ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Πέμπτος Κατὰ Ἰουδαίων

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Πέμπτος Κατὰ Ἰουδαίων



Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Πέμπτος  Κατὰ Ἰουδαίων


α’. Πόθεν ἡμῖν ἄρα πλείων ὁ σύλλογος γέγονε σήμερον; Πρὸς τὴν ἀπαίτησιν τῆς ὑποσχέσεως ἀπηντήκατε πάντως, καὶ τὸ ἀργύριον τὸ πεπυρωμένον, ὅπερ ὑπεσχόμην καταβαλεῖν, ὑποδέξασθαι παραγένεσθε. «Τὰ λόγια γάρ, φησί, Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ». Εὐλογητὸς ὁ Θεός, ὁ τοσαύτην ὑμῖν περὶ τὴν πνευματικὴν ἀκρόασιν ἐπιθυμίαν ἐνθείς. Καθάπερ γὰρ οἱ φίλοινοι καὶ φιλοπόται, ἀνιστάμενοι καθ’ ἑκάστην ἡμέραν περιεργάζονται καὶ πολυπραγμονοῦσι ποῦ πότοι, καὶ συμπόσια, καὶ δεῖπνα, καὶ κῶμοι, καὶ μέθαι, καὶ φιάλαι, καὶ κρατῆρες, καὶ ποτήρια· οὕτω δὴ καὶ ὑμεῖς καθ’ ἑκάστην ἡμέραν ἀνιστάμενοι περιεργάζεσθε, ποῦ παραίνεσις, καὶ συμβουλῇ, καὶ παράκλησις, καὶ διδασκαλία, καὶ λόγος εἰς δόξαν Χριστοῦ συντείνων. Διὰ ταῦτα καὶ ἡμεῖς αὐτοὶ προθυμότερον ταύτης ἁπτόμεθα τῆς ὑποθέσεως,καί,ἅπερ ὑπεσχόμεθα, μετὰ πάσης κατατίθεμεν τῆς εὐγνωμοσύνης


. Ἡ μὲν οὖν πρὸς Ἰουδαίους μάχη τέλος ἔλαβε τὸ προσῆκον καὶ τὸ τρόπαιον ἕστηκε, καὶ ὁ στέφανος ἡμῖν ἀπήρτισται, καὶ τὸ βραβεῖον ἡρπάσαμεν καὶ ἀπὸ τῆς προτέρας διαλέξεως. Τὸ γὰρ σπουδαζόμενον ἦν ἡμῖν ἀποδεῖξαι, ὅτι τὰ γινόμενα νῦν ὑπ’ αὐτῶν παρανομία τὶς ἐστι καὶ παράβασις, καὶ ἀνθρώπων πρὸς Θεὸν μάχη καὶ πόλεμος· καὶ τοῦτο σὺν Θεῷ μετὰ ἀκριβείας ἁπάσης ἀπεδείχθη. Εἰ γὰρ καὶ μέλλοιεν ἀπολαμβάνειν τὴν ἑαυτῶν πόλιν, καὶ ἐπὶ τὴν προτέραν ἐπανιέναι πολιτείαν, καὶ τὸν ναὸν ὁρᾷν ἀνιστάμενον, ὅπερ οὐδέποτε ἔσται, οὐδὲ οὕτως ἔχουσί τινα ἀπολογίαν ἐν τοῖς νῦν ὑπ’ αὐτῶν γινομένοις. Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ Δανιήλ, καὶ οἱ ἄλλοι ἅπαντες, οἱ ἐπὶ τῆς αἰχμαλωσίας διατρίβοντες, προσεδόκων ἀπολήψεσθαι τὴν ἑαυτῶν πόλιν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τὸ ἔδαφος ὄψεσθαι τῆς πατρίδος, καὶ ἐν τοῖς νόμοις τοῖς προτέροις βιώσεσθαι· ἀλλ’ ὅμως καὶ φανερὰν ὑπόσχεσιν ἔχοντες καὶ ὡμολογημένην, οὐδὲ οὕτως ἐτόλμων πρὸ τῆς ὑποσχέσεως καὶ τῆς ἐπανόδου ποιῆσαί τι τῶν νομίμων ὧν οὗτοι ποιοῦσι νῦν· οὕτω καὶ σὺ δυνήσῃ τὸν Ἰουδαῖον ἐπιστομίσαι. Ἐρώτησον γὰρ αὐτόν, τινὸς ἕνεκεν νηστεύεις, οὐκ ἔχων τὴν πόλιν; Κἂν εἴπῃ, ὅτι Προσδοκῶ τὴν πόλιν ἀπολαμβάνειν, εἰπὲ πρὸς αὐτόν· Οὐκοῦν ἕως ἂν ἀπολάβῃς ἡσύχαζε. Καὶ γὰρ οἱ ἅγιοι ἐκεῖνοι, ἕως ὅτε πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανῆλθον, οὐδὲν ἐτόλμων ποιεῖν ὧν σὺ ποιεῖς νῦν. Ὅθεν δῆλον ὅτι παρανομεῖς νῦν, κἂν μέλλῃς τὴν πόλιν ἀπολαμβάνειν, ὡς σὺ φής, καὶ τὰς πρὸς Θεὸν παραβαίνεις συνθήκας, καὶ τὴν πολιτείαν αὐτὴν ἐνυβρίζεις. Πρὸς μὲν οὖν τὸ τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν ἐπιστομίσαι, καὶ δεῖξαι παρανομοῦντας αὐτούς, ἱκανὰ καὶ τὰ τῇ προτέρᾳ διαλέξει πρὸς τὴν ἀγάπην ὑμῶν εἰρημένα.
Ἐπειδὴ δὲ οὐ τοῦτο ἐσπουδάκαμεν μόνον, ἐκείνων ἀποῤῥάψαι τὰ στόματα, ἀλλὰ καὶ τὴν ἐκκλησίαν παιδεῦσαι μειζόνως τὰ οἰκεῖα δόγματα· φέρε ἐκ περιουσίας καὶ τοῦτο ἀποδείξωμεν πάλιν, ὅτι οὔτε ἀναστήσεται λοιπὸν ὁ ναός, οὐδὲ εἰς τὴν προτέραν ἐπανήξουσι πολιτείαν. Οὕτω γὰρ ὑμεῖς τε ἀκριβέστερον εἴσεσθε τὰ ἀποστολικὰ δόγματα, ἐκεῖνοί τε μειζόνως ἀσεβοῦντες ἁλώσονται. Παρέξομεν δὲ μάρτυρα τοῦτον οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ’ αὐτὸν τὸν τῆς οἰκουμένης ἁπάσης Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εἰσελθὼν γὰρ εἰς τὰ Ἱεροσόλυμα, καὶ τὸν ναὸν ἰδών, ἔλεγεν, ὅτι «Ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν πολλῶν», ἕως οὗ πληρωθῶσι καιροὶ ἐθνῶν πολλῶν, τὸν μέχρι συντελείας λέγων χρόνον. Καὶ πάλιν περὶ τοῦ ναοῦ ταῦτα ἠπείλησε, τοῖς μαθηταῖς εἰπών· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐν τῷ τόπῳ τούτῳ, ἕως οὐ καταλυθῇ, τὸν ἀφανισμὸν τὸν παντελῆ καὶ τὴν ἐρήμωσιν προαναφωνῶν τῆς εἰς τέλος. Ἀλλ’ ὁ Ἰουδαῖος παραγράφεται τὴν μαρτυρίαν πάντως, καὶ οὐκ ἀνέχεται τῶν εἰρημένων. Ἐχθρὸς γάρ, φησίν, ἐστὶν ἐμὸς ὁ ταῦτα λέγων· ἐγὼ αὐτὸν ἐσταύρωσα, καὶ πῶς αὐτοῦ παραδέξομαι τὴν μαρτυρίαν; Τοῦτο γὰρ ἐστι τὸ θαυμαστόν, ᾧ Ἰουδαῖε, ὅτι ὃν ἐσταύρωσας, μετὰ τὸ σταυρωθῆναι τότε σου τὴν πόλιν καθεῖλε, τότε σου τὸν δῆμον διεσκόρπισε, τότε τὸ ἔθνος πανταχοῦ διέσπειρε διδάσκων ὅτι ἀνέστη καὶ ζῇ, καὶ νῦν ἐστιν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ διὰ τῶν εὐεργεσιῶν οὐκ ἠθέλησας αὐτοῦ γνῶναι τὴν δύναμιν, διὰ τὴν κολάσεων καὶ τῶν τιμωριῶν ἐπαίδευσέ σε τὴν ἄμαχον αὐτοῦ καὶ ἀκαταγώνιστον ἰσχύν. Ἀλλ’ οὐδὲ οὕτω πιστεύεις, οὐδὲ νομίζεις αὐτὸν εἶναι Θεόν, καὶ τῆς οἰκουμένης ἁπάσης Δεσπότην, ἀλλ’ ἄνθρωπον ἕνα τῶν πολλῶν. Φέρε οὖν, ὡς ἐπ’ ἀνθρώπῳ ποιησώμεθα τὴν ἐξέτασιν. Πῶς δὲ ἐπ’ ἀνθρώπων ποιούμεθα τὴν ἐξέτασιν; Ὅταν ἴδωμεν τινας ἀνθρώπους ἐν ἅπασιν ἀληθεύοντας, καὶ μηδὲν μηδαμοῦ ψευδομένους, κἂν ἐχθροὶ τυγχάνοντες ὦσι, καὶ νοῦν ἔχωμεν, δεχόμεθα τὰ ὑπ’ αὐτῶν λεγόμενα· ὥσπερ οὖν ὅταν ἴδωμεν ψευδομένους, κἂν ἀληθεύωσιν ἓν τισιν, οὐδὲ ἐκεῖνα ῥᾳδίως παραδεχόμεθα.


β’. Φέρε οὖν, ἴδωμεν ὁποῖον τὸ ἦθος τοῦ Χριστοῦ, καὶ ποῖος ὁ τρόπος. Οὐδὲ γὰρ τοῦτο μόνον προεῖπεν καὶ προανεφώνησεν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων ἐκβήσεσθαι μετὰ μακρὸν ὕστερον χρόνον προανηγόρευσε τότε. Ἀγάγωμεν τοίνυν ἐκείνας τὰς προῤῥήσεις εἰς μέσον, κἂν ἴδῃς ἐν ἐκείναις ψευδόμενον, μηδὲ ταύτην καταδέξῃ, μηδὲ νομίσῃς εἶναι πιστήν· ἂν δὲ ἴδῃς ἐν ἅπασιν ἀληθεύοντα, καὶ ταύτην τέλος εἰληφυΐαν τὴν πρόῤῥησιν, καὶ τὸν ἄφατον μαρτυροῦντα χρόνον τῇ τῶν προειρημένων ἀληθείᾳ, μὴ ἀναισχύντει περαιτέρω, μηδὲ φιλονεικεῖ τοῖς ἡλίου φανερωτέροις πράγμασιν. Τὶ οὖν καὶ ἄλλο προεῖπεν, ἴδωμεν. Προσῆλθεν αὐτῷ γυνή, ἀλάβαστρον μύρου ἔχουσα πολυτίμου, καὶ κατέχεε τὸ ἔλαιον. Ἐπετίμησαν οἱ μαθηταὶ τῷ γενομένῳ, λέγοντες· «Διατὶ μὴ ἐπράθη τοῦτο τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς»; Ἐγκαλῶν τοίνυν αὐτοῖς, οὕτω πως φησί· «Τὶ κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν ἐποίησε. Λέγω γὰρ ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς πᾶσαν τὴν γῆν, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς». Ἆρ’ οὖν ἐψεύσατο, ἢ ἠλήθευσεν; Ἔλαβε τέλος ἡ προφητεία, ἢ διέπεσεν; Ἐρώτησον τὸν Ἰουδαῖον· κἂν μυριάκις ἀναισχυντῇ πρὸς τὴν πρόῤῥησιν ταύτην ἀντιβλέψαι οὐχ ἕξει. Καὶ γὰρ ἐν ἐκκλησίαις ἀπάσαις ἀκούομεν τὴν γυναῖκα λαλουμένην, καὶ ἑστήκασιν ἀκούοντες ὕπατοι, στρατηγοί, ἄνδρες, γυναῖκες, περιφανεῖς, ἐπίσημοι, λαμπροὶ ἐν ἀπάσαις πόλεσιν· καὶ ὅπουπερ ἂν ἀφίκῃ τῆς οἰκουμένης, μετὰ πάσης ἡσυχίας πάντες ἀκούουσι τοῦ τῆς γυναικὸς κατορθώματος, καὶ οὐκ ἔστι μέρος τῆς οἰκουμένης, ὃ τὸ γενόμενον ἠγνόησεν. Καίτοι πόσοι βασιλεῖς πολλὰ καὶ μεγάλα εἰργάσαντο τὰς πόλεις ἀγαθά, καὶ πολέμους κατώρθωσαν, καὶ τρόπαια πολλὰ ἔστησαν, καὶ ἔθνη διέσωσαν, καὶ πόλεις ἀνέστησαν, καὶ προσόδους μυριὰς προσεκτήσαντο· ἀλλ’ ὅμως σεσίγηνται μετὰ τῶν οἰκείων κατορθωμάτων. Καὶ βασιλίδες πολλαί, καὶ μεγάλαι γυναῖκες, μυρία τοὺς ἀρχομένους εὐεργετήσασαι, οὐδὲ ἐξ ὀνόματός εἰσὶ τισι γνώριμαι. Ἡ δὲ εὐτελὴς αὕτη γυνή, ἔλαιον καταχέασα μόνον, πανταχοῦ τῆς οἰκουμένης ᾄδεται, καὶ χρόνου πλῆθος τοσοῦτον οὐκ ἔσβεσεν αὐτῆς τὴν μνήμην, οὐδὲ σβέσει ποτέ· καίτοι οὐδὲ τὸ ἔργον περιφανές· τὶ γὰρ ἦν, τὸ ἔλαιον καταχέειν; Οὐδὲ οἱ μάρτυρες ἐπίσημον· γυνὴ γὰρ ἦν ἀπεῤῥιμένη· οὐδὲ οἱ μάρτυρες πολλοί· μεταξὺ γὰρ τῶν μαθητῶν ἐποίησεν· οὐδὲ ὁ τόπος κατάδηλος· οὐδὲ γὰρ ἐν θεάτρῳ παρελθοῦσα τοῦτο εἰργάσατο, ἀλλ’ ἐν οἰκία, δέκα μόνον παρόντων ἀνθρώπων. Ἀλλ’ ὅμως οὔτε ἡ εὐτελείᾳ τοῦ προσώπου, οὔτε ἡ ὀλιγότης τῶν μαρτύρων, οὔτε τὸ ἄσημον τοῦ τόπου, οὔτε ἄλλο οὐδὲν ἴσχυσεν αὐτῆς ἀφανίσαι τὴν μνήμην· ἀλλὰ βασιλίδων πασῶν, καὶ βασιλέων ἁπάντων λαμπροτέρα νῦν ἐστιν ἡ γυνή, καὶ χρόνος οὐδεὶς λήθη τὸ γενόμενον παρέδωκε. Πόθεν; Εἰπὲ μοί· τίνος τοῦτο ἐργασαμένου; Οὐχὶ τοῦ θεραπεύοντος τότε Θεοῦ, πανταχοῦ τὴν φήμην ταύτην διασπείραντος; Ταῦτα οὖν ἀνθρωπίνης δυνάμεως, εἰπὲ μοι, τὸ τοιαῦτα προαναφωνεῖν; Καὶ τὶς ἂν ταῦτα εἴποι νοῦν ἔχων; Τὸ μὲν γὰρ τι τῶν ὑπ’ αὐτοῦ γενομένων προλέγειν, θαυμαστὸν μὲν καὶ παράδοξον· τὸ δὲ καὶ τὰ παρ’ ἑτέρων γινόμενα προλέγειν, καὶ ποιεῖν εὔπιστα γίνεσθαι καὶ πᾶσι κατάδηλα, πολλῷ μεῖζον καὶ θαυμαστότερον. Πάλιν προεῖπε τῷ Πέτρῳ, «Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Τὶ οὖν, εἰπὲ μοι, ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ὦ Ἰουδαῖε, καὶ δεῖξαι ψευδῆ ταύτην εἶναι τὴν προαναφώνησιν; Ἀλλ’ οὐκ ἀνέξεται τῶν πραγμάτων ἡ μαρτυρία, κἂν μυριάκις αὐτὸς φιλονεικῇς. Πόσοι γοῦν πόλεμοι κατὰ τῆς ἐκκλησίας ἀνεῤῥιπίσθησαν; Καὶ στρατόπεδα πολλὰ παρεσκευάσθησαν, καὶ ὅπλα ἐκινήθη, καὶ πᾶν εἶδος κολάσεως, καὶ τιμωρίας ἐπενοήθη, καὶ τήγανα, καὶ καταπέλται, καὶ λέβητες, καὶ κάμινοι, καὶ λάκκοι, καὶ κρημνοί, καὶ θηρίων ὀδόντες, καὶ πελάγη, καὶ δημεύσεις, καὶ ἕτερα μυρία βασανιστήρια οὐδὲ λόγῳ ῥητά, οὐδὲ ἔργῳ φορητά, καὶ οὐ παρὰ τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τῶν οἰκείων αὐτῶν. Καὶ γὰρ ἐμφύλιός τις τότε τὰ πάντα κατεῖχε πόλεμος, μᾶλλον δὲ ἐμφυλίου παντὸς χαλεπώτερος. Οὐ γὰρ πολῖται πολίταις μόνον, ἀλλὰ καὶ συγγενεῖς συγγενέσι, καὶ οἰκεῖοι οἰκείοις, καὶ φίλοι φίλοις συνεῤῥήγνυντο· ἀλλ’ ὅμως οὐδὲν τούτων κατέλυσε τὴν ἐκκλησίαν, οὐδὲ ἐποίησεν ἀσθενεστέραν· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι ἐν τοῖς προοιμίοις ταῦτα πάντα ἐκινεῖτο. Εἰ μὲν γὰρ τότε ἐπήγετο τὰ δεινά, ὅτε ἐῤῥιζώθη, καὶ πανταχοῦ τῆς οἰκουμένης κατεφυτεύθη τὸ κήρυγμα, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παρατραπῆναι τὴν ἐκκλησίαν· τὸ δὲ ἐν ἀρχῇ τῆς διδασκαλίας, ἄρτι τῆς πίστεως καταβληθείσης, καὶ τῆς διανοίας τῶν ἀκουόντων ἁπαλωτέρας οὔσης, τοσούτους συῤῥαγῆναι πολέμους, καὶ μὴ μόνον μηδὲν ἐλαττωθῆναι τὰ καθ’ ἡμᾶς πράγματα, ἀλλὰ καὶ ἐπιδοῦναι πλέον, τοῦτό ἐστι τὸ παντὸς θαύματος ἔχον ὑπερβολήν. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι νῦν ἡ ἐκκλησία ἀπὸ τῆς τῶν βασιλέων εἰρήνης συνέστηκεν, ὅτε ἐλάττων ἦν, ὅτε ἀσθενέστερα εἶναι ἐδόκει, τότε αὐτὴν πολεμεῖσθαι συνεχώρησεν ὁ Θεός, ἵνα μάθῃς, ὅτι καὶ ἡ νῦν ἀσφάλεια αὐτῆς οὐκ ἀπὸ τῆς τῶν βασιλέων εἰρήνης, ἀλλ’ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως γίνεται.


γ’. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἀναλόγισαι πόσοι δόγματα ἠβουλήθησαν εἰσαγαγεῖν παρ’ Ἕλλησι, καὶ πολιτείαν ἐνστήσασθαι ξένην, οἷον Ζήνων, Πλατῶν, Σωκράτης, Διαγόρας, Πυθαγόρας, καὶ ἕτεροι μύριοι· ἀλλ’ ὅμως τοσοῦτον ἀπέσχον περιγενέσθαι, ὡς μηδὲ ἐξ ὀνόματος εἶναι τοῖς πολλοῖς γνώριμοι. Ὁ δὲ Χριστὸς οὐκ ἔγραψε πολιτείαν μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης αὐτὴν κατεφύτευσε. Πόσα λέγεται Ἀπολλώνιος ὁ ἐκ Τυάνων πεποιηκέναι; Ἀλλ’ ἵνα μάθῃς ὅτι ψεῦδος πάντα ἐκεῖνα ἦν καὶ φαντασία, καὶ ἀληθὲς οὐδέν, ἔσβεσται, καὶ τέλος εὐθὺς ἔλαβεν. Καὶ μηδεὶς ὕβριν εἶναι νομιζέτω τοῦ Χριστοῦ, ὅτι ἐν τοῖς περὶ αὐτοῦ λόγοις Πυθαγόρου καὶ Πλάτωνος, Ζήνωνος καὶ τοῦ Τυανέως μεμνήμεθα· οὐ γὰρ ἐξ οἰκείας τοῦτο ποιοῦμεν γνώμης, ἀλλὰ τῇ ἀσθενείᾳ τῶν Ἰουδαίων συγκαταβαίνοντες, τῶν νομιζόντων αὐτὸν ἀνθρώπων εἶναι ψιλόν· ἐπεὶ καὶ Παῦλος οὕτως ἐποίησεν; Εἰσελθὼν γὰρ εἰς τὰς Ἀθήνας, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ εὐαγγελίων αὐτοῖς διελέγετο, ἀλλ’ ἀπὸ τοῦ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο· οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον τῶν εὐαγγελίων εἶναι ἐνόμιζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν ἦσαν τιμιωτέρα, ἀλλ’ ἐπειδὴ πρὸς Ἕλληνας διελέγετο τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώσατο δογμάτων. Διὰ τοῦτο φησιν, «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ ἀλλ’ ἔννομος Χριστῷ». Οὕτω καὶ ἡ Παλαιὰ περὶ τοῦ Θεοῦ διαλεγομένη πρὸς Ἰουδαίους ποιεῖ λέγουσα οὕτως· «Τὶς ὁμοῖός σοι ἐν Θεοῖς, Κύριε»; Τὶ λέγεις, ὧ Μωϋσῆ; Ὅλως γὰρ ἐστι σύγκρισις; Οὐ κατὰ σύγκρισιν τοῦτο ποιῶν εἶπον, φησίν, ἀλλ’ ἐπειδὴ πρὸς Ἰουδαίους διαλέγομαι, τοὺς μεγάλην περὶ τῶν δαιμόνων ἔχοντας δόξαν, τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνων, τοῦτον τῆς διδασκαλίας εἰσήγαγον τὸν τρόπον. Ἐπεὶ οὖν καὶ ἡμῖν πρὸς Ἰουδαίους ὁ λόγος, τοὺς ἄνθρωπον ψιλὸν εἶναι νομίζοντας τὸν Χριστὸν καὶ παράνομόν τινα, διὰ τοῦτο καὶ ἀπὸ τῶν παρ’ Ἕλλησι θαυμαζομένων ἐποιησάμεθα τὴν ἐξέτασιν. Εἰ δὲ βούλεσθε καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς τοῦτο ἐγχειρησάντων, καὶ μαθητὰς συναγαγόντων, καὶ εἰς ἄρχοντας, καίεις προστάτας ἀναῤῥηθέντων, καὶ σβεσθέντων εὐθέως, ἐπιχειρήσωμεν ταῖς ἀποδείξεσι ταύταις. Οὕτω γοῦν καὶ ὁ Γαμαλιὴλ αὐτοὺς ἐπεστόμισεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτοὺς μαινομένους, καὶ ἐπιθυμοῦντας τὸ αἷμα τῶν μαθητῶν ἐκχέειν, βουλόμενος αὐτοὺς τῆς ἀκαθέκτου μανίας κατασχεῖν, κελεύσας ἔξω ποιῆσαι βραχὺ τοὺς ἀποστόλους οὕτω πρὸς αὐτοὺς ἔλεγεν· «Προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τὶ μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν· καὶ ἠκολούθησαν αὐτῶν ἄνδρες τετρακόσιοι· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. Καὶ μετ’ ἐκεῖνον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ὃς ἀπέστησεν ὄχλον ἱκανόν· κἀκεῖνος ἀπέθανε, καὶ οἱ μαθηταὶ αὐτοῦ ἀπώλοντο. Καὶ τὰ νῦν λέγω ὑμῖν, προσέχετε ἑαυτοῖς, ὅτι, ἐὰν ᾗ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτοῦ, μὴ ποτε καὶ θεομάχοι εὑρεθῆτε». Πόθεν οὖν δῆλον ἔσται, ὅτι, ἐὰν ᾗ ἐξ ἀνθρώπων, καταλυθήσεται; Πεῖραν ἐλάβετε, φησίν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ. Ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι ἐκεῖνοι, καὶ μὴ θεῖα δυνάμει πάντα ἐργάζεται, μικρὸν ἀναμείνατε, καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς πιστώσεται ἡ ἔκβασις, καὶ διὰ τοῦ τέλους εἴσεσθε σαφῶς, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὡς φατέ, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀποῤῥήτω δυνάμει τὰ καθ’ ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο. Ἀνέμειναν, καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδηλοῦτο ἡ θεῖα καὶ ἄμαχος δύναμις, καὶ τὸ σόφισμα τοῦτο καὶ πρὸς ἀπάτην τῶν πολλῶν γενόμενον, εἰς τὴν τοῦ διαβόλου περιετρέπετο κεφαλήν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν παραγενόμενον, βουλόμενος συσκιάσαι αὐτοῦ τὴν παρουσίαν καὶ τὴν ἀληθῆ οἰκονομίαν, εἰσήνεγκεν ἀπατεῶνάς τινας, οὓς προείπομεν, ἵνα καὶ οὗτος εἷς ἐκείνων νομίζηται εἶναι. Καὶ ὅπερ ἐπὶ τοῦ σταυροῦ πεποίηκε, δύο παρασκευάσας λῃστὰς μετ’ αὐτοῦ σταυρωθῆναι, τοῦτο καὶ ἐπὶ τῆς παρουσίας εἰργάσατο, τῇ παραθέσει τοῦ ψεύδους τὴν ἀλήθειαν συσκιάσαι σπεύδων· ἀλλ’ οὐδὲ ἐκεῖ τι ἴσχυσεν, οὐδὲ ἐνταῦθα, ἀλλ’ αὐτὸ δὴ τοῦτο μάλιστα τὴν δύναμιν ἔδειξε τοῦ Χριστοῦ. Διὰ τὶ γάρ, εἰπὲ μοι, τριῶν ὄντων τῶν σταυρωθέντων, ἐν τῷ αὐτῷ τόπῳ, ἐν τῷ αὐτῷ καιρῷ, ὑπὸ τῶν αὐτῶν δικαστῶν, ἐκεῖνοι μὲν σεσίγηνται, οὗτος δὲ μόνος προσκυνεῖται; Πάλιν, τὶ δήποτε πολλῶν εἰσαγαγόντων πολιτείαν καινὴν καὶ μαθητὰς ἐσχηκότων, ἐκείνων μὲν οὐδὲ τοὔνομα μέχρι τήμερόν ἐστι γνώριμον, οὗτος δὲ πανταχοῦ τῆς οἰκουμένης θεραπεύεται; Τὰ γὰρ πράγματα ἀπὸ συγκρίσεως μάλιστα φαίνονται. Συγκρῖνον τοίνυν, ᾧ Ἰούδαι, καὶ μάθε τῆς ἀληθείας τὴν ὑπεροχήν. Τὶς πλάνος τοσαύτας πανταχοῦ τῆς οἰκουμένης ἐκκλησίας ἐκτήσατο, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης εἰς πέρατα τὴν τε αὐτοῦ θεραπείαν ἐξέτεινε, καὶ πάντας ὑποκύπτοντας ἔσχε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυόντων; Οὐκ ἔστιν οὐδείς. Οὐκοῦν δῆλον, ὅτι ὁ Χριστὸς οὐχὶ πλάνος ἦν, ἀλλὰ σωτήρ, καὶ εὐεργετῇς καὶ κηδεμών, καὶ προστάτης τῆς ζωῆς τῆς ἡμετέρας. Μίαν ἔτι πρόῤῥησιν προσθείς, ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. «Οὐκ ἦλθον βαλεῖν εἰρήνην, φησίν, ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν»· οὐ τὴν γνώμην τὴν ἑαυτοῦ λέγων, ἀλλὰ τὸ τέλος τῶν ἐκβαινόντων πραγμάτων. «Ἦλθον γὰρ διχάσαι, φησίν, ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς». Πόθεν ταῦτα προεῖπεν, εἰπὲ μοι, εἲ γε ψιλὸς ἄνθρωπος ἦν καὶ τῶν πολλῶν εἷς; Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· ἐπειδὴ συνέβαινεν ἐν οἰκίᾳ μιᾷ τὸν μὲν εἶναι πιστόν, τὸν δὲ ἄπιστον, εἶτα τὸν πατέρα βούλεσθαι ἕλκειν ἐπὶ τὴν ἀσέβειαν τὸν υἱὸν τὸν ἑαυτοῦ, τοῦτο αὐτὸ προλέγων, φησίν· οὕτω κρατήσει τοῦ κηρύγματος ἡ δύναμις ὡς καὶ πατέρων παῖδας ὑπερορᾶν, καὶ μητέρων θυγατέρας, καὶ γονεῖς παίδων. Αἱρήσονται γὰρ οὐχὶ τῶν οἰκείων καταφρονεῖν μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτῶν, καὶ πάντα ὑπομεῖναι καὶ παθεῖν, ὥστε μὴ ἀρνήσασθαι τὴν εὐσέβειαν. Πόθεν τούτῳ ταῦτα καὶ εἰδέναι καὶ κατασκευάσαι δυνατόν, εἲ γὲ ἄνθρωπος ἦν εἷς τῶν πολλῶν; Πόθεν ἐπῆλθεν αὐτῷ λογίσασθαι τοῦτο, ὅτι καὶ πατέρων ἔσται παισίν, αἰδεσιμώτερος, καὶ πατράσι παίδων γλυκύτερος, καὶ γυναιξὶν ἀνδρῶν ποθεινότερος; Καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνῃ οἰκίᾳ, οὐδὲ ἐν δυσὶ καὶ τρισί, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατόν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, ἐν πόλεσιν ἀπάσαις καὶ χώραις, ἐν γῆ καὶ θαλάσσῃ, καὶ οἰκουμένη καὶ ἀοικήτῳ. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι εἶπε μὲν ταῦτα, οὐκ ἐπήγαγε δὲ τὸ τέλος. Πολλοὶ γοῦν ἐν προοιμίοις καὶ ἐν ἀρχῇ, μᾶλλον δὲ ἔτι καὶ νῦν, διὰ τὴν εὐσέβειαν μισοῦνται, ἐκβάλλονται τῶν οἰκιῶν τῶν πατρωῶν, καὶ πρὸς οὐδὲν ἐπιστρέφονται τούτων, ἱκανὴν παραμυθίαν ἔχοντες τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν. Τὶς ταῦτα ἴσχυσέ ποτε ἐν ἀνθρώποις εἰπὲ μοι. Οὗτος τοίνυν ὁ ταῦτα ἅπαντα προειπών, τὰ περὶ τῆς γυναικὸς ἐκείνης, τὰ περὶ τῆς ἐκκλησίας, τὰ πὲρ τοῦ πολέμου τούτου. Οὗτος προεῖπεν, ὅτι καὶ ὁ ναὸς πεσεῖται, καὶ τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ οὐκέτι τῶν Ἰουδαίων ἔσται πόλις ἡ πόλις, καθάπερ καὶ πρότερον. Εἰ μὲν οὖν ἐψεύσατο πάντα ἐκεῖνα, καὶ μὴ ἔλαβε τέλος, ἀπίστει καὶ τούτοις· εἰ δὲ ὁρᾷς ἐκεῖνα λάμποντα ἀπὸ τῆς ἐκβάσεως, καὶ καθ’ ἑκάστην ἡμέραν αὐξανόμενα, καὶ οὐδὲ τῆς ἐκκλησίας πύλαι ᾅδου κατίσχυσαν, καὶ ὅπερ ἐποίησεν ἡ γυνὴ λαλεῖται πανταχοῦ τῆς οἰκουμένης μετὰ χρόνον τοσοῦτον, οἱ δὲ ἄνθρωποι οἱ πιστεύσαντες αὐτῷ καὶ πατέρων αὐτῶν καὶ γυναικῶν καὶ τέκνων αὐτὸν προετίμησαν· τινὸς ἕνεκεν ταύτῃ μόνῃ τῇ προῤῥήσει ἀπιστεῖς, εἰπὲ μοι, καὶ ταῦτα τῆς ἀπὸ τοῦ χρόνου μαρτυρίας ἐπιστομιζούσης σου τὴν ἀναισχυντίαν; Εἰ μὲν οὖν μετὰ τὴν ἅλωσιν δέκα μόνον ἔτη ἦν, ἢ εἴκοσι, ἢ τριάκοντα, ἢ πεντήκοντα, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν φιλονεικεῖν βουλομένοις πρόφασις· εἰ δὲ οὐχὶ πεντήκοντα καὶ πολλῷ πλείονα παρῆλθον ἔτη μετὰ τὴν ἅλωσιν, καὶ οὐδὲ ἴχνος οὐδὲ σκιὰ τις ἐφάνη ποτὲ τῆς παρ’ ὑμῶν προσδοκωμένης μεταβολῆς, τινὸς ἕνεκεν εἰκῆ καὶ μάτην ἀναισχυντεῖς;


δ’. Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μηδέποτε τὸν ναὸν ἀναστήσεσθαι. Πλὴν ἀλλ’ ἐπειδὴ πολλὴ τῆς ἀληθείας ἡ περιουσίᾳ, τὰ εὐαγγέλια ἀφείς, ἐπὶ τοὺς προφήτας τρέψομαι, οἷς μάλιστα δοκοῦσι πιστεύειν· καὶ ἐπ’ ἐκείνων ποιήσομαι φανερόν, ὅτι οὔτε τὴν πόλιν, οὔτε τὸν ναὸν λοιπὸν ἀπολήψονται· καίτοι γε οὐδεμίαν εἶχον ἀνάγκην ἀποδεῖξαι, ὅτι οὐκ ἀναστήσεται, οὐδὲ ἐμὸν τοῦτο ἦν, ἀλλ’ ἐκείνων, δεῖξαι τοὐναντίον ὅτι ἀναστήσεται. Ἐγὼ μὲν γὰρ ἔχω τὴν ἀπὸ τοῦ χρόνου σύστασιν μαρτυροῦσάν μοι καὶ συναγωνιζομένην· ἐκεῖνοι δὲ οἱ δι’ ἀήτης μὲν τῆς ἐκβάσεως τῶν πραγμάτων ἡττωμένοι, καὶ ἐν ἔργοις οὐδὲν ἔχοντες δεῖξαι ὧν λέγουσι, κομπάζοντες δὲ ἁπλῶς καὶ εἰκῆ, αὐτοὶ δίκαιοι ταύτην παρασχεῖν τὴν μαρτυρίαν εἰσίν. Ἃ μὲν γὰρ ἐγὼ λέγω, δείκνυμι διὰ τῶν ἔργῳ αὐτῶν ἐκβεβηκότα, καὶ ὅτι ἔπεσε, καὶ ὅτι οὐκ ἀνέστη ἡ πόλις ἐπὶ χρόνον τοσοῦτον ἃ δὲ ἐκεῖνοι λέγουσιν, ἐν ῥήμασίν ἐστι ψιλοῖς τοῖς αὐτῶν. Καὶ ἐχρῆν αὐτοὺς δεῖξαι, ὅτι ἀναστήσεται πάλιν ἡ πόλις· ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις οὕτως ὁρῶμεν γινομένας τὰ ἀποδείξιες. Ὅταν γὰρ τινες ὑπὲρ ὁτουοῦν πρὸς ἀλλήλους ἀμφισβητῶσι, καὶ θάτερος ὧν λέγει ἐγγράφως παρέχη τὰς ἀποδείξεις, εἶτα ὁ ἕτερος ἐπιλαμβάνηται τῶν λεγομένων, αὐτὸς ἀναγκάζεται λοιπὸν μάρτυρας ἢ καὶ ἑτέρους παρέχειν ἐλέγχους τοῦ μὴ ταῦτα οὕτως ἔχειν, ὡς τὰ γραμμάτιά φησιν, οὐκ ἐκεῖνος ὁ προφέρων τὰ γραμμάτια. Οὕτω καὶ νῦν ποιεῖν ἔδει τοῦ Ἰουδαίους καὶ παράγειν ἡμῖν προφήτην εἰς μέσον τὸν λέγοντα, ὅτι ἀναστήσεται πάντως ἡ πόλις. Ὅτι γὰρ εἰ καὶ τέλος ἔμελλεν ἕξειν ὑμῖν ἡ παροῦσα αἰχμαλωσίᾳ, πᾶσα ἀνάγκη ἐν τοὺς προφήτας ταῦτα προαναφωνεῖν, παντὶ που δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν εἰς τὰ προφητικὰ παρακύψαντι βιβλία. Καὶ γὰρ ἔθος παρὰ Ἰουδαίοις παλαιόν, τὰ μέλλοντα αὐτοὺς καταλαμβάνειν κακὰ ἢ ἀγαθὰ προαγορεύειν τοὺς προφήτας ἄνωθεν. Τίνος ἕνεκεν καὶ διὰ τί; Διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην καὶ ἀναισχυντίαν. Ἐπειδὴ γὰρ παραυτὰ τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ ταῦτα πεποιηκότος Θεοῦ, καὶ τοῖς δαίμοσιν ἐπέγραφον τὰ γινόμενα, καὶ τὰ ἀγαθὰ ἐκείνοις ἐλογίζοντο· καὶ νῦν μὲν ἐξελθόντες ἐξ Αἰγύπτου, τῆς θαλάσσης σχισθείσης, καὶ τῶν ἄλλων θαυμάτων γινομένων, ἐπιλαθόμενοι τοῦ ταῦτα πεποιηκότος Θεοῦ, τοῖς οὐ θεοῖς ἀνετίθεσαν τὰ γινόμενα, καὶ τῷ Ἀαρῶν λέγουσι· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν»· καὶ τῷ Ἱερεμία δὲ φαίνονται λέγοντες, «Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν· καὶ ἐνεπλήσθημεν ἄρτων, καὶ ἐγενήθημεν χρηστοί, καὶ κακὰ οὐκ οἴδαμεν· καὶ ὡς θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδοντες αὐτῇ σπονδάς, ἠλαττώθημεν πάντες ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν»· ἵνα οὖν μηδὲν τῶν συμβαινόντων τοῖς εἰδώλοις λογίζωνται, ἀλλὰ καὶ τὰς τιμωρίας καὶ τὰς εὐεργεσίας παρὰ τοῦ Θεοῦ πιστεύωσιν αὐτοῖς ἀεὶ παραγίνεσθαι, τὰς μὲν διὰ τὰς ἁμαρτίας, τὰς δὲ διὰ φιλανθρωπίαν, ἄνωθεν αὐτοῖς προὔλεγον οἱ προφῆται τὰ μέλλοντα ἔσεσθαι. Καὶ ἵνα μάθῃς, ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῆς προῤῥήσεως, ἄκουε τὶ φησιν ὁ μεγαλοφωνότατος Ἠσαΐας· «Γινώσκω ὅτι σκληρὸς εἶ σὺ πρὸς τὸν λαὸν τὸν Ἰουδαϊκὸν, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου»· τουτέστιν ἀκαμπής, καὶ τὸ μέτωπόν σου χαλκοῦν, τουτέστιν ἀναίσχυντον. Οὕτω γοῦν καὶ ἡμῖν θεὸς πολλάκις, τοὺς ἐρυθριᾶν, μὴ εἰδότας χαλκοπροσώπους καλεῖν. «Καὶ ἀνήγγειλά σοι, φησίν, ἃ μέλλειν ἐπὶ σὲ ἔρχεσθαι, πρὶν ἢ γενέσθαι, καὶ ἀκουστὰ σοι ἐποίησα». Εἶτα τὴν αἰτίαν τῆς προῤῥήσεως λέγων, ἐπήγαγεν· «Μήποτε εἴπῃς, ὅτι Τὰ εἴδωλά μοι ἐποίησε, καὶ τὰ γλυπτὰ καὶ τὰ φωνευτὰ μοι ἐνετείλατο». Καὶ πάλιν ἐπειδὴ φιλόνεικοί τινες ὄντες καὶ ἀλαζόνες, καὶ μετὰ τὴν ἔκβασιν ἠναισχύντουν ὡς μὴ προακηκοότες, οὐ προὔλεγον οἱ προφῆται τὰ ἐσόμενα μόνον, ἀλλὰ καὶ μάρτυρας ἐλάμβανον τῶν γινομένων. Οὕτω γοῦν πάλιν ὁ αὐτὸς Ἠσαΐας φησί· «Μαρτυρᾶς μοὶ ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ τὸν Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τόμῳ καινῷ τὴν προφητείαν γράψας ἀπέθετο, ἵνα μετὰ τὴν ἔκβασιν αὐτὰ αὐτῶν καταμαρτυρεῖ τὰ γράμματα, ὅτι ἄνωθεν αὐτοῖς καὶ πρὸ πολλοῦ τοῦ χρόνου προηγόρευται. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἐν τόμῳ γράφει, ἀλλ’ ἐν τόμῳ καινῷ δυναμένῳ πρὸς τὸ μῆκος ἀρκέσαι τοῦ χρόνου καὶ μὴ διαφθαρῆναι ῥᾳδίως, ἀλλ’ ἀναμείναι τὴν ἔκβασιν τῶν ἐν αὐτῷ γεγραμμένων πραγμάτων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, καὶ πάντα αὐτοῖς προανεφώνει τὰ μέλλοντα ἔσεσθαι ὁ Θεός, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν συμβάντων αὐτοῖς κακῶν τε καὶ ἀγαθῶν ποιήσομαι τὴν ἀπόδειξιν


ε’. Τρεῖς γοῦν δουλείας ὑπέμειναν χαλεπωτάτας οἱ Ἰουδαῖοι, καὶ οὐδεμίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπήγαγε, ἀλλὰ πάσας αὐτοῖς προλεχθῆναι παρεσκεύασεν ὁ Θεός, καὶ τόπον, καὶ χρόνον, καὶ πρόσωπον, καὶ εἶδος κακώσεως, καὶ τὴν ἐπάνοδον, καὶ τὰ ἀλλὰ πάντα μετὰ ἀκριβείας προλέγων. Καὶ τὴν πρώτην πρόῤῥησιν ἐρῶ τὴν ἐν Αἰγύπτῳ. Πρὸς τοὐν τὸν Ἀβραὰμ διαλεγόμενος, οὕτω πὼς φησι· «Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῆ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτό, καὶ κακώσουσιν ἔτη τετρακόσια». Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ, εἶπεν ὁ Θεός. Τετάρτῃ δὲ γενεᾷ ἐπανελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς». Εἶδες πῶς τὸν ἀριθμὸν εἶπε τῶν ἐτῶν· τετρακόσια ἔτη· τὸν τρόπον τῆς δουλείας, ὅτι οὐχ ἁπλῶς δουλώσουσιν, ἀλλὰ καὶ κακώσουσιν. Ἄκουε γοῦν πῶς μετὰ ταῦτα ἐξηγεῖται ὁ Μωϋσῆς τὴν κάκωσιν. «Τὰ ἄχυρα οὐ δίδοται τοῖς οἰκέταις σου, φησί, καὶ λέγουσιν ἡμῖν τὴν πλινθουργίαν ποιεῖν». Καὶ ἐμαστιγοῦντο καθ’ ἑκάστην ἡμέραν, ἵνα μάθῃς, τὶ ἔστι τό, «Δουλώσουσι καὶ κακώσουσι», καί, «Τὸ ἔθνος ὧν ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ»· τὸν καταποντισμὸν τῶν Αἰγυπτίων λέγων, τὸν διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, ὃν ἐν ταῖς ᾠδαῖς Μωϋσῆς ἀναγράφων οὕτως ἔλεγεν· «Ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν». Εἶτα καὶ τὸν τρόπον τῆς ἐπανόδου, ὅτι ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. «Χρήσασθε, φησίν, ἕκαστος παρὰ τοῦ γείτονος αὐτοῦ καὶ συσκήνου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ». Ἐπειδὴ γὰρ πολὺν ἐδούλευσαν χρόνον, καὶ τὸν μισθὸν οὐκ ἀπέλαβον, ἄκοντας αὐτοὺς ἀπαιτηθῆναι παρεσκεύασεν ὁ Θεός. Καὶ βοᾷ ὁ προφήτης, λέγων· «Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν». Μία μὲν αὕτη δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ’ ἑτέραν τὸν λόγον ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας προανεφώνησεν ὁ Ἱερεμίας, οὕτως εἰπών· «Οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμά, καὶ ἐπιστήσω ἐφ’ ὑμᾶς τοὺς λόγους μου τοὺς ἀγαθούς, τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πάντων τῶν ἐθνῶν, καὶ ἐκ πάντων τῶν τόπων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν». Ὁρᾷς πῶς καὶ ἐνταῦθα πάλιν καὶ τὴν πόλιν εἶπεν, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν, καὶ πόθεν αὐτοὺς μέλλει συνάγειν, καὶ ποῦ συνάγειν; Διὰ τοῦτο καὶ ὁ Δανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ’ ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη. Καὶ τὶς ταῦτά φησιν; Αὐτὸς ὁ Δανιὴλ οὕτω λέγων· «Καὶ ἐγὼ Δανιὴλ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιών· καὶ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὡς ἐγενήθη ὁ λόγος Κυρίου πρὸς Ἰερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεόν, τοῦ ἐκζητῆσαι προσευχήν, καὶ δέησιν ἐν νηστείᾳ καὶ σάκκῳ καὶ σποδῷ». Ἤκουσας πῶς καὶ αὕτη δουλεία διηγόρευται, καὶ ὁ προφήτης οὐκ ἐτόλμησε προσαγαγεῖν τῷ Θεῷ, ἵμα μὴ μάτην καὶ εἰκῆ προσίῃ, ἵνα μὴ ἀκούσῃ ὅπερ ἤκουσεν ὁ Ἱερεμίας· «Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου. Ἀλλ’ ὅτε τὴν ἀπόφασιν εἶδε πληρωθεῖσαν, καὶ τὸν καιρὸν συγκαλοῦντα πρὸς τὴν ἐπάνοδον· τότε προσεύχεται, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐν νηστείᾳ καὶ ἐν σάκκῳ καὶ ἐν σποδῷ. Καὶ ὅπερ ἐπ’ ἀνθρώπων συμβαίνειν ἔθος, τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ πεποίηκε. Καὶ γὰρ ἡμεῖς ἐπειδὰν τινας ἴδωμεν τοὺς αὐτῶν οἰκέτας μετὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα εἰς δεσμωτήριον ἐμβάλλοντας, οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις, οὐδὲ ἐν ἀρχῇ τῆς κολάσεως, τὴν ἱκετηρίαν προσάγομεν· ἀλλ’ ἀφέντες ὀλίγας ἡμέρας αὐτοὺς σωφρονισθῆναι, τότε πρόσιμεν τοῖς δεσπόταις, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ καιροῦ συμμαχίαν· τοῦτο δὴ καὶ ὁ προφήτης ἐποίησεν. Ἐπειδὴ γὰρ δίκην ἔδωκαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, ἔδωκαν δ’ οὖν ὅμως, προσέρχεται τῷ Θεῷ λοιπὸν ὑπὲρ αὐτῶν διαλεξόμενος. Εἰ δὲ βούλεσθε, καὶ τῆς εὐχῆς αὐτῆς ἀκούσωμεν· «Ἐξωμολογησάμην γάρ, φησί, καὶ εἶπον· Κύριε ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάττουσι τὰς ἐντολὰς σου». Τὶ ποιεῖς, ὦ Δανιήλ; Ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων καὶ προσκεκρουκότων πρεσβεύων, τῶν φυλασσόντων αὐτοῦ τοὺς νόμους μέμνησαι; Οὐκοῦν ἄξιοί εἰσι συγγνώμης οἱ παραβαίνοντες αὐτοῦ τὰς ἐντολάς; Ἀλλ’ οὐ διὰ τούτους ταῦτα λέγω, φησίν, ἀλλὰ διὰ τοὺς προγόνους τοὺς ἄνωθεν, διὰ τὸν Ἀβραάμ, διὰ τὸν Ἰσαάκ, διὰ τὸν Ἰακώβ. Ἐκείνοις ἐπηγγείλατο, φησί, καὶ ὑπέσχετο, οἳ καὶ ἃς ἐντολὰς αὐτοῦ ἐφύλαξαν, ἐπεὶ οὖν οὐδὲν ἔχουσιν οὗτοι δικαίωμα σωτηρίας, διὰ τοῦτο τῶν προγόνων μέμνημαι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τούτων ταῦτά φησιν, εἰπών, «Ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰς ἐντολὰς σοῦ», ἐπήγαγεν εὐθέως· «Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ οὐκ ἠκούσαμεν τῶν δούλων σου τῶν προφητῶν». Μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολογίᾳ μόνῃ μετὰ τὰ ἁμαρτήματα ὑπολέλειπται, τὸ τὰς οἰκείας ἁμαρτίας ὁμολογεῖν. Σὺ δὲ μοι σκόπει καὶ τοῦ δικαίου τὴν ἀρετήν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρόν, καταδικάζει μετὰ πολλῆς ἑαυτὸν σφοδρότητος, λέγων· «Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν»· οἱ δὲ μυρίων γέμοντες κακῶν, τοὐναντίον ἐποίουν, λέγοντες· «ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ νῦν μακαρίζομεν ἀλλοτρίους· καὶ ἀνοικοδομοῦνται οἱ ποιοῦντες ἀνομήματα». Ὥσπερ γὰρ τοῖς δικαίοις ἔθος μετὰ τὰ δικαιώματα μετριάζειν, οὕτω τοῖς πονηροῖς μετὰ τὰ ἁμαρτήματα ἐπαίρεσθαι. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς τοιοῦτον ἔλεγεν, Ἠνομήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου· οἱ δὲ μυρία συνειδότες ἑαυτοῖς ἁμαρτήματα ἔλεγον, ὅτι Ἐφυλάξαμεν τὰς ἐντολὰς σου. Ταῦτα λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.


ς’. Εἶτα ἐπειδὴ κατέδραμεν αὐτῶν τῆς παρανομίας, λέγει καὶ τὴν τιμωρίαν ἢν ἔδοσαν, καὶ ἀπὸ τούτου πάλιν τὸν Θεόν, εἰς ἔλεον ἐπισπάσασθαι βουλόμενος, «Καὶ ἐπῆλθε, φησίν, ἐφ’ ἡμᾶς ἡ κατάρα ἡ γεγραμμένη ἐν τῷ νόμῳ Μώσεως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν». Ποία κατάρα αὕτη; Βούλεσθε ἵνα ἀναγνῶμεν αὐτήν; Ἐὰν μὴ λατρεύσητε Κυρίῳ τῷ Θεῷ ὑμῶν, φησίν, ἐπάξω ἐφ’ ὑμᾶς ἔθνος ἀναιδές, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, καὶ ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς». Τοῦτο γοῦν αὐτὸ δηλοῦντες οἱ τρεῖς παῖδες, καὶ δεικνύντες ὅτι διὰ τῶν ἔργων αὐτῶν ἐξέβη τὸ τῆς κολάσεως εἶδος, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐξομολογούμενοι, περὶ τῶν κοινῶν ἁμαρτημάτων ἔλεγον· «Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν». Ὁρᾷς ὡς ἡ ἀρὰ ἐπληροῦτο ἐκείνη ἡ λέγουσα· «Ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς»· καὶ ἡ λέγουσα, ὅτι «Ἐπάξω ἐφ’ ὑμᾶς ἔθνος ἀναιδές». Τοῦτο αὐτὸ καὶ ὁ Δανιὴλ ἐνταῦθα αἰνίττεται, καὶ φησιν· «Ἦλθεν ἐφ’ ἡμᾶς κακά, οἷα οὐ γέγονε ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἰσραήλ». Ποία δὴ ταῦτα; «Μητέρες παίδων ἀπεγεύσαντο». Καὶ τοῦτο προλέγει μὲν ὁ Μωϋσῆς, δείκνυσι δὲ ἐκβεβηκὸς ὁ Ἱερεμίας· ὁ μὲν γὰρ φησιν, ὅτι «Ἡ ἁπαλή, ἡ τρυφερά, ἧς οὐκ ἔλαβε πεῖραν ὁ ποῦς αὐτῆς ἐπιβῆναι ἐπὶ τοῦ βήματος διὰ τὴν ἁπαλότητα καὶ τὴν τρυφερότητα, ἅψεται παρανόμου τραπέζης, καὶ τῶν ἐκγόνων ἀπογεύσεται τῶν ἑαυτῆς». Ὁ δὲ Ἱερεμίας τοῦτο αὐτὸ δηλῶν ὅτι ἐξέβη, ἔλεγε· «Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν». Ἀλλ’ ὅμως τὰς ἁμαρτίας αὐτῶν εἰπὼν ἃς ἥμαρτον, καὶ τὴν δίκην ἦν ὑπέμειναν εἰς μέσον ἀγαγών, οὐδὲ οὕτως ἐκ τούτων ἄξιοι σώζεσθαι. Ὅρα οὖν εὐγνωμοσύνην οἰκέτου. Καὶ γὰρ καὶ τοῦτο δεικνύς, ὅτι οὐδὲν οὐδέπω τῶν ἁμαρτημάτων ἄξιον ὑπέμειναν, οὐδὲ διελύσαντο τὰ πλημμελήματα δι’ ὧν ἔπαθον, λοιπὸν ἐπὶ τοὺς οἰκτιρμοὺς καταφεύγει τοῦ θεοῦ καὶ τὸν τῆς φιλανθρωπίας αὐτοῦ τρόπον, καὶ φησι· «Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαὸν σου ἐκ γῆς Αἰγύπτου, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν, ἠνομήσαμεν». Καὶ γὰρ ὡς ἐκείνους, φησίν, οὐκ ἀπὸ κατορθωμάτων ἔσωσας, ἀλλὰ τὴν θλῖψιν ἰδὼν καὶ τὴν στενοχωρίαν, καὶ τῆς κραυγῆς ἀκούσας· οὕτω δὴ καὶ ἡμᾶς ἀπαλλάξον τῶν παρόντων κακῶν διὰ τὴν φιλανθρωπίαν σου μόνην· ἕτερον γὰρ οὐδὲν ἔχομεν δικαίωμα σωτηρίας. Εἰπὼν δὴ ταῦτα, καὶ θρηνήσας ἱκανῶν, εἰσάγει λοιπὸν τὴν πόλιν, καθάπερ τινὰ γυναῖκα αἰχμάλωτον, καὶ φησιν· «Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἀγίασμά σου· κλῖνον, ὁ Θεὸς μου, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμοὺς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ’ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ αὐτῆς». Ἐπειδὴ γὰρ τοὺς ἀνθρώπους περιελθών, οὐδὲν ἑώρα δυνάμενον ἵλεω ποιῆσαι τὸν Θεόν, πρὸς τὰ οἰκοδομήματα καταφεύγει, καὶ τὴν πόλιν αὐτὴν προβάλλεται, καὶ τὴν ἐρημίαν αὐτῆς προτείνεται, καὶ ἐν τούτοις καταλύσας τὸν λόγον, ἵλεω τὸν Θεὸν ἐποίησε· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Ἀλλ’ ὅπερ ἔλεγον· δεῖ γὰρ ἐπὶ τὸ προκείμενον πάλιν ἐπανελθεῖν· καὶ γὰρ καὶ ταῦτα παρενέβαλλον οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ’ ὥστε μικρὸν ὑμῶν διαναπαῦσαι τὴν διάνοιαν ἀπὸ τῶν συνέχων ἀγωνισμάτων καμοῦσαν. Φέρε οὖν ἐπανιῶμεν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν, καὶ δείξωμεν τὰ μέλλοντα καταλήψεσθαι τοὺς Ἰουδαίους κακὰ ἄνωθεν προηγορευμένα μετὰ ἀκριβείας ἁπάσης. Δύο μὲν δὴ ταύτας δουλείας ὁ λόγος ἀπέδειξε μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς, οὐδὲ ἀπροσδοκήτως. Λείπεται δὲ λοιπὸν τὴν τρίτην ἐπαγαγόντας, καὶ περὶ ταύτης τῆς νῦν κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, πῶς οὐδὲ εἷς προφήτης ἐπηγγείλατό τινα λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε ἀπαλλαγήν. Τὶς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. Ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεύς, Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα ἀνελών, εἰς ἑαυτῶν τὴν ἀρχὴν περιέστησε, τελευτήσαντος τούτου, τέσσαρες μετ’ ἐκεῖνον ἐγένοντο βασιλεῖς· εἶτα ἐξ ἑνὸς τούτων τῶν τεσσάρων γενόμενος ὁ Ἀντίοχον μετὰ πολὺν ὕστερον χρόνον, τὸ τε ἱερὸν ἐνέπρησε, τὰ τε ἅγια τῶν ἁγίων ἠρήμωσε, τὰς τε θυσίας καθεῖλε, τοὺς τε Ἰουδαίους ὑπέταξε, καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσεν ἅπασαν.


ζ’. Καὶ ταῦτα ἅπαντα μετ’ ἀκριβείας ἁπάσης, καὶ μέχρι μιᾶς ἡμέρας προηγορεύετο παρὰ τοῦ Δανιήλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνος, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε δὲ σαφέστερον, ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἢν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀπήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα, τὸν Δαρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων βασιλέα, Ἀλέξανδρον λέγω τὸν Μακεδόνα, τέσσαρα κέρατα τοὺς μετ’ ἐκεῖνον ἀναστάντας ὕστερον, κέρας ὕστατον αὐτὸν τὸν Ἀντίοχον καλῶν. Μᾶλλον δὲ αὐτῆς βέλτιον ἀκοῦσαι τῆς ὁράσεως. «Εἶδον γάρ, φησὶν ἐν ὁράματι, καὶ ἤμην ἐπὶ τοῦ Οὐβὰλ τόπον τινὰ Περσικῇ φωνῇ καλῶν οὕτως· καὶ ἦρα τοὺς ὀφθαλμοὺς μου, καὶ εἶδον, καὶ ἰδού, κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ’ ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη· καὶ ἐγὼ ἤμην συνιών». Τὴν δύναμιν λέγει τὴν Περσικήν, καὶ τὴν ἀρχήν, ἢ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενος, φησί· «Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον τῆς γῆς πάσης, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ». Εἶτα λέγων τὴν συμβολὴν τοῦ Ἀλεξάνδρου τὴν πρὸς τὸν Δαρεῖον γενομένην, λέγει καὶ τὴν νίκην τὴν κατὰ κράτος. «Καὶ ἦλθε, φησίν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ ἠγριώθη, καὶ ἔπαισε τὸν κριὸν (δεῖ γὰρ ἐπιτεμεῖν·, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ». Καὶ μετὰ ταῦτα λέγων τὴν τελευτὴν Ἀλεξάνδρου, καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχήν, «Καὶ ἐν τῷ ἰσχῦσαι αὐτόν, φησί, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ κατὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ». Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθών, καὶ δεικνὺς ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστίν, οὕτω πὼς φησι· «Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολήν». Καὶ δηλῶν ὅτι τὴν Ἰουδαϊκὴν καθεῖλε πολιτείαν, φησί· «Καὶ δι’ αὐτὸν θυσία ἐταράχθη παραπτώματι. Καὶ ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία. Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσία ἐπιτέλει τοῖς δαίμοσι παρανόμους, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη». Εἶτα ἐκ δευτέρου πάλιν αὐτὴν ταύτην τὴν βασιλείαν λέγων, τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, καὶ τὸν χρόνον προστίθησιν. Ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, πάλιν τε πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διηγησάμενος, ὅσα οἱ Πτολεμαίοι καὶ οἱ Σέλευκοι συῤῥαγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας· προϊὼν εἰς Ἀντίοχον, τελευτᾷ πάλιν, καὶ φησι· «Βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν»· ἐνδελεχισμὸν λέγων τὰς συνεχεῖς θυσίας τὰς καθημερινάς· «καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνομοῦντας διαθήκην», τουτέστιν τοὺς παραβαίνοντας τῶν Ἰουδαίων, «ἀπάξουσιν ἐν ὀλισθήμασι», καὶ μεθ’ ἑαυτῶν ἕξουσι, καὶ μεταστήσουσι, «καὶ ὁ λαὸς ὁ γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσι»· τὰ ἐπὶ τῶν Μακκαβαίων λέγει, τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου· «καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλά, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογί»· τὸν ἐμπρησμὸν τῆς πόλεως πάλιν διηγούμενος· «καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν· καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσοντα βοήθειαν μικράν»· ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς δεινῶν· «καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι». Ταῦτα δὲ ἔλεγε δεικνύς, ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα φησὶ καὶ τὴν αἰτίαν δι’ ἢν συνεχώρησεν αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις γενέσθαι κακοῖς. Τὶς δὲ ἐστιν αὕτη; «Τοῦ πυρῶσαι, φησίν, αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρατος». Διὰ ταῦτα γάρ, φησί, συνεχώρησεν ὁ Θεός, ὥστε αὐτοὺς ἐκκαθᾶραι, καὶ δεῖξαι τοὺς δοκίμους τοὺς ἐν αὐτοῖς. Εἶτα διηγούμενος τοῦ βασιλέως τὴν δύναμιν αὐτοῦ ἐκείνου, φησί· «Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται»· καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων, προσέθηκεν, ὅτι «Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρι τοῦ συντελεσθῆναι τὴν ὀργήν»· δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει. Εἰπὼν δὲ δι’ ἑτέρων πλειόνων ὁ Δανιήλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τινὸς καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγειν λοιπὸν καὶ τὴν τῶν καιρῶν μεταβολήν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν. «Ἐν τῷ καιρῷ γὰρ ἐκείνῳ, φησίν, ἀναστήσεται Μιχαήλ, ὁ ἄρχων ὁ μέγας, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαὸς πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ», τουτέστιν, οἱ σωτηρίας ὄντες ἄξιοι.


η’. Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται ἡμῖν. Τὶ δὲ τοῦτό ἐστιν; Ὅτι καὶ χρόνους ὥρισεν αὐτοῖς ἂν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ τετρακόσια ἔτη, καὶ μετὰ ταῦτα ἑβδομήκοντα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἲ τινα χρόνον ὁρίζει. Ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; Εἰ τοῖς μετὰ ταῦτα λεχθήσεσθαι μέλλουσιν. Ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακά, τὸν ἐμπρησμόν, τῆς πολιτείας τὴν ἀνατροπήν, τὴν τῶν οἰκείων αἰχμαλωσίαν, ἐπεθύμει λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἲ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή. Καὶ ἐρωτῶν ἔλεγεν οὕτως· «Κύριε, τὶ τὰ ἔσχατα τούτων»; Καὶ εἶπε· «Δεῦρο Δανιήλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι (τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος) ἕως καιροῦ πέρατος». Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς συγχωρήσεως τῶν κακῶν, «Ἕως ἂν ἐκλεγῶσι καὶ λευκανθῶσι καὶ πυρωθῶσιν οἱ πολλοί, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ συνήσωσι πάντες οἱ ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν». Εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν ταῦτα τὰ δεινά, φησιν· «Ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ». Ἐνδελεχισμὸς ἐκαλεῖτο ἡ καθημερινὴ θυσία· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν ἐστι καὶ τὸ συνεχές. Τὸς γὰρ Ἰουδαίοις ἔθος ἦν καὶ ἐν ἑσπέρα καὶ ὑπὸ τὴν ἕω καθ’ ἑκάστην ἡμέραν τῷ Θεῷ θύειν· διὸ τὴν θυσίαν ἐκείνην ἐνδελεχισμὸν ἐκάλει. Ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος τοῦτο τὸ ἔθος κατέλυσε, καὶ περιήλλαξεν αὐτό, φησὶν ὁ ἄγγελος, οτι «Ἀπὸ τοῦ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐνδελεχισμοῦ», τουτέστιν, ἀπὸ τῆς καταλύσεως τῆς θυσίας ταύτης, «ἡμέραι χίλιαι διακόσια ἐνενήκοντα», ὅπερ ἐστὶν ἔτη τρία καὶ ἡμίση καὶ μικρὸν τι πρός. Εἶτα δηλῶν ὅτι κατάλυσις ἔσται τῶν κακῶν τούτων καὶ ἀπαλλαγή, ἐπήγαγε· «Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε»· ταῖς χιλίας διακοσίαις ἐνενήκοντα, τεσσαρακονταπέντε προσθείς. Ἐπειδὴ γὰρ ἐν μηνὶ καὶ ἡμίσει μηνὸς συνέβη γενέσθαι τὴν συμβολήν, ἐν ταῦτα ἡ νίκη ἡ καθαρὰ γέγονε, καὶ ἡ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή· εἰπὼν δέ, ὅτι «Μακάριος ὁ ὑπομείνας εἰς ἡμέρας χιλίας τριακοσίας τριακονταπέντε», τὴν ἀπαλλαγὴν ἐδήλωσε. Καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας, ἀλλ’ «Ὁ ὑπομένων καὶ φθάσας». Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολήν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὁ φθάσας, ἀλλ’ «Ὁ ὑπομείνας καὶ φθάσας». Ἆρα τὶ τοῦτο σαφέστερον γένοιτ’ ἄν; Ὁρᾷς πῶς οὐ μόνον μέχρις ἐνιαυτῶν καὶ μηνῶν, ἀλλὰ καὶ ἕως ἡμέρας μιᾶς, μετ’ ἀκριβείας ἁπάσης καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἀπαλλαγὴν τῆς αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης; Καὶ ὅτι ταῦτα οὐ στοχαζόμενος λέγω, φέρε καὶ ἕτερον τῶν εἰρημένων παραγάγωμεν μάρτυρα, ὃν μάλιστα ἀξιόπιστον εἶναι νομίζουσιν, Ἰώσηππον λέγω, τὸν καὶ τὰς συμφορὰς αὐτῶν τραγῳδήσαντα, καὶ τὴν Παλαιὰν Διαθήκην παραφράσαντα πᾶσαν· ὃς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν γενόμενος, καὶ τὴν αἰχμαλωσίαν τὴν ὑπ’ αὐτοῦ προῤῥηθεῖσαν εἰπών, καὶ περὶ ταύτης διελέχθη τῆς αἰχμαλωσίας τῆς γενομένης, τὴν τοῦ προφήτου ἑρμηνεύων ὅρασιν, τὴν ἐπὶ τοῦ κριοῦ καὶ τοῦ τράγου καὶ τῶν τεσσάρων κεράτων, καὶ τοῦ ὑστέρου τοῦ μετ’ ἐκεῖνα ἀνελθόντος. Καὶ ἵνα μὴ τις ὑποπτεύῃ τὰ παρ’ ἡμῶν εἰρημένα, φέρε καὶ αὐτὰς παραθώμεθα τὰς ῥήσεις ἐκείνου.
Ἐπαινέσας γὰρ καὶ θαυμάσας τὸν Δανιὴλ μεθ’ ὑπερβολῆς ἁπάσης, καὶ τῶν ἄλλων αὐτὸν προθεὶς προφητῶν ἁπάντων, ἦλθε καὶ ἐπὶ ταύτην τὴν ὅρασιν, καὶ φησιν οὕτω· Κατέλιπε δὲ γραφάς, ὅθεν ἡμῖν τὸ τῆς προφητείας ἀκριβὲς αὐτοῦ καὶ ἀπαράλλακτον ἐποίησε δῆλον. Φησὶ γάρ, ἐν Σούσοις τῇ μητροπόλει τῆς Πέρσιδος ἐξελθεῖν μὲν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ τινῶν· σεισμοῦ δὲ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου, καταλειφθῆναι μόνον, φυγόντων τῶν φίλων. Καὶ πεσεῖν μὲν ἐπὶ στόμα, καὶ στηριχθῆναι ἐπὶ τὰς δύο χεῖρας· τινὸς δὲ ἁπτομένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι, καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεάς, ἀναστάντι αὐτῷ δειχθῆναι κριὸν μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τὸ δὲ τελευταῖον αὐτῶν ὑψηλότερον ἔχοντα. Ἐπειδὴ ἀναβλέψαι μὲν πρὸς τὴν δυσίν, θεάσασθαι δὲ τράγον δι’ ἀέρος φερόμενον· συῤῥήξαντα δὲ τῷ κριῷ, καὶ τοῖς κεράσι πλήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τῆς γῆς καὶ πατῆσαι. Εἶτα τὸν τράγον ἰδεῖν ὑψηλότερον, ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας· οὗ κλασθέντος, ἄλλα ἀναβλαστήσαι τέσσαρα καθ’ ἕκαστον τῶν ἀνέμων τετραμμένα· ἐξ αὐτῶν δὲ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἐνέγραψεν αὐξῆσαν. Ἔλεγε δὲ αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς Θεός, πολεμήσειν αὐτοῦ τὸ ἔθνος, καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συνήσειν τὸν ναόν, καὶ τὰς θυσίας κωλύσειν· γενέσθαι δὲ ἐφ’ ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα.
Ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανιὴλ ἐνέγραψε· κρῖναι δὲ αὐτῷ τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν Θεόν· ὃς τὸν μὲν κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας· τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν μέλλοντα τούτων διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. Τὸν δὲ τράγον δηλοῦν, ὡς ἐξ Ἑλλήνων τις ὁ βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ· συμβαλὼν δίς, κρατήσει τῇ μάχῃ καὶ ἀφαιρήσεται τὴν ἡγεμονίαν ἅπασαν. Δηλοῦσθαι δὲ διὰ τοῦ πρώτου μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα, καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου, καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα ἀποστροφὴν ἑκάστου, τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφαίνεσθαι, καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας· οὔτε δὲ παῖδας ὄντας αὐτοῦ οὔτε συγγενεῖς πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης. Ἔσεσθαι δὲ ἐκ τούτων ἕνα τινὰ βασιλέα, τὸν ἐκπολεμήσοντα καὶ τοὺς νόμους αὐτῶν, ἀκὶ τὴν κατ’ αὐτοὺς ἀφαιρησόμενον πολιτείαν, καὶ συλήσοντα τὸν ναόν, καὶ τὰς θυσίας ἐπὶ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι. Καὶ δὴ ταῦτα ἡμῶν συνέβη τῷ ἔθνει παθεῖν ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδε Δανιὴλ πολλοῖς ἔτεσιν ἔμπροσθεν, καὶ ἀνέγραφε τὰ γενησόμενα.
Ἆρα τὶ τούτου σαφέστερον γένοιτ’ ἄν; Ὥρα δὴ λοιπόν, εἰ μὴ δοκοῦμεν διενοχλεῖν, ἐπ’ αὐτὸ τὸ ζητούμενον ἐλθεῖν, τὴν παροῦσαν αἰχμαλωσίαν, καὶ τὴν δουλείαν ταύτην δὲ τὴν σήμερον, δι’ ἢν ἅπαντα ταῦτα ἐκινήσαμεν. Ἀλλὰ διαναστῆτέ μοι νῦν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ ἄγων. Καὶ γὰρ ἄτοπον, ἐν Ὀλυμπιακοῖς μὲν καθημένους ἀγῶσι ἐκ μέσων νυκτῶν εἰς μεσημβρίαν μέσην καρτερεῖν, ἀναμένοντας ἰδεῖν εἰς τίνα ὁ στέφανος περιστήσεται, καὶ γυμνῇ τῇ κεφαλῇ θερμὴν δέχεσθαι τὴν ἀκτῖνα, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἂν κρίσιν τὰ ἀγωνίσματα λάβῃ· νῦν δὲ ἡμῖν οὐχ ὑπὲρ στεφάνου τοιούτου, ἀλλ’ ὑπὲρ τοῦ ἀφθαρσίας στεφάνου τῶν ἀγώνων ὄντων, ἐκλύεσθαι καὶ ταλαιπωρεῖν. Ὅτι μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν τετρακόσια ἔτη ἔχουσα, ἡ δὲ ἑβδομήκοντα, ἡ δὲ τρία καὶ ἡμίση, τοῦτο ἱκανῶς ἐντεῦθεν ἡμῖν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. Ὅτι γὰρ καὶ περὶ ταύτης προανεφώνησεν ὁ προφήτης, αὐτὸν τοῦτον πάλιν παρέξομαι μάρτυρα τὸν Ἰώσηππον, τὸν τὰ ἐκείνων φρονοῦντα. Ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνα, ἄκουσον τὶ φησι μετὰ ταῦτα· Τὸν αὐτὸν δὲ τρόπον Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ’ αὐτῶν αἱρεθήσεται τὰ Ἱεροσόλυμα, καὶ ὁ ναὸς ἐρημωθήσεται. Σὺ δὲ μοι σκόπει, ὡς εἰ καὶ Ἰουδαῖος ἦν ὁ ἀνὴρ ὁ ταῦτα γράψας, ἀλλ’ οὖν οὐκ ἠνέσχετο τὴν ὑμετέραν ζηλῶσαι φιλονεικίαν. Εἰπὼν γὰρ ὅτι αἱρεθήσεται τὰ Ἱεροσόλυμα, οὐκ ἐτόλμησε προσθεῖναι καὶ εἰπεῖν, ὅτι ἀναστήσεται πάλιν, οὐδὲ χρόνον γράψαι διωρισμένον· ἀλλ’ ἐπειδὴ συνεῖδε τὸν προφήτην οὐχ ὁρίσαντα χρόνον, καίτοι ἀνωτέρω εἰπὼν ἐπὶ τῆς Ἀντιόχου νίκης καὶ τῆς ἐρημώσεως καὶ ἡμέρας καὶ ἔτη, ὅσα ἔμελλεν ἡ αἰχμαλωσία κρατεῖν, ἐπὶ τῆς Ῥωμαίων μὲν οὐδὲν τοιοῦτον εἶπεν· ἀλλ’ ὅτι μὲν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναός, ἔγραψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως, οὐκ ἔτι προσέθηκεν, ἐπεὶ μηδὲ τὸν προφήτην εἶδε τοῦτο προσθέντα. Ταῦτα δὲ πάντα, φησί, τοῦ Θεοῦ δείξαντος αὐτῷ, συγγράψας κατέλιπεν, ὥστε τοῦ ἀναγινώσκοντας καὶ τὰ συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ τιμῇ τὸν Δανιήλ. Ποῦ τοίνυν εἶπεν ὁ Δανιὴλ ὅτι ὁ ναὸς ἐρημωθήσεται, ἡμεῖς λοιπὸν σκοπήσωμεν. Ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καὶ φησιν· «Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαὸν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν». Ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται, φησί· χρόνος, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ’ ὅσον ἔμελλεν ἡ αἰχμαλωσίᾳ ἀπαντήσεσθαι χρόνον πάλιν. Ἕτερον δὲ ἐστι χρόνον εἰπεῖν ὅσον ἔμελλε κρατεῖν ἡ αἰχμαλωσίᾳ, καὶ χρόνον μεθ’ ὃν ἀπαντᾷν ἔμελλε καὶ παραγίνεσθαι. «Ἑβδομήκοντα ἑβδομάδες, φησί, συνετμήθησαν ἐπὶ τὸν λαὸν σου»· οὐκ ἔτι ἐπὶ τὸν λαὸν τὸν ἐμόν, καίτοι ὁ προφήτης ἔλεγεν, «Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν λαὸν σου»· ἀλλ’ ὁ Θεὸς ἀλλοτριοῦται αὐτὸν λοιπὸν διὰ τὸ μέλλον ἔσεσθαι τόλμημα. Εἶτά φησι καὶ τὴν αἰτίαν, «Ἕως τοῦ παλαιωθῆναι παράπτωμα, καὶ τοῦ συντελεσθῆναι ἁμαρτίαν». Τὶ ἐστιν, «Ἕως τοῦ συντελεσθῆναι ἁμαρτίαν»; Πολλά, φησὶν ἁμαρτάνουσιν· ἀλλ’ ἡ κορωνὶς τῶν κακῶν τότε ἔσται, ὅταν τὸν Δεσπότην αὐτῶν ἀνέλωσι. Τοῦτό φησι καὶ ὁ Χριστός· «Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν». Δούλους, φησὶν ἀπεκτείνατε, πρόσθετε καὶ αἷμα δεσποτικόν. Ὅρα σύμφωνα τὰ νοήματα. Ὁ Χριστὸς εἶπε, «Πληρώσατε»· ὁ προφήτης φησί, «Τελεσθῆναι ἁμαρτίαν, καὶ Τοῦ σφραγίσαι ἁμαρτίας». Τὶ ἐστι σφραγίσαι; Ὥστε μηδὲν ὑπολελεῖφθαι λοιπόν. «Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον». Ποία δὲ δικαιοσύνη αἰώνιος, ἀλλ’ ἢ ἡ παρὰ τοῦ Χριστοῦ δοθεῖσα; «Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων», τουτέστι, στῆσαι λοιπὸν τὰς προφητείας· τοῦτο γὰρ ἐστι σφραγίσαι, τὸ στῆσαι τὸ χρῖσμα, στῆσαι τὰς ὁράσεις. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου». Ὁρᾷς πῶς παντελῆ ἐνταῦθα ἀπειλεῖ ἐρήμωσιν, καὶ τῶν ἁμαρτιῶν ἀνταπόδοσιν καὶ τῶν ἀδικιῶν; Οὐ γὰρ συγχωρεῖν, ἀλλ’ ἐπεξιέναι τοῖς ἁμαρτήμασιν αὐτῶν ἠπείλησεν ὁ Θεός.


ι’. Καὶ πότε δὴ τοῦτο γέγονε; Πότε ἀνῃρέθησαν προφητεῖαι παντελῶς; Πότε τὸ χρῖσμα κατελύθη, ὡς μηκέτι πάλιν ἐπανελθεῖν; Κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται, οὕτω λαμπρὰ τῶν πραγμάτων ἐστὶν ἡ φωνή· οὐδὲ γὰρ ἂν ἔχοιμεν ἄλλον καιρὸν εἰπεῖν, ἐν ᾧ ταῦτα ὑπέστησαν, ἢ τοῦτο τὸν μακρὸν καὶ πολὺν καὶ πλείονα πάλιν ἐσόμενον. Εἶτα πάλιν ἀκριβέστερον λέγων φησί, «Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ἑξήκοντα δύο».
Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· τὸ γὰρ πᾶν ζήτημα ἐνταῦθά ἐστιν. Ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ἑξήκοντα δύο τετρακόσια ὀγδοηκοντατρία ἔτη· ἑβδομάδες γὰρ ἐνταῦθα οὐχ ἡμερῶν φησιν, οὐδὲ μηνῶν, ἀλλ’ ἑβδομάδας ἐνιαυτῶν. Ἀπὸ γὰρ Κύρου ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην, τριακόσια ἐνενήκοντα τέσσαρά ἐστιν ἔτη. Δηλῶν τοίνυν, ὅτι οὐκ ἐκείνην λέγει τὴν ἐρήμωσιν τοῦ ναοῦ, ἀλλὰ τὴν μετ’ ἐκείνην, τὴν ἐπὶ Πομπηΐου, καὶ Οὐεσπασιανοῦ, καὶ Τίτου, περαιτέρω προάγων τὸν χρόνον, εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν χρή, δείκνυσιν ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου ἀλλὰ πόθεν; «Ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ»· Οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ’ ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ μάγοι, καὶ μετ’ ἐκείνους Δαρεῖος ὁ Ὑστάσπου, εἶτα ὁ Ξερξης ὁ Δαρείου, καὶ μετὰ τοῦτον Ἀρταβάνης· εἶτα μετὰ Ἀρταβάνην Ἀρταξέρξης ὁ Μακρόχειρ, ὃ ἐβασίλευε τῆς Πέρσιδος· καὶ τούτου βασιλεύοντος, εἰκοστοῦ ἔτους τῆς βασιλείας αὐτοῦ, Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέστησεν. Καὶ ταῦτα ὁ Ἔσδρας ἡμῖν ἀκριβῶς διηγήσατο. Ἂν τοίνυν ἐντεῦθεν τετρακόσια καὶ ὀγδοήκοντα τρία ἔτη ἀριθμήσωμεν, πάντως ἥξομεν ἐπὶ τὴν κατασκαφὴν ταύτην. Διὰ τοῦτό φησιν, «Οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος». Ἐπειδὰν οὖν, φησίν, ἀναστῇ, καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ’ ἐκείνου τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἀριθμεῖ, καὶ ὄψει τὴν αἰχμαλωσίαν ταύτην οὐκέτι τέλος ἔχουσαν. Καὶ τοῦτο δὲ αὐτοῦ δηλῶν σαφέστερον, ὅτι οὐχ ἕξει τινὰ λύσιν τὰ κατέχοντα αὐτοὺς κακά, οὕτω φησί· «Μετὰ τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῇ, καὶ τὴν πόλιν δὲ καὶ τὸ ἅγιον συνδιαφθαρεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ συγκοπήσονται ὡς ἐν κατακλυσμῷ»· οὐδὲ λείψανον ἔσται λοιπόν, οὐδὲ ῥίζα πάλιν ἀναβλαστάνουσα, «καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς». Καὶ πάλιν λέγων τὴν αἰχμαλωσίαν ταύτην φησίν· «Ἀρθήσεται θυμίαμα καὶ σπονδή· καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν». Ὅταν δὲ ἀκούσῃς, ᾧ Ἰουδαῖε, συντέλειαν, τὶ λοιπὸν ἕτερον προσδοκᾷς; «Καὶ ἐπὶ τούτοις». Τὶ δὲ ἐστιν, «Ἐπὶ τούτοις»; Τουτέστι, πρὸς τούτοις τοῖς εἰρημένοις τῇ τῆς θυσίας ἀναιρέσει καὶ τῆς σπονδῆς, ἕτερον ἔσται τι μεῖξον κακόν. Ποῖον δὴ τοῦτο; «Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως»· ἱερὸν τὸν ναὸν καλῶν, βδέλυγμα δὲ ἐρημώσεως τὸν ἀνδριάντα, ὃν ἔστησεν ὁ τὴν πόλιν καθελὼν ἔνδον ἐν τῷ ναῷ. «Καὶ ἕως συντελείας, φησίν, ἐρήμωσις». Διὰ τοῦτό φησιν ὁ Χριστός, μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος τὸ κατὰ σάρκα, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν, καὶ δεικνὺς ὅτι περὶ αὐτῆς ὁ Δανιὴλ προεφήτευσε, φησίν· «Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὃ εἶπε Δανιὴλ ὁ προφήτης, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω». Ἐπειδὴ γὰρ ἅπαν εἴδωλον, καὶ πᾶν τύπωμα ἀνθρώπου παρὰ τοῖς Ἰουδαίοις βδέλυγμα ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἡ αἰχμαλωσίᾳ ἔσται, προανεφώνησεν. Ὅτι δὲ περὶ Ῥωμαίων ταῦτα εἴρηται, καὶ ὁ Ἰωσηππος, καθάπερ ἔμπροσθεν ἀπεδείξαμεν εἴρηκεν. Τὶς οὖν ὑμῖν λοιπὸν ὑπολέλειπται λόγος, ὅταν τὰς μὲν ἄλλας φαίνωνται αἰχμαλωσίας οἱ προφῆται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ καὶ τὸ ἐναντίον προσειπόντες, ὅτι ἕως συντελείας ἔσται ἡ ἐρήμωσις; Καὶ ὅτι οὐ ψεῦδος τὰ εἰρημένα, φέρε καὶ τὴν ἀπὸ τῶν πραγμάτων αὐτῶν παράσχωμεν μαρτυρίαν. Εἰ μὲν γὰρ μὴ ἐπεχείρησαν οἰκοδομῆσαι τὸν ναόν, εἶχον ἂν λέγειν, ὅτι Εἲ γε ἐβουλήθημεν ἐπιχειρήσαι καὶ τῆς οἰκοδομῆς ἅψασθαι, πάντως ἂν ἰσχύσαμεν καὶ ἠνύσαμεν· νυνὶ δὲ αὐτοὺς δείκνυμι οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ καὶ τρὶς ἐπιχειρήσαντες καὶ ῥαγέντας, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν, ὥστε ἀναμφισβήτητον εἶναι τῆς ἐκκλησίας τὸν στέφανον.


ια’. Ποιοῖ τοίνυν ἐπεχείρησαν; Οἱ ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες, οἱ νεωτεροποιοὶ καὶ στασιασταί· μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οὗτοι οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν, οὐκ εἰδότες ὅτι ψήφῳ Θεοῦ πολεμοῦσι, κελευούσῃ, διὰ παντὸς ἐρημοῦσθαι τὴν πόλιν· τὸν δὲ Θεῷ πολεμοῦντα περιγενέσθαι ἀμήχανον. Συῤῥήξαντες τοίνυν τῷ βασιλεῖ, πάλιν εἰς ἀνάγκην αὐτὸν κατέστησαν παντελοῦς ἐρημώσεως. Καθελὼν γὰρ αὐτοὺς ἐκεῖνος, καὶ χειρωσάμενος, καὶ τὰ λείψανα ἀφανίσας πάντα, ἵνα μηδὲ ἀναισχυντεῖν ἔχωσι λοιπόν, τὸν ἀνδριάντα ἔστησε τὸν ἑαυτοῦ· εἶτα συνιδών, ὅτι συμβαίνει χρόνῳ ποτὲ τοῦτο καταπεσεῖν, ὥστε αὐτοῖς ἐνθεῖναι καυτῆρα ἀνίατον τῆς ἥττης καὶ τῆς ἀναισχυντίας ἐκείνης ἔλεγχον, τὸ ὄνομα τὸ ἑαυτοῦ τοῖς τῆς πόλεως ἐπέθηκε λειψάνοις. Ἐπειδὴ γὰρ Αἴλιος Ἀδριανὸς ἐχρημάτιζεν, οὕτω καὶ τὴν πόλιν καλεῖσθαι ἐνομοθέτησεν, ἐκεῖθέν τε Αἰλία μέχρι τοῦ νῦν ὀνομάζεται ἀπὸ τῆς ἐπωνυμίας τοῦ κρατήσαντος καὶ καθελόντος αὐτήν. Ὁρᾷς τὴν πρώτην ἐπιχείρησιν τῶν ἀναισχύντων Ἰουδαίων; Βλέπετε καὶ τὴν μετ’ ἐκείνην.
Πάλιν ἐπὶ Κωνσταντίνου τοῖς αὐτοῖς ἐπεχείρησαν. Ὁ δὲ βασιλεὺς ἰδὼν τὴν ἐπιχείρησιν αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποτεμὼν καὶ τὸ τῆς παρακοῆς σύμβολον ἐνθεὶς αὐτῶν τῷ σώματι, πανταχοῦ περιῆγε καθάπερ τινὰς δραπέτας καὶ μαστιγίας, διὰ τῆς τοῦ σώματος πηρώσεως ἅπασι καταδήλους ποιῶν καὶ τοὺς πανταχοῦ σωφρονίζων, μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν. Ἀλλὰ ταῦτα μὲν ἀρχαῖα καὶ παλαιά· μᾶλλον δὲ τοῦτο μὲν τοῖς ἔτι πρεσβυτέροις καὶ γέρουσιν ἡμῶν ἐστι γνώριμον.
Ὃ δὲ μέλλω νῦν ἐρεῖν, καὶ τοῖς σφόδρα νέοις δῆλόν ἐστι καὶ καταφανές. Οὐδὲ γὰρ ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου γέγονε, ἀλλ’ ἐπὶ βασιλέως πρὸ εἴκοσι ἐτῶν γεγενημένου ἐπὶ τῆς γενεὰς τῆς ἡμετέρας. Ἰουλιανοῦ γάρ, τοῦ πάντας ἀσέβεια τοὺς βασιλέας νικήσαντος, καλοῦντος αὐτοὺς ἐπὶ τὰς τῶν εἰδώλων θυσίας, καὶ ἐπισπωμένου πρὸς τὴν οἰκείαν ἀσέβειαν· εἶτα τὸν παλαιὸν τῆς θεραπείας προβαλλομένου τρόπον, καὶ λέγοντος, ὅτι Καὶ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων οὕτως ὁ Θεὸς ἐθεραπεύετο, καὶ ἄκοντες ὡμολόγουν τότε ταῦτα, ἅπερ ἡμεῖς ἀπεδείξαμεν νῦν, ὅτι τῆς πόλεως ἔξω θύειν οὐκ ἔνι, ἀλλὰ παρανομοῦσι πᾶν ὁτιοῦν ἐπιτελοῦντες ἐπὶ τῆς ἀλλοτρίας. Ὥστε εἰ βούλει, ἔφασαν ἡμᾶς θύοντας ἰδεῖν, ἀπόδος ἡμῖν τὴν πόλιν ἀνάστησον τὸν ναόν, δεῖξον ἡμῖν τὰ ἅγια τῶν ἁγίων, ἀνάστησον τὸν βωμόν, καὶ θύσομεν καὶ νῦν καθάπερ καὶ πρότερον. Καὶ οὐκ ᾐσχύνοντο οἱ μιαροὶ καὶ ἀναίσχυντοι παρὰ ἀνδρὸς ἀσεβοῦς καὶ Ἕλληνος ταῦτα αἰτοῦντες, καὶ τὰς μιαρὰς ἐκείνου χεῖρας καλοῦντες ἐπὶ τὴν τῶν ἁγίων οἰκοδομήν· καὶ οὐ ᾐσθάνοντο ἀδυνάτοις ἐπιχειροῦντες πράγμασιν, οὐδὲ συνεῖδον, ὅτι εἰ μὲν ἄνθρωπος ἦν ὁ καταλύσας ἐκεῖνα, ἐνῆν καὶ παρὰ ἀνθρώπου πάλιν λαβεῖν αὐτά· Θεοῦ δὲ ὄντος τοῦ καθελόντος αὐτῶν τὴν πόλιν, ἀμήχανον τὰ τῇ θεία δόξαντα ψήφῳ δύναμιν ἀνθρωπίνην παρατρέψαι ποτέ. «Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησί, τὶς διασκεδάσει; Καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τὶς ἀποστρέψει»; Ὥσπερ γὰρ ἃ ἂν ἀναστήσῃ καὶ βουληθῇ μένειν, καθελεῖν ἀδύνατον ἀνθρώποις· οὕτως ἅπερ ἂν καθέλῃ καὶ βούληται μένειν καθῃρημένα ἀναστῆσαι πάλιν οὐκ ἔνι. Ἔστω δέ, Ἰουδαῖοι, ὅτι βασιλεὺς τὸν ναὸν ἐδίδου, καὶ τὸν βωμὸν ἀνίστα, καθάπερ ὑμεῖς ὑποπτεύετε μάτην· μὴ καὶ τὸ πῦρ ἄνωθεν ὑμῖν ἀφεῖναι ἐκ τῶν οὐρανῶν δυνατὸς ἦν; Τούτου δὲ οὐκ ὄντος, ἐναγὴς καὶ ἀκάθαρτος ἦν ἡ θυσία ὑμῶν. Διὰ τοῦτο γοῦν οἱ παῖδες Ἀαρῶν ἀπώλοντο, ἐπειδὴ πῦρ ἀλλότριον εἰσήνεγκαν. Ἀλλ’ ὅμως πρὸς ἅπαντα τυφλώττοντες παρεκάλουν αὐτόν, καὶ ἱκέτευον συνάρασθαι καὶ συνεφάψασθαι τῆς οἰκοδομῆς τοῦ ναοῦ. Ὁ δὲ καὶ χρήματα ἀνήλωσε, καὶ ἐπιστάτας τοῦ ἔργου ἔπεμψε τοὺς ἀπὸ τῆς μεγάλης ἀρχῆς, καὶ τεχνίτας πάντοθεν ἐκίνησε, καὶ πάντα ἐποίει καὶ ἐπραγματεύετο, ἠρέμα καὶ κατὰ μικρὸν ἄχρις αὐτοὺς εἰς τὸ θύειν ἐμβάλῃ, προσδοκῶν ἐκεῖθεν ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν ἥξειν ῥᾳδίως, ὁμοῦ τε ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον. Ἀλλ’ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, εὐθέως διὰ τῶν ἔργων ἐδήλου, ὅτε αἱ τοῦ Θεοῦ ψῆφοι πάντων εἰσὶ δυνατώτεραι, καὶ ἰσχυρὰ τὰ ἔργα τῶν λόγων τοῦ Θεοῦ. Ὡς γὰρ ἥψαντο τῆς παρανόμου ταύτης σπουδῆς, καὶ γυμνοῦν ἤρξαντο τὰ θεμέλια, καὶ πολὺν ἐκένωσαν χοῦν, καὶ τῆς οἰκοδομῆς ἅπτεσθαι λοιπὸν ἤμελλον· πῦρ ἐκπηδῆσαν ἐκ τῶν θεμελίων εὐθέως κατέφλεξέ τε πολλοὺς ἀνθρώπους, οὐ μὴν ἀλλὰ καὶ τοὺς λίθους τοῦ τόπου ἐκείνου, καὶ τῆς ἀκαίρου φιλονεικίας ἔστησεν οὐ μόνον τοὺς τὸ ἔργον ἐπιχειρήσαντας, ἀλλὰ καὶ Ἰουδαῖοι πολλοὶ τοῦτο θεασάμενοι ἐξέστησαν καὶ ᾐσχύνθησαν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἰουλιανός, καίτοι τοσαύτην μανίαν ἔχων περὶ τὴν σπουδὴν ἐκείνην, δείσας μὴ περαιτέρω προελθὼν ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν καλέσῃ τὸ πῦρ, ἀπέστη ἡττηθεὶς μετὰ τοῦ ἔθνους παντός. Καὶ νῦν ἐὰν ἔλθῃς εἰς Ἱεροσόλυμα, γυμνὰ ὄψει τὰ θεμέλια· κἂν τὴν αἰτίαν ζητήσῃς, οὐδεμίαν ἀλλ’ ἢ ταύτην ἀκούσεις. Καὶ τούτου μάρτυρες ἡμεῖς πάντες· ἐφ’ ἡμῶν γάρ, οὐ πρὸ πολλοῦ ταῦτα γέγονε χρόνου. Καὶ σκόπει νίκης περιφάνειαν. Οὐ γὰρ ἐν χρόνοις βασιλειῶν εὐσεβῶν τοῦτο συνέβη, ἵνα μὴ τινὲς λέγωσιν, ὅτι Χριστιανοὶ ταῦτα ἐπελθόντες διεκώλυσαν, ἀλλ’ ἡνίκα τὰ ἡμέτερα ἠλαύνετο, ἡνίκα περὶ τοῦ ζῆν πάντες ἐκινδυνεύομεν, καὶ παῤῥησίᾳ ἀνθρωπίνῃ πᾶσα παρῃτεῖτο, καὶ τὰ Ἑλληνικὰ ἤνθει, καὶ τῶν πιστῶν οἱ μὲν ἐν τοῖς οἴκοις ἐκρύπτοντο, οἱ δὲ πρὸς τὰς ἐρημίας μετῳκίζοντο, καὶ τὰς ἀγορὰς ἔφευγον· τότε δὴ ταῦτα ἐγίνετο, ἵνα μηδεμία ἀναισχυντίας αὐτοῖς καταλιμπάνηται πρόφασις.


ιβ’. Ἔτι οὖν ἀμφισβητεῖς, ᾧ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ προῤῥήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως μαρτυρίαν ὁρῶν οὐ καταψηφιζομένην; Ἀλλ’ οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν τὸ ἔθνος ἄνωθεν ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ μάχεσθαι μεμελετηκὸς πράγμασι. Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα τοῦ Χριστοῦ, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ’ ὑμῖν καταλυθεισῶν; Ἄκουσον γοῦν τοῦ Μαλαχίου, τοῦ μετὰ τοῦ ἄλλους προφήτας ἐλθόντος· οὐδὲ γὰρ Ἠσαΐου παράγω μαρτυρίαν τέως, οὐδὲ Ἰερεμίου, οὐδὲ τῶν ἄλλων προφητῶν τῶν πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγῃς, ὅτι τὰ δεινὰ ταῦτα ἃ προέλεγον, ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη· ἀλλὰ παράγω προφήτην τὸν μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν, σαφῶς περὶ τῶν ὑμετέρων πραγμάτων προφητεύσαντα.
Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ἀνῳκοδόμησαν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν ἐρήμωσιν ταύτην τὴν νῦν προλέγων, καὶ τὴν τῶν θυσιῶν ἀναίρεσιν, οὕτω πῶς φησιν ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ· «Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος παντοκράτορ· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῶν ὀνόματί μου, καὶ θυσία καθαρά· ὑμεῖς δὲ βεβηλοῦτε αὐτοῦ». Πότε ταῦτα ἐξέβη, ᾧ Ἰουδαῖε; Πότε ἐν Πάτι τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ; Πότε θυσία καθαρά; Οὐκ ἂν ἔχοις ἕτερον εἰπεῖν καιρόν, ἀλλ’ ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρόν, μηδὲ τὴν θυσίαν τὴν ἡμετέραν, ἀλλὰ τὴν Ἰουδαϊκήν, καὶ παράνομος ἔσται ἡ προφητεία. Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, αλλ’ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρά, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. Ἀλλ’ οὐκ ἔστι μάχη καὶ φιλονεικία· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε, κεῖ περὶ ἑτέρας οὗτος προεφήτευσεν ὕστερον. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τε τῶν εἰρημένων, ἀπὸ τε ἑτέρῳ πλειόνων σημείων. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ τόπου οὐ γὰρ ἐν μιᾷ πόλει, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, ἀλλ’ «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν» τὴν θεραπείαν ἐπιτελεῖσθαι ταύτην προεῖπεν. Εἶτα ἀπὸ τοῦ τρόπου τῆς θυσίας· τῷ γὰρ «καθαράν» αὐτὴν προειπεῖν, ἔδειξε ποίαν ἔλεγε. Καὶ ἀπὸ τῶν προσώπων δὲ τῶν προσαγόντων αὐτήν· οὐ γὰρ εἶπεν, Ἐν τῷ Ἰσραήλ, ἀλλ’ «Ἐν τοῖς ἔθνεσι». Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ἐν μιᾷ καὶ δυσὶ καὶ τρισὶ πόλεσι τὰ τῆς λατρείας περιστήσεται ταύτης, οὐχ ἁπλῶς εἶπεν, Ἐν παντὶ τόπῳ, ἀλλ’ «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν»· δεικνὺς ὅτι, ὅσην ὁ ἥλιος, ἐφορᾷ τήν, τοσαύτην καὶ τὸ κήρυγμα καταλήψεται. «Καθαράν» δὲ λέγει θυσίαν, ὡς τῆς προτέρας ἀκαθάρτου οὔσης, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν προσαγόντων. Διὰ τοῦτο ἔλεγε· «Θυμίαμα βδέλυγμά μοὶ ἐστιν». Ἄλλως δέ, καὶ αὐτὴν τὴν θυσίαν εἲ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα θαῤῥοῦντες ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι’ αἱμάτων καὶ λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου προφήτου τὸ αὐτὸ τοῦτο προαναφωνοῦντος καὶ λέγοντος, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ στήσεται τὰ τῆς τοῦ Θεοῦ θεραπείας, ἀλλὰ πάντες αὐτὸν εἴσονται λοιπὸν ἄνθρωποι. Ὁ οὖν Σοφονίας οὕτω πὼς φησιν· «Ἐπιφανήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ». Καίτοι γε οὐκ ἐφεῖτο τοῦτο, ἀλλ’ εἰς ἕνα τόπον λατρεύειν ἐκέλευσεν ὁ Μωϋσής. Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ’ οἶκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρόν, ἀλλ’ ἢ τὸν παρόντα τοῦτον; Ἄκουε γοῦν πῶς καὶ τὰ εὐαγγέλια καὶ ὁ Ἀπόστολος τῷ προφήτῃ τούτῳ συνᾴδουσιν. Ὁ Γοῦν προφήτης εἶπεν, «Ἐπιφανήσεται Κύριος»· ὁ Ἀπόστολός φησιν, «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς». Οὕτως εἶπεν, «Ἐπὶ τὰ ἔθνη»· ἐκεῖνός φησιν, «Ἐπὶ πᾶσιν ἀνθρώποις». Οὗτος εἶπεν, «Ἐξολοθρεύσει τοῦ θεοὺς αὐτῶν»· ἐκεῖνος εἶπεν, «Παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως ζήσωμεν». Πάλιν ὁ Χριστὸς τῇ Σαμαρείτιδί φησι, «Πιστεῦσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ Πάτρῳ. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». Ταῦτα δὲ ἔλεγε, τὴν τε ἀνάγκην ἡμῶν λύων λοιπὸν τὴν ἐκ τῆς τοῦ τόπου παρατηρήσεως, καὶ τὸ τῆς λατρείας ὑψηλότερον καὶ πνευματικώτερον εἰσάγων. Ἐνῆν μὲν οὖν μετὰ τούτων δεῖξαι πάλιν, ὅτι οὔτε θυσία, οὔτε ἱερωσύνη, οὔτε βασίλευες παρὰ Ἰουδαίοις ἔσται λοιπόν. Μάλιστα μὲν γὰρ διὰ τῆς κατὰ τὴν πόλιν κατασκαφὴς ἅπαντα ταῦτα συναποδέδεικται· πλὴν ἀλλ’ ἐνῆν καὶ προφήτας παραγαγεῖν ῥητῶς αὐτὸ τοῦτο λέγοντας. Ἀλλ’ ὁρῶ κεκμηκότας ὑμᾶς τὸ μήκει τῶν εἰρημένων, καὶ δέδοικα μὴ μάτην καὶ εἰκῆ δόξω διενοχλεῖν. Διόπερ αὐτοῦ εἰς ἕτερον ὑμῖν ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, τοὺς ἀδελφοὺς διασῶσαι τοὺς ὑμετέρους, ἀπαλλάξαι τῆς πλάνης, ἐπαναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν. Οὐδὲν γὰρ ὄφελος ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνῃ τοῖς λεγόμενοι. Καὶ γὰρ τὰ εἰρημένα οὐ δι’ ὑμᾶς εἴρηται, ἀλλὰ δι’ ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ’ ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρᾶς φεύξωνται τῶν Ἰουδαίων διαγωγὰς καὶ συναγωγάς, τὰς τε ἐν τῇ πόλει, τὰς τε ἐν τῷ προαστείῳ, τὰ σπήλαια τῶν λῃστῶν, τὰ τῶν δαιμόνων καταγώγια. Μὴ τοίνυν προδῶτε τὴν σωτηρίαν ἐκείνων, ἀλλὰ περιεργασάμενοι καὶ πολυπραγμονήσαντες, τοὺς νοσοῦντας ἐπαναγάγετε τῷ Χριστῷ, ἵνα καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωήν, τὴν πολλῷ τῶν κατορθωμάτων μείζονα ἀντίδοσιν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῶ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |