Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης
Λόγος Πέμπτος
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ Λόγῳ.
α. Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται.
β. Ὅτι τὸν εἰς τοῦτο τεταγμένον καὶ ἐγκωμίων ὑπερορᾶν χρή, καὶ δύνασθαι λέγειν.
γ. Ὅτι ἂν μὴ ἀμφότερα ἔχῃ, ἄχρηστος ἔσται τῷ πλήθει.
δ. Ὅτι μάλιστα βασκανίας τοῦτον δεῖ καταφρονεῖν.
ε. Ὅτι ὁ λόγους εἰδὼς πλείονος δεῖται σπουδῆς, ἢ ὁ ἀμαθής.
ς. Ὅτι τῆς ἀλόγου τῶν πολλῶν ψήφου οὔτε πάντη καταφρονεῖν, οὔτε πάντη φροντίζει δεῖ.
ζ. Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν.
η. Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά.
α’. Ὅσης μὲν ἐμπειρίας τῷ διδασκάλῳ δεῖ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας, ἱκανῶς ἡμῖν ἀποδέδεικται· ἔχω δὲ τι καὶ πρὸς τούτοις ἕτερον μυρίων αἴτιον κινδύνων εἰπεῖν. Μᾶλλον δὲ οὐκ ἐκεῖνο εἴποιμι ἂν αἴτιον ἔγωγε, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτῷ χρῆσθαι καλῶς· ἐπεὶ τὸ γε πρᾶγμα αὐτὸ σωτηρίας τε καὶ πολλῶν γίνεται πρόξενον ἀγαθῶν, ὅταν τοὺς διακονουμένους εὕρῃ σπουδαίους τε ἄνδρας καὶ ἀγαθούς. Τὶ οὖν τοῦτό ἐστιν; Ὁ πολὺς πόνος ὁ περὶ τὰς διαλέξεις τὰς κοινῇ πρὸς τὸν λαὸν γινομένας ἀναλισκόμενος. Πρῶτον μὲν γὰρ τὸ πλέον τῶν ἀρχομένων οὐκ ἐθέλουσιν ὡς πρὸς μαθητῶν τάξιν ὑπερβάντες, ἀντιλαμβάνουσι τὴν τῶν θεατῶν τῶν ἐν τοῖς ἔξωθεν καθεζομένων ἀγῶσι. Καὶ καθάπερ ἐκεῖ τὸ πλῆθος μερίζεται, καὶ οἱ μὲν τούτῳ, οἱ δὲ ἐκείνῳ προσνέμουσιν ἑαυτούς· οὕτω δὲ καὶ ἐνταῦθα διαιρεθέντες, οἱ μὲν μετὰ τούτου, οἶδε μετ’ ἐκείνου γίνονται, πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἀκούοντες τῶν λεγομένων. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλὰ καὶ ἕτερον οὐδὲν ἔλαττον τούτου. Ἦν γὰρ τινα συμβῇ τῶν λεγόντων μέρος τι τῶν ἑτέροις πονηθέντων ἐνυφῆναι τοῖς λόγοις αὐτοῦ, πλείονα τῶν τὰ χρήματα κλεπτόντων ὑφίσταται ὀνείδη· πολλάκις δὲ οὐδὲ λαβὼν πὰρ’ οὐδενὸς οὐδέν, ἀλλ’ ὑποπτευθεὶς μόνον, τὰ τῶν ἑαλωκότων ἔπαθε. Καὶ τὶ λέγω τῶν ἑτέροις πεπονημένων; Αὐτὸν τοῖς εὑρήμασι τοῖς ἑαυτοῦ συνεχῶς χρήσασθαι οὐκ ἔνι. Οὐ γὰρ πρὸς ὠφέλειαν, ἀλλὰ πρὸς τέρψιν ἀκούειν εἰθίσθησαν οἱ πολλοί, καθάπερ τραγῳδῶν ἢ κιθαρῳδῶν καθήμενοι δικασταί. Καὶ ἡ τοῦ λόγου δύναμις, ἣν ἐξεβάλομεν νῦν, οὕτως ἐνταῦθα γίνεται ποθεινή, ὡς οὐδὲ τοῖς σοφισταῖς, ὅταν πρὸς ἀλλήλους ἀγωνίζεσθαι ἀναγκάζωνται.
β’. Γενναίας οὖν δεῖ κἀνταῦθα ψυχῆς, καὶ πολὺ τὴν ἡμετέραν ὑπερβαινούσης σμικρότητα, ἵνα τὴν ἄτακτον καὶ ἀνωφελῆ τοῦ πλήθους ἡδονὴν κολάζῃ. Καὶ πρὸς τὸ ὠφελιμώτερον μετάγειν δύνηται τὴν ἀκρόασιν, ὡς αὐτῷ τὸν λαὸν ἕπεσθαι καὶ εἴκειν, ἀλλὰ μὴ αὐτὸν τάσι ἐκείνων ἄγεσθαι ἐπιθυμίαις. Τούτου δὲ οὐδαμῶς ἔστιν ἐπιτυχεῖν, ἀλλ’ ἢ διὰ τούτοιν τοῖν δυοῖν, τῆς τε τῶν ἐπαίνων ὑπεροψίας, καὶ τῆς ἐν τῷ λέγειν δυνάμεως. Κἂν γὰρ τὸ ἕτερον ἀπῇ, τὸ λειπόμενον ἄχρηστον γίνεται τῇ διαζεύξει θατέρου. Ἂν τε γὰρ ἐπαίνων ὑπερορῶν μὴ προσφέρῃ διδασκαλίαν τὴν ἐν χάριτι καὶ ἅλατι ἠρτημένην, εὐκαταφρόνητος ὑπὸ τῶν πολλῶν γίνεται, οὐδὲν ἀπὸ τῆς μεγαλοψυχίας κερδάνας ἐκείνης· ἂν τε τοῦτο καλῶς κατορθώσας τὸ μέρος, τῆς ἀπὸ τῶν κρότων δόξης ἡττώμενος τύχῃ, εἰς ταὐτὸν πάλιν περιίσταται τὰ τῆς ζημίας αὐτῷ τε καὶ τοῖς πολλοῖς, πρὸς χάριν τῶν ἀκουόντων μᾶλλον, ἢ πρὸς ὠφέλειαν λέγειν μελετῶντι διὰ τὴν τῶν ἐπαίνων ἐπιθυμίαν. Καὶ καθάπερ ὁ μήτε πάσχων τι πρὸς τὰς εὐφημίας, μήτε λέγειν εἰδὼς οὔτε εἴκει ταῖς τοῦ πλήθους ἡδοναῖς, οὔτε ὠφελεῖν ἀξιόλογον τινα δύναται ὠφέλειαν τῷ μηδὲν ἔχειν εἰπεῖν· οὕτω καὶ ὁ τῷ πόθῳ τῶν ἐγκωμίων ἑλκόμενος, ἔχων ἀφ’ ὧν ἀμείνους ἐργάσασθαι δυνήσεται τοὺς πολλούς, ἀντὶ τούτων παρέχει τὰ τέρψαι δυνάμενα μᾶλλον, διὰ τούτων τοὺς ἐν τοῖς κρότοις θορύβους ὠνούμενος.
γ’. Ἀμφοτέρωθεν οὖν ἰσχυρὸν εἶναι τὸν ἄριστον ἄρχοντα δεῖ, ἵνα μὴ θατέρῳ θάτερον ἀνατρέπηται. Ὅταν γὰρ ἀναστὰς ἐν τῷ μέσῳ, λέγῃ τὰ τοὺς ῥαθύμως ζῶντας ἐπιστύψαι δυνάμενα, εἶτα προσπταίῃ καὶ διακόπτηται, καὶ ὑπὸ τῆς ἐνδείας ἐρυθριᾷν ἀναγκάζηται, διεῤῥύη τὸ κέρδος τῶν λεχθέντων εὐθέως. Οἱ γὰρ ἐπιτιμηθέντες ἀλγοῦντες τοῖς εἰρημένοις, καὶ οὐκ ἔχοντες αὐτὸν ἑτέρως ἀμύνασθαι, τοῖς τῆς ἀμαθίας αὐτὸν βάλλουσι σκώμμασι, τούτοις οἰόμενοι τὰ ἑαυτῶν συσκιάζειν ὀνείδη. Διὸ χρή, καθάπερ τινὰ ἡνίοχον ἄριστον, εἰς ἀκρίβειαν τούτων, ἀμφοτέρων ἥκειν τῶν καλῶν, ἵνα ἀμφότερα πρὸς τὸ δέον αὐτῷ μεταχειρίζειν ἐξῇ. Καὶ γὰρ ὅταν αὐτὸς ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ’ ὅσης βούλεται ἐξουσίας καὶ κολάζειν καὶ ἀνιέναι τοὺς ὑπ’ αὐτῷ ταττομένους ἅπαντας· πρὸ δὲ τούτου οὐκ εὐμαρὲς ταῦτα ποεῖν. Τὴν δὲ μεγαλοψυχίαν οὐ μέχρι τῆς τῶν ἐπαίνων ὑπεροψίας δείκνυσθαι χρὴ μόνον ἀλλὰ καὶ περαιτέρω προάγειν, ἵνα μὴ ἀτελὲς ᾗ τὸ κέρδος.
δ’. Τίνος οὖν δεῖται καὶ ἑτέρου καταφρονεῖν; Βασκανίας καὶ φθόνου. Τὰς δὲ ἀκαίρους κατηγορίας (καὶ γὰρ ἀνάγκη τὸν προεστῶτα μέμψεις ὑπομένειν ἀλόγους) οὔτε ἀμέτρως δεδοικέναι καὶ τρέμειν, οὔτε ἁπλῶς παρορᾷν καλόν· ἀλλὰ χρή, κἂν ψευδεῖς τυγχάνωσιν οὖσαι, κἂν παρὰ τῶν τυχόντων ἡμῖν ἐπάγωνται, πειρᾶσθαι σβέννυται ταχέως αὐτάς. Οὐδὲν γὰρ οὕτως αὔξει φήμην πονηρὰν τε καὶ ἀγαθήν, ὡς τὸ πλῆθος τὸ ἄτακτον· ἀβασανίστως γὰρ καὶ ἀκούειν καὶ ἐκλαλεῖν εἰωθός, ἁπλῶς τὸ ἐπελθὸν ἅπαν φθέγγεται, τῆς ἀληθείας οὐδὲν ποιούμενον λόγον. Διὰ ταῦτα οὐ δὲ τῶν πολλῶν καταφρονεῖν, ἀλλὰ ἀρχομένας εὐθέως ἐκκόπτειν τὰς ὑποψίας τὰς πονηράς, πείθοντα τοὺς ἐγκαλοῦντας, κἂν ἀλογώτατοι πάντων εἶεν, καὶ μηδὲν ὅλως ἐλλείπειν τῶν ἀφανίσαι δυναμένων δόξαν οὐκ ἀγαθήν· ἣν δέ, πάντα ποιούντων ἡμῶν, μὴ θέλωσιν οἱ μεμφόμενοι πείθεσθαι, τὸ τηνικαῦτα καταφρονεῖν. Ὡς ἐὰν φθάσῃ τις ταπεινοῦσθαι τοῖς συμπτώμασι τούτοις, οὐ δυνήσεταί ποτε γενναῖόν τι καὶ θαυμαστὸν ἀποτεκεῖν· ἡ γὰρ ἀθυμίᾳ καὶ αἱ συνεχεῖς φροντίδες δειναὶ καταβαλεῖν ψυχῆς δύναμιν, καὶ εἰς ἀσθένειαν καταγαγεῖν τὴν ἐσχάτην. Οὕτως οὖν χρὴ τὸν ἱερέα διακεῖσθαι πρὸς τοὺς ἀρχομένους, ὥσπερ ἂν εἲ τις πατὴρ πρὸς παῖδας ἄγαν νηπίους διακέοιτο· καὶ καθάπερ ἐκείνων οὔτε ὑβριζόντων, οὔτε πληττόντων, οὔτε ὀδυρομένων ἐπιστρεφόμεθα, ἀλλ’ οὐδὲ ἡνίκα ἂν γελῶσι καὶ προσχαίρωσιν ἡμῖν, μέγα ἐπὶ τοῦτο φρονοῦμέν ποτε, οὕτω καὶ τούτων μήτε τοῖς ἐπαίνοις ἐξογκοῦσθαι, μήτε καταπίπτειν τοῖς ψόγοις, ὅταν ἀκαίρως γίνωνται παρ’ αὐτῶν. Χαλεπὸν δὲ τοῦτο, ᾧ μακάριε, τάχα δὲ οἶμαι, ὅτι καὶ ἀδύνατον. Τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἲ τινι ἀνθρώπων ποτὲ κατώρθωται. Τὸν δὲ χαίροντα εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν· τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις λυπεῖσθαι καὶ ἐκκλίνειν καὶ ἀνιᾶσθαι καὶ ἀλγεῖν ἀνάγκη. Ὥσπερ γὰρ οἱ γαννύμενοι τῷ πλουτεῖν, ἡνίκα ἂν καταπέσωσιν εἰς πενίαν, ἄχθονται καὶ οἱ τρυφᾷν εἰωθότες οὐκ ἂν ἀνάσχοιντο ζῆν εὐτελῶς· οὕτω καὶ οἱ τῶν ἐγκωμίων ἐρῶντες, οὐχ ὅταν ψέγωνται μόνον εἰκῆ, ἀλλὰ καὶ ὅταν μὴ ἐπαινῶνται συνεχῶς, καθάπερ λιμῷ τινι διαφθείρονται τὴν ψυχήν, καὶ μάλιστα ὅταν αὐτοῖς ἐντραφέντες τύχωσιν, ἢ κεῖ ἑτέρους ἐπαινουμένους ἀκούωσι. Τὸν δὲ μετὰ ταύτης τῆς ἐπιθυμίας εἰς τὸν τῆς διδασκαλίας ἀγῶνα παρελθόντα πόσα πράγματα καὶ πόσας ἔχειν οἴει τὰς ἀλγηδόνας; Οὔτε τὴν θάλατταν ἔστι κυμάτων ἐκτὸς εἶναί ποτε, οὔτε τὴν ἐκείνου ψυχὴν φροντίδων καὶ λύπης.
ε’. Καὶ γὰρ ὅταν πολλὴν ἐν τῷ λέγειν δύναμιν ἔχῃ (τοῦτο δὲ ἐν ὀλίγοις εὕροι τις ἄν), οὐδὲ οὕτω τοῦ πονεῖσθαι διηνεκῶς ἀπήλλακται. Ἐπειδὴ γὰρ οὐ φύσεως, ἀλλὰ μαθήσεως τὸ λέγειν, κἂν εἰς ἄκρον αὐτοῦ τις ἀφίκηται, τότε αὐτὸν ἀφίησιν ἔρημον, ἂν μὴ συνεχεῖ σπουδῇ καὶ γυμνασίᾳ ταύτην θεραπεύῃ τὴν δύναμιν. Ὥστε τοῖς σοφωτέροις μᾶλλον, ἢ τοῖς ἀμαθεστέροις μείζων ὁ πόνος. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ἡ ζημία ἀμελοῦσι τούτοις κἀκείνοις, ἀλλὰ τοσοῦτον αὕτη πλείων, ὅσον καὶ τῆς κτήσεως ἑκατέρας τὸ μέσον. Κἀκείνοις μὲν οὐδ’ ἂν ἐγκαλέσειέ τις, μηδὲν ἄξιον λόγου παρέχουσιν· οὗτοι δέ, εἰ μὴ μείζονα τῆς δόξης, ἧς ἅπαντες ἔχουσι περὶ αὐτῶν, ἀεὶ προφέροιεν, πολλὰ παρὰ πάντων ἕπεται τὰ ἐγκλήματα. Πρὸς δὲ τούτοις ἐκεῖνοι μὲν καὶ ἐπὶ μικροῖς μεγάλων ἂν τύχοιεν τῶν ἐπαίνων, τὰ δὲ τούτων, ἂν μὴ λίαν ᾖ θαυμαστὰ καὶ ἔκπληκτα, οὐ μόνον ἐγκωμίων ἐστέρηται, ἀλλὰ καὶ τοὺς μεμφομένους ἔχει πολλούς. Οὐ γὰρ τοῖς λεγομένοις, ὡς ταῖς τῷ λεγόντων δόξαις, κάθηνται δικάζοντες οἱ ἀκροαταί. Ὥστε ὅταν κρατῇ τις ἁπάντων ἐν τῷ λέγειν, τότε μάλιστα πάντων αὐτῷ δεῖ πεπονημένης σπουδῆς· οὐδὲ γὰρ τοῦτο, ὃ κοινὸν τῆς ἀνθρωπείας φύσεώς ἐστι, τὸ μὴ πάντα ἐπιτυγχάνειν ἔξεστιν ἐκείνῳ παθεῖν· ἀλλ’ ἂν μὴ δι’ ὅλου συμφωνῇ τῷ μεγέθει τῆς ὑπολήψεως αὐτοῦ τὰ λεγόμενα, σκώμματα μυρία καὶ μέμψεις λαβὼν ἄπεισι παρὰ τῶν πολλῶν. Καὶ οὐδεὶς ἐκεῖνο λογίζεται πρὸς ἑαυτόν, ὅτι καὶ ἀθυμία προσπεσοῦσα, καὶ ἀγωνία, καὶ φροντίς, πολλάκις δὲ καὶ θυμὸς ἐπεσκότησε τῷ τῆς διανοίας καθαρῷ, καὶ τὰ τικτόμενα οὐκ ἀφῆκεν προελθεῖν εἰλικρινῆ· καὶ ὅτι ὅλως ἄνθρωπον ὄντα οὐκ ἔστι διὰ παντὸς εἶναι τὸν αὐτόν, οὐδὲ ἂν ἅπασιν εὐημερεῖν, ἀλλ’ εἰκὸς ποτε καὶ διαμαρτεῖν, καὶ ἐλάττονα τῆς οἰκείας δειχθῆναι δυνάμεως. Τούτων οὐδέν, ὅπερ ἔφην, ἐννοῆσαι βούλονται, ἀλλ’ ὥσπερ ἀγγέλῳ δικάζοντες ἐπάγουσι τὰς αἰτίας καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος τὰ μὲν κατορθώματα τοῦ πλησίον καὶ πολλὰ ὄντα καὶ μεγάλα παρορᾶν· ἣν δὲ ἐλάττωμα ποῦ φανῇ, κἂν τὸ τυχὸν ᾗ,κἂν διὰ πολλοῦ συμβεβηκός, καὶ ἐπαισθάνεται ταχέως, καὶ ἐπιλαμβάνεται προχείρως καὶ μέμνηται διαπαντός· καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελές, τὴν τῶν πολλῶν καὶ μεγάλων ἠλάττωσε δόξαν πολλάκις.
ς’. Ὁρᾷς, ὦ γενναῖε, ὅτι μάλιστα τῷ λέγειν δυναμένῳ πλείονος δεῖ τῆς σπουδῆς, πρὸς δὲ τῇ σπουδῇ καὶ ἀνεξικακίας τοσαύτης, ὅσης οὐδὲ ἅπαντες, ὅσους πρότερόν σοι διῆλθον, ἐδέοντο. Πολλοὶ γὰρ αὐτῷ συνεχῶς ἐπιφύονται μάτην καὶ εἰκῆ, καὶ οὐδὲν ἔχοντες ἐγκαλεῖν, πλὴν παρὰ πᾶσιν εὐδοκιμεῖν ἀπεχθάνονται. Καὶ δὲ γενναίως φέρειν τὴν πικρὰν τούτων βασκανίαν. Τὸ γὰρ ἐπάρατον τοῦτο μῖσος, ὅπερ εἰκῆ συλλέγουσιν, οὐ στέγοντες κρύπτειν, καὶ λοιδοροῦνται καὶ μέμφονται, καὶ διαβάλλουσι λάθρα, καὶ πονηρεύονται φανερῶς. Ψυχὴ δὲ ἀρξαμένη καθ’ ἕκαστον τούτων ἀλγεῖν καὶ παροξύνεσθαι, οὐκ ἂν φθάσειε διαφθαρεῖσα τῇ λύπῃ. Καὶ γὰρ οὐ δι’ ἑαυτῶν αὐτὸν ἀμύνονται μόνον, ἀλλὰ καὶ δι’ ἑτέρων τοῦτο ποιεῖν ἐπιχειροῦσι· καὶ πολλάκις τινὰ τῶν οὐδὲν δυναμένων εἰπεῖν ἐκλεξάμενοι, τοῖς ἐπαίνοις ἐπαίρουσι, καὶ θαυμάζουσιν ὑπὲρ τὴν ἀξίαν· οἱ μὲν μανίᾳ μόνον, οἱ δὲ καὶ ἀμαθίᾳ καὶ φθόνῳ τούτῳ ποιοῦντες, ἵνα τὴν δόξαν τούτου καθέλωσιν, οὐχ ἵνα δείξωσι θαυμαστὸν τὸν οὐκ ὄντα τοιοῦτον. Οὐ πρὸς τούτους δὲ μόνον ἐκείνῳ τῷ γενναίῳ ὁ ἀγών, ἀλλὰ καὶ πρὸς ἀπειρίαν ὅλου δήμου πολλάκις. Ἐπειδὴ γὰρ οὐκ ἔνεστιν ἐξ ἐλλογίμων ἀνδρῶν συλλέγεσθαι τοὺς συνερχομένους ἅπαντας, ἀλλὰ τὸ πλέον τῆς ἐκκλησίας μέρος ἐξ ἰδιωτῶν συνῆχθαι συμβαίνει, τοὺς δὲ λοιποὺς καὶ αὐτοὺς ἐκείνων μὲν εἶναι συνετωτέρους, τῶν δὲ λόγους κρῖναι δυναμένων λείπεσθαι πολλῷ πλέον, ἢ ὅσον ἐκείνων οἱ λοιποὶ πάντες, ἕνα δὲ μόλις ἢ δεύτερον καθῆσθαι τὸν ταύτην κεκτημένον τὴν ἀρετήν, ἀνάγκη τὸν ἄμεινον εἰπόντα ἐλάττονας ἀπενέγκασθαι κρότους, ἔστι δὲ ὅτε μηδὲ ἐπαινεθέντα ἀπελθεῖν. Καὶ δὲ πρὸς ταύτας γενναίως παρεσκευάσθαι τὰς ἀνωμαλίας, καὶ τοῖς μὲν δι’ ἀμαθίαν ταῦτα πάσχουσι συγγινώσκειν, τοὺς δὲ διὰ φθόνον τοῦτο ὑπομένοντας δακρύειν ὡς ἀθλίους ὄντας καὶ ἐλεεινούς, μηδετέρῳ δὲ τούτων ἐλάττω τὴν αὐτοῦ νομίζειν γεγενῆσθαι δύναμιν. Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν ἄριστος, καὶ πάντων κατὰ τὴν τέχνην κρατῶν, τὴν μετὰ πολλῆς τῆς ἀκριβείας ἀναγεγραμμένην εἰκόνα ὑπὸ τῶν τῆς τέχνης ἀπείρων σκωπτομένην ἑώρα, ἔδει καταπεσεῖν, καὶ τῇ κρίσει τῶν οὐκ εἰδότων φαύλην ἡγεῖσθαι τὴν γραφήν, ὥσπερ οὐδὲ τὴν ὄντως φαύλην θαυμαστὴν τινα καὶ ἐπέραστον ἀπὸ τῆς τῶν ἀτέχνων ἐκπλήξεως.
ζ’. Ὁ γὰρ ἄριστος δημιουργὸς αὐτὸς ἔστω καὶ κριτὴς τῶν αὐτοῦ τεχνημάτων, καὶ καλὰ καὶ φαῦλα ταύτῃ τιθέσθω τὰ γινόμενα, ὅταν ὁ τεχνησάμενος αὐτὰ νοῦς ταύτας φέρῃ τὰς ψήφους τὴν δὲ τῷ ἔξωθεν δόξαν, τὴν πεπλανημένην καὶ ἄτεχνον, μηδὲ εἰς νοῦν βαλλέσθω ποτέ. Μὴ τοίνυν μήτε ὁ τῆς διδασκαλίας ἀναδεξάμενος τὸν ἀγῶνα, ταῖς τῶν ἔξωθεν εὐφημίαις προσεχέτω, μηδὲ ἀπὸ τούτων τὴν ἑαυτοῦ καταβαλλέτω ψυχήν. Ἀλλ’ ἐργαζόμενος τοὺς λόγους, ὡς ἂν ἀρέσειε τῷ Θεῷ (οὗτος γὰρ αὐτῷ κανὼν καὶ ὄρος ἔστω μόνος τῆς ἀρίστης δημιουργίας ἐκείνων, μὴ κρότοι, μηδὲ εὐφημίαι), εἰ μὲν ἐπαινοῖτο καὶ παρὰ τῶν ἀνθρώπων, μὴ διακρουέσθω τὰ ἐγκώμια, μὴ παρεχόντων δὲ αὐτὰ τῶν ἀκροατῶν, μὴ ζητείτω, μηδὲ ἀλγείτω· ἱκανὴ γὰρ αὐτῷ παραμυθία τῶν πόνων, καὶ πάντων μείζων, ὅταν ἑαυτῷ συνειδέναι δύνηται, πρὸς ἀρέσκειαν τοῦ Θεοῦ συντιθεὶς καὶ ῥυθμίζων τὴν διδασκαλίαν.
η’. Καὶ γὰρ ἂν φθάσῃ τῇ τῶν ἀλόγων ἐπαίνων ἐπιθυμίᾳ ἁλῶναι, οὐδὲν αὐτῷ τῶν πολλῶν πόνων ὄφελος, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως, τὰς γὰρ ἀνοήτους τῶν πολλῶν καταγνώσεις μὴ δυναμένη φέρειν ψυχὴ ἐκλύεται, καὶ τὴν περὶ τὸ λέγειν ῥίπτει σπουδήν. Διὰ τοῦτο χρὴ μάλιστα πάντων πεπαιδεῦσθαι ἐπαίνων ὑπερορᾷν· οὐ γὰρ ἀρκεῖ τὸ λέγειν εἰδέναι πρὸς τὴν ταύτης τῆς δυνάμεως φυλακήν, ἂν μὴ καὶ τοῦτο προσῇ. Εἰ δὲ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι καὶ τὸν ἐν ἐνδείᾳ καθεστῶτα ταύτης τῆς ἀρετῆς, εὑρήσει δεόμενον τοῦ τῶν ἐπαίνων καταφρονεῖν οὐχ ἧττον ἢ τοῦτον. Καὶ γὰρ πολλὰ γὰρ ἁμαρτάνειν ἀναγκασθήσεται, τῆς τῶν πολλῶν δόξης ἥττων γενόμενος. Ἀτόνων γὰρ ἐξισωθῆναι τοῖς εὐδοκιμοῦσι κατὰ τὴν τοῦ λέγειν ἀρετήν, ἐπιβουλεύειν τε καὶ διαφθονεῖσθαι αὐτοῖς, καὶ μέμφεσθαι μάτην, καὶ πολλὰ τοιαῦτα ἀσχημονεῖν οὐ παραιτήσεται, ἀλλὰ πάντα τολμήσει, κἂν τὴν ψυχὴν ἀπολέσαι δέῃ, ὑπὲρ τοῦ τὴν ἐκείνων δόξαν εἰς τὴν τῆς ἰδίας εὐτελείας καταγαγεῖν ταπεινότητα. Πρὸς δὲ τούτοις καὶ τῶν ἱδρώτων ἀποστήσεται τῶν περὶ τὸ πονεῖν, νάρκης ὥσπερ τινὸς κατασκεδασθείσης αὐτοῦ τῇ ψυχῇ. Τὸ γὰρ πολλὰ μοχθοῦντα ἐλάττονα καρποῦσθαι ἐγκώμια, ἱκανὸν καταβαλεῖν καὶ τρέψαι πρὸς ὕπνον βαθὺν τὸν οὐ δυνάμενον ἐγκωμίων καταφρονεῖν. Ἐπεὶ καὶ ὁ γεωργός, ὅταν εἰς λεπτόγεων κάμνῃ χωρίον, καὶ πέτρας ἀναγκάζηται γεωργεῖν, ταχέως ἀφίσταται τοῦ πονεῖν, ἣν μὴ πολλὴν περὶ τὸ πρᾶγμα κεκτημένος ᾗ, τὴν προθυμίαν, ἢ λιμοῦ δέος ἐπικείμενον ἔχῃ. Εἰ γὰρ οἱ μετὰ πολλῆς τῆς ἐξουσίας δυνάμενοι λέγειν τοσαύτης δέονται τῆς γυμνασίας πρὸς τὴν τῆς κτήσεως φυλακήν, ὁ μηδὲν ὅλως συναγαγών, ἀλλ’ ἐν τοῖς ἀγῶσιν ἀναγκαζόμενος μελετᾷν, πόσην ὑποστήσεται τὴν δυσχέρειαν πόσον θόρυβον, πόσην ταραχήν, ἵνα πολλῷ τῷ μόχθῳ μικρὸν τι συναγαγεῖν δυνηθῇ; Ἐὰν δὲ τις καὶ τῶν μετ’ αὐτὸν τεταγμένων, καὶ τὴν ἐλάττω τάξιν λαχόντων, ἐν τῷ μέρει τούτῳ μᾶλλον ἐκείνου διαφανῆναι δυνηθῇ, θείας τινὸς δεῖ ψυχῆς ἐνταῦθα, ὥστε μὴ ἁλῶναι βασκανία, μηδὲ ὑπὸ ἀθυμίας καταπεσεῖν. Τὸ γὰρ ὑπὸ τῶν ἐλαττόνων παρευημερεῖσθαι αὐτὸν ἐν ἀξιώματι καθεστῶτα μείζονι, καὶ φέρειν γενναίως, οὐ τῆς τυχούσης, οὐδὲ τῆς ἡμέρας, ἀλλὰ τινος ἀδαμαντίνης ἂν εἴη ψυχῆς. Κἂν μὲν ἐπιεικὴς ᾗ καὶ μέτριος ἄγαν ὁ παρευδοκιμῶν, φορητὸν ὁπωσοῦν γίνεται τὸ πάθος· ἂν δὲ καὶ θρασὺς καὶ ἀλαζὼν καὶ φιλόδοξος, θάνατον ἐκείνῳ καθ’ ἑκάστην εὐκτέον ἡμέραν· οὕτως αὐτῷ πικρὰν καταστήσει τὴν ζωὴν ἐπεμβαίνων φανερῶς, καταμωκώμενος λάθρα, τῆς ἐξουσίας πολλὰ παραπεσὼν τῆς ἐκείνου, πάντα αὐτὸς εἶναι βουλόμενος. Μεγίστην δὲ ἂν ἅπασι τοιούτοις τὴν ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παῤῥησίαν, καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδήν, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων. Ἢ οὐκ οἶδας, ὅσος ταῖς τῶν Χριστιανῶν ψυχαῖς λόγων ἔρως εἰσεκώμασε νῦν, καὶ ὅτι μάλιστα πάντων οἱ τούτους ἀσκοῦντες ἐν τιμῇ οὐ παρὰ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς τῆς πίστεως οἰκείοις; Πῶς οὖν ἂν τις ἐνέγκοι τοσαύτην αἰσχύνην, ὅταν αὐτοῦ μὲν φθεγγομένου πάντες σιγῶσι, καὶ διενοχλεῖσθαι νομίζωσι, καὶ τοῦ λόγου τὸ τέλος ὥσπερ τινὰ πόνων ἀνάπαυσιν περιμένωσι, θατέρου δὲ καὶ μακρὰ λέγοντος μετὰ μακροθυμίας ἀκούωσιν, καὶ παύσεσθαι μέλλοντος δυσχεραίνωσι, καὶ σιγᾷν βουλομένου παροξύνωνται; Ταῦτα γὰρ εἰ καὶ μικρὰ σοι δοκεῖ νῦν εἶναι καὶ εὐκαταφρόνητα, διὰ τὸ ἀπέρατον, ἀλλ’ ἱκανὰ γὲ ἐστι προθυμίαν σβέσαι, καὶ ψυχῆς παραλῦσαι δύναμιν, ἣν μὴ πάντων τις ἑαυτὸν τῶν ἀνθρωπίνων ἀνασπάσας παθῶν, ὁμοίως ταῖς ἀσωμάτοις μελετήσῃ διακεῖσθαι δυνάμεσιν, αἳ μήτε φθόνῳ, μήτε δόξης ἔρωτι, μήτε ἑτέρῳ τινὶ τοι οὕτω θηρῶνται νοσήματι. Εἰ μὲν οὖν τὶς ἐστιν ἀνθρώπων τοιοῦτος, ὡς δύνασθαι τὸ δυσθήρατον τοῦτο καὶ ἀκαταγώνιστον ἀνήμερον θηρίον, τὴν τῶν πολλῶν δόξαν, καταπατεῖν, καὶ τὰς πολλὰς αὐτῆς ἐκτεμεῖν κεφαλάς, μᾶλλον δὲ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρεῖν, δυνήσεται εὐκόλως καὶ τὰς πολλὰς ταύτας ἀποκρούεσθαι προσβολάς, καὶ εὐδίου τινὸς ἀπολαύειν λιμένος· ταύτης δὲ οὐκ ἀπηλλαγμένος πόλεμόν τινα πολυειδῆ, καὶ θόρυβον συνεχῆ, καὶ ἀθυμίας, καὶ τῶν λοιπῶν παθῶν τὸν ὄχλον κατασκεδάζει τῆς ἑαυτοῦ ψυχῆς. Τὶ δὲ τὰς λοιπὰς καταλέγειν δυσκολίας, ἃς οὔτε εἰπεῖν οὔτε μαθεῖν δυνήσεται τις, μὴ ἐπὶ τῶν πραγμάτων γενόμενος αὐτῶν;
Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου