ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περὶ Ἱερωσύνης λόγος Ἕβδομος

Τετάρτη 1 Ιουνίου 2016

Περὶ Ἱερωσύνης λόγος Ἕβδομος



Ιωάννης Χρυσόστομος
Τόμος 48


Περὶ Ἱερωσύνης λόγος Ἕβδομος


Ὦ θαῦμα παράδοξον! Ὦ δύναμις ἄῤῥητος! ᾯ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης· νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἤν Χριστὸς τοῖς ἀξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως. Θέρεος γὰρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, τεῖχος ἀδιαίρετον· θεμέλιος γὰρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἀψῖδος ἐγγίζουσα. Καὶ τὶ λέγω, ἀδελφοί; Ὅτι τὰ τῶν ὑψίστων ἀψίδων καθάπτεται, εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἔρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ. Καὶ τὶ λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐτοῦ τοῦ Δεσπότου τῶν ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνόμιλος γίνεται, καὶ καθ’ ὅσον βούλεται παραυτίκα λαμβάνει τὰ αὐτοῦ αἰτήματα ἐν πολλῇ παῤῥησίᾳ.


Οὐ παύσομαι, ἀδελφοί, ὕμνων καὶ δοξάζων τὸν τοῦ ἀξιώματος βαθμόν, ὃν ἡ Τριὰς δέδωκε τοῖς υἱοῖς τοῦ Ἀδάμ, δι’ οὗ ὁ κόσμος σέσῳσται, καὶ ἡ κτίσις πεφώτισται, δι’ οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρὰς καὶ σεμνῆς πολιτείας τοῦ μακαρίου γένους· λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἠσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι «Ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν» ἄνθρωποι εἰς δοξολογίαν· δι’ οὐ καὶ ἀνομία ἐκ τῆς γῆς ἀφῄρηται, δι’ οὐ ὁ διάβολος πεσὼν κατήργηται, οἱ ἀσελγεῖς γεγόνασι σκεύη ἡγιασμένα, οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαντοι, οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ δικαιοσύνης· δι’ οὐ καὶ τὸ τοῦ θανάτου κράτος κατήργηται, καὶ ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε, καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι’ οὐ τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλλεται δύναμιν. Τὶ εἴπω, ἢ τὶ ἐπαινέσω; Ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καί, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται λέγων· «Ὠ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ»! Ὑψιπέτης ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανόν, ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν· πρεσβεύει τῷ Δεσπότῃ ὑπὲρ τῶν δούλων. Καὶ προσχῶμεν, ἀδελφοί, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα, ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις ἁμαρτιῶν βροτοῖς οὐ δίδοται· θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γὰρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐγάζοντες τὸ φῶς τῶν διδαγμάτων. Τὶ ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης; Τὸ κλῆμα τῆς ἀμπέλου, καὶ ὁ κόκκος τοῦ σίτου, καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται· τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα πέφυκε. Ὅταν οὐ συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆμα προΐησι τὸ αἷμα, ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον, ἡ δὲ ἱερωσύνη εὐπαῤῥησιάστως ὑψηλοπετεῖ ἀπὸ γῆς εἰς οὐρανόν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον, καὶ προσκυνήσασα ἔμπροσθεν τοῦ ὑψηλοῦ θρόνου, ἱσταμένῃ δέηται ὑπὲρ τῶν δούλων πρὸς τὸν Δεσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα τῷ Δεσπότῃ· ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν αἰτοῦσα, συγχώρησιν καὶ ἔλεον τῷ εὐσπλάγχνῳ βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συνέλθῃ, καὶ ἁγιάσῃ τὰ δῶρα ἐν τῇ προσκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερά, πλήρη ἀθανασίας, διὰ τοῦ προεστῶτος ἱερέως πρεσβείαν ποιοῦντος ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπιλῶν. Ἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσιν οἱ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐράνια ψῆφος παραγένηται, καὶ ἁγιάσῃ τὰ δῶρα. Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυματουργίαν; Εἶδες βαθμὸν ἱερὸν πῶς ῥᾳδίως καθαίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλογεῖται ὁ Σωτὴρ ὁ δράσας ἐπὶ τῆς γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυπτικὸν δώρημα, φωτίσας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ ἡμῶν, δέρας ἐλαιοφόρον, προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι τοῦ εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν· ἀλλ’ αὐτὸν ὁ κρανίον ὧν, ὁ ὑψηλὸς καὶ φρικτὸς κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ἐδωρήσατο ἡμῖν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν ὡσεὶ πῦρ ἐπὶ τοὺς ἀποστόλους. Ὧ δύναμις ἄῤῥητος ἡ καταπαύσασα οἰκῆσαι ἐν ἡμῖν δι’ ἐπιθέσεως τῶν χειρῶν τῶν ἱερέων! Ὧ τὶ μέγαν βαθμὸν ἔχει ἡ φρικτὴ ἱερωσύνη! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν αὐτῇ ἁγνῶς καὶ ἀμώμως. Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν», διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν. Ὁμοίως δὲ καὶ Παῦλος, ὁ ποτὲ διώκτης, ταύτης ἀξιωθείς, ὑπόπτερος διέδραμε κηρύττων ἐν γῆ καὶ θαλάσσῃ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπανέλθωμεν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτίσεως ἱερεύς, καὶ μάθωμεν ἐξ αὐτοῦ ὅτι ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν αὐτοῦ πρὸς τὸν Θεόν. Οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχάς, ὣς φησιν ἡ Γραφή, «Ἐπεῖδεν ὁ Θεὸς ἐπὶ τὴν θυσίαν τοῦ Ἄβελ ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν». Πάλιν δὲ ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασε τὸ ὕδωρ, καὶ ἐκάθισεν ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ, ταύτην πάλι εὐθέως μετέσχε τὴν ἱερωσύνην, καὶ προσένεγκε θυσίαν εἰλικρινῶς τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὅθεν διέθετο μετ’ αὐτοῦ διαθήκην ὁ Θεός, τοῦ μηκέτι ἐπάξαι κατακλυσμὸν ἐπὶ τῆς γῆς, καὶ δίδωσιν αὐτῷ εὐλογίαν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι. Εἶδες θαυματουργίαν τῆς ἱερωσύνης; Ἑώρακας τὸν πρῶτον ἱερέα Ἄβελ ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἄμωμον αὐτοῦ ὁλοκάρπωσιν; Εἶδες πάλιν τὸν Νῶε τὸν σεμνὸν ἱερέα ἐν τῇ δευτέρᾳ κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ’ αὐτοῦ διαθήκην; Ταύτην δὲ Ἀβραὰμ ἠξιώθη μετασχεῖν, καὶ προσήνεγκε τῷ Θεῷ τὸν Ἰσαάκ, καὶ ἱερούργησε τὰ σπλάγχνα τὰ ἴδια. Ἐκεῖ αὐτῷ δείκνυσιν ὁ Θεὸς θαῦμα μέγαν, τὴν τοῦ Κυρίου γέννησιν ἐν τῇ τοῦ φυτοῦ Σαβὲκ, τὴν ἐν ῥιπῇ αὔξησιν, καὶ τὸ τῆς εὐλογίας, ἧς αὐτὸς εὐλόγησεν· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη». Ταύτης καὶ Μωσῆς κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινὰ πρὸς τὸν Θεόν, καὶ δεξάμενος τὸν νόμον παρ’ αὐτοῦ· ὅθεν καὶ ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ, ὥστε αὐτὸ ὁρᾶσθαι ὑπὲρ τὸν ἥλιον. Ὁμοίως καὶ Ἀαρών ταύτης κατηξιώθη, πρεσβευτὴς γενόμενος ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ πρὸς τὸν Θεόν. «Μωσῆς γὰρ καὶ Ἀαρῶν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ». Ὁμοίως καὶ Φινεὲς ταύτῃ τῇ πανσέμνῳ ἐκώλυσε θάνατον ἐκ τοῦ λαοῦ ἐκείνου· καὶ Ἠλίας δὲ πάλιν ταύτῃ ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρί, καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε. Μάθωμεν οὖν, ἀδελφοί, ὅτι μετὰ ἐστὶ καὶ ὑπέρογκον τὸ τῆς ἱερωσύνης ἀξίωμα. Δόξα τῷ Μονογενεῖ καὶ μόνῳ ἀγαθῷ τῷ παρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ ἀποστόλοις, διὰ τῆς αὐτοῦ καινῆς καὶ ἁγίας διαθήκης, ἵνα καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους. Πάντες οὖν εἰλικρινῶς τιμήσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας τῆς ἱερωσύνης, γινώσκοντες ὅτι εἴ τις τῶν φίλων τοῦ βασιλέως φιλεῖ, τοῦτον πολλῷ πλέον ἀγαπᾷ ὁ βασιλεύς. Ἀγαπήσωμεν οὖν τοὺς ἱερεῖς τοῦ Θεοῦ, ἐπειδὴ φίλοι εἰσὶ τοῦ Θεοῦ, καὶ πρεσβεύουσιν ὑπὲρ ἡμῶν πάντοτε· τίμησον τοὺς ἱερεῖς, ἀναπληρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ τὴν λέγουσαν, ὅτι «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται». Ἐὰν δὲ τὸν τυχόντα ἱερέα ἀγνοεῖς, εἰ ἄξιός ἐστι τοῦ βαθμοῦ ἢ ἀνάξιος, οὐ διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν μὴ παρίδῃς. Ὥσπερ γὰρ οὐ βλάπτεται χρυσὸς τῷ πηλῷ συμπεφυρμένος, οὐδὲ φαιδρὸς μαργαρίτης ἀλλοιοῦται, ὅταν τισὶ συναφθῇ εἴδεσιν ἀκαθάρτοις· τὸν αὐτὸν οὖν τρόπον οὐδὲ ἡ ἱερωσύνη κηλιδοῦται ἒκ τινος, κἂν ἀνάξιος ἢ ὁ ταύτην δεχόμενος. Ἐὰν μὲν τις ἀξιωθῇ εἰς ταύτην τὴν ἀξίαν ἐλθεῖν, καὶ πορευθῇ ἐν αὐτῇ ἀξίως καὶ ἀμέμπτως, ζωὴν αὐτῷ προξενεῖ καὶ στέφανον ἄφθαρτον· ἐὰν δὲ τις ἀναξίως εἰς ταύτην ἐλθεῖν τολμήσῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνίλεων. Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὧ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν τῇ ἀλαζονείᾳ σου λαβεῖν ἀναξίως τὸν τῆς ἱερωσύνης βαθμόν, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις. Γνῶθι τοίνυν ὃ πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ τῷ Μωσεῖ καὶ Ἀαρῶν ἀντιστάντες ποτέ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιάσαι τῷ Θεῷ. Οὐχὶ πῦρ κατέφαγεν ἅπαντας, ἀνθ’ ὧν κατετόλμησαν εἰς βαθμὸν οὗ οὐκ ἦσαν ἄξιοι; Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχὺν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς. Καὶ τὸ νῦν, ἀδελφοί, ἁγνῶς αὐτὴν πολιτεύσασθε, μιμούμενοι τὸν Μωσῆν καὶ Ἀαρῶν καὶ τὸν Ἐλεάζαρ. Θεώρησον τοὺς εὐσεβεῖς τούτους ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τὰς τῶν ἐχθρῶν παρεμβολάς. Ταύτην ἔχων Μωσῆς, ἥπλωσε τὰς χεῖρας πρὸς τὸν Θεόν, καὶ ἔτρωσε τὸν Ἀμαλὴκ πληγὴν ἀνίατον· ταύτην Ἀβραὰμ ζωσάμενος, τοὺς βασιλεῖς ἐτροπώσατο· ταύτην ὁ Μελχισεδὲκ ἀναλαβών, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον. Ἠξιώθης οὖν, ἀδελφέ, κομίσασθαι βαθμὸν ἱερωσύνης; Σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατολογήσαντί σε, ἐν ἁγνείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ σοφίᾳ πνευματικῇ καὶ ἐν λαμπρᾷ παρθένια. Γενοῦ θερμὸς ζηλωτὴς ὡς Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας, σώφρων ὡς ὁ Ἰωσήφ, καὶ ἁγνὸς ὡς Ἰησοῦς, φιλόξενος ὡς Ἀβραάμ, φιλόστοργος ὡς Δαυῒδ, καὶ πρᾶος ὡς Μωσῆς· τὸν πλανηθέντα σύναξον, τὸν χωλὸν ἐπίδησον, τὸν πεσόντα ἀνάστησον, ἀσθενοῦντας ἀντιλαβοῦ, καὶ ὅσα ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοί, ὁποία εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾶν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπετῶς κομίσασθαι, ἀλλ’ οὐδὲ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τὶ πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ. Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητέ, τῆς θείας λέξεως τοῦ Ὑψίστου, τῆς ῥηθείσης διὰ Ἠσαΐου τοῦ προφήτου, τό, «Ἐπὶ τίνα ἐγὼ ἀναπαύσομαι, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους»; Ταύτης ἀεὶ τῆς ἐντολῆς μνημόνευσον, καὶ κτῆσαι θησαυρὸν τὸν πρᾶον λογισμόν, ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν ἄνω Ἱερουσαλήμ, καὶ θυσίας νοερᾶς προσενέγκαι τῷ βασιλεῖ καὶ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, ὅπου πλέκονται στέφανοι ἀφθαρσίας· κἀκεῖσε ἐνώπιον τῶν ἀγγέλων ἀναδήσει σε ὁ Χριστὸς στέμμα ἀθανασίας, καὶ σὺν ταῖς ἄνω στρατείαις ὑμνήσεις ὕμνον ἐπινίκιον τῇ ἁγίᾳ Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |