ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Ἕβδομος Κατὰ Ἰουδαίων

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Ἕβδομος Κατὰ Ἰουδαίων



Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ἕβδομος  Κατὰ Ἰουδαίων



α’. Ἆρα κόρον ἐλάβετε τῆς πρὸς Ἰουδαίους μάχης; Ἢ βούλεσθε καὶ σήμερον τῆς αὐτῆς ὑποθέσεως ἁψώμεθα πάλιν; Εἰ γὰρ καὶ πολλὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀλλ’ ὅμως ὑμᾶς ἐπιθυμεῖν οἶμαι τῆς αὐτῆς ἀκροάσεως πάλιν. Ὁ γὰρ τῆς εἰς τὸν Χριστὸν ἀγάπης, οὐκ ἔχων κόρον, οὐδὲ τῆς πρὸς τοὺς μισοῦντας αὐτὸν μάχης λήψεται κόρον ποτέ. Χωρὶς δὲ τούτων, καὶ ἄλλως ἡμῖν ἀναγκαῖος οὗτος ὁ λόγος· ἔτι γὰρ λείψανα τῶν ἑορτῶν αὐτῶν ὑπολέλειπται. Ἀλλ’ ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστείαι μέθης καὶ κώμου παντὸς ἦσαν αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ’ αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· τόλμα γὰρ ἐσχάτη καὶ παρανομία τὸ μὴ οὕτως ὑποπτεύειν περὶ ἐκείνων.


Ὄτα γὰρ τῷ Θεῷ φιλονεικοῦντες, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες πράττωσι, πῶς οὐ χρὴ τοιαύτην περὶ αὐτῶν ψῆφον ἐκφέρειν; Ἦν ποτε σεμνὴ αὕτη ἡ ἑορτή, ὅτε κατὰ νόμον ἐγίνετο, καὶ τοῦ Θεοῦ κελεύοντος, νυνὶ δὲ οὐκ ἔτι· τὸ γὰρ ἀξίωμα αὐτῆς ἅπαν ἀνῄρηται τῷ παρὰ γνώμην τοῦ Θεοῦ γίνεσθαι. Καὶ οἱ μάλιστα καθυβρίζοντες καὶ τὸν νόμον καὶ τὰς ἑορτὰς τὰ παλαιᾶς, οὗτοι μάλιστα πάντων εἰσιν οἱ δοκοῦντες νῦν ἐπιτελεῖν· οἱ δὲ μάλιστα τὸν νόμον τιμῶντες ἡμεῖς, οἱ καθάπερ γεγηρακότα ἄνθρωπον ἀναπαύοντες, καὶ οὐχ ἕλκοντες εἰς τὰ σκάμματα μετὰ τὴν πολιάν, οὐδὲ παρὰ καιρὸν ἀγωνίζεσθαι ἀναγκάζοντες. Ὅτι γὰρ οὐκ ἔστι νόμου καιρὸς νῦν, οὔτε τῆς παλαιᾶς πολιτείας, ἱκανῶς μὲν καὶ ἔμπροσθεν ἀπεδείξαμεν· φέρε δὴ καὶ τὰ λείψανα γυμνάσωμεν τήμερον. Ἤρκει μὲν οὖν δείξαντα διὰ τῶν προφητῶν ἁπάντων, ὅτι τὸ ποιεῖν τι τοιούτων ἔξω τῶν Ἱεροσολύμων παρανομία τὶς ἐστι καὶ ἀσέβεια, ἀπηλλάχθαι πραγμάτων. Εἰ γὰρ καὶ ἀληθὲς ἦν, ὃ πανταχοῦ κομπάζοντες ἀεὶ ψιθυρίζουσιν, ὅτι τὴν πόλιν ἀπολήψονται πάλιν, οὐδὲ οὕτως ἀπηλλάχθαι τῶν τῆς παρανομίας ἐγκλημάτων ἐδύναντο. Πλὴν ἀλλ’ ἡμεῖς ἐκ περιουσίας καὶ τοῦτο ἀπεδείξαμεν, ὅτι οὔτε ἀναστήσεται λοιπὸν ἡ πόλις, οὔτε ἀπολήψονται τὴν ἑαυτῶν πολιτείαν.
Τούτου δὲ ἀποδειχθέντος, καὶ τὰ λοιπὰ ἅπαντα συνωμολόγητο, οἷον ὡς οὔτε θυσίας εἶδος, οὔτε ὁλοκαυτώσεως, οὐχ ἡ τοῦ νόμου δύναμις, οὐκ ἄλλο τι τῆς πολιτείας ἐκείνης στῆναι δυνήσεται. Πρῶτον μὲν γὰρ ἐκέλευσεν ὁ νόμος τρὶς τοῦ ἐνιαυτοῦ πᾶν ἀρσενικὸν εἰς τὸν ναὸν ἀναβαίνειν· τοῦ δὲ ναοῦ καταλυθέντος, ἀδύνατον τοῦτο γενέσθαι. Μετὰ ταῦτα πάλιν ἐπέταττε τὸν γονοῤῥυῆ, τὸν λεπρόν, τὴν ἐν καταμινίοις γυναίκια, τὴν λεχῶ, θυσίας ἀναφέρειν· καὶ τοῦτο δὲ πάλιν ἀδύνατον, οὐκ ὄντος τοῦ τόπου. Οὐδὲ τοῦ βωμοῦ φαινομένου. Ἐκέλευσεν ᾄδειν ἱεροὺς ὕμνους· καὶ τοῦτο ἔμπροσθεν ἀπεδείξαμεν ἀπὸ τοῦ τόπου κωλυόμενον, καὶ τοὺς προφήτας ἐγκαλοῦντας, καὶ λέγοντας ὅτι ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίαν. Ὅταν τοίνυν μηδὲ ἀναγινώσκεσθαι δυνατὸν ἦν τὸν νόμον ἔξω τῆς πόλεως, πῶς αὐτὸν πράττειν ἔξω τῆς πόλεως δυνατόν; Διὰ τοὐν τοῦτο καὶ ἀπειλῶν αὐτοῖς ἔλεγεν· «Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν ἐκπορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσι». Τὶ δὲ τοῦτό ἐστι; Νόμον ὑμῖν ἀναγνοὺς παλαιόν, σαφέστερον ποιῆσαι πειράσομαι. Τὶς οὖν ἐστιν ὁ νόμος; «Ἐὰν παραβῇ γυνὴ κατὰ τοῦ ἀνδρὸς αὐτῆς, καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα, καὶ κοιμηθῇ τις μετ’ αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρός, καὶ μάρτυς μὴ ᾗ κατ’ αὐτῆς, καὶ μὴ ᾗ συνειλημμένη, καὶ ἐπέλθῃ ἐπ’ αὐτῷ πνεῦμα ζηλώσεως, αὕτη δὲ μὴ ᾗ μεμιασμένη». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐὰν μοιχευθῇ, φησί, γυνή, καὶ ὑποπτεύσῃ τὴν μοιχείαν ὁ ἀνήρ, ἢ μὴ μοιχευθῇ, οὗτος δὲ ὑποπτεύσῃ, καὶ μήτε μάρτυς ᾗ, μήτε κύησις ἐλέγχουσα, «ἄξει αὐτὴν πρὸς τὸν ἱερέα, φησί, καὶ προσοίσει τὸ δῶρον αὐτῆς ἄλευρον κρίθινον». Τὶ δήποτε οὐ σεμίδαλιν, οὐκ ἄλευρον πυροῦ, ἀλλὰ κρίθινον; Ἐπειδὴ πένθος ἐστὶ καὶ κατάγνωσις καὶ ὑποψίᾳ πονηρὰ τὸ γινόμενον, ἐμιμεῖτο τὴν συμφορὰν τῆς οἰκείας θυσίας τὸ σχῆμα· διὰ γὰρ τοῦτό φησιν· «Οὐκ ἐπιχεεῖς ἐπ’ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσεις ἐπ’ αὐτὸ λίβανον. Εἶτα (δεῖ γὰρ ἐπιτεμεῖν) καὶ προσάξει αὐτὴν ὁ ἱερεύς, καὶ λήψεται ὕδωρ καθαρὸν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους λαβών, ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει τὴν γυναῖκα, καὶ ὁρκιεῖ αὐτήν, καὶ ἐρεῖ· εἰ μὴ παρέβης μιανθῆναι πρὸς τὸν ἄνδρα τὴν σεαυτῆς, σῶα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ· εἰ δὲ παρέβης καὶ μεμίανσαι, καὶ ἔδωκε τις τὴν κοίτην αὐτοῦ ἐν σοί, πλὴν τοῦ ἀνδρὸς σου, δώῃ Κύριός σε ἂν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ». Τὶ ἔστιν, «Ἐν ἀρᾷ καὶ ἐνόρκιον»; Ἵνα λέγωσι· Μὴ πάθοιμι ὡς ἔπαθεν ἡ δεῖνα γυνή. «Ἐν τῷ δοῦναι Κύριον τὴν κοιλίαν σου ἐμπεπρισμένην, καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικατηραμένον πρῖσαι τὴν γαστέρα σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο. Καὶ ἔσται, ἐὰν ᾗ μεμιασμένη, εἰσελεύσεται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ, καὶ πρίσει τὴν κοιλίαν αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀράν. Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνή, ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα». Ἐπεὶ οὖν εἰς αἰχμαλωσίαν ἀπελθόντων αὐτῶν, οὐδὲν τούτων γενέσθαι δυνατὸν ἦν, οὔτε τοῦ ναοῦ ὄντος, οὔτε τοῦ βωμοῦ, οὔτε σῆς σκηνῆς, οὔτε τῆς θυσίας ἀναφερομένης, ἀπειλῶν ἔλεγεν· «Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσι».


β’. Ὁρᾷς ἀπὸ τοῦ τόπου τὴν ἰσχὺν ἔχοντα τὸν νόμον; Ὅτι δὲ οὔτε τὸν ἱερέα δυνατὸν εἶναι, τῆς πόλεως οὐκ οὔσης, δῆλον ἐκ τούτου. Ὥσπερ γὰρ βασιλέα οὐ δυνατὸν εἶναι, στρατοπέδων οὐκ ὄντων, οὐ διαδήματος, οὐχ ἁλουργίδος, οὐ τῶν ἄλλων τῶν τὴν βασιλείαν συγκροτούντων· οὕτως οὐδὲ ἱερέα δυνατὸν εἶναι, θυσίας ἀνῃρημένης, προσφορὰς κεκωλυμένης, τῶν ἁγίων πεπατημένων, τοῦ σχήματος παντὸς ἠφανισμένου· ἡ γὰρ ἱερωσύνη ἐν τούτοις ἅπασιν ἦν. Ἤρκει μὲν οὖν, ὅπερ ἔφθην εἰπών, πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μήτε θυσίας, μήτε ὁλοκαυτώματα, μήτε τοὺς λοιποὺς καθαρμούς, μήτε ἄλλο τι τῆς Ἰουδαϊκῆς πολιτείας ἐπανήξειν· λοιπὸν ἡ ἀπόδειξις τοῦ μηκέτι στήσεσθαι τὸν ναόν· ὥσπερ γὰρ οὐκ ὄντος τούτου νῦν πάντα ἀνῄρηται, κἂν δοκῇ τὶ γίνεσθαι, παρανόμως τολμᾶται· οὕτως ἀποδείξαντος τοῦ λόγου ὅτι οὐδέποτε ἐπανήξει πρὸς τὸ οἰκεῖον σχῆμα, κἀκεῖνο συναποδέδεικται, ὅτι οὔτε ἡ λοιπὴ λατρεία πρὸς τὴν προτέραν ἐπανήξει κατάστασιν πάλιν, οὐχ ἱερεὺς ἔσται τις, οὐ βασιλεύς. Εἰ γὰρ τοῖς ἐκ τοῦ σπέρματος αὐτῶν, καὶ τὶς ἦν τῶν ἰδιωτευόντων, οὐκ ἐφεῖτο γοῦν λατρεύειν ἀλλογενέσι, πολλῷ μᾶλλον αὐτὸν τὸν βασιλέα ὑποκεῖσθαι ἑτέροις, θέμις οὐκ ἦν. Πλὴν ἀλλ’ ἐπειδὴ ἄγων ἡμῖν ἐστι καὶ σπουδή, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἦθος. Τὶς οὖν ταῦτά φησιν; Ὁ θαυμαστὸς καὶ μέγας προφήτης Δαυΐδ. Οὗτος γὰρ δηλῶν ὅτι θυσιῶν ἡ μὲν ἐκβάλλεσθαι μέλλει, ἡ δὲ εἰσάγεσθαι, οὕτως ἔλεγε· «Πολλὰ ἐποίησας, σύ, Κύριε ὁ Θεὸς μου, τὰ θαυμασία σοῦ, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τὶς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα». Ὅρα σοφίαν προφήτου. Εἰπών, «Πολλὰ ἐποίησας σύ, Κύριε ὁ Θεὸς μού, τὰ θαυμάσιά σου», καὶ ἐκπλαγεὶς τὴν τοῦ Θεοῦ θαυματουργίαν, οὐδὲν περὶ τῆς ὁρωμένης ἡμῖν διαλέγεται κτίσεως, οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ὕδατος, καὶ πυρός, οὐ περὶ τῶν κατ’ Αἴγυπτον γενομένων παραδόξων ἐκείνων θαυμάτων, οὐ πὲρ ἄλλων τινῶν τοιούτων σημείων, ἀλλὰ τίνα φησὶ θαυμαστὰ εἶναι; «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας». Τὶ λέγεις; Εἰπὲ μοι· τοῦτό ἐστι τὸ παράδοξον καὶ θαυμαστόν; Οὐχί, φησίν· οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγήν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν Δεσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον· καὶ ἔτι συνιδὼν ὅτι οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ Ἰουδαῖοι οἱ ἀτελέστερον διακείμενοι, τὴν διὰ θυσιῶν καὶ ὁλοκαυτωμάτων καὶ τῶν ἄλλων τῶν σωματικῶν ἀφέντες θεραπείαν, ἐπὶ τὴν ἡμετέραν καὶ οὗτοι φιλοσοφίαν ἤχθησαν· καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολή, καὶ πῶς αὐτὰ μετεῤῥύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν (ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ), ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε· «Πολλὰ ἐποίησας σύ, Κύριε ὁ Θεὸς μου, τὰ θαυμάσιά σου». Καὶ ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ τὴν προφητείαν ταύτην ἅπασαν προλέγει, εἰπών, «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας», ἐπήγαγε, «Σῶμα δὲ κατηρτίσω μοι»· τὸ σῶμα λέγων τὸ δεσποτικόν, τὴν κοινὴν ὑπὲρ τῆς οἰκουμένης γενομένην θυσίαν, ἢ τὰς ψυχὰς ἡμῶν ἐξεκάθηρε, καὶ τὰς ἁμαρτίας κατέλυσε, καὶ τὸν θάνατον ἔσβεσε, καὶ τοὺς οὐρανοὺς ἀνέῳξε, καὶ πολλὰς καὶ μεγάλας ἡμῖν ἐλπίδας ὑπέδειξε, καὶ τὰ ἀλλὰ πάντα κατεσκεύασεν· ἅπερ οὖν καὶ ὁ Παῦλος εἰδώς, ἐβόα λέγων· «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ»! Ταῦτα οὖν ἅπαντα προορῶν ἔλεγε· «Πολλὰ ποιήσας σύ, Κύριε ὁ Θεὸς μου, τὰ θαυμάσιά σου». Εἶτα εἰπὼν ἐκ προσώπου τοῦ Χριστοῦ, ὅτι «Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας», ἐπήγαγε. «Τότε εἶπον, ἰδοὺ ἥκω». Τότε πότε; Ὅτε τῶν τελειοτέρων διδαγμάτων ἐστὶν ὁ καιρός· τὰ μὲν γὰρ ἀτελεστέρα διὰ τῶν δούλων αὐτοῦ μαθεῖν ἔδει, τὰ δὲ ὑψηλοτέρα καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἀνθρωπίνην παρ’ αὐτοῦ τοῦ νομοθέτου· διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε». Καὶ πάλιν ὁ Ἰωάννης, «Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο». Ὥστε τοῦ νόμου μέγιστον καὶ τοῦτο ἐγκώμιον, τὸ παρασκευάσαι τῷ διδασκάλῳ τὴν φύσιν τὴν ἀνθρωπίνην. Εἶτα, ἵνα μὴ νομίσῃς αὐτὸν πρόσφατον εἶναι Θεόν, μηδὲ καινοτομίαν τινὰ εἰσάγειν, ἄκουσον τὶ φησιν· «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ». Πάλαι μου, φησί, τὴν παρουσίαν προανεφώνησαν οἱ προφῆται, καὶ ἐν ἀρχῇ τῶν βιβλίων τὴν γνῶσιν τῆς ἐμῆς θεότητος τοῖς ἀνθρώποις παρήνοιξαν.


γ’. Ὅταν οὖν ὁ Θεὸς λέγῃ, ἐν ἀρχῇ τῆς κτίσεως, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν», αἰνιγματωδῶς ἡμῖν τοῦ Υἱοῦ τὴν θεότητα ἀποκαλύπτει, πρὸς ὃν διαλέγεται. Εἶτα δεικνὺς ὡς οὐκ ἐναντία αὕτη τῇ προτέρᾳ πολιτείᾳ, ἀλλὰ καὶ τοῦτο θέλημα Θεοῦ ἦν, καταλυθῆναι μὲν ἐκείνην τὴν θυσίαν, ἀντεισαχθῆναι δὲ ταύτην (ἐπίτασις γὰρ ἦν τῆς διορθώσεως, οὐκ ἐναντίωσις οὐδὲ μάχη), εἰπών, «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ», ἐπήγαγε, «Τοῦ ποιῆσαι τὸ θελημὰ σοῦ, ὁ Θεός, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου»· εἶτα λέγων, τὶ ποτὲ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, παρεὶς θυσίαν εἰπεῖν, καὶ ὁλοκαυτώματα καὶ προσφορὰς καὶ πόνους καὶ ἱδρῶτας, φησίν, «Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησία μεγάλη». Τὶ ποτὲ ἐστιν, Εὐηγγελισάμην δικαιοσύνην; Οὐκ εἶπεν ἁπλῶς, Ἔδωκα, ἀλλ’ Εὐηγγελισάμην. Τὶ δήποτε; Ὅτι οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ πόνων, οὐδὲ ἀμοιβῆς, ἀλλ’ ἀπὸ χάριτος μόνης τὸ γένος ἐδικαίωσε τὸ ἡμέτερον. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· «Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται»· δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, οὐ διὰ καμάτου τινὸς καὶ πόνου. Καὶ ταύτης δὲ ἐπιλαμβανόμενος τῆς μαρτυρίας οὕτως ἔλεγεν· «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι», τὴν εἴσοδον τοῦ Μονογενοῦς εἰς τὸν κόσμον λέγων, τὴν διὰ σαρκὸς οἰκονομίαν. Οὕτω γὰρ πρὸς ἡμᾶς παρεγένετο, οὐ τόπον ἀμείψας ἐκ τόπου, (πῶς γὰρ ὁ πανταχοῦ ὤν, καὶ πάντα πληρῶν;) ἀλλὰ διὰ σαρκὸς ἡμῖν φανερωθείς. Ἀλλ’ ἐπειδὴ οὐχὶ πρὸς Ἰουδαίους ἐστὶν ἡμῖν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας καὶ πολλοὺς τῶν αἱρετικῶν, φέρε βαθύτερόν τι νόημα ἐνταῦθα ὑμῖν ἀποκαλύψωμεν, καὶ ζητήσωμεν, τὶ δήποτε, μυριὰς ἔχων μαρτυρίας ὁ Παῦλος, αἳ τὸν νόμον ἀργεῖν ποιοῦσι καὶ τὴν παλαιὰν πολιτείαν, ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοῦτο ἐποίησεν, ἀλλὰ μετὰ τινος λόγου καὶ σοφίας ἀφάτου. Ὅτι γὰρ καὶ ἑτέρας εἶχε μαρτυρίας μακροτέρας καὶ σφοδροτέρας, εἴπερ ἐβούλετο παραγαγεῖν, ὑπὲρ τῆς ὑποθέσεως ταύτης, πάντες ἂν ὁμολογήσαιεν. Καὶ γὰρ καὶ ὁ Ἠσαΐας φησίν, «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τὶς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοι ἐστίν». Καὶ ἑτέρωθι πάλιν· «Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ ἔγκοπόν σε ἐποίησα, Ἰσραήλ, οὐκ ἔδοξας με ἐν θυσίαις, οὐδὲ ἐδούλευσάς μοι ἐν δώροις σου, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα». Καὶ ὁ Ἱερεμίας δέ, «Ἰνάτι μοι λιβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐχ ἥδυνάν με». Καὶ πάλιν «Συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα». Καὶ ἕτερος δὲ τῶν προφητῶν οὕτως ἔλεγεν· «Μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι». Καὶ πάλιν ἀλλαχοῦ τῶν Ἰουδαίων λεγόντων, «Εἰ προσδέξεται Κύριος ἐν ὁλοκαυτώμασιν, εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου»; Καὶ ὁ προφήτης ἐπιτιμῶν αὐτοῖς ἔλεγεν, «Ἀπηγγέλη σοι, ἄνθρωπε, τὶ καλόν, καὶ τὶ Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ ἀγαπᾶν ἔλεον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην, καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὁπόσῳ Κυρίου τοῦ Θεοῦ σου». Καὶ ὁ Δαυῒδ οὕτως ἔλεγεν· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους». Τίνος οὖν ἕνεκεν τοσαύτας ἔχων μαρτυρίας εἰπεῖν, δι’ ὧν ὁ Θεὸς φαίνηται τὰς θυσίας παραιτούμενος ἐκείνας, τὰς νουμηνίας, τὰ σάββατα, τὰς ἑορτάς, πάσας ἐκείνας ἀφείς, ταύτης ἐμνήσθης μόνης; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ἤδη τὴν αἰτίαν ἐροῦμεν. Πολλοὶ τῶν ἀπίστων καὶ Ἰουδαίων αὐτῶν μαχόμενοι πρὸς ἡμᾶς λέγουσιν, ὅτι ἡ παλαιὰ καταλέλυται πολιτεία οὐ διὰ τὸ ἀτέλεστον αὐτῆς, οὐδὲ διὰ τὸ μείζονα εἰσενεχθῆναι τὴν ἡμετέραν πολιτείαν, ἀλλὰ διὰ τὴν πονηρίαν τῶν τότε προσφερόντων τὰς θυσίας. Ὁ γοῦν Ἠσαΐας φησίν· «Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμοὺς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν». Εἶτα τὴν αἰτίαν προσθείς, ἐπάγων λέγων· «Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις». Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορίᾳ, ἀλλὰ τῆς τῶν προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ Δαυῒδ εἰπὼν ὅτι, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίῳ σοῦ χιμάῤῥους», ἐπήγαγε λέγων· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἰνάτι σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ τοῦ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασεν ἀδικίαν, καὶ ἡ γλῶττά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς σου ἐτίθεις σκάνδαλον». Ὅθεν δῆλον ὅτι οὐχ ἁπλῶς ἐνταῦθα παρῃτήσατο τὰς θυσίας, ἀλλ’ ἐπειδὴ ἐμοίχευον, ἐπειδὴ ἔκλεπτον, ἐπειδὴ τοῖς ἀδελφοῖς ἐπεβούλευον. Καὶ ἕκαστος δέ, φησί, τῶν προφητῶν, κατηγορῶν τῶν προσαγόντων τὰς θυσίας, οὕτως αὐτὰς τὸν Θεὸν παραιτεῖσθαι λέγει.




δ’. Ταῦτα οἱ ἀντιλέγοντες ἡμῖν λέγουσιν· ἀλλ’ ἀρκοῦσαν ἔδωκεν αὐτοῖς πληγὴν ὁ Παῦλος, καὶ ἱκανῶς αὐτῶν ἐπεστόμισε τὴν ἀναισχυντίαν διὰ τῆς μαρτυρίας ταύτης. Βουλόμενος γὰρ δεῖξαι ὅτι αὐτὴν τὴν πολιτείαν ὡς ἀτελεστέραν ἀπώσατο ὁ Θεὸς καὶ ἀργεῖν ἐποίησε, ταύτης ἐπελάβετο τῆς μαρτυρίας, ἐν ᾗ κατηγορίᾳ μὲν τῶν προσαγόντων οὐκ ἔστι, τὸ δὲ ἀτελὲς αὐτῆς γυμνὸν αὐτὸ καθ’ ἑαυτὸ φαίνεται. Ὁ γὰρ προφήτης οὐδὲν κατηγορήσας τῶν Ἰουδαίων, ἁπλῶς οὕτω φησίν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα καὶ περὶ τῆς ἁμαρτίας οὐκ ηὐδόκησας». Καὶ ἑρμηνεύων τοῦτο ὁ Παῦλος ἔλεγεν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ». Εἰ μὲν γὰρ εἶπε, «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας», καὶ ἐσίγησεν, εἶεν ἂν τινα χώραν εἰς ἀπολογίαν ὁ λόγος· νῦν δὲ εἰπών, «Σῶμα δὲ κατηρτίσω μοι», καὶ δείξας ἑτέραν εἰσενηνεχθεῖσαν θυσίαν, οὐδεμίαν λοιπὸν ἐλπίδα ἔδωκε τοῦ πάλιν ἐκείνην ἐπανελθεῖν. Καὶ αὐτοῦ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν, ὅτι «Διὰ τῆς προσφορὰς ταύτης ἡγιασμένοι ἐσμὲν ἐν τῷ θελήματι τοῦ Χριστοῦ. Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων, φησί, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων»; Ὅτι μὲν οὖν ἐκεῖνα πέπαυται, καὶ ἕτερα ἀντεισενήνεκται, καὶ οὐκ ἔτι λοιπὸν ἀναστήσεται, ἱκανῶς ἐντεῦθεν ἀποδέδεικται. Φέρε δὴ λοιπόν, ὃ πάλαι ἐσπουδάζομεν δεῖξαι, ὅτι καὶ τῆς ἱερωσύνης ὁ τρόπος ἐκεῖνος οὐκ ἔτι φαίνεται, οὐδὲ ἐπανήξει πάλιν, ῥητῶς τοῦτο καὶ σαφῶς ἀπὸ τῶν Γραφῶν αὐτῶν ποιήσωμεν φανερόν, ὀλίγα πρότερον ὑμῖν προειπόντες, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἀβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Πέρσιδος ἐγέννησε τὸν Ἰσαάκ, εἶτα ἐκεῖνος τὸν Ἰακώβ, ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, ἐξ ὧν ἐγένοντο δέκα καὶ δύο φυλαί, μᾶλλον δὲ τρισκαίδεκα· ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ, Ἐφραὶμ καὶ Μανασσὴς ἐγένοντο φύλαρχοι. Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν Ἰακὼβ ἐπώνυμος ἦν φυλή, τοῦ Ῥουβίμ, τοῦ Συμεών, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Νεφθαλιμ, τοῦ Γάδ, τοῦ Ἀσήρ, τοῦ Βενιαμίν, οὕτως ἐπὶ τοῦ Ἰωσήφ, οἱ παῖδες οἱ ἐκείνου, Μανασσῆς καὶ Ἐφραίμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι· καὶ ἐκαλεῖτο φυλὴ ἡ μὲν τοῦ Ἐφραίμ, ἡ δὲ τοῦ Μανασσῆ. Τῶν τρισκαίδεκα τοίνυν τούτων φυλῶν, αἱ μὲν ἀλλὰ πᾶσαι ἀγροὺς ἔσχον καὶ προσόδους πολλάς, καὶ ἐγεώργουν πᾶσαι, καὶ τὰ ἀλλὰ ἅπαντα ἔπραττον τὰ βιωτικά· ἡ δὲ τοῦ Λευῒ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα, μόνη τῶν μὲν βιωτικῶν ἔργων ἀπήλλακτο, καὶ οὐδὲ ἐγεώργουν, οὐδὲ τέχνας μετήεσαν, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, καὶ οἴνου καὶ πυροῦ καὶ κριθῶν, καὶ τῶν ἄλλων ἁπάντων, τὰς δεκάτας αὐτοῖς ἐδίδοσαν πάντες, καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος· καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ. Ἀπὸ γὰρ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρῶν, τῆς οὐ Λευῒ λέγω, καὶ κατὰ διαδοχὴν οἱ ἔγκονοι ἐκείνου τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἐξ ἑτέρας ἐγένετο φυλῆς ἱερεύς. Οὗτοι τοίνυν οἱ Λευΐται δεκάτας παρ’ αὐτῶν ἐλάμβανον, καὶ οὕτως ἐτρέφοντο. Ἀλλὰ καὶ πρὸ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσαάκ, ἐπὶ τοῦ Ἀβραάμ, οὔπω γενομένου Μωϋσέως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευϊτικῆς δήλης δούσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἱερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων ἀρχὴν λαβόντος, ἐγένετό τις Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ βασιλεὺς καὶ ἱερεὺς ἦν· τύπος γὰρ ἔμελλεν ἔσεσθαι τοῦ Χριστοῦ, καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ γραφή. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ τοῖς Πέρσαις ἐπιπεσών, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα λαβὼν πάντα, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω πως περὶ τοῦ Μελχισεδὲκ ἡ γραφὴ φησι· «Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ ηὐλόγησε τὸν Ἀβραάμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων Ἀβραάμ». Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρῶν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ’ ἐξ ἑτέρας ἀφ’ ἧς οὐδέποτε γέγονεν ἱερεύς, οὐ κατὰ τὴν τάξιν Ἀαρῶν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδέκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἕτερα δὲ νέα ἀντεισενήνεκται. Εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ, ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρῶν, ἔδει λέγεσθαι. Τὶς οὐ τοῦτό φησιν; Αὐτὸς οὗτος ὁ περὶ τῶν θυσιῶν εἰπών, περὶ τοῦ Χριστοῦ διαλεγόμενος· καὶ που τοῦτό φησιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Καθοῦ ἐκ δεξιῶν μου».


ε’. Εἶτα, ἵνα μὴ περὶ τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύῃ τις λέγεσθαι, οὒ φησὶν αὐτὸ ὁ Ἠσαΐας, οὔτε Ἱερεμίας, οὔτε ἄλλος τις προφήτης ἰδιώτης γενόμενος, ἀλλ’ αὐτὸς ὁ βασιλεύς, (ἵνα μάθῃς, ὅτι ὁ) βασιλεὺς δὲ Κύριον ἑαυτοῦ οὐδένα καλέσαι δύναται, ἀλλ’ ἢ τὸν Θεὸν μόνον. Εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἂν τις εἶπε τῶν ἀναισχυντούντων, ὅτι πὲρ ἀνθρώπου λέγει· νυνὶ δὲ βασιλεὺς ὣν ἄνθρωπον ἑαυτοῦ Κύριον οὐκ ἂν ἐκάλεσεν. Πῶς δ’ ἄν, εἰ περὶ τινος τῶν πολλῶν ἀνθρώπων ἔλεγε ταῦτα ὁ Δαυίδ, εἶπεν ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς ἀποῤῥήτου καὶ μεγάλης δόξης ἐκείνης; Τοῦτο γὰρ ἀμήχανον. Περὶ δὲ τούτου φησίν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Καθοῦ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοῦ ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου». Εἶτα, ἵνα μὴ νομίσῃς, αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου». Καὶ σαφέστερον δηλῶν ἔλεγεν, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». Πρὸ ἑωσφόρου δὲ οὐδεὶς ἀνθρώπων γεγέννηται. «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρῶν. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον, εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιά, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰς τοῦτο γοῦν αὐτὸ τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς αὐτὸ σαφέστερον ἐποίησεν. Εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», ἐπήγαγε· «Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος». Εἶτα ἐπιτιμήσας τοῖς μαθηταῖς, δεῖ γὰρ ἐπιτεμεῖν, λέγει, τὶς ἐστιν ὁ Μελχισεδέκ, καὶ ἐπάγει τὴν ἱστορίαν, οὕτω λέγων· «Οὗτος ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ». Εἶτα ἐκκαλύπτων τὸ θεώρημα τοῦ τύπου, «Θεωρεῖτε δὲ πηλίκος οὗτος, φησίν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ» ὁ πατριάρχης. Τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ’ ἐνδείξασθαι βουλόμενος, ὅτι πολλῷ μείζων ἡ καθ’ ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαϊκῆς. Καὶ ἐν τοῖς τύποις αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ διαδείκνυται. Ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ Λευῒ προγονός· τοῦ γὰρ Ἰακὼβ ἦν υἱὸς ὁ Λευΐ. Ἀπὸ γὰρ Λευῒ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. Ἀλλ’ οὗτος ὁ Ἀβραὰμ ὁ προγονὸς τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδέκ, ὃς ἦν τύπος τῆς καθ’ ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε· καὶ τοῦτο δι’ ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ· οἱ γὰρ λαϊκοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι· καὶ ὅτι ηὐλογήθη παρ’ αὐτοῦ· οἱ γὰρ λαϊκοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ’ ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τοῦ Ἰουδαίων, ὁ προγονὸς τῶν Λευιτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς. Καὶ γὰρ ἀμφότερα ταῦτά φησιν ἡ πάλαι, ὅτι καὶ εὐλόγησεν ὁ Μελχισεδὲκ τὸν Ἀβραάμ, καὶ δεδεκάτωσεν αὐτόν. Ταῦτα γοῦν αὐτὰ εἰς μέσον ἀγαγὼν ὁ Παῦλος, ἔλεγε, «Θεωρεῖτε δὲ πηλίκος οὗτος»; Οὗτος τίς; «Ὁ Μελχισεδέκ, φησίν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαόν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οἱ Λευΐται, φησίν, οἱ παρὰ Ἰουδαίοις ἱερεῖς, ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων Ἰουδαίων. Καίτοι γε πάντες ἐκ τοῦ Ἀβραὰμ ἦσαν, καὶ οἱ Λευΐται, καὶ ὁ λοιπὸς λαός, ἀλλ’ ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. Ὁ δὲ Μελχισεδέκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν (οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ’ ἐξ ἑτέρου γένους), δεδεκάτωκε τὸν Ἀβραάμ, τουτέστι, δεκάτας παρ’ αὐτοῦ ἔλαβε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι. Τὶ δὲ τοῦτο; Ὅτι καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, τὸν Ἀβραάμ, πάλιν ηὐλόγησε. Καὶ τὶ τοῦτο, φησί, δείκνυται; Ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων; Πῶς; «Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται». Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραάμ, ὁ προγονὸς τῶν Λευϊτῶν, τοῦ Μελχισεδέκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ’ ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν. Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων· «Καί, ὡς ἔπος εἰπεῖν», τουτέστι σχεδόν, «διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται». Τὶ δὲ ἐστι, «δεδεκάτωται»; Δεκάτας ἔδωκε καὶ αὐτός, φησί, τῷ Μελχισεδέκ, ὁ μηδέπω γεννηθείς, διὰ τοῦ πατρὸς αὐτοῦ· «Ἔτι γάρ, φησίν, ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ»· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, «Ὡς ἔπος εἰπεῖν». Τινὸς οὖν ἕνεκεν ταῦτα ἔλεγεν ἐπάγει λέγων· «Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο), τὶς ἔστι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρῶν λέγεσθαι». Τὶ δὲ ἐστιν ὃ λέγει; Εἰ τὰ πράγματα ἦν τελεία, φησί, τὰ κατὰ Ἰουδαίους, καὶ μὴ σκιὰ ἦν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὔτε ἡ ἱερωσύνη ἡ προτέρα ὑπεξίστασθαι, καὶ ἕτερα ἀντεισάγεσθαι, τινὸς ἕνεκεν ὁ προφήτης ἔλεγεν· «Σὺ ἱερεὺς εἰς τὸ αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ»; Ἔδει γὰρ εἰπεῖν, κατὰ τὴν τάξιν Ἀαρῶν. Διὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τὶς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ κατὰ τὴν τάξιν Ἀαρῶν λέγεσθαι; Δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἕτερα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι καὶ πολιτεία ἕτερα τῇ ἱερωσύνῃ συμβαίνουσα συνεισαχθήσεται, αὕτη ἡ ἡμετέρα δηλονότι, καὶ νομοθεσία βελτίων. Ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος ἔλεγε, «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται, καὶ τούτων δημιουργὸς εἷς ἐστιν». Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων πὲρ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει. Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, «Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φησί, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἢν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησεν». Ὅταν οὖν φανῆται ὁ Χριστὸς ἐξ ἐκείνης ὢν τῆς φυλῆς, δηλονότι τῆς Ἰούδα, καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ, ὁ δὲ Μελχισεδὲκ πολὺ τοῦ Ἀβραὰμ σεμνότερος ὤν· πανταχόθεν συνωμολόγηται, ὅτι καὶ ἕτερα ἀνθ’ ἑτέρας εἰσάγεται ἱερωσύνη πόλη τῆς προτέρας ὑψηλοτέρα. Εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς ἱερωσύνης τῆς Ἰουδαϊκῆς λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια· ὅπερ οὖν κατασκευάζων ἔλεγε· «Περισσότερον ἔτι κατάδηλον ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου». Τὶ ἐστιν, «Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου»; Ὅτι τῶν προσταγμάτων αὐτοῦ οὐδὲν ἦν σαρκικόν. Οὐ γὰρ πρόβατα θύειν καὶ μόσχους ἐπέταξεν, ἀλλὰ διὰ τῆς κατὰ ψυχὴν ἀρετῆς τὸν Θεὸν θεραπεύειν· καὶ τούτων τὰ ἔπαθλα ζωὴν ἡμῖν ἔθηκε τὴν οὐδέποτε καταλυομένην. Καὶ πάλιν νεκρωθέντας ἡμᾶς ὑπὸ τῶν ἁμαρτιῶν ἐλθὼν ἀνέστησε, καὶ ἐζωοποίησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας, τὸν δὲ τῆς σαρκός. Ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθά, διὰ τοῦτό φησιν· «Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου».


ε’. Ἤδη μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι. Ἀλλ’ ὅμως καὶ τοῦτο αὐτὸ ῥητῶς ἐνῆν ἀποδεῖξαι, καὶ τοὺς προφήτας πάλιν παραγαγεῖν μάρτυρας λέγοντας, ὅτι καὶ ὁ νόμος μετατεθήσεται, καὶ ἡ πολιτεία ἐπὶ τὸ βέλτιον μετασχηματισθήσεται, καὶ ὅτι βασιλεὺς οὐδεὶς οὐδέποτε λοιπὸν ἀναστήσεται Ἰουδαῖος.
Ἐπειδὴ δὲ τοσαῦτα χρὴ λέγειν ὅσα δυνατὸν ὑποδέχεσθαι τὸν ἀκροατήν, καὶ μὴ πάντα ὑφ’ ἕν, μηδὲ ἀθρόως, εἰς ἕτερον ἐκεῖνα ταμιευσάμενοι καιρόν, τέως ἐνταῦθα καταλύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων, καὶ τοῖς ἔμπροσθεν λεχθεῖσι ταῦτα συνάψαι· καὶ ὃ πρότερον ἐδεόμεθα, τοῦτο δεησόμεθα καὶ νῦν, τοὺς ἀδελφοὺς ἀνασώσασθαι τοῦ ὑμετέρους, καὶ πολλὴν ὑπὲρ τῶν ἠμελημένων μελῶν ποιήσασθαι πρόνοιαν. Διὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα ἁπλῶς εἴπωμεν, οὐδ’ ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ’ ἵνα ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀποῤῥαγέντας. Καὶ μὴ μοι λεγέτω τις, ὅτι Κοινὸν οὐδὲν ἔχω πρὸς ἐκεῖνον, γένοιτό μοι τὰ ἐμαυτοῦ κατορθῶσαι πράγματα. Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται χωρὶς τῆς τοῦ πλησίον ἀγάπης καὶ σωτηρίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος», εἰδώς, ὅτι τὸ ἑαυτοῦ ἐν τῷ τοῦ πλησίον κεῖται συμφέροντι. Ὑγιαίνεις σύ, ἀλλ’ ὁ ἀδελφὸς σου ἀσθενεῖ. Ἂν τοίνυν εὖ φρονῇς, περὶ τοῦ κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν λέγοντα· «Τὶς ἀσθενεῖ, καὶ οὐ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Εἰ γὰρ δύο καταβάλλοντες ὀβολούς, καὶ δαπανῶντες ὀλίγον ἀργύριον εἰς πένητας, χαίρομεν· ἂν ψυχὰς σῶσαι δυνηθῶμεν, πόσην μὲν καρπωσόμεθα ἡδονήν; Πόσης δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἀπολαύσομεν τῆς ἀμοιβῆς; Καὶ γὰρ καὶ ἐνταῦθα, ὁσάκις ἂν συντύχωμεν, πολλὴν δεξόμεθα τὴν εὐφροσύνην ἀπὸ τῆς συντυχίας, τῶν κατορθωμάτων ἀναμιμνησκόμενοι τῶν κατ’ αὐτούς, καὶ ἐπὶ τοῦ βήματος αὐτοὺς ἐκεῖ θεασάμενοι τοῦ φοβεροῦ, μεγάλης μεθέξομεν τῆς παῤῥησίας. Καὶ καθάπερ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες καὶ ἁρπάζοντες, καὶ μυρία τοῖς πλησίον διατιθέντες κακά, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες (ὄψονται γάρ, φησίν, αὐτοὺς πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο), οὐδὲ ἀνοῖξαι στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλὰ αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τοὺς ποταμοὺς ἀπενεχθήσονται τοῦ πυρός· οὕτως οἱ ζῶντες καὶ διδάσκοντες καὶ κατηχοῦντες, ἰδόντες τοὺς ὑπ’ αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ, πολλῆς ἐμπλησθήσονται τῆς παῤῥησίας. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγε, «Καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ὑμῶν». Πότε, εἰπέ; «Ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ πάλιν ὁ Χριστὸς παραινεῖ λέγων, «Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς». Ὁρᾷς ὅτι πολλῇ παῤῥησίᾳ ἡμῖν γενήσεται ἐκ τῶν νῦν εὐεργετουμένων πὰρ’ ὑμῶν. Εἰ δέ, ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθός, τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ καὶ μεγάλα ἡμῖν ἔσται τὰ ἀγαθά; Εἰ γὰρ ἡ Ταβιθὰ ἐκείνη, χήρας ἐνδύσασα καὶ πενίαν διορθώσασα, ἀπὸ τοῦ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν εὐεργετηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης, τὶ οὐκ ἐργάσεται τῶν ἀνθρώπων ἐκείνων τὰ δάκρυα, ὅσοι ἂν ὑπὸ σοῦ διασωθῶσιν; Ὥσπερ γὰρ ταύτην περιστᾶσαι οἱ χῆραι ζῶσαν ἀπὸ νεκρᾶς ἔδειξαν, οὕτω καὶ σὲ τότε περιστάντες οἱ διασωθέντες νῦν, ποιήσουσι πολλῆς ἀπολαῦσαι φιλανθρωπίας, καὶ τοῦ τῆς γεέννης πυρὸς ἐξαρπάσουσι. Ταῦτ’ οὖν εἰδότες, μὴ μέχρι τῆς παρούσης ὥρας θερμοὶ καὶ διεγηγερμένοι ὦμεν μόνον, ἀλλὰ τὸ πῦρ, ὅπερ ἔχετε νῦν, ἀνάψατε καὶ ἐξελθόντες ἔξω, διανείμασθε τὴν σωτηρίαν τῆς πόλεως, κἂν ἀγνοῆτε, περιεργάσασθε τοὺς τὰ τοιαῦτα νοσοῦντας. Οὕτω γὰρ καὶ ἡμεῖς ὑμῖν προθυμότερον διαλεξόμεθα, διὰ τῶν ἔργων αὐτῶν μαθόντες, ὅτι οὐκ εἰς πέτραν ἐσπείραμεν, καὶ ὑμεῖς αὐτοὶ προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἔσεσθε. Καθάπερ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν, πρὸς τὸ καὶ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν· οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται, ὁ ποιήσας τὶ καλὸν ἔργον καὶ κατορθώσας, ἀπ’ αὐτῆς τοῦ κατορθώματος τῆς ἐργασίας τινὰ παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι. Ἳν’ οὖν καὶ τοὺς ἀδελφοὺς διασώσωμεν, μᾶλλον δὲ παῤῥησίαν πολλὴν προαποθώμεθα, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος τοὺς ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα· καὶ μὴ πρότερον ἀποστῶμεν, ἕως ἂν τὰ παρ’ ἡμῶν ἅπαντα πληρώσωμεν, ἂν τε πείθωνται, ἂν τε μὴ πείθωνται· μᾶλλον δὲ ἀδύνατον Χριστιανοὺς ὄντας μὴ πεισθῆναι. Πλὴν ἀλλ’ ἵνα μηδὲ ταύτην ἔχητε πρόφασιν, ἐκεῖνο λέγω, ὅταν πολλὰ κενώσας ῥήματα, καὶ πάντα πληρώσας τὰ παρὰ σαυτοῦ , ἴδῃς αὐτὸν μὴ πειθόμενον, ἄγαγε πρὸς τοὺς ἱερεῖς, καὶ πάντως τῇ τοῦ Θεοῦ χάριτι περιέσονται τῆς θήρας, καὶ τὸ πᾶν ἔσται σὸν τοῦ χειραγωγήσαντος. Ταῦτα καὶ γυναιξὶν οἱ ἄνδρες διαλέγεσθε, καὶ γυναῖκες ἀνδράσι, καὶ παισὶ πατέρες, καὶ φίλοι φίλοις. Μαθέτωσαν καὶ Ἰουδαῖοι, καὶ οἱ μεθ’ ἡμῶν μὲν τετάχθαι δοκοῦντες, τὰ δὲ ἐκείνων φρονοῦντες, ὅτι σπουδὴ τις ἡμῖν ἐστι καὶ φροντὶς καὶ ἀγρυπνία ὑπὲρ τῶν ἀδελφῶν τῶν ἡμετέρων τῶν πρὸς ἐκείνους αὐτομολούντων. Καὶ πάντως πρὸ ἡμῶν ἐκεῖνοι διώσονται τοὺς παρ’ ἡμῶν ἐκεῖ φοιτῶντας· μᾶλλον δὲ οὐδὲ τολμήσει λοιπὸν τις καταφυγεῖν πρὸς αὐτούς, ἀλλ’ ἔσται τὸ σῶμα καθαρὸν τῆς ἐκκλησίας. Ὁ δὲ Θεός, ὁ θέλων πάντας σωθῆναι ἀνθρώπους, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὑμᾶς τε πρὸς τὴν θήραν ταύτην δυναμώσειεν, ἐκείνους δὲ τῆς πλάνης ταύτης ἀπαγάγοι, καὶ πάντας κοινῇ διασώσας, καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |