ, ἀλλὰ τὸ ἄνδρα τοιοῦτον ἀποβαλεῖν, συνομολογῶ μὲν σοι κακῷ πανταχοῦ τῆς ὀλίγους γεγενῆσθαι τοιούτους ἐν ἀνδράσι βιωτικοῖς φιλοστόργους, ἐπιεικεῖς, ταπεινούς, ἀπλάστους, συνετούς, εὐλαβεῖς. Ἀλλ’ εἰ μὲν διελύετο παντελῶς, καὶ εἰς τὸ μηδὲν ἔληγεν, ἔδει θορυβεῖσθαι καὶ ἀλγεῖν· εἰ δὲ εἰς τὸν εὔδιον κατέπλευσε λιμένα, καὶ πρὸς τὸν ὄντως αὐτοῦ βασιλέα ἀποδεδήμηκεν, οὐ πενθεῖν ὑπὲρ τούτων, ἀλλὰ καὶ χαῖρεν δεῖ. Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ’ ἀποδημία καὶ μετάστασις τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανόν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν ἀγγέλων καὶ ἀρχαγγέλων δεσπότην. Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾷν, καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς· ὅσῳ γὰρ αὐτῷ τὰ τῆς εὐδοκιμήσεως ηὔξετο, τοσούτῳ καὶ τὰ παρὰ τῶν ἐχθρῶν ἐπλεόναζεν· ἐκεῖ δὲ ἀπελθόντα οὐκ ἔστιν ὑποπτεύσαι τούτων οὐδέν. Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεός, τοσούτῳ χαῖρεν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγείς, ἐστὶν ἐν εἰρήνη καὶ ἡσυχίᾳ πολλῇ. Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν οὐρανὸν πολλῷ βελτίω τῆς γῆς εἶναι ὁμολογεῖν, τοὺς δὲ ἀπὸ ταύτης ἐκεῖ μεταστάντας πενθεῖν; Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ Θεῷ δοκοῦν ὁ μακάριος ἐκεῖνος ἦν, ἔδει κόπτεσθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον ἐπειδὴ δὲ τῶν αὐτῷ φίλων καὶ οὕτως εἷς ἐτύγχανεν ὤν, οὐ ζῶντι μόνον, ἀλλὰ καὶ κοιμηθέντι συνήδεσθαι χρή. Καὶ ὅτι τοῦτο ποιεῖν δεῖ, τοῦ μακαρίου Παύλου πάντως ἤκουσας λέγοντος· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον». Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου, καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά τε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ. Τὴν μὲν οὖν φιλίαν τὴν πρὸς ἐκεῖνον ἔξεστί σοι φυλάττειν καὶ νῦν ὁμοίως, ὥσπερ καὶ πρότερον.
Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνειν καὶ συγκολλᾶ καὶ συνδεῖ· καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν ψυχῆς φιλίαν διακύψαι δύναιτ’ ἂν διατεμεῖν. Εἰ δὲ καὶ πρόσωπον αὐτὸν βούλει πρὸς πρόσωπον ἰδεῖν (τοῦτο γὰρ οἶδα ὅτι μάλιστα ποθεῖς), διαφύλαξον αὐτῷ τὴν εὐνὴν ἀνέπαφον ἀνδρὸς ἑτέρου, καὶ βίον ἐπιδείξασθαι σπούδασον ἴσον ἐκείνῳ, καὶ πάντως εἰς τὸν αὐτὸν ἀπελεύσῃ χορὸν αὐτῷ, οὐ πέντε ἔτη καθάπερ ἐνθάδε, οὐδὲ εἴκοσι καὶ ἑκατόν, οὐδὲ χίλια καὶ δὶς τοσαῦτα, οὐδὲ μυρία καὶ πολλάκις τοσαῦτα, ἀλλὰ τοὺς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας αὐτῷ συνοικήσουσα. Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνους οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ’ ἡ τῷ βίων ἰσότης κληρονομεῖν πέφυκεν. Εἰ γὰρ καὶ τὸν Λάζαρον ἀγνῶτα ὄντα τῷ Ἀβραὰμ εἰς τοὺς αὐτοὺς αὐτῷ κόλπους ἤγαγε, καὶ πολλοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν μετ’ ἐκείνου ἀνακλιθῆναι παρασκευάζει τὸ ἧς πολιτείας ἀπαράλλακτον, καὶ σὲ μετὰ τοῦ καλοῦ Θηρασίου ὁ τῆς ἀνέσεως ἐκδέξεται τόπος, ἂν ἐκείνῳ τὸν βίον θέλῃς ἐπιδείξασθαι τὸν αὐτόν· καὶ τότε αὐτὸν οὐκ ἐν τούτῳ τῷ κάλλει τοῦ σώματος, ὅπερ ἔχων ἀπῆλθεν, ἀπολήψῃ πάλιν, ἀλλ’ ἐν ἑτέρᾳ τινὶ μαρμαρυγῇ καὶ φαιδρότητι μᾶλλον τῶν ἡλιακῶν ἀκτίνων ἀπολαμπούσῃ.
Τοῦτο γὰρ τὸ σῶμα, κἂν ἐν ὕψει τρέχῃ πολλῷ, φθαρτὸν ὅμως ἐστί· τὰ δὲ σώματα τῶν εὐηρεστηκότων τῷ Θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ Θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωυσέως τοσαύτη κατελάμπετο δόξῃ τότε, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· ἐν δὲ τῇ Καινῇ τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τῆς Χριστοῦ. Εἰπὲ γὰρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἁλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἆρα οὐκ ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης; Ἆρα οὐκ ἂν ἠσμένισας τῷ δώρῳ, καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας; Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ’ ὑπὲρ τῆς ἐν οὐρανοῖς· οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς, ἀλλ’ ἵνα ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός. Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι’ ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην· τοῦτό σοι ἀντὶ τῶν ἐπιστολῶν ἔστω παραμύθιον, μᾶλλον δὲ τοῦτο καὶ ἐπιστολῶν τρανότερον. Ἐκεῖ μὲν γὰρ γράμματα μόνον ἔστιν ἰδεῖν, ἐνταῦθα δὲ καὶ τύπον ὄψεως καὶ γέλωτα προσηνῆ καὶ σχῆμα καὶ βάδισιν καὶ ἠχῆς ἀκοῦσαι, καὶ φωνὴν ἐπιγνῶναι τὴν φιλτάτην.



δ’. Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἦν δι’ ἐκεῖνον πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως (καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτόν, ὃ μάλιστα πάντων οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ), ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώματος ὄντας ἐκείνου, καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέφοντας. Ἀναμνήσω δὲ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ’ ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλούς, αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς ἀκὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὐτῆς καὶ τῆς ἐλευθερίας αὐτῆς ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν. Λέγεται δὲ καὶ Ἀρτιμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενομένη γυνή, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τὸ τε γὰρ μέγεθος τῆς ἀθυμίας, τὸ τὲ πλῆθος τῶν δακρύων ἔσβεσεν αὐτῇ τοὺς ὀφθαλμούς· καὶ νῦν τῶν χειραγωγησόντων δεῖται καὶ πρὸς τὰς ἑτέρων ἀξόντων θύρας, ἵνα ἀναγκαίας οὕτως εὐπορεῖν ἔχῃ τροφῆς. Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τὴν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν. Καὶ τούτων δέ, ὧν ἐμνήσθην, δι’ οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ’ ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδὲν ἐστι πράγματα, ἀλλ’ ἀληθῶς, ὡς ὁ προφῆτις φησί, «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου». Ὅσῳ γὰρ ἂν ἐπαρθῇ, καὶ λάμψῃ, τοσούτῳ μείζονα τὴν πτῶσιν ἐργάζεται, σὺ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν, ὅσαν τὰ βασίλεια γέμει τῶν κακῶν. Καὶ γὰρ ὀρφανίαι ἄωροι, καὶ χηρεῖαι, καὶ θανατοῖ βίαιοι, καὶ τῶν ἐν ταῖς τραγῳδίαις παρανομώτεροι πολλῷ καὶ πικρότεροι μάλιστα εἰς ταύτην κατασκήπτουσι τὴν ἀρχήν.
Καὶ ἵνα τὰ παλαιὰ ἀφῶμεν, τῶν βασιλευσάντων ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἐννέα γεγενημένων ἁπάντων, δύο μόνοι κοινῷ θανάτῳ, τὸν βίον κατέλυσαν· τῶν δὲ ἄλλων ὁ μὲν ὑπὸ τυράννου, ὁ δὲ ἐν πολέμῳ, ὁ δὲ ὑπὸ τῶν ἔνδον φυλαττόντων αὐτὸν ἐπιβουλευθείς, ὁ δὲ ὑπ’ αὐτοῦ τοῦ χειροτονήσαντος, καὶ τὴν ἁλουργίδα περιθέντος αὐτῷ· αἱ δὲ τούτοις συνοικῆσαι γυναῖκες, αἱ μέν, ὡς φασι, φαρμάκοις ἀπέθανον, αἱ δὲ ὑπὸ τῆς ἀθυμίας αὐτῆς. Τῶν δὲ ἔτι περιουσιῶν ἡ μὲν παῖδα ἔχουσα ὀρφανὸν τρέμει κεῖ δέδοικε μὴ τις αὐτὸν τῶν κρατούντων φόβῳ ἀπὸ τῆς ὑπερορίας ἐπανῆλθεν, εἰς ἣν αὐτὴν ὁ κρατῶν ἐξέβαλε πρότερον. Τῶν δὲ τοῖς νῦν βασιλεύουσι συνοικουσῶν ἡ μὲν ἀπὸ τῶν προτέρῳ ἀναπνεύσασα συμφορῶν ἀναμεμιγμένην ἔχει πολλὴν τῇ ἡδονῇ τὴν ὀδύνην διὰ τὸ σφόδρα ἔτι νέον εἶναι καὶ ἄπειρον τὸν κρατούταν, καὶ πολλοὺς πολλαχόθεν ἔχειν τοὺς ἐπιβουλεύοντας· ἡ δὲ ἀποτέθνηκε τῷ δέει, καὶ τῶν καταδίκων ἀθλιώτερον ζῇ διὰ τὸ τὸν ἄνδρα αὐτῆς, ἐξ οὗ τὸ διάδημα ἀνεδήσατο μέχρι τῆς σήμερον, ἐν πολέμοις διατρίβειν καὶ μάχαις, καὶ τῶν συμφορῶν πλέον ὑπὸ τῆς αἰσχύνης ἀναλίσκεσθαι καὶ τοῖς παρὰ πάντων ὀνείδεσιν. Ὃ γὰρ μηδέποτε γέγονε, συνέβη νῦν, καὶ τὴν αὐτῶν ἀφέντες οἱ βάρβαροι χώραν μυρίους σταδίους τῆς ἡμετέρας καὶ πολλάκις τοσούτους ἐπέδραμον, καὶ τὰς χώρας κατακαύσαντες, καὶ τὰς πόλεις ἑλόντες, οὐκ ἐθέλουσιν ὑποστρέφειν οἴκαδε πάλιν, ἀλλ’ ὥσπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες, οὕτω καταγελῶσι τοὺς ἡμετέρους στρατιώτας, οἳ μᾶλλον προβάτων κατασφαττόμενοι προσδοκῶσιν ἔτι νικᾷν, καὶ οὐκ ἐθέλουσιν ἐκστῆναι τῆς ἑαυτῶν· αὐτὸς μὲν γὰρ ἔφασκε καὶ κόρον εἰληφέναι πολλάκις κατακόπτων αὐτούς. Ποίαν οὖν οἴει καὶ τὸν βασιλέα, καὶ τὴν τούτου γυναῖκα ταῦτα ἀκούουσαν τὰ ῥήματα, ἔχει ψυχήν;


ε’. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ πολέμου τούτου, ἐσμὸς μοι πολὺς χηρῶν ἐπέδραμεν, αἳ πάλαι μὲν σφόδρα ἔλαμπον ἀπὸ τῆς τῶν ἀνδρῶν τιμῆς, νῦν δὲ ἀθρόως ἅπασαι πενθήρη καὶ μέλαιναν περιθέμεναι στολὴν θρηνοῦσι τὸν ἅπαντα χρόνον. Οὐδὲ γὰρ τοῦτο αὐταῖς ὑπῆρξεν, ὅπερ τῇ τιμίᾳ σου κεφαλῇ. Σὺ μὲν γάρ, ᾧ θαυμάσια, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτοντος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκοφάνταις ἀποτειχίζοντος ἔφοδον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ νεκρῷ ἔτι κειμένῳ πολλάκις ἐπέπεσες, καὶ κατεφίλησας ὀφθαλμούς, καὶ περιεχύθης, καὶ ἐκώκυσας, καὶ προπεμφθέντα εἶδες μετὰ πολλῆς τῆς τιμῆς, καὶ τὰ πρὸς τὴν ταφὴν πάντα ἔπραξας, ὡς προσῆκον ἦν, καὶ πρὸς τὸν τάφον πολλάκις ἐρχομένη τὸν ἐκείνου παραμυθίαν ἔχεις τῆς ὀδύνης οὐ μικράν. Αὗται δὲ τούτων ἁπάντων ἐστέρηνται, ἐκπέμψασαι μὲν εἰς πόλεμον ἅπασαι τοὺς ἑαυτῶν ἄνδρας, ὡς πάλιν αὐτοὺς ἀποληψόμεναι, ἀντὶ δὲ ἐκείνων τὴν πικρὰν τῆς τελευτῆς αὐτῶν ἀγγελίαν στρέφονται δεξάμεναι. Οὐδὲ γὰρ τὰ σώματα τις αὐτῶν κομίζων ἐπανῆλθεν αὐταῖς, ἀλλὰ ῥήματα μόνον τὸν τρόπον διηγούμενα τῆς τελευτῆς. Εἰσὶ δὲ αἳ ταύτης ἠξιώθησαν τῆς διηγήσεως, οὐδὲ ὅπως κατέπεσον μαθεῖν ἠδυνήθησαν, ἐν πολλῷ τῷ πλήθει τῆς συμβολῆς καταχωσθέντων αὐτῶν.
Καὶ τὶ θαυμαστόν, εἰ τῶν στρατηγῶν οὕτως ἀπέθανον οἱ πολλοί, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς εἰς κώμην τινὰ ἀπολειφθεὶς μετ’ ὀλίγων στρατιωτῶν ἐξελθεῖν μὲν καὶ ἀντιστῆναι τοῖς ἐπελθοῦσιν οὐκ ἐτόλμησε, μένων δὲ ἔνδον πῦρ ἐξαψάντων ἐκείνων συγκατεφλέχθη τοῖς ἔνδον ἅπασιν οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ ἵπποις καὶ δοκοῖς καὶ τοίχοις, καὶ πάντα μία γέγονε κόνις; Καὶ ταύτην οἱ μετὰ τοῦ βασιλέως ἀπελθόντες εἰς πόλεμον ἀντὶ Βοῦ βασιλέως ἐπανῆλθον τῇ γυναικὶ φέροντες τὴν φωνήν. Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε. Πρῶτον μὲν γὰρ πρὶν ἢ φανῆναι ἀφίπταται· ἔπειτα δέ, κἂν μικρὸν ἀναμεῖναι ἀνάσχηται χρόνον, εὐθέως εὔφθαρτα γίνεται τὶ γὰρ τῆς παρὰ τῶν πολλῶν τιμῆς καὶ δόξης οὐδαμινέστερον; Τίνα ἔχει τὸν καρπόν, πόαν τὴν ὄνησιν; Εἰς ποῖον τέλος χρήσιμον ἅπαντα; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νυνὶ δέ, πρὸς τῷ μηδὲν ἔχειν ἀπὸ τοῦ κερδαίνειν καλόν, πολλὰ λυπηρὰ καὶ ἐπιβλαβῆ φέρειν ἀναγκάζεται συνεχῶς ὁ τὴν χαλεπωτάτην ταύτην δέσποιναν ἔχων. Δέσποινα γὰρ ἐστι τῶν ἐχόντων αὐτήν, καὶ ὅσῳπερ ἂν κολακεύηται παρὰ τῶν δούλων, τοσούτῳ πλέον αἴρεται κατ’ αὐτῶν καὶ σκληροτέροις αὐτοὺς κατατείνει τοῖς ἐπιτάγμασι· τοὺς δὲ διαπτύοντας αὐτὴν καὶ παρορῶντας οὐδὲ αὐτὴ λοιπὸν ἀμύνασθαι δύναιτ’ ἄν· οὕτω καὶ τυράννου καὶ θηρίου παντὸς ἐστι χαλεπωτέρα. Ὁ μὲν γὰρ τύραννος καὶ τὰ θηρία τιθασσεύονται διὰ θωπείας πολλάκις, αὕτη δὲ τότε μάλιστα ἀγριαίνει ὅταν αὐτῇ μάλιστα πειθώμεθα, κἂν εὕρῃ τὸν ἀκουσόμενον καὶ εἰς πάντα εἴξοντα, οὐδὲν ἐστιν ὁ παραιτεῖται ἐπιτάξαι λοιπόν. Ἔχει δὲ σύμμαχον ἑτέραν, ἣν οὐκ ἂν τις ἁμάρτοι θυγατέρα αὐτῆς προσειπών. Ὅταν γὰρ καὶ αὕτη τραφεῖσα καὶ αὐξηθεῖσα καλῶς ῥιζωθῇ πὰρ’ ἡμῖν, τότε τίκτει τὴν ἀπόνοιαν, πρᾶγμα οὐχ ἧττον αὐτῆς δυνάμενον κατακρημνῆσαι τὴν τῶν ἐχόντων ψυχήν.


ς’. Ταῦτα οὖν θρηνεῖς, εἰπὲ μοι, ὅτι σε ὁ Θεὸς τῆς οὕτω χαλεπωτάτης δουλείας ἀπήλλαξεν, ὅτι ταῖς λοιμικαῖς ταύταις νόσοις πᾶσαν ἀπετείχισεν ἔφοδον; Ζῶντος μὲν γὰρ σοι τοῦ ἀνδρὸς οὔπω ἐπαύσαντο συνεχῶς ἐπιπηδῶσαι τοῖς τῆς ψυχῆς λογισμοῖς, τελευτήσαντος δὲ οὐκ ἔχουσι πόθεν ἐπιλάβωνται τῆς διανοίας τῆς σῆς. Τοῦτο οὖν δεῖ κατορθωθῆναι λοιπόν, τὸ μὴ θρηνεῖν αὐτῶν τὴν ἀναχώρησιν, μηδὲ τὴν δεσποτείαν ἐπιζητεῖν τὴν πικράν. Ὅπου γὰρ ἂν αὗται πνεύσωσι σφοδρόν, πάντα ἐκ βάθρων ἀνέτρεψαν καὶ κατέσπασαν· καὶ καθάπερ πολλαὶ τῶν πορνευομένων γυναικῶν, δυσειδεῖς οὖσαι κατὰ φύσιν καὶ εἰδεχθεῖς, τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς ἁπαλὰς οὔσας ἔτι τὰς τῶν νέων ἀναπτεροῦσι ψυχάς, καὶ ἐπειδὰν ὑπὸ τὴν ἀρχὴν λάβωσι τὴν ἑαυτῶν, παντὸς ἀνδραπόδου τούτοις ὑβριστικώτερον κέχρηνται· οὕτω καὶ ταῦτα τὰ πάθη, ἢ τε κενοδοξία καὶ ἡ ἀπόνοια, παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς.
Διὰ τοῦτο καὶ ὁ πλοῦτος τοῖς πολλοῖς ἔδοξεν εἶναι καλόν· ταύτης γοῦν γυμνωθεὶς οὐδὲ αὐτὸς ἔσται λοιπὸν ἐπέραστος. Οἷς γοῦν ἐξῆν διὰ πενίας ἐπιτυχεῖν τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, οὐκ ἔτι εἵλοντο πλουτεῖν, ἀλλὰ πολὺ διδόμενον χρυσίον διέπτυσαν. Καὶ τούτους οὐ παρ’ ἐμοῦ δεήσῃ μαθεῖν, ἀλλ’ ἀκριβέστερον ἡμῶν οἶδας αὐτὴ τὸν Ἐπαμεινώνδα, τὸν Σωκράτην, τὸν Ἀριστείδην, τὸν Διογένην, τὸν Κράτητα, τὸν μηλόβοτον ἀνέντα τὴν χώραν τὴν ἑαυτοῦ. Οἱ μὲν γὰρ ἄλλοι παρ’ ὧν πλουτῆσαι οὐκ ἦν, διὰ τῆς πενίας εἶδον τὴν δόξαν παραγενομένην αὐτοῖς καὶ ἐπὶ τοῦτο ἦλθον εὐθέως· οὗτος δὲ καὶ ἅπερ εἶχεν ἔῤῥιψεν· οὕτως ἅπαντες ἦσαν ἐμμανεῖς πρὸς τὴν τοῦ χαλεποῦ τούτου κτῆσιν θυρίου. Μὴ δὴ δακρύωμεν ὅτι ἡμᾶς ὁ Θεὸς ταύτης τῆς τυραννίδος ἀπήλλαξε τῆς αἰσχρᾶς καὶ καταγελάστου καὶ πολλὰ ἐχούσης ὀνείδη· ὄνομα γὰρ ἔχει μόνον λαμπρόν, ἐν δὲ τοῖς ἔργοις τἀναντία τῇ προσηγορίᾳ τοὺς ἔχοντας αὐτὴν διατίθησι, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ μὴ καταγελῶν τοῦ πρὸς δόξα τι πράττοντος. Μόνος γὰρ ἐκεῖνος περίβλεπτος καὶ ἐπίδοξος γενέσθαι δυνήσεται ὁ μὴ πρὸς τοῦτο ὁρῶν· ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν, καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται, καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων, ἀπεχθείας καὶ μίσους. Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ’ ὑμῶν. Τὴν μὲν γὰρ ἄπλαστον καὶ ἐν σχήματι, καὶ ἐν βαδίσει, καὶ ἐν ἱματίοις, καὶ παρὰ μηδενὸς ἐπιζητοῦσαν τιμὴν θαυμάζουσιν ἅπασαι καὶ ἐκπλήττονται καὶ μακαρίζουσι καὶ πάντα αὐτῇ συνεύχονται τὰ καλά· τὴν δὲ κενόδοξον ἀποστρέφονται καὶ μισοῦσι, καὶ ὥσπερ τι θηρίον ἄγριον φεύγουσι, καὶ μυρίαις ἀραῖς τε καὶ λοιδορίαις βάλλουσιν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ μεταστῆναι πρὸς τὸν οὐρανόν, καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ μὴ δεόμενος τῆς παρὰ τῶν ἀνθρώπων τιμῆς, ἅπερ ἂν πράττοι καλά, ταῦτα μετὰ ἀσφαλείας ἅπαντα πράξει, καὶ οὔτε ἐπὶ τῶν λυπηρῶν, οὔτε ἐπὶ τῶν χρηστῶν τοῦ βίου τούτου πείσεταί τι δεινόν. Οὔτε γὰρ ταῦτα αὐτὸν καταπτῆξαι καὶ καθελεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ’ ἐν πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς· ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόῳ ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης, ἧς θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς. Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι’ ἐκεῖνόν σοι γεγενημένην, καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβουλεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς. «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς σε διαθρέψει. Ἐμβλέψατε γάρ, φησίν, εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε τὶς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη, ἢ τὶς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν, ἢ τὶς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἐγκατέλιπεν αὐτόν». Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκών, καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται· ὅτι γὰρ ταύτης τῆς πληγῆς οὐδεμίαν ἑτέραν χαλεπωτέραν λήψῃ λοιπόν, καὶ αὐτὴ συνομολογήσαις ἡμῖν. Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσί, καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχόμενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως. Οὐκοῦν τὸν οὐρανὸν ζήτει, καὶ πάντα τὰ πρὸς τὴν ἐκεῖ φέροντα ζωήν, καὶ οὐδὲν τῶν ἐνταῦθα βλάψαι δυνήσεταί σε, οὐδὲ ὁ τοῦ σκότους κοσμοκράτωρ αὐτός, μόνον μὴ ἑαυτοὺς καταβλάψωμεν ἡμεῖς. Κἂν γὰρ τὴν οὐσίαν τις ἀφέληται, καὶ κατατέμῃ τὸ σῶμα, τούτων οὐδὲν πρὸς ἡμᾶς, ὑγιοῦς μενούσης ἡμῖν τῆς ψυχῆς.


ζ’. Ὅλως δὲ εἰ βούλει καὶ τὰ χρήματά σοι μένειν ἐν ἀσφαλείᾳ, καὶ αὔξεσθαι πάλιν, ἐγὼ σοι καὶ τὸν τρόπον ὑποδείξω καὶ τὸν τόπον, ἔνθα οὐδενὶ τῶν ἐπιβουλευόντων θέμις εἰσελθεῖν. Τὶς οὖν ἐστιν ὁ τόπος; Ὁ οὐρανός. Ἀπόστειλον αὐτὰ πρὸς τὸν καλὸν ἐκεῖνον ἄνδρα, καὶ οὔτε κλέπτης, οὔτε ἐπίβουλος, οὔτε ἄλλο τι τῶν λυμαινομένων αὐτοῖς ἐπιπηδῆσαι δυνήσεται. Ἂν ἐκεῖ κατορύξῃς ταῦτα τὰ χρήματα, πολὺν εὑρήσεις τὸν ἀπὸ τούτων καρπόν. Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα παρ’ ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φοράν, καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐῤῥιζωμένων αὐτῶν. Κἂν τοῦτο πράξῃς, ὅρα ποιῶν ἀπολαύσῃ καλῶν· πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεόν, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ τῶν ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν. Ἕως μὲν γὰρ αὐτὰ περικειμένη ἧς, ἴσως ἔσονταί τινες οἱ ἐπιτεθησόμενοι· ἂν δὲ πρὸς τὸν οὐρανὸν αὐτὰ μεταθῇς, ἀκίνδυνον καὶ ἀσφαλῆ μετὰ εὐσεβείας ἀπολαύουσα. Καὶ γὰρ πολλῆς ἀλογίας, ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι τὴν εὐφοροῦσαν ζῆν ἐπιζητεῖν, οὐρανοῦ δὲ ἀντὶ γῆς προκειμένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον, μένειν ἐπὶ τῆς τῆς, καὶ τῶν ἐκ ταύτης ἀνέχεσθαι πόνων [καὶ τῶν ἁμαρτιῶν]· πολλάκις γὰρ σφάλλει τῆς ἐλπίδος ἡμᾶς. Ἐπειδὴ δὲ σου δεινῶς στρέφει τὴν ψυχὴν καὶ θορυβεῖ τὸ προσδοκηθέν, πολλάκις αὐτὸν ἐπὶ τὸ τῶν ὑπάρχων ἥξειν ἀξίωμα καὶ προανηρπάσθαι τῆς ἀρχῆς, πρῶτον μὲν ἐκεῖνο σκόπει, ὅτι εἰ καὶ σφόδρα δήλη ἦν αὕτη ἡ ἐλπίς, ἀλλ’ ὅμως ἀνθρώπων ἐλπὶς ἦν, πολλάκις διαπίπτουσα· καὶ πολλὰ ἐν τῷ βίῳ τοιαῦτα ὁρῶμεν γινόμενα, καὶ τῶν σφόδρα προσδοκηθέντων ἀτελέστων μεινάντων, τὰ δὲ μηδ’ εἰς νοῦν ἐλθόντα ἡμῖν εἰς τέλος ἐξῆλθε πολλάκις, καὶ τοῦτο κἂν ταῖς ἀρχαῖς, κἂν ταῖς βασιλείαις, κἂν ταῖς κληρονομίαις, καὶ τοῖς γάμοις, καὶ πανταχοῦ συμβαῖνον ὁρῶμεν ἀεί. Ὥστε εἰ καὶ σφόδρα ἐγγὺς ἦν ὁ καιρός, ἀλλὰ πολλά, κατὰ τὴν παροιμίαν, «μεταξὺ κύλικος καὶ χείλεος ἄκρου πέλει». Καὶ ἡ Γραφὴ δὲ φησιν· «Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός». Οὕτω καὶ βασίλευες ὁ σήμερον ὢν αὔριον τελευτᾷ. Καὶ πάλιν τὸ παρ’ ἐλπίδας ἐμφαίνων ἡμῖν αὐτὸς οὗτος ὁ σοφὸς φησι· «Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα». Καὶ οὐ πάντως δῆλον ἦν ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν· τὸ γὰρ τοῦ μέλλοντος ἄδηλον καὶ ἕτερα ὑποπτεύειν παρεῖχεν ἡμῖν. Πόθεν γὰρ δῆλον ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν; Ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτῶν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθῶν χαλεπόν; Θῶμεν δέ, εἰ βούλει, καὶ δῆλον εἶναι σαφῶς ὅτι πάντως ἐπιβιώσας, ταύτης ἔμελλεν ἐπιτυγχάνειν τῆς κορυφῆς· ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν,καὶ φροντίδας καὶ ἐπιβουλάς. Μηδὲ ταῦτα ἔστω, ἀλλ’ ἀκινδύνως καὶ μετὰ πολλῆς τῆς ἡσυχίας ἐκεῖνο διαπλείτω τὸ πέλαγος· καὶ τὶ τὸ πέρας εἶπε μοι; Οὐ τοῦτο ὅπερ νῦν, μᾶλλον δὲ τοῦ τοῦτο, αλλ’ ἕτερον ἴσως ἀηδὲς καὶ ἀπευκτόν. Πρῶτον μὲν τὸ βραδύτερον ἰδεῖν τὸν οὐρανόν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ὅπερ οὐ μικρὰ ζημίας τοῖς ὑπὲρ τῶν μελλόντων πεπιστευκόσιν ἐστίν· ἔπειτα δέ, εἰ καὶ σφόδρα ἐβίου καθαρῶς, ἀλλ’ ὅμως τὸ μῆκος τοῦ βίου καὶ ἡ τῆς ἀρχῆς ἐκείνης ἀνάγκη οὐκ ἂν ἀφῆκεν οὕτως ἀπελθεῖν καθαρὸν ὥσπερ νῦν. Ἄδηλον δὲ εἰ καὶ πολλὰς δεξάμενος μεταβολὰς καὶ πρὸς ῥαθυμίαν ἀποκλίνας ἐσχάτης ἀνέπνευσε. Νῦν μὲν γὰρ θαῤῥοῦμεν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τῇ τῆς ἀναπαύσεως ἀπέπτη χωρίον, διὰ τὸν μηδὲν αὐτῷ τετολμῆσθαι ἴτων ἀποκλειόντων τῆς βασιλείας τὸν οὐρανῶν· τότε δὲ πολὺν χρόνον δημοσίοις πράγμασιν ἐνδιατρίψας, ἴσως ἂν καὶ ῥύπον πολὺν προσετρίψατο. Τὸ γὰρ ἐν μέσῳ στρεφόμενον τοσούτων κακῶν κατορθῶσαι μὲν τῶν σφόδρα σπανίων ἐστίν, ἁμαρτεῖν δὲ καὶ ἄκοντα καὶ ἑκόντα, τῶν εἰκότων καὶ συμβαινόντων ἀεί. Ἀλλὰ νῦν τούτου τοῦ δέους ἀπηλλάγμεθα, καὶ σφόδρα πεπείσμεθα ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πολλῆς ἥξει τῆς φαιδρότητος, ἐγγὺς τοῦ βασιλέως ἀπολάμπων, καὶ μετ’ ἀγγέλων προηγούμενος τοῦ Χριστοῦ, καὶ τὴν ἄῤῥητον δόξαν ἠμφιεσμένος, καὶ κρίνοντι παρεστὼς τῷ βασιλεῖ, καὶ τὰ πρῶτα διακονούμενος αὐτῷ. Διὸ τοὺς θρήνους ἀφεῖσα καὶ τὰς οἰμωγὰς ἔχου τῆς αὐτῆς πολιτείας μᾶλλον δὲ καὶ ἀκριβεστέρας, ἵνα πρὸς τὴν ἴσην αὐτῷ φθάσασα ἀρετήν, τὴν αὐτὴν ἐκείνῳ κατοικήσῃς σκηνήν, καὶ συναφθῆναι πάλιν αὐτῷ δυνηθῇς εἰς τοὺς ἀθανάτους αἰῶνας ἐκείνους, οὐ ταύτην τὴν τοῦ γάμου συνάφειαν, αλλ’ ἑτέραν πολλῷ βελτίονα. Αὕτη μὲν γὰρ σωμάτων ἐστὶ συμπλοκὴ μόνον· τότε δὲ ψυχῆς ἔσται πρὸς ψυχὴν ἕνωσις ἀκριβέστερα, καὶ ἡδίων πολλῷ καὶ βελτίων. Πρὸς τὴν Αὐτὴν περὶ μονανδρίας




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |