Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος πάνυ ὠφέλιμος περὶ πίστεως, καὶ εἰς τὸν περὶ φύσεως νόμον, καὶ πὲρ τοῦ ἁγίου Πνεύματος.
α’. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας τὸ πνεῦμα τῆς ἀληθείας. Ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ Πνεύματος, ὥσπερ ἀπὸ τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θείαν νάματα. Καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ Πνεύματι ἀληθινῷ ἀπεικάζεται καὶ ἐπιγράφεται. «Πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται». Διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ’ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες.
Ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτω διὰ τῆς Σωτῆρος ἡμῶν τοῦ Θεοῦ Λόγου συγκαταβάσεως ἐπλουτίσθη. Καὶ μαρτυρεῖ Παῦλος ὧδέ πη λέγων· «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει». Ὁ γὰρ Θεοῦ λόγον δεχόμενος πλουτεῖ· ὁ δὲ μὴ δεχόμενος Θεοῦ λόγον πτωχεύει. Καὶ μαρτυρεῖ Ἱερεμίας λέγων· «Καὶ εἶπον· Ἴσως πτωχοὶ εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον Κυρίου». Ἀλλ’ ὁ μὲν πτωχεύων ὀνειδίζεται, ὁ δὲ πλουτῶν ἀγάλλεται, ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀληθείας, ὁ κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρπου φιλοσοφίας· ἰοῖς ἦν ὁ Δαυῒδ λέγων· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ»· ἐλαία κατάκαρπος, οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς εὐσεβείας βρίθουσα. Ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα, ὡς Ἱερεμίας ἔλεγε περὶ τοῦ Ἰσραήλ· «Ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραήλ»· εὐκληματοῦσα, οὐκ εὐκαρποῦσα. Ἀλλὰ ἐκείνη μὲν τοιαύτη· ὁ δὲ προφήτης ἀγάλλεται λέγων· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος», οὐκ ἐν τοῖς ἔξω κομῶσα, ἀλλὰ τοῖς ἔσω βρύσουσα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐλαία κατάκαρπος· οὐδὲ γὰρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ Θεοῦ πολιτεύεσθαι. Εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· ἀλλ’ οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. Καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. Καὶ γὰρ ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν Κύριον, «Τὶ ποιήσωμεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ»; Ἀπεκρίνατο πρὸς αὐτούς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος». Ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν. Οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα καὶ τοῖς ἔργοις ἐκόμισας, οὐχ ὅτι δὲ ἐλλείπῃ πρὸς τὰ ἔργα, ἀλλ’ ὅτι καθ’ ἑαυτὴν πίστις πλήρης ἐστὶν ἀγαθῶν ἔργων. Τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων, ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς Θεόν· ἡ πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσιν· ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον, Θεοῦ συνόμιλον ἀπεργάζεται· οὐδὲν ἐστιν ἔξω πίστεως ἀγαθόν. Ἐοίκασι δὲ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὸν Θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τὶ γὰρ ὄφελος ψυχῆς νεκρᾶς, τῷ μὲν Θεῷ Λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης; Τὰ ἔργα ἐπ’ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. Εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις. Ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι (τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστὶν ἡ τροφή)· οὕτω δὲ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν μὴ τρεφόμενον ἐγχωρεῖ ζῆν πολλάκις, τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Ἐνήστευσε Μωϋσῆς ἡμέρας τεσσαράκοντα, ἀλλ’ ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηΐνων ἔνδεια. Οὕτω καὶ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης οὐ δύνῃ παραστῆσαι ζήσαντα, ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστής, πιστεύσας μόνον, ἐδικαιώθη. Καὶ μὴ μοι λέγε· οὐκ ἔσχε καιρὸν πολιτεύεσθαι· οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλ’ ἐκεῖνο παρέστησα, ὅτι ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν. Εἰ γὰρ ἐπέζησε τῇ πίστει, καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν, ἔργα δὲ καθ’ ἑαυτὰ οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσε. Καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; Μεμαρτύρητο Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ χρῖσον ἠγνόει, Θεῷ μὲν πιστεύων, τὴν δὲ τοῦ Θεοῦ Λόγον οὐδέπω μεμαθηκώς. Καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστά, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ Θεῷ· ἀλλ’ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός, ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτής, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δὲ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· ὃς φησι πρὸς αὐτόν· «Κορνήλιε, αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον, ἐνώπιον τοῦ Θεοῦ». Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, φησί, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τὶ μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Πέμψον οὖν εἰς Ἰόππην, φησί, καὶ μετακαλέσαι Σίμωνα τὸν ἐπικαλούμενον πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἰκὸς σου. Οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν. Εἰ γὰρ ἐξ ὧν κηρύττει Πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ Κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Διὰ τοῦτο καὶ Πέτρος, ὁ μακάριος καὶ τίμιος Χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως, λέγει· «Ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστίν». Οὐκ εἶπεν, Ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλά, «Δεκτὸς ἐστι», τουτέστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι. Δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα. Καὶ μὴ τις τὴν πίστιν ὑβριζέτω δι’ ἀκαρπίαν μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. Γενοῦ ἐλαία κατάκαρπος, ἀλλ’ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον, ἑρμηνεύει καλὰ τὰ ἔργα· τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τὴν πίστιν δείκνυσι. Τίνα δὲ τὰ ἔργα τοῦ Θεοῦ; Ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γὰρ ἐστι κρυπτόν. Τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται· ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους. Οἴδαμεν ἐξ ἑαυτῶν τὶ καλὸν καὶ τὶ πονηρόν· ἔθηκεν ὁ Θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. Μηδεὶς λεγέτω· οὐκ ἀνέγνων νόμον, οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύσεως νόμος. Θέλεις μαθεῖν, ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ Θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τὶ καλὸν καὶ τὶ πονηρόν; Αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακά, φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν· καὶ ὅπως ἄκουε· ὁ μοιχὸς μοιχεύει μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ· Μοιχέ· καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται. Καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τὶ φεύγεις τὴν προσηγορίαν; Εἰπὲ τῷ ἐπιόρκῳ· ἐπίορκε· καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων· οὕτως αὐτὴ ἡ φύσις κράζει, ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ Θεοῦ. Καὶ ὃ ἐποίησεν ὁ Θεὸς καλόν, καὶ καλὸν λίαν, καὶ οὕτω καλόν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται. Εἰπὲ τῷ σώφρονι· Σῶφρον· καὶ ᾧ τῷ ἔργῳ ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται. Κάλεσον τὸν δίκαιον, δίκαιον· καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται· κἂν γὰρ δι’ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ’ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν. Ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται, καὶ πρόσωπον οὐκ ἔχει. Καὶ πῶς οὐκ ἔχει πρόσωπον; Ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται· καὶ ὅπως, ἄκουε· ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ’ ἀληθεῖᾳ ὑποκρινόμενος ἀπατᾷ· ὁ ἀδίκων οὐ κηρύττει ἀδικίαν ἐργάζεται. Ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. Ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακία; Ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετήν. Διὰ τοῦτο ὁ Σωτὴρ ἔλεγεν· «Ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἅρπαγες». Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
β’. Θέλεις ἰδεῖν, ἀδελφέ, ὅσον δύναται ἔμφυτος νόμος; Καὶ ἡ ψυχὴ ἡ ἡμετέρᾳ, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες, ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρὰ τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεύσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται· οὐ λέγει αὐτῷ ὃ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. Ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες; Ἀνὴρ εἶ, φησίν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. Οὐδεὶς κακός, κακὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τὸ ἐναντίον αἱρεῖται. Γενώμεθα οὖν, ἀγαπητοί, ἐλαία κατάκαρπος, καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες. Φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία. Γενέσθω σου καὶ ὁ λόγος σεμνός, καὶ ἡ πολιτεία ἔγκαρπος· παρὰ γὰρ τῷ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον· «τὸ γὰρ φύλλον αὐτοῦ, φησίν, ὁ Δαυῒδ, οὐ ἀποῤῥυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ κατευοδωθήσεται». Ἀλλ’ ὢ τοῦ θαύματος! Ἐνενόησα πῶς ὁ Ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς Δαυῒδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετὰς βοᾷ· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος». Οὐδὲν ἡμᾶς οὕτως ἀποδύει, ὡς ἀκαρπίᾳ· καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι’ ἔργων χρηστῶν. Ὁ Ἀδὰμ ἐπλάσθη· δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. Ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφῇ· οὕτω δεῖ καὶ τὰ ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. Καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκ ἔτι καλεῖς ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἢ τι τοιοῦτον, οἷον ἡ βαφῇ παρέσχε τῷ βαφέντι τὸ κάλλος. Εἰ οὖν ἡ βαφῇ μεταβάλλει φύσεως ὄνομα, Θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκὴν, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπουράνιον; Ἐπλάσθη τοίνυν ὁ Ἀδὰμ πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ Θεὸς ἔπλασεν αὐτόν. Ἀλλ’ οὐκ εἶδεν ὁ Ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ τοσαύτην ταπεινώσει περιβεβλημένος ἐπαίρεται, καὶ ἀγνοεῖ τὸν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τὶς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τῆς ἀμετρίαν; Διὰ τοῦτο ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλάς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται. Ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην, Θεὸν ὑμνοῦσαν, τὰ θεῖα ἁδοῦσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. Διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον, ἡ γλῶσσα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τὶ λέγω δακτύλων; Οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τὶς ἐστι, καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητῇ οὖσα περὶ τῶν ἀϊδίων καὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν τὶς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τὶς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμόν, τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γὰρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον· καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν, ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμιᾶι, καὶ λῆμαι, καὶ δάκρυα, καὶ ὅσα θολοῖ τὴν ὄψιν, ἐπιγεννᾶται, ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίσῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάσῃ. Ἔδωκεν αὐτῷ καρδίαν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν· ἀλλ’ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν, ἅτινα καὶ κόπρον καὶ πάσης ἄλλης ἀηδίας πληροῦται, δι’ ὧν ὁ ἄνθρωπος ἐσθίει, ἵνα, ὅταν ἐπαίρηται ἡ καρδία καταστέλλῃ αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαῖα πρὸς παιδαγωγίαν. Εἰ γὰρ κόπρον περιφέρων ἄνθρωπος τολμᾷ θρασύνεσθαι, καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ Θεοῦ, ὡς ἐτόλμησέ τις βάρβαρος βασίλευες εἰπεῖν· «Ἐπάνω τῶν ἄστρῳ θήσω τὸν θρόνον μού, καὶ ἔσομαι ὁμοίως τὸ Ὑψίστῳ». Εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας κεῖ εὐτελείας, τὶς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Διὰ τοῦτο ὁ μέγας Ἠσαΐας πρὸς τοῦ ὑπερηφάνους φησί· «Τὶ ἀλαζονεύεται γῆ καὶ σποδός»; Ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν· ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἀπὸ χοός· ἀλλ’ οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγίνετο· διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὁ Θεὸς γάρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν. Πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη, καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθείς, ἐπιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν, καὶ τὴν μέλλουσαν φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπὸ τῆς γῆς ἐγένετο. Πρόσεχε ἀκριβῶς, μὴ σε παραδράμῃ τὸ νόημα. Ὅτε ἐπλάττετο ὁ Ἀδάμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, οἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται· εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. Βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι’ ὧν ὁρῶμεν παιδευόμεθα. Οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; Ἀπαγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει, πάντων ὑποπίπτει τὸ φρόνημα· καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, ὅταν ἴδωμεν ὀστέα γυμνά, καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν. Ἴδε τὶ γινόμεθα, καὶ ποῦ ἀπερχόμεθα! Καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὴν πλησίον ἕκαστο ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας! Ὣ τῆς οἰκτρὰς ἡμῶν ζωῆς! Ὅρα τὶ γινόμεθα. Καὶ ὅμως κἂν φθεγγώμεθα, καὶ ἁρπάζομέν τι, καὶ βοῶμεν, καὶ μνησικακοῦμεν. Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Διὰ τοῦτο ὁ Θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τῆς ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις, πᾶσα κώμη πρὸ τῶν εἰσόδων τάφους ἔχει. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι· καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. Τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν· πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα πρῶτον εἰς τὶ καταλήγομεν, καὶ τότε ὁρᾷν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν. Ἀνὴρ πολλάκις, ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νομογράφῳ τὰ προικῷα. Οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδε τὴν γαμετήν, καὶ θανάτου ψήφους καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρός, τὸ καὶ τὸ διατυποῦται. Οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων. Τὶ γὰρ φησιν; Ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπός, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· ἐὰν δὲ τι τῶν κατὰ ἄνθρωπον πάθῃ, ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας ἀποφέρει ῥήματα· καὶ ταῦτα, φησίν, ἔδει με παθεῖν; Ταῦτα ἐγὼ προσεδόκησα πάσχειν, καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τὶ οὖν; Ἐπελάθου ὧν ἔγραψας; Καὶ ὅτε μὲν ἔξω ἧς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὄρους τῆς φύσεως· ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων, εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ Θεοῦ κρίματα. Μὴ φιλοσοφεῖ ἔξω τῷ παθῶν, ἀλλ’ ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπιδεῖξαι· ὅταν λύπη, μνήσθητι τῶν λόγων, δι’ ὧν παραμυθῇ τὸν λυπούμενον. Τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους; Οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; Ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν· οὐ μόνος ὑπέστης τὴν συμφοράν, οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν, ἐζημιώθησαν πολλάκις ἄρχοντες, ζημιοῦνται καὶ δυνάσται· ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν, ἄνθρωπος εἶ· μετὰ πάντων καὶ αὐτὸς τῶν οἴνων τῆς φύσεως ἀπολαύεις νόμων.
γ’. Ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῆς. Ἢ γὰρ ἄλλῳ μὲν διδάσκαλος γενναῖος εἶ, καὶ σεαυτῶν δὲ οὐδὲ οἰκτρὸς μαθητής; Μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. Εἶ τις δύναται ἐφ’ ἑκάστης συμφορὰς ἢ λύπης ἢ ζημίας λέγειν, «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου», ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. Ὁ βίος, ἀδελφοί, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. Ἀλλὰ πολλὴ ἡ διαφορά· ἄλλο γὰρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. Τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης· ἀλλ’ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος, καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος· οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. Οὐκ ἐὰν πάθη εὐσεβὴς ἃ πάσχει ἀσεβής, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. Διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος Δαυῒδ, περὶ μὲν τῶν δικαίων λέγει· «Πολλὰ αἱ θλίψεις τῶν δικαίων». Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· «Καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος». Οὔπω εἶπε τὴν θλῖψιν, καὶ ὑπέδειξε τὴν ἴασιν. Περὶ δὲ τῶν ἐναντίων, «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ»· καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῷ δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ταῦτα δὲ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μηδὲ λεγέτω· εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοὶ ἐστιν ἡ παιδεία. Ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφή, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. Ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ Θεός, μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Φησὶ γάρ· «Ζῶ ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν». Ὀμνῦσιν ὁ Θεός, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. Λεγέτω τοίνυν πᾶς ἄνθρωπος, εἰς θλίψεις ἐξεταζόμενος, «Δίκαιος εἶ, Κύριε καὶ εὐθεῖς αἱ κρίσεις σου»· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχήν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. Οἷος ἦν ὁ μακάριος Ἰώβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλους τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στεῤῥότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθείς, καὶ τὸν πάντων Κύριον οὐκ ἀρνηθείς. Ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. Ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἔπαγε, πάντων γυμνωθείς, ἑαυτῶν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλὰ φησίν· «Ὁ Κύριος ἔδωκε, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο». Καλὸν τό, «Ἔδοξε»· παραχωρεῖ τῇ αὐθεντίᾳ, οὐ περιεργάζεται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς· διὰ τὶ νέοι ἀποθνήσκουσι, καὶ γέροντες μένουσι; Ποία διοίκησις αὕτη; Ἐπιθυμεῖ γέρων θανάτου, λελυμένος ταῖς σαρξίν, ἐνδεὴς τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας· καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεῦσιν, ἄωρος ἁρπάζεται; Μάθε μὴ τοιαῦτα ζητεῖν, μάθε λέγειν, «Τὰ κρίματά σου ἄβυσσος πολλή»· μάθε λέγειν, «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου»· μάθε λέγειν, «Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο»· γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν. Ἀλλ’ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου Πνεύματος, εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν. Ὥσπερ γὰρ ὁ Ἰὼβ εἰρηκώς, «Ὡς τῷ Κυρίῳ ἔδοξε», τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα· οὕτω καὶ οἱ ἀπόστολοι, τὴν δεσποτικὴν αὐθεντίαν τοῦ ἁγίου Πνεύματος ἐνδεικνύμενοι, φασίν· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲ ἐπιτίθεσθαι ὑμῖν, πλὴν τῶν ἐπάναγκες». «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι». Εἰ ὑπόκειται, διὰ τὶ αὐτῷ ἔδοξεν; Εἰ ὑπὸ νόμων ἐστὶ τὸ Πνεῦμα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ; Οὐχ ἃ τῷ βασιλεῖ δοκεῖ, ταῦτα καὶ γίνηται, μὴ τὰ τοῖς ἀρχομένοις παρισταμένα; «Ὡς τῷ Κυρίῳ ἔδοξε», φησὶν ὁ Ἰώβ. «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι», φασὶν οἱ ἀπόστολοι. Ὁμότιμος ἡ λέξις τῆς αὐθεντίας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. Ἀλλ’ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν. Ἆρα γάρ, ἐπειδὴ εἶπον, φασίν, οἱ ἀπόστολοι, «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι», ἐπήγαγον δέ, καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; Ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας, ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων αἱρετικὴν ἀσέβειαν ἐγχέωσι. Τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· μηδὲν σε, φησίν, ἀδελφέ, ξενίσῃ τῶν εἰρημένων. Ὡς ἀδελφὸν καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ. Μὴ θαυμάσῃς, φησίν, εἰ περὶ τοῦ ἁγίου Πνεύματος εἶπον οἱ ἀπόστολοι· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι»· ἀλλ’ ὅρα καὶ τὸ ἐπαγόμενον· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν», ἔδοξε τοῖς ἀποστόλοις. Ἆρα Θεοῦ ἔχουσι τὴν αὐθεντίαν; Ὅταν ταῦτα λέγῃ ὁ αἱρετικός, ἡμεῖς ἀπὸ τῆς ἁγίας Γραφῆς τὰ βέλη προφέρωμεν· «Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα» ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα. Τὶ οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν; Εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῷ ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ Πνεύματος τὴν ἀξίαν, οὐκοῦν καὶ τὸ συνῆφθαι Μωϋσῆν τῷ Θεῷ ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν. Οἶόν τι λέγω· ἐὰν μὴ μέγα νομίσῃς τό, «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι», διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα μεγάλην δυνήσῃ λέγειν οὐδὲ τὴν εἰς Θεὸν πίστιν διὰ τὸ συνῆφθαι καὶ Μωϋσῆν τῷ Θεῷ. Λέγει γὰρ ἡ Γραφή. «Ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς τὸν Μωϋσῆν». Ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων, ὑβρίζει τὸν Θεὸν καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γάρ· «Καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ». Πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. Ἐλαττοῖ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν τὸ συνῆφθαι τῷ Πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν καὶ Γεδεῶν προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· ἐβόησε γὰρ πᾶς ὁ λαὸς πολέμων, «Ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεῶν». Ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος τοῦ Θεοῦ, ἀλλ’ ὡς ὑπηρέτης Θεοῦ· καὶ Σαμουὴλ τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς προφήτης· καὶ Γεδεῶν τῷ Θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτω καὶ οἱ ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. Γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας Τριάδος τὴν ἔνθεον θεολογίαν, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμή, ἡ ἀδιαίρετος ἐλπίς, ἡ ἀκατάληπτος δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου