ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο

Τετάρτη 1 Ιουνίου 2016

Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο



Ιωάννης Χρυσόστομος
Τόμος 48

Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο

α’. Εἴδετε Θεοῦ δύναμιν, εἴδετε Θεοῦ φιλανθρωπίαν; Δύναμιν ὅτι ἐτίναξε τὴν οἰκουμένην· φιλανθρωπίαν, ὅτι πίπτουσαν αὐτὴν ἔστησε· μᾶλλον δὲ ἐν ἑκατέρῳ καὶ δύναμιν καὶ φιλανθρωπίαν. Καὶ γὰρ τὸ σεῖσαι δυνάμεως, καὶ τὸ στῆσαι φιλανθρωπίας· ὅτι ἔσεισε τὴν γῆν καὶ ἐστήριξε τὴν οἰκουμένην, ὅτι σαλευομένην καὶ μέλλουσαν αὐτὴν πίπτειν ἤγειρεν. Ἀλλ’ ὁ μὲν σεισμὸς παρῆλθεν, ὁ δὲ φόβος μενέτω· ὁ σάλος ἐκεῖνος παρέδραμεν, ἡ δὲ εὐλαβείᾳ μὴ παραδραμέτω· ἐλιτανεύσαμεν τρεῖς ἡμέρας, ἀλλὰ μὴ καταλύσωμεν τὴν σπουδήν. Διὰ γὰρ τοῦτο ὁ σεισμός, διὰ τὴν ῥαθυμίαν τὴν ἡμετέραν· ἐῤῥᾳθυμήσαμεν, καὶ ἐκαλέσαμεν τὸν σεισμόν· ἐσπουδάσαμεν, καὶ ἀπεκρουσάμεθα τὴν ὀργήν· μὴ πάλιν ῥαθυμήσωμεν, ἵνα μὴ πάλιν καλέσωμεν τὴν ὀργὴν καὶ τὴν τιμωρίαν. Οὐ γὰρ βούλεται ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.


 Εἴδετε τὸ ἐπίκηρον τοῦ γένους τῶν ἀνθρώπων; Ὅτε ὁ σεισμὸς ἐγένετο, ἐνενόουν ἐν ἑαυτῷ λέγων· ποῦ οἱ ἁρπαγαί; Ποῦ αἱ πλεονεξίαι; Ποῦ αἱ τυραννίδες; Ποῦ αἱ ἀπόνοιαι; Ποῦ αἱ δυναστεῖαι; Ποῦ αἱ καταπονήσεις; Ποῦ αἱ λεηλασίαι τῶν πενήτων; Ποῦ αἱ ὑπερηφανίαι τῶν πλουτούντων; Ποῦ τῶν ἀρχόντων αἱ δυναστεῖαι; Ποῦ αἱ ἀπειλαί; Ποῦ οἱ φόβοι; Μία καιροῦ ῥοπὴ καὶ ἀράχνης εὐτελέστερον πάντα διεσπᾶτο, πάντα ἐκεῖνα παρελύετο, καὶ κωκυτὸς πόλεως ἦν, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν ἔτρεχον. Ἐννοήσατε, εἰ ἔδοξε τῷ Θεῷ πάντα κατενέγκαι, τὶ ἂν ἐπάθομεν. Ταῦτα δὲ λέγω, ἵνα συνεχῶς ἀκμάζῃ ἐν ὑμῖν ὁ φόβος τῶν γενομένων, καὶ τὴν διάνοιαν πάντων στηρίζῃ. Ἔσεισεν, ἀλλ’ οὐ κατέβαλεν· εἰ γὰρ ἐβούλετο καταβαλεῖν, οὐκ ἂν ἔσεισεν· ἀλλὰ ἐπειδὴ οὐκ ἐβούλετο προέλαβε καθάπερ κῆρυξ ὁ σεισμός, προαναγγέλλων ἅπασι τὴν ὀργὴν τοῦ Θεοῦ, ἵνα τῷ φόβῳ βελτίους γενόμενοι, ἀποκρουσώμεθα τὴν διὰ τῶν πραγμάτων τιμωρίαν. Οὕτω καὶ ἐπὶ τῶν βαρβάρων ἐποίησεν. «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται». Καὶ διὰ τὶ οὐ καταστρέφεις; Ἀπειλεῖς κατασκάπτειν, καὶ διὰ τὶ οὐ κατασκάπτεις; Ἐπειδὴ οὐ βούλομαι κατασκάπτειν, διὰ τοῦτο ἀπειλῶ. Τὶ οὖν λέγεις; Ἵνα μὴ ποιήσω ἃ λέγω, προλαμβανέτω ὁ λόγος, καὶ κωλυέτω τὸ ἔργον. «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται», τότε ὁ προφήτης ἔλεγε, σήμερον οἱ τοῖχοι φωνὴν ἀφιᾶσι. Ταῦτα δὲ λέγω, καὶ λέγων οὐ παύσομαι, καὶ πρὸς πένητας καὶ πρὸς πλουσίους· ἐννοήσατε πόση τοῦ Θεοῦ ἡ ὀργή, πῶς αὐτῷ πάντα ῥᾳδία καὶ εὔκολα· καὶ στῶμέν ποτε τῆς πονηρίας. Ἐν βραχεῖα καιροῦ ῥοπῇ καὶ τὴν διάνοιαν καὶ τὸν νοῦν οὕτω παρέλυσεν ἑκάστου, καὶ τὰ θεμέλια τῆς καρδίας διέσεισεν.
Ἐννοήσωμεν, εἰ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ὅτε οὐ μία καιροῦ ῥοπή, ἀλλ’ ἄπειροι αἰῶνες, καὶ ποταμοὶ πυρός, καὶ ἀπειληφόροι ὀργαί, καὶ δυνάμεις ἐπὶ τὴν κρίσιν ἕλκουσαι, καὶ βῆμα φοβερόν, καὶ δικαστήριον ἀδέκαστον, καὶ ἑκάστου τὰ πεπραγμένα πρὸ τῶν ὀφθαλμῶν ἕστηκε, καὶ οὐδεὶς ὁ βοηθῶν, οὔτε γείτων, οὔτε ρητῶν, οὔτε συγγενής, οὐκ ἀδελφός, οὐ πατήρ, οὐ μήτηρ, οὐ ξένος, οὐκ ἄλλος οὐδείς, τὶ ποιήσομεν τότε; Εἰπὲ μοί. Ἄγω τὸν φόβον ἵνα κατασκευάσω τὴν σωτηρίαν· σιδήρου τομωτέραν εἰργασάμην τὴν διδασκαλίαν, ἵνα ἕκαστος ὑμῶν σηπεδόνα ἔχων, ἀποθῆται. Οὐκ ἀεὶ ἔλεγον, καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, μέχρι πότε τοῖς παροῦσίν ἐστε προσηλωμένοι; Πρὸς πάντας μὲν λέγω, ἐξαιρέτως δὲ πρὸς τοὺς νοσοῦντας, καὶ μὴ προσέχοντας τοῖς λεγομένοις· μᾶλλον δέ, ἑκατέρῳ χρήσιμος ὁ λόγος, τῷ μὲν νοσοῦντι, ἵνα ὑγιάνῃ, τῷ δὲ ὑγιαίνοντι, ἵνα μὴ νοσήσῃ. Μέχρι πότε χρήματα; Μέχρι πότε πλοῦτος; Μέχρι πότε περιφανείαι οἰκοδομημάτων; Μέχρι πότε λύσσα περὶ τὴν ἄψυχον φιληδονίαν; Ἰδοὺ ἦλθεν ὁ σεισμός· τὶ ὠφέλησεν ὁ πλοῦτος; Ὁ πόνος ἑκατέρων παρελύθη· τῷ κεκτημένῳ τὸ κτῆμα συναπώλετο, ἡ οἰκία κατασκευάσαντι· κοινὸς τάφος ἁπάντων ἡ πόλις ἐγίνετο, τάφος ἐσχεδιασμένος, οὐκ ἐν χερσὶ τεχνιτῶν, ἀλλὰ τῇ συμφορᾷ κατεσκευασμένος. Ποῦ ὁ πλοῦτος; Ποῦ αἱ πλεονεξίαι; Ὁρᾶτε ὅτι ἀράχνης πάντα εὐτελεστέρα;



β’. Ἀλλ’ ἐρεῖς μοι, καὶ τὶ ὠφελεῖς λέγων; Ὠφελῶ, ἐὰν τὶς μου ἀκούῃ· ἐγὼ τὸ ἐμαυτοῦ ποιῶ· ὁ σπείρων σπείρει. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, τὰ δὲ ἐπὶ τὴν πέτραν, τὰ δὲ ἐπὶ τὰς ἀκάνθας, τὰ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν· τρία μέρη ἀπώλετο, καὶ ἓν ἐσώθη, καὶ οὐκ ἀπέστη τῆς γεωργίας, ἀλλ’ ἐπειδὴ ἓν διεσώζετο, οὐκ ἐπαύσατο τῆς γεωπονίας.
Καὶ νῦν δὲ ἀμήχανον ἐν τοσούτῳ πλήθει σπόρον καταβαλλόμενον μὴ ἐνεγκεῖν μοι στάχυν· κἂν μὴ πάντες ἀκούσωσιν, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις, ἡ τρίτη μοῖρα· κἂν μὴ ἡ τρίτη μοῖρα, ἡ δεκάτῃ· κἂν μὴ ἡ δεκάτῃ, κἂν εἷς ἐκ τοῦ πλήθους ἀκούσῃ, ἀκουέτω. Οὐ μικρὸν γὰρ τὸ καὶ ἓν πρόβατον διασωθῆναι· ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐννενηκονταεννέα πρόβατα καταλιπών, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον ἔδραμεν. Οὐ καταφρονῶ ἀνθρώπου· κἂν εἷς ᾗ, ἄνθρωπός ἐστι, τὸ περισπούδαστον τοῦ Θεοῦ ζῶον· κἂν δοῦλος ᾗ, οὐκ ἔστι μοὶ εὐκαταφρόνητος· οὐ γὰρ ἀξίωμα ζητῶ, ἀλλ’ ἀρετήν· οὐ δεσποτείαν, οὐ δουλείαν, ἀλλὰ ψυχήν· κἂν εἷς ᾗ, ἄνθρωπός ἐστι, δι’ ὃν οὐρανὸς ἐτανύσθη, καὶ ἥλιος φαίνει, καὶ σελήνη τρέχει, καὶ ἀὴρ ἐξεχέθη, καὶ πηγαὶ βρύουσι, καὶ θάλαττα ἡπλώθη, καὶ προφῆται ἐπέμφθησαν, καὶ νόμος ἐδόθη· καὶ τὶ δεῖ πάντα λέγειν; Δι’ ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Ὁ Δεσπότης μου ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἀνθρώπου· κἀγὼ καταφρονῆσαι ἔχω; Καὶ ποίαν ἔχω συγγνώμην; Οὐκ ἀκούετε ὅτι Σαμαρείτιδι διελέγετο ὁ Κύριος, καὶ μυρίους ἠνάλωσε λόγους; Καὶ οὐκ ἐπειδὴ Σαμαρεῖτις ἦν, κατεφρονεῖτο, ἀλλ’ ἐπειδὴ ψυχὴν εἶχεν, ἐσπουδάζετο· οὐκ ἐπειδὴ πόρνην ἦν, ὑπερεωρᾶτο, ἀλλ’ ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας. Οὐ παύσομαι λέγειν ἐγώ, κἂν μηδεὶς ᾗ ὁ ἀκούων· ἰατρὸς εἰμι, ἐπιτίθημι τὰ φάρμακα· διδάσκαλος εἰμι, παραινεῖν ἐκελεύσθην· λέγει γάρ· «Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ». Οὐδένα διορθοῦμαι; Καὶ τὶ τοῦτο; Ἀλλ’ ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ’ ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν πλήθει τοσούτῳ μὴ διορθωθῆναί τινα. Ἀλλ’ αὐταὶ αἱ σκήψεις καὶ ἃ προφάσεις εἰσὶ τῶν ῥαθυμῶν ἀκροατῶν. Ἀκούω, φησί, καθ’ ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε, κἂν μὴ ποιῇς· ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται· κἂν μὴ ποιῇς, αἰσχύνη ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς, καταδικάζεις σεαυτόν, ὅτι οὐ ποιεῖς. Τοῦτο δὲ τὸ κατηγορεῖν σεαυτοῦ, πόθεν; Ὁ καρπὸς τῶν ἐμῶν λόγων. Ὅταν εἴπῃς· Οἴμοι, ἤκουσα, καὶ οὐ ποιῶ· τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἥμαρτες· ἐθρήνησας; Ἔλυσας τὴν ἁμαρτίαν. «Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς». Κἂν στυγνάσῃς, ἢ κατηφὴς γένῃ, ἔχει τινὰ σωτηρίαν ἡ κατήφεια, οὐ διὰ τὴν φύσιν τῆς κατηφείας, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τοῦ Δεσπότου. Τῷ ἔχοντι ἁμαρτίας οὐκ ὀλίγη παραμυθία τὸ λυπεῖν ἑαυτόν. «Εἶδον γάρ, φησίν, ὅτι ἐλυπήθη καὶ ἐστύγνασε, καὶ ἰασάμην αὐτοῦ τὰς ὀδύνας». Ὢ φιλανθρωπίας ἀφάτου, καὶ ἀγαθότητος ἑρμηνευθῆναι μὴ δυναμένης! Ἐλυπήθη, καὶ ἰασάμην αὐτόν. Καὶ τὶ μέγα, ὅτι ἐλυπήθη; Οὐ μέγα μέν· ἀλλ’ ἐγὼ ἀφορμὴν ἔλαβον τοῦ ἰᾶσθαι τὰς ὀδύνας αὐτοῦ. Εἴδετε πῶς ἂν βραχεῖᾳ καιροῦ ῥοπῇ πάντα συνήγαγε;
Διηνεκῶς τοίνυν τὴν ἑσπέραν ἐκείνην τοῦ σεισμοῦ λογίζεσθε ἐν ἑαυτοῖς. Οἱ μὲν γὰρ ἄλλοι πάντες διὰ τὸν σεισμὸν ἐδεδοίκεσαν, ἐγὼ δὲ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ. Συνήκατε τὶ εἶπον; Οἱ μὲν ἐφοβοῦντο, μὴ πέσῃ ἡ πόλις, καὶ ἀποθάνωσιν· ἐγὼ δὲ δέδοικα, ὅτι ὁ Δεσπότης ἡμῖν ὀργίζεται· οὐ γὰρ χαλεπὸν τὸ ἀποθανεῖν, ἀλλὰ χαλεπὸν τὸ παροξῦναι τὸν Δεσπότην. Ὤστε οὐ διὰ τὸν σεισμὸν ἐφοβούμην, ἀλλὰ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ· ἡ γὰρ αἰτία τοῦ σεισμοῦ ἡ ὀργὴ τοῦ Θεοῦ, τῆς δὲ ὀργῆς αἴτιον αἱ ἁμαρτίαι ἡμῶν. Μηδέποτε φοβοῦ κόλασιν, ἀλλ’ ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Σείεται ἡ πόλις; Καὶ τὶ τοῦτο; Ἀλλὰ σοῦ μὴ σαλευθήτω ἡ διάνοια· ἐπεὶ καὶ ἐπὶ τῶν νοσημάτων καὶ τῶν τραυμάτων οὐκ ἐκείνους θρηνοῦμεν τοὺς θεραπευομένους, ἀλλὰ τοὺς τὰ ἀνίατα νοσοῦντας. Ὅπερ ἐστὶ νόσος καὶ τραῦμα, τοῦτό ἐστι καὶ ἁμαρτία· ὅπερ ἐστὶ τομὴ καὶ φάρμακον τοῦτό ἐστι καὶ τιμωρία.


γ’. Συνήκατε τὶ λέγω; Προσέχετε· φιλόσοφον γὰρ ὑμᾶς βούλομαι παιδεῦσαι λόγον. Διὰ τὶ τοὺς κολαζομένους θρηνοῦμεν, ἀλλ’ οὐ τοὺς ἁμαρτάνοντας; Οὐ γὰρ οὕτω χαλεπὸν κόλασις, ὡς χαλεπὸν ἡ ἁμαρτία· τῆς γὰρ κολάσεως ὑπόθεσις ἡ ἁμαρτία. Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις; Εἰπὲ μοι· τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον, ἢ τὸν νοσοῦντα, καὶ θεραπευόμενον. Οὕτως ἔστωσαν δύο ἁμαρτωλοί, ὁ μὲν κολαζόμενος, ὁ δὲ μὴ κολαζόμενος. Μὴ λέγε, μακάριος οὗτος, ὅτι πλουτεῖ, ὀρφανοὺς ἀποδύει, χήρας βιάζεται. Καίτοι οὐ νοσεῖ, ἀλλ’ ἁρπάζων εὐδοκιμεῖ, τιμῆς ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων ὑπομένει, οὐ πυρετόν, οὐ κάκωσιν, οὐκ ἄλλην τινὰ νόσον· παίδων χορὸς περὶ αὐτόν, γῆρας λιπαρόν· ἀλλὰ τοῦτον μάλιστα θρήνει, ὅτι καὶ νοσεῖ, καὶ οὐ θεραπεύεται· πῶς, ἐγὼ λέγω. Ἐὰν ἴδῃς τινὰ ὑδέρῳ κατεχόμενον, καὶ σπληνὶ χαλεπωτάτω τὸ σῶμα ἐξογκούμενον, καὶ μὴ τρέχοντα πρὸς τὸν ἰατρόν, ἀλλὰ ψυχροποσίᾳ προσέχοντα, τράπεζαν ἔχοντα Συβαριτικήν, καθ’ ἑκάστην ἡμέρα μεθύοντα, δορυφορούμενον, καὶ ἐπιτείνοντα τὴν νόσον, εἰπὲ μοι, μακαρίζεις τοῦτον, ἢ ταλανίζεις; Ἐὰν δὲ ἕτερον ἴδῃς ὑδέρῳ κατεχόμενον, ἰατρικῶν ἀπολαύοντα χειρῶν, λιμῷ ἑαυτὸν ἐκδιδόντα, ἐν ἀπορίᾳ πολλῇ ὄντα, φαρμάκοις προσκαρτεροῦντα πικροῖς, ἔχουσι μὲν ὀδύνην, τίκτουσι δὲ διὰ τῆς ὀδύνης ὑγείαν, οὐχὶ τοῦτον ὑπὲρ ἐκεῖνον μακαρίζεις; Ὡμολόγηται· ὁ μὲν γὰρ νοσεῖ, καὶ οὐ θεραπεύεται· ὁ δὲ νοσεῖ, καὶ ἀπολαύει ἰατρείας. Ἀλλ’ ἐπίπονος ἡ ἰατρεία. Ἀλλ’ ὠφέλιμον αὐτῆς τὸ τέλος. Οὕτως ἐστὶ καὶ ἐν τῷ παρόντι βίῳ. Ἀλλ’ ἀπὸ τὸν σωμάτων ἄπαγε τὸν λόγον ἐπὶ τὰς ψυχάς, ἀπὸ τῶν νοσημάτων ἐπὶ τὰ ἁμαρτήματα, ἀπὸ τῆς πικρίας τῶν φαρμάκων ἐπὶ τὰς τιμωρίας καὶ τὴν κρίσιν τοῦ Θεοῦ. Ὅπερ γὰρ ἐστι τὸ φάρμακον τὸ παρὰ τοῦ ἰατροῦ, καὶ ἡ τομὴ καὶ τὸ πῦρ. Τοῦτό ἐστιν ἡ τιμωρία ἡ παρὰ τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ πῦρ πολλάκις ἐπαγόμενον καίει, καὶ τὴν νομὴν κωλύει, καὶ τὸ σίδηρον ἀφαιρεῖται τὴν σηπεδόνα, ἔχον μὲν ὀδύνη, παρέχον δὲ ὠφέλειαν· οὕτω καὶ λιμὸς καὶ λοιμοὶ καὶ ὅσα κακὰ δοκοῦντα εἶναι, ἀντὶ σιδήρου καὶ πυρὸς ἐπάγονται τῇ ψυχῇ, ἵνα τὴν νομὴν τῶν νοσημάτων κατὰ τὴν εἰκόνα τῶν σωμάτων κωλύσῃ καὶ βελτίονα ἐργάσηται. Πάλιν ἔστωσαν δύο πόρνοι, καὶ ὑποκείσθω τῷ λόγῳ ἡ εἰκών· δύο πόρνοι· ἀλλ’ ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τὶς μᾶλλον ἐλπίδας σωτηρίας ἔχει; Ὡμολόγηται δηλονότι ὁ πένης. Μὴ τοίνυν εἴπῃς, ὅτι ὁ πλούσιος πορνεύει καὶ πλουτεῖ, καὶ διὰ τοῦτο μακαρίζω αὐτόν. Μᾶλλον ἔδει σὲ μακαρίζειν αὐτόν, εἰ πορνεύων ἐπένετο, εἰ πορνεύων ἐλίμωττεν· εἶχε γὰρ διδάσκαλον κατηναγκασμένον τῆς φιλοσοφίας τὴν πενίαν. Ὅταν ἴδῃς κακὸν εὐημεροῦντα, δάκρυσον· δύο γὰρ κακά, καὶ νόσος καὶ τὸ ἀνίατον. Ὅταν ἴδῃς κακὸν ἐν συμφοραῖς ὄντα, παραμυθοῦ, μὴ διὰ τοῦτο μόνον, ὅτι βελτίων γίνεται, ἀλλ’ ὅτι πολλὰ τῶν ἁμαρτημάτων αὐτοῦ ἐνταῦθα διαλύσεται. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Πολλοὶ τῶν ἀνθρώπων καὶ ἐνταῦθα διαλύονται, καὶ ἐκεῖ κρίνονται· οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον. Κάτεχέ μου τὴν διδασκαλίαν· οὗτος γὰρ διευκρινηθεὶς ὁ λόγος πολλοὺς θορύβους ἐκβαλεῖ σου τοῦ λογισμοῦ.
Ἀλλ’, εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον πρῶτον τὸν ἐκεῖ μὲν κολαζόμενον, ἐνταῦθα δὲ ἀπολαύσαντα τρυφῆς. Προσεχέτωσαν καὶ πλούσιοι καὶ πένητες τῷ λεγομένῳ· ἑκατέροις γὰρ χρήσιμος ἡ διδασκαλία. Ὅτι γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλοὶ κρίνονται, ἄκουε τοῦ Χριστοῦ λέγοντος· «Εἰς ἦν δ’ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν, λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ. Κἂν μὲν ᾗ ἡ οἰκία ἀξία, εἰσελθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾗ ἄξια, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστραφήτω. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῆ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Εἰς ἢν δ’ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐξετάσατε τὶς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε». Ἀπὸ τούτων δῆλον ὅτι οἱ Σοδόμων καὶ Γομόῤῥων καὶ ἐνταῦθα ἐκρίθησαν, καὶ ἐκεῖ κολάζονται. Ὅταν γὰρ λέγῃ ὅτι ἀνεκτότερον ἔσται Σοδόμοις ἢ τούτοις, δείκνυσιν, ὅτι κολάζονται μέν, οὐχ οὕτω δὲ ὡς οὗτοι.


δ’. Πάλιν εἰσὶν οἱ ἐνταῦθα κολαζόμενοι μόνον, ὥσπερ ὁ πεπορνευκώς. Κορινθίοις γὰρ ἐπιστέλλων ὁ μακάριος Παῦλος, οὕτως ἔλεγεν· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασμένον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθέντων ἡμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ». Εἶδες πῶς οὗτος ὧδε κολάζεται, καὶ ἐκεῖ οὐ κολάζεται; Ἐπειδὴ γὰρ ὧδε ἐκολάσθη αὐτοῦ τὸ σῶμα, ἐκεῖ οὐ κολάζεται. Θέλω λοιπὸν δεῖξαι τὸν ὧδε τρυφήσαντα, ἐκεῖ δὲ κολαζόμενον. «Ἦν τις πλούσιος». Ἀλλ’ εἰ καὶ προλαμβάνετε τὴν ἱστορίαν τοῦ διηγήματος, ἀναμείνατε τὴν λύσιν τοῦ λόγου· τοῦτο γὰρ ἐμὸν ἐγκώμιον, καὶ ὑμέτερος ἔπαινος, προοιμίων καταβαλλομένων, ἤδη ὑμᾶς τὸν στάχυν δρέπεσθαι. Διδασκάλους ὑμᾶς εἰργάσατο ἡ συνεχὴς τῶν λόγων ἀπόλαυσις· ἀλλ’ ἐπειδὴ μεθ’ ὑμῶν εἰσι καὶ ξένοι τινὲς εἰσιόντες, μὴ τρέχετε, ἀλλ’ ἀναμείνατε τοὺς χωλεύοντας. Καὶ γὰρ ἡ ἐκκλησία σῶμά ἐστιν· ὀφθαλμὸν ἔχει, καὶ κεφαλὴν ἔχει. Ὥσπερ οὖν ἐὰν ἡ πτέρνα δέξηται ἄκανθαν, ὁ ὀφθαλμὸς κάτω κύπτει, μέλος ὣν τοῦ σώματος, καὶ οὐ λέγει, Ἐπειδὴ ἐν ὕψει κάθημαι, καταφρονῶ τοῦ κάτω μέλους, ἀλλὰ κύπτει καὶ καταλιμπάνει τὸ ἑαυτοῦ ὕψος· καίτοι τὶ πτέρνης εὐτελέστερον, ἢ τὶ ὀφθαλμοῦ εὐγενέστερον; Ἀλλ’ ἡ συμπάθεια τὸ ἀνώμαλον διώρθωσε, καὶ ἡ ἀγάπη τὸ πᾶν ἐκέρασεν· οὕτω καὶ σὺ ποιεῖ· κἂν ταχὺς ἧς, κἂν παρεσκευασμένος πρὸς ἀκρόασιν, μὴ ἔχῃς δὲ παρακολουθοῦντα τὸν ἀδελφὸν τοῖς καταβαλλομένοις, καταβήτω ὁ ὀφθαλμὸς σου πρὸς τὴν πτέρναν· συμπασχέτω ὁ ὀφθαλμὸς σου πρὸς τὴν πτέρναν· συμπασχέτω τῷ χωλεύοντι μέλει, ὥστε μὴ διὰ τὴν σὴν ταχυτῆτα, καὶ τὴν ἐκείνου βραδυτῆτα, ἔρημον αὐτὸν ἀπομεῖναι τοῦ λόγου. Μὴ τῇ συνέσει τῇ σῇ εἰς ἐκείνου ἀπώλειαν ἀποχρήσῃ, ἀλλὰ χάριν ἔχε τῷ Θεῷ διὰ τὴν σὴν ταχυτῆτα. Πλούσιος εἶ; Χαριῶ καὶ εὐφραίνομαι· ἀλλ’ ἐκεῖνος ἔτι πένεται· μὴ διὰ τὸν σὸν πλοῦτον μενέτω ἐν τῇ πτωχείᾳ. Ἄκανθαν ἔχει ἐκεῖνος, τεθορυβημένον λογισμόν· ἀλλὰ κατάβηθι πρὸς αὐτόν, ἀκὶ ἔξελε τὴν ἄκανθαν. Τὶ οὖν φησίν; «Ἦν τις πλούσιος», ὀνόματι, οὐχὶ πράγματι. «Ἦν τις πλούσιος», πορφύραν ἐνδιδυσκόμενος, τράπεζαν παρατιθέμενος πολυτελῆ, κρατῆρας ἔχων ἐστεμμένους οἴνου, συμπόσια καθ’ ἑκάστην ἡμέραν ποιῶν· ἕτερος δὲ τις ἦν πένης, Λάζαρος ὀνόματι.
Καὶ ποῦ τὸ ὄνομα τοῦ πλουσίου; Οὐδαμοῦ· ἀνώνυμος γὰρ ἐστι. Πόσος πλοῦτος; Καὶ ὄνομα αὐτῷ οὐχ εὑρίσκεται. Ποῖος πλοῦτος οὗτος; Δένδρον φύλλοις μὲν κομῶν, καρποῦ δὲ ἀπεστερημένον, δρῦς πρὸς ὕψος ἀνατεταμένη, ἀλόγοις τροφὴν παρέχουσα τὴν βάλανον, ἄνθρωπος οὐκ ἔχων ἀνθρώπου καρπόν. Ὅπου γὰρ πλοῦτος καὶ ἁρπαγαί, λύκος ὁ βλεπόμενος· ὅπου πλοῦτος καὶ θηριωδία, λέοντα ὁρῶ, καὶ οὐχ ἄνθρωπον· ἀπώλεσε τὴν εὐγένειαν τῇ δυσγενείᾳ τῆς πονηρίας. «Ἦν τις πλούσιος», πορφύραν καθ’ ἑκάστην ἡμέραν ἐνδιδυσκόμενος, τὴν δὲ ψυχὴν ἀράχνης γέμων, μύρου πνέων, δυσωδίας δὲ ἐμπεπλησμένος, τράπεζαν παρατιθέμενος πολυτελῆ, παρασίτους τρέφων καὶ κόλακας, τὴν δούλην πιαίνων τὴν σάρκα, τὴν δέσποιναν δὲ τὴν ψυχὴν λιμῷ φθειρομένην περιορῶν· κατεστραμμένη αὐτῷ ἡ οἰκία, καὶ ὁ τῆς ἁμαρτίας θεμέλιος κεκονιαμένος· ἐν οἴνῳ τὴν ψυχὴν ἔχων κατορωρυγμένην. Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος τράπεζαν ἔχων πολυτελῆ, κρατῆρας ἐστεμμένους οἴνου, παρασίτους τρέφων καὶ κόλακας, τὸ πονηρὸν τοῦ διαβόλου θέατρον, τοὺς λύκους τοὺς αἰχμαλωτίζοντας πολλοὺς τῶν πλουτούντων, τοὺς ὠνουμένους τῆς οἰκείας γαστρὸς τῇ πλησμονῇ τὴν ἐκείνων ἀπώλειαν, τοὺς πολλῇ τιμῇ καὶ κολακείᾳ τὸν πλοῦτον λυμαινομένους.
Οὐκ ἂν τις ἁμάρτοι τοὺς τοιούτους λύκους προσειπών, οἳ καθάπερ πρόβατον τὸν πλούσιον ἐν μέσῳ λαβόντες, ἐπαίρουσι τοῖς ἐπαίνοις, καὶ φυσῶσι τοῖς ἐγκωμίοις, καὶ οὐκ ἀφιᾶσιν αὐτὸν οὐδὲ τὸ ἕλκος ἰδεῖν, ἀλλὰ τυφλοῦσιν αὐτοῦ τὴν διάνοιαν, καὶ αὔξουσιν αὐτοῦ τὴν σηπεδόνα. Εἶτα καταλαμβάνοντος καιροῦ μεταβολῆς, ἐν φυγῇ οἱ φίλοι, ἐν συμπαθείᾳ ἡμεῖς οἱ ἐπιτιμῶντες· τὰ προσωπεῖα ἐκείνων κρύπτεται· ὅπερ δὴ καὶ πολλάκις νῦν γέγονεν.


ε’. Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος παρασίτους τρέφων καὶ κόλακας, θέατρον τὴν οἰκίαν ἐργαζόμενος, οἴνῳ ἕκαστον ἐκλύων, ἐν εὐημερίᾳ πολλῇ διατρίβων· ἕτερος δὲ τις ἦν Λάζαρος ἑλκῶν γέμων, πρὸς τὸν πυλῶνα τοῦ πλουσίου καθεζόμενος, καὶ ἐπιθυμῶν ψιχίων. Παρὰ τὴν πηγὴν ἐδίψα, ἐν εὐημερίᾳ ἐλίμωττεν. Καὶ ποῦ ἔῤῥιπτο; Οὐκ εἰς τὸ ἄμφοδον, οὐκ εἰς ῥύμην, οὐκ εἰς στενωπόν, οὐκ εἰς μέσην ἀγοράν, ἀλλ’ εἰς τὸν πυλῶνα τοῦ πλουσίου, ὅπου ἀνάγκην εἶχεν εἰσόδων καὶ ἐξόδων ὁ πλούσιος, ἵνα μὴ λέγῃ· οὐκ εἶδον, παρέδραμον, οὐκ εἶδόν μου οἱ ὀφθαλμοί. Εἰς τὴν εἴσοδόν σου κεῖται, ὁ μαργαρίτης ἐν βορβόρῳ καὶ οὐ βλέπεις; Ὁ ἰατρὸς παρὰ τὸν πυλῶνα, καὶ οὐ θεραπεύῃ; Ὁ κυβερνήτης ἐν τῷ λιμένι, καὶ ναυάγιον ὑπομενεῖς; Παρασίτους τρέφεις, καὶ πένητας οὐ τρέφεις; Ἐγίνετο τότε ταῦτα, γίνεται δὲ καὶ σήμερον. Διὰ γὰρ τοῦτο ἐκεῖνα γέγραπται, ἵνα οἱ μετὰ ταῦτα ἀπὸ τῶν πραγμάτων παιδευθῶσι, καὶ μὴ πάθωσιν ἐκεῖνα, ἅπερ ἔπαθεν οὗτος. Ἔκειτο τοίνυν ἐν τῷ πυλῶνι ὁ πένης· πένης μὲν ἔξωθεν, πλούσιος δὲ ἔσωθεν· ἔκειτο ἡλκωμένος τὸ σῶμα· θησαυρὸς ἄνωθεν ἀκάνθας ἔχων, κάτωθεν δὲ μαργαρίτας. Τὶ γὰρ αὐτῷ βλάβος ἀπὸ τῆς ἀῤῥωστίας τοῦ σώματος, τῆς ψυχῆς ὑγιαινούσης; Ἀκουέτωσαν οἱ πένητες καὶ μὴ ἀποπνιγήτωσαν ἀπὸ τῆς ἀθυμίας· ἀκουέτωσαν οἱ πλούσιοι, καὶ μεταβαλέσθωσαν ἀπὸ τῆς πονηρίας. Διὰ γὰρ τοῦτο αὗται αἱ δύο ἡμῖν εἰκόνες πρόκεινται, πλούτου καὶ πενίας, ὠμότητος καὶ καρτερίας, ὑπομονῆς καὶ πλεονεξίας, ἳν’ ὅταν ἴδῃς πένητα ἡλκωμένον καὶ καταφρονούμενον, μὴ αὐτὸν ταλανίσῃς· ὅταν ἴδῃς πλούσιον καλλωπιζόμενον, μὴ αὐτὸν μακαρίσῃς. Ἀνάδραμε ἐπὶ τὴν παραβολήν· ἐὰν θορυβῇ σε τὸ ναυάγιον τῶν λογισμῶν, δράμε ἐπὶ τὸν λιμένα, λαβὲ ἀπὸ τῆς διηγήσεως παραμυθίαν, ἐννόησον τὸν Λάζαρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδὲν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων. Ἐὰν γὰρ λογισμὸν ἔχῃς ἠκριβωμένον, οὐ βαπτίζει σε τὰ κύματα, οὐ γίνεται ὑποβρύχιον τὸ πλοῖον, ἐὰν τῇ διακρίσει τῶν λογισμῶν διαιρῇς τῶν πραγμάτων τὴν φύσιν. Τὶ μοι λέγεις, Τὸ σῶμά μου στενοχωρεῖται; Ἡ διάνοιά σου μὴ παραβλαβείη. Ὁ δεῖνα πλούσιος καὶ πονηρὸς καὶ τὶ τοῦτο; Ἀλλ’ ἡ κακία οὐκ αἰσθητή. Μὴ μοι ἀπὸ τῶν ἔξωθεν τὸν ἄνθρωπον, ἀλλὰ τῶν ἔνδοθεν δοκίμαζε. Ἐὰν ἴδῃς δένδρον, τὰ φύλλα καταμανθάνεις, ἢ τὸν καρπόν; Οὕτω δὴ καὶ ἐπὶ τοῦ ἀνθρώπου, ἐὰν ἴδῃς ἄνθρωπον, μὴ τὰ ἔξωθεν δοκίμαζε, ἀλλὰ τὰ ἔνδοθεν· τὸν καρπὸν καταμάνθανε, καὶ μὴ τὰ φύλλα. Μήποτε ἀγριελαία μὲν ἔστι, νομίζεται δὲ ἐλαία· μήποτε λύκος μὲν ἔστι, νομίζεται δὲ εἶναι ἄνθρωπος. Μὴ τοίνυν ἀπὸ τῆς φύσεως καταμάνθανε, ἀλλ’ ἀπὸ τῆς προαιρέσεως, μὴ ἀπὸ τῆς ὄψεως, ἀλλ’ ἀπὸ τῆς γνώμης· καὶ οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ περιεργάζου αὐτοῦ τὸν βίον. Εἰ φιλοπτωχίαν ἔχει, ἄνθρωπός ἐστιν· εἰ δὲ ἐν ἐμπορίαις ἀναστρέφεται, δρῦς ἐστιν· εἰ δὲ θυμῷ θηριώδης ἐστί, λέων ἐστιν· εἰ δὲ ἅρπαξ ἐστί, λύκος ἐστίν· εἰ δὲ ὕπουλός ἐστι, ἀσπὶς ἐστι. Καὶ εἶπε· Ἐγὼ ἄνθρωπον ζητῶ, τὶ μοι ἔδειξας θηρίον ἀντὶ ἀνθρώπου; Μάθε τὶ ποτε ἀρετὴ ἀνθρώπου, καὶ μὴ θορυβοῦ. Ἦν τοίνυν ὁ Λάζαρος ἐν τῷ πυλῶνι κείμενος, ἡλκωμένος, λιμῷ τηκόμενος· οἱ δὲ κύνες ἐρχόμενοι ἔλειχον αὐτοῦ τὰ τραύματα· τοῦ ἀνθρώπου οἱ κύνες φιλανθρωπότεροι ἔλειχον αὐτοῦ τὰ τραύματα, καὶ τὴν σηπεδόνα περιῄρουν καὶ ἐξεκάθαιρον. Ἔκειτο δὲ ἐκεῖνος καθάπερ χρυσίον ἐν καμίνῳ παρακαθεζόμενος, καὶ δοκιμώτερος γινόμενος· οὐκ εἶπεν ὃ πολλοὶ τῶν πενήτων· ταῦτα προνοίας; Ἆρα Θεὸς ἐφορᾷ τὰ ἀνθρώπινα; Ἐγὼ ἐν δικαιοσύνῃ, καὶ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ, καὶ πλουτεῖ; Οὐδὲν τούτων ἐλογίσατο ἀλλὰ παρεχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεῦ φιλανθρωπίας· τὴν ψυχὴν τὴν ἑαυτοῦ ἀποσμήχων, τὴν καρτερίαν φέρων, τὴν ὑπομονὴν ἐνδεικνύμενος, κείμενος τῷ σώματι, καὶ τρέχων τῇ διανοίᾳ, ἐπτερωμένος τῇ γνώμῃ, τὸ βραβεῖ ἁρπάζων, ἀναδὺς τῶν κακῶν, καὶ τῶν ἀγαθῶν μάρτυς. Οὐκ εἶπεν· παράσιτοι μετὰ δαψιλείας ἀπολαύουσι, ἐγὼ δὲ ψιχίων οὐ καταξιοῦμαι· ἀλλὰ τί; Ηὐχαρίστει, καὶ ἐδόξαζε τὸν Θεόν. Ἐγένετο ἀποθανεῖν αὐτούς· ἀπέθανεν ὁ πλούσιος, καὶ ἐτάφη· ἀπῆλθε καὶ ὁ Λάζαρος· οὐ γὰρ ἂν εἴποιμι, ἀπέθανε. Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεία ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ποῦ τὰ ἀληθινὰ πράγματα· ἐλύθη τὸ θέατρον, καὶ ἀπεκαλύφθη τὰ προσωπεῖα.
Καθάπερ γὰρ ἐν τῷ θεάτρῳ τούτῳ ἐν μεσημβρίᾳ μέσῃ παραπετάσματα γίνεται, καὶ εἰσέρχονται πολλοὶ τῶν σκηνικῶν, ὑποκρινόμενοι, προσωπεῖα ἐν τῇ ὄψει ἔχοντες, καὶ μύρον παλαιὸν ἀπαγγέλλοντες, καὶ τὰ πράγματα διηγούμενοι, καὶ ὁ μὲν γίνεται φιλόσοφος, οὐκ ὢν φιλόσοφος, ὁ δὲ γίνεται βασιλεύς, οὐκ ὢν βασίλευες, ἀλλὰ σχῆμα ἔχων διὰ τῆς ὑφηγήσεως· ὁ δὲ ἰατρὸς οὐδὲ ξύλον μεταχειρίσασθαι δυνάμενος, ἀλλὰ ἰατροῦ ἱμάτια περιβεβλημένος, ὁ δὲ δοῦλος ἐλεύθερος ὧν, ὁ δὲ διδασκάλως οὐδὲ γράμματα ἐπιστάμενος, οὐδὲν ὧν εἰσι φαίνονται, ἃ δὲ εἰσιν οὐ φαίνονται (φαίνεται γὰρ ἰατρὸς οὐκ ὢν ἰατρός, καὶ φαίνεται φιλόσοφος κόμην ἔχων ἐν τῷ προσωπείῳ, καὶ φαίνεται στρατιώτης στρατιώτου σχῆμα περιβεβλημένος· καὶ ἀπατᾷ ἡ ὄψις τοῦ προσωπείου, ἀλλ’ οὐ ψεύδεται τὴν φύσιν, ἧς μεταβάλλει τὴν ἀλήθειαν. Καὶ ἕως μὲν καθέζονται οἱ τερπόμενοι, τὰ προσωπεῖα ἵσταται· ἐπειδὰν δὲ ἑσπέρα καταλάβῃ, καὶ λυθῇ τὸ θέατρον, καὶ πάντες ἀναχωρήσουσι, ῥίπτονται τὰ προσωπεῖα, καὶ ὁ ἔνδον βασίλευες εὑρίσκεται ἔξω χαλκοτύπος. Ἀπεῤῥίφη τὰ προσωπεῖα, ἀπῆλθεν ἡ ἀπάτη, ἐδείχθη ἡ ἀλήθεια· καὶ εὑρίσκεται ὁ ἔνδον ἐλεύθερος, ἔξω δοῦλος· ὅπερ γὰρ εἶπον, ἔσω μὲν ἡ ἀπάτη, ἔξω δὲ ἡ ἀλήθεια· κατέλαβεν δὲ ἡ ἑσπέρα· ἐλύθη τὸ θέατρον, ἐφάνη ἡ ἀλήθεια· οὕτω καὶ ἐν τῷ βίῳ καὶ ἐν τῷ τέλει· τὰ παρόντα θέατρον, τὰ πράγματα ὑπόκρισις, πλοῦτος καὶ πενία, καὶ ἄρχων καὶ ἀρχόμενος, καὶ ὅσα τοιαῦτα· ὅταν δὲ ἀποβληθῇ ἡ ἡμέρα ἐκείνη, καὶ ἔλθῃ ἡ νὺξ ἐκείνη ἡ φοβερά, μᾶλλον δὲ ἡ ἡμέρα, νὺξ μὲν τοῖς ἁμαρτωλοῖς, ἡμέρα δὲ τοῖς δικαίοις· ὅταν λυθῇ τὸ θέατρον, ὄτα ῥιφῇ τὰ προσωπεῖα, ὅταν δοκιμάζηται ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, οὐχ ἕκαστος καὶ ὁ πλοῦτος αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ ἀρχὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ τιμὴ αὐτοῦ, οὐχ ἕκαστος καὶ ἡ δυναστεία αὐτοῦ, ἀλλ’ ἕκαστος καὶ τὰ ἔργα αὐτοῦ, καὶ ἄρχων, καὶ βασιλεύς, καὶ γυνή, καὶ ἀνήρ, ὅτε ἡμᾶς βίον ἀπαιτεῖ καὶ πράξεις ἀγαθάς, οὐκ ἀξιωμάτων ὄγκον, οὐ πενίας εὐτελείας, οὐ καταφρονήσεως τυραννίδα· ἐμοὶ ἔργα δός, κἂν δοῦλος ἧς. Τοῦ ἐλευθέρου ἀμείνων, καὶν γυνὴ ἧς, τοῦ ἀνδρὸς ἀνδρειοτέρα· ἐπειδὰν ῥιφῇ τὰ προσωπεῖα, τότε φαίνεται καὶ ὁ πλούσιος, καὶ ὁ πένης· καὶ ὥσπερ ὧδε ἐπειδὰν λυθῇ τὸ θέατρον, καὶ τις ἡμῶν ἄνω καθήμενος ἴδῃ τὸν ἔσω φιλόσοφον, ἔξω χαλκοτύπον, λέγει· οὐά, οὗτος οὐκ ἦν ἔσω φιλόσοφος; Ἔξω χαλκοτύπον ὁρῶ· οὗτος οὐκ ἔσω βασιλεύς; Ἔξω εὐτελῆ τινα ὁρῶ· οὗτος οὐκ ἦν ἔνδον πλούσιος; Ἔξω πένητα ὁρῶ· οὕτως καὶ ἐκεῖ γίνεται.


ς’. Διὰ τοῦτο οὐκ ἄγω τὸν λόγον εἰς πλάτος, ἵνα μὴ συγχεῶ τὸν ἀκροατὴν τῷ πλήθει τῶν λεγομένων· ἀλλ’ εἰς δύο προσωπεῖα τὴν ὑπόκρισιν τοῦ θεάτρου παραστῆσαι βούλομαι. Δύο προσωπεῖα μετεχειρισάμην, ἀπὸ τῶν δύο τούτων τέμνων ὑμῖν ὁδόν, καὶ διδοὺς ἀφορμήν. Ἐνεπλάτυνα ὑμῶν τὴν διάνοιαν τῇ διηγήσει τοῦ παρόντος βίου, ὥστε ἕκαστον καταμαθεῖν τὴν διαφορὰν τῶν πραγμάτων. Δύο τοίνυν προσωπεῖα· ὁ μὲν προσωπεῖον εἶχε πλουσίου, ὁ δὲ πένητος· ὁ Λάζαρος προσωπεῖον πένητος, ὁ δὲ πλούσιος προσωπεῖον πλουσίου· προσωπεῖα τὰ φαινόμενα, οὐ πραγμάτων ἀληθέα. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ὃ τε πλούσιος, καὶ ὁ πένης· ἔλαβον τὸν Λάζαρον οἱ ἄγγελοι· μετὰ τοὺς κύνας ἄγγελοι, μετὰ τὸν πυλῶνα τοῦ πλουσίου ὁ κόλπος τοῦ Ἀβραάμ, μετὰ τὸν λιμὸν εὐθηνία πέρας οὐκ ἔχουσα, μετὰ τὴν θλῖψιν ἄνεσις ἀκατάλυτος· ἐκεῖνον δὲ τὸν πλούσιον μετὰ τὸν πλοῦτον πενία, μετὰ τὴν τράπεζαν τὴν πλουσίαν κόλασις καὶ τιμωρία, μετὰ τὴν ἄνεσιν ὀδύναι ἀκαρτέρητοι. Καὶ ὅρα τὶ γίνεται· ἀπῆλθον ἐκεῖ, καὶ ἐλύθη τὸ θέατρον· ἀπεκαλύφθη τὰ προσωπεῖα, φαίνονται λοιπὸν αἱ ὄψεις. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, καὶ ὁρᾷ ὁ πλούσιος ἀποτηγανιζόμενος τὸν Λάζαρον ἐν κόλποις τοῦ Ἀβραὰμ εὐθηνούμενον, ἀπολαύοντα, τρυφῶντα· καὶ λέγει πρὸς αὐτόν· «Πάτερ Ἀβραάμ, πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ αὐτοῦ ἐπίσταξη μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι». Τὶ οὖν ὁ Ἀβραάμ· «Τέκνον ἀπέλαβες τὰ ἀγαθὰ σου, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. Ἄλλως δὲ χάος μεταξὺ ἡμῶν καὶ ὑμῶν ἐστήρικται, ἵνα, ἐὰν τις βούληται ἐντεῦθεν ἐκεῖ διαβῆναι πρὸς ὑμᾶς, μὴ δύνηται». Πρόσεχε· χρήσιμος γὰρ ὁ περὶ τοῦτον λόγος, φοβῶν μέν, καθαίρων δέ, ὀδυνῶν μέν, διορθούμενος δέ. Δέχου τὰ λεγόμενα. Ὣν δὴ ἐν τοῖς βασάνοις ὁ πλούσιος ἀνέβλεψε, καὶ εἶδε τὸν Λάζαρον· εἶδε καινὰ πράγματα. Εἰς τὸν πυλῶνά σου ἦν καθ’ ἑκάστην ἡμέραν· δεύτερον καὶ τρίτον εἰσήρχου καὶ ἐξήρχου, καὶ οὐκ ἔβλεπες αὐτόν· καὶ ὅτε εἰς τὰ τήγανα εἶ, ἀπὸ διαστήματος βλέπεις; Ὅτε ἐν τῷ πλούτῳ διῆγες, ὅτε ἐν τῇ βουλῇ σου τὸ ὁρᾷν ἥν, οὐ προέθου τοῦ ἰδεῖν αὐτόν· ἰνάτι νῦν ὀξυδερκεῖς; Οὐκ ἐν τῷ πυλῶνί σου ἦν; Πῶς αὐτὸν οὐκ ἔβλεπες; Ἐγγὺς ὄντα οὐκ εἶδες, καὶ νῦν ἀπὸ διαστήματος βλέπεις, καὶ τοσούτου χάους ὄντος; Καὶ τὶ ποιεῖ; Τὸν Ἀβραὰμ πατέρα καλεῖ. Τὶ λέγεις πατέρα, οὗ οὐκ ἐμιμήσω τὴν φιλοξενίαν; Πατέρα καλεῖ οὗτος, τέκνον ἐκεῖνος· τὰ ὀνόματα τῆς συγγενείας, καὶ οὐδαμοῦ ἡ ἀντίληψις. Ἀλλὰ προφέρει τὰ ὀνόματα, ἵνα μάθητε, ὅτι γένους ὄφελος οὐδέν.
Εὐγένεια γὰρ οὐ προγόνων περιφάνεια, ἀλλὰ τρόπων ἀρετή. Μὴ μοι λέγε· Πατέρα ἔχω ὕπατον. Τὶ πρὸς ἐμέ; Οὐ λέγω τοῦτο. Μὴ μοι λέγε· Πατέρα ἔχω ὕπατον. Παῦλον τὸν ἀπόστολον ἐὰν ἔχῃς πατέρα, καὶ ἀδελφοὺς ἐὰν ἔχῃς μάρτυρας, σὺ δὲ μὴ μιμήσῃ αὐτῶν τὴν ἀρετήν, οὐδὲν σοι ὄφελος τῆς συγγενείας,ἀλλὰ μᾶλλον ἔβλαψε καὶ κατεδίκασεν. Ἡ μήτηρ μου, φησίν, ἐλεήμων ἐστίν. Καὶ τὶ πρὸς σὲ τὸν ἀπάνθρωπον; Ἡ γὰρ ἐκείνης φιλανθρωπία προσθήκη κατηγορίας τῆς σῆς κακοτροπίας. Τὶ γὰρ ὁ Βαπτιστὴς Ἰωάννης φησὶ πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν; «Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν· Πατέρα ἔχομεν τὸν Ἀβραάμ». Εὐδόκιμον ἔχεις πρόγονον; Ἐὰν ζηλώσῃς ἐκέρδανας· ἐὰν δὲ μὴ ζηλώσῃς, κατήγορος γίνεται ὁ εὐδόκιμος ὅτι ἀπὸ ῥίζης δικαίας πικρὸς ἔφυς καρπός. Μηδέποτε μακαρίσῃς ἄνθρωπον ἔχοντα συγγενῆ δίκαιον. Ἐὰν μὴ μιμηταὶ αὐτοῦ τοὺς τρόπους. Μητέρα ἔχεις ἁγίαν; Οὐδὲν πρὸς σέ. Μητέρα ἔχεις πονηράν; Οὐδὲν πρὸς σέ. Ὥσπερ ἐκείνης ἡ ἀρετὴ οὐκ ὠφελεῖ σε μὴ ζηλοῦντα αὐτῆς τὴν ἀρετήν, οὕτως οὐδὲ ἡ κακία αὐτῆς βλάπτει σε, ἐὰν μεταβάλῃς τὴν πονηρίαν. Ἀλλ’ ὥσπερ ἐκεῖ μεῖζον τὸ ἔγκλημα, ὅτι, οἴκοθεν ἔχων ὑπόδειγμα οὐκ ἐμιμήσω τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὸ ἐγκώμιον μεῖζον, ὅτι μητέρα τις ἔχων πονηράν, οὐκ ἐμιμήσατο τὴν πονηρίαν αὐτῆς, ἀλλ’ ἀπὸ ῥίζης πικρᾶς ἔφυ καρπός· οὐ γὰρ προγόνων περιφάνεια, ἀλλὰ τρόπος ἀρετῆς ζητεῖται.
Ἐγὼ καὶ δοῦλον εὐγενῆ καλῷ, καὶ δεσπότην ἅλυσιν περικείμενον, ἐὰν καταμάθω αὐτοῦ τὸν τρόπον· ἐμοὶ καὶ ὃν ἐν ἀξιώματι δυσγενής, ἐὰν δούλην ἔχῃ τὴν ψυχήν. Τὶ γὰρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν; Ἡ μὲν γὰρ ἄλλη δουλεία περιστάσεως πραγμάτων· αὕτη δὲ ἡ δουλεία διαφορὰ γνώμης, ἐπεὶ καὶ ἡ δουλεία ἐξ ἀρχῆς ἐντεῦθεν εἰσῆλθεν.

ζ’. Οὐκ ἦν δοῦλος τὸ παλαιόν· ὁ γὰρ Θεὸς πλάττων τὸν ἄνθρωπον, οὐκ ἐποίησεν αὐτὸν δοῦλον, ἀλλ’ ἐλεύθερον. Ἐποίησε τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, καὶ ἀμφότεροι ἦσαν ἐλεύθεροι· πόθεν οὖν ἡ δουλεία ἐγένετο; Ἐξώκειλε τὸ γένος τῶν ἀνθρώπων, καὶ τὰ μέτρα τῆς ἐπιθυμίας ὑπερβάντες, εἰς ἀκολασίαν ἐπήρθησαν· καὶ ὅπως, ἄκουε.
Ἐγένετο κατακλυσμός, τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον, καταῤῥάκται ἠνεῴχθησαν, καὶ ἄβυσσοι ἀνεβλύσθησαν, καὶ πάντα ἦν ὕδωρ, καὶ τὰ φαινόμενα ἀνεστοιχειοῦντο καὶ διελύοντο, καὶ γῆ οὐκ ἐφαίνετο, ἀλλ’ ἦν ἅπαντα πέλαγος, ῥίζαν ἔχοντα τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ πάντα κύματα ἦν, καὶ πάντα πελάγη· ὄρη πρὸς ὕψος ἀνατεταμένα, ἀλλὰ τὸ πέλαγος αὐτὰ ἐκάλυπτε· καὶ ἦν πέλαγος καὶ οὐρανὸς μόνον, καὶ ἦν τὸ γένος τῶν ἀνθρώπων ἀπολωλός, καὶ ἦν ὁ σπινθὴρ τοῦ γένους τοῦ ἡμετέρου ὁ Νῶε, σπινθὴρ ἐν μέσῳ πελάγους, καὶ μὴ σβεννύμενος, τὰς ἀπαρχὰς τοῦ γένους ἡμῶν ἔχων, γυναῖκα καὶ παιδία, περιστερὰν καὶ κόρακα, καὶ τὰ ἀλλὰ πάντα. Καὶ ἦσαν πάντες ἔνδον, καὶ ἐφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος ἐν μέσῳ τοῦ κλύδωνος, καὶ οὐκ ἐναυάγει· εἶχε γὰρ κυβερνήτην τὸν τοῦ παντὸς Δεσπότην. Αἱ γὰρ σανίδες αὐτὸν οὐ διέσωσαν, ἀλλ’ ἡ χεὶρ ἡ κραταιά· καὶ ὅρα θαῦμα· ὅτε καὶ ἐξεκλύσθη ἡ γῆ, ὅτε ἀνῃρέθησαν οἱ τὰ κακὰ ἐργασάμενοι, ὅτε ἐλώφησεν ὁ χειμών, ἐφάνησαν αἱ κορυφαὶ τῶν ὀρέων, ἐκάθισεν ἡ κιβωτός, ἔπεμψε τὴν περιστερὰν ὁ Νῶε.
Μυστήρια δὲ ἦν τὰ λεγόμενα, καὶ τῶν μελλόντων τύπος τὰ γινόμενα· οἷον, ἡ ἐκκλησία κιβωτός, ὁ Νῶε ὁ Χριστός, ἡ περιστερὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ φύλλον τῆς ἐλαίας ἡ φιλανθρωπία τοῦ Θεοῦ. Τὸ ἥμερον ζῶον ἐξεπέμπετο, καὶ ἐξῆλθεν ἀπὸ τῆς κιβωτοῦ· ἀλλὰ τύπος ἐκεῖνα, ταῦτα δὲ ἀλήθεια. Ὅρα δὲ τὴν δαψίλειαν τῆς ἀληθείας. Καθάπερ ἡ κιβωτὸς ἐν μέσῳ τοῦ πελάγους, διέσωζε τοὺς ἔσω ὄντας, οὕτω καὶ ἡ ἐκκλησία διασώζει τοὺς πλανωμένους ἅπαντας. Ἀλλ’ ἡ μὲν κιβωτὸς ἔσωζε μόνον, ἡ δὲ ἐκκλησία πλέον τι ἐργάζεται. Οἷον τὶ λέγω· ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα, καὶ ἔσωσεν ἄλογα. Ἔλαβεν ἡ ἐκκλησία ἀλόγους ἀνθρώπους, καὶ οὐ σώζει μόνον, ἀλλὰ καὶ μεταβάλλει· ἔλαβεν ἡ κιβωτὸς κόρακα, καὶ κόρακα ἔπεμψε· λαμβάνει ἡ ἐκκλησία κόρακα, καὶ ἐκπέμπει περιστεράν· λαμβάνει λύκον, καὶ ἐκπέμπει αὐτὸν πρόβατον. Ὅταν γὰρ εἰσέλθῃ ἐνταῦθα ἄνθρωπος ἁρπάζων, πλεονεκτῶν, ἀκούσῃ δὲ τῶν θείων λογίων τῆς διδασκαλίας, μεταβάλλει τὴν γνώμην, καὶ ἀντὶ λύκου γίνεται πρόβατον· ὁ μὲν γὰρ λύκος καὶ τὰ ἀλλότρια ἁρπάζει, τὸ δὲ πρόβατον καὶ τὸ ἔριον αὐτοῦ προΐεται. Ἐκάθισεν ἡ κιβωτός, καὶ ἀνεῴγησαν αἱ θύραι. Ἐξῆλθε Νῶε ἐκ τοῦ ναυαγίου διασωθείς· βλέπει τὴν γῆν ἠρημωμένην, βλέπει τάφον ἐσχεδιασμένον ἰλύν, τάφον κοινὸν κτήνεσι καὶ ἀνθρώποις, πάντα ὁμοῦ τὰ σώματα ἵππων καὶ ἀνθρώπων καὶ κτηνῶν ἀλόγων πάντων ὁμοῦ κατακεχωσμένα. Εἶδε τὴν τραγῳδίαν ἐκείνην, εἶδε τὴν γῆν πικρίας γέμουσαν· ἐν ἀθυμίᾳ πολλῇ ἥν, πάντες ἀπώλοντο· οὐκ ἄνθρωπος, οὐ κτῆνος, οὐκ ἄλλο τι τῶν ἔξω τῆς κιβωτοῦ διεσώθη· οὐρανὸν ἔβλεπε μόνον· ὑπὸ τῆς ἀθυμίας ἐτυραννεῖτο, κατείχετο ὑπὸ τῆς ὀδύνης, ἔπιεν οἶνον, ἔδωκεν ἑαυτὸν τῷ ὕπνῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος τῆς ἀθυμίας. Ἔκειτο δὲ ἐπὶ τῆς κλίνης, καθάπερ ἰατρῷ τῷ ὕπνῳ ἑαυτὸν ἐκδούς, λήθην ἐργαζόμενος τῇ διανοίᾳ τῶν γεγενημένων, οἷα εἰκὸς γεγηρακότα, καὶ οἶνον πιόντα, καὶ ὕπνῳ κατεχόμενον. Δεῖ γὰρ ὑπὲρ τοῦ δικαίου ἀπολογήσασθαι, ὅτι οὐκ ἦν μέθης οὐδὲ πάθους ἐπιθυμία τὸ γινόμενον, ἀλλὰ δι’ ἀμφοτέρων ἰᾶτο τὸ ἕλκος. Τοῦτο γὰρ καὶ ὁ Σολομὼν ἔλεγε· «Δότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύναις».
Διὰ τοῦτο πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα ἐν τοῖς ἐπικηδείοις, ὅταν τις παιδίον ἢ γυναῖκα ἀποβάλῃ, ἐπειδὴ τὸ πάθος τυραννεῖ, ἐπειδὴ ἀθυμία περιγίνεται, ἐπειδὴ κρατεῖ τὸ συνειδός, λαμβάνει φίλους εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ συμπόσιον δαψιλὲς ποιεῖ, καὶ οἶνος ἄκρατος δίδοται τῷ λυπουμένῳ, ἵνα παραμυθήσεται τὸ ἕλκος. Τοῦτο ἔπαθε καὶ ὁ γέρων ἐκεῖνος τότε. Ὑπὸ γὰρ τῆς ἀθυμίας τυραννούμενος, καθάπερ φαρμάκῳ τῷ οἴνῳ ἐχρήσατο, καὶ ἀπὸ τοῦ οἴνου δέδωκεν ἑαυτὸν τῷ ὕπνῳ. Ἵνα δὲ μάθητε πόθεν ἡ δουλεία ἐδόθη, μετὰ μικρὸς εἰσελθὼν ὁ ἐπικατάρατος ἐκεῖνος υἱὸς αὐτοῦ, υἱὸς μὲν αὐτοῦ τῇ φύσει, οὐχ υἱὸς δὲ προαιρέσει (πάλιν δὲ λέγω εὐγένειαν, οὐ προγόνων περιφάνειαν, ἀλλὰ τρόπον ἀρετῆς)· εἰσελθὼν ὁ υἱὸς εἶδε τὴν γύμνωσιν τοῦ πατρός. Δέον περιστεῖλαι, δέον περικαλύψαι διὰ τὸ γῆρας, διὰ τὸ πένθος, διὰ τὴν συμφοράν, διὰ τὸ πατέρα αὐτοῦ εἶναι· ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε καὶ ἐξετραγῴδησέν. Οἱ δὲ ἄλλοι αὐτοῦ ἀδελφοὶ λαβόντες πάλλιον ὀπισθοφανῶς, ἵνα μὴ ἴδωσι τὰ παρ’ ἐκείνου ἐκπομπευόμενα, εἰσελθόντες ἐκάλυψαν τὸν πατέρα. Ἀναστὰς δὲ ὁ πατὴρ ἔγνω πάντα, καὶ ἄρχεται λέγειν· «Ἐπικατάρατος Χαναᾶν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ». Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δοῦλος ἔσῃ, ὅτι ἐξεπόμπευσας τὴν ἀσχημοσύνην τοῦ πατρὸς σου. Ὁρᾷς ὅτι ἀπὸ ἁμαρτίας ἡ δουλεία, καὶ ἡ πονηρία τὴν δουλείαν εἰσήγαγε; Βούλει δείξω σοι ἐλευθερίαν ἀπὸ δουλείας; Ἐγένετό τις Ὀνήσιμος οἰκέτης, κατάπτυστος δραπέτης; Οὗτος ἔφυγε, καὶ ἀπῆλθε πρὸς τὸν Παῦλον, ἔτυχε τοῦ βαπτίσματος, ἀπελούσατο τὰ ἁμαρτήματα, παρέμενεν αὐτοῦ τοῖς ποσί· γράφει Παῦλος πρὸς τὸν δεσπότην αὐτοῦ· «Ὀνήσιμον, τὸ ποτὲ σοι ἄχρηστον, νῦν δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον, προσλαβοῦ αὐτὸν ὡς ἐμέ». Τὶ γὰρ ἐγένετο; Ὃν ἐγὼ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.


η’. Εἶδες εὐγένειαν, εἶδες τρόπον παρέχοντα ἐλευθερίαν; Δοῦλος γὰρ καὶ ἐλεύθερος, ὀνόματά ἐστιν ἁπλῶς. Τὶ ἐστι δοῦλος; Ὄνομα ψιλόν. Πόσοι δεσπόται ἐπὶ στιβάδος κεῖνται μεθύοντες, οἰκέται δὲ παρεστήκασι νήφοντες! Τίνα καλέσω δοῦλον; Τὸν νήφοντα, ἢ τὸν μεθύοντα; Τὸν δοῦλον ἀνθρώπου, ἢ τὸν αἰχμάλωτον πάθους; Ἐκεῖνος τὴν δουλείαν ἔξωθεν ἔχει, οὗτος τὴν αἰχμαλωσίαν ἔνδοθεν περιφέρει. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἔχητε γνώμην διακονοῦσαν τῶν πραγμάτων τῇ φύσει, καὶ μὴ ἀπάγησθε τῇ τῶν πολλῶν ἀπάτῃ, ἀλλ’ εἰδῆτε, τὶ δοῦλος, τὶ πένης, τὶ δυσγενής, τὶ μακάριος, τὶ πάθος. Ἐὰν γὰρ μάθητε ταῦτα διακρίνειν, οὐδὲν ὑποστήσεσθε θόρυβον. Ἀλλ’ ἵνα μὴ τὸ παρέργον τοῦ λόγου πλέον γενόμενον ἀπάγῃ τὸν λόγον, ἐχώμεθα τῆς ὑποθέσεως. Οὗτος τοίνυν ὁ πλούσιος, λοιπὸν δὲ πένης· μᾶλλον γὰρ ἡνίκα ἐπλούτει, πένῃ ἦν. Τὶ γὰρ ὄφελος ἀνθρώπῳ ἀλλότρια ἔχοντι καὶ τὰ ἑαυτοῦ οὐκ ἔχοντι;
Τὶ ὄφελος ἀνθρώπῳ χρήματα κεκτημένῳ, ἀρετὴν δὲ μὴ κεκτημένῳ; Τὶ λαμβάνεις τὰ τῶν ἄλλων, καὶ τὰ σὰ ἀπολλύεις; Ἔχω, φησί, χώραν εὔφορον. Καὶ τὶ τοῦτο; Ἀλλὰ ψυχὴν οὐκ ἔχεις εὔφορον. Ἔχω ἀνδράποδα. Ἀλλ’ ἀρετὴν οὐκ ἔχεις. Ἔχω ἱμάτια. Ἀλλ’ εὐλάβειαν οὐ κέκτηται. Τὰ μὲν ἄλλου ἔχεις, τὰ δὲ σὰ οὐκ ἔχεις. Ἐὰν τὶς σοι δώσῃ παρακαταθήκην, μὴ δύναμαί σε καλέσαι πλούσιον; Οὐχί, διὰ τί; Ἀλλότρια γὰρ κέκτησαι. Τοῦτο γὰρ παρακαταθήκῃ ἐστίν· εἴθε γὰρ παρακαταθήκῃ μόνον ἦν, καὶ μὴ προσθήκη σοι τιμωρίας ἐγίνετο. Ἰδὼν οὖν ὁ πλούσιος τὸν Λάζαρον, λέγει· «Πάτερ Ἀβραάμ, ἐλέησόν με. Πένητος ῥήματα, προσαίτου, πτωχοῦ. Πάτερ Ἀβραάμ, ἐλέησόν με. Τὶ θέλεις; Πέμψον Λάζαρον». Ὃν μυριάκις παρέδραμες, ὃν οὐδὲ ἰδεῖν ἠθέλησας, τοῦτον νῦν ἀυτεῖς πεμφθῆναί σοι εἰς σωτηρίαν; «Πέμψον Λάζαρον». Καὶ ποῦ νῦν οἱ οἰνοχόοι σου; Ποῦ οἱ τάπητες; Ποῦ οἱ παράσιτοι; Ποῦ οἱ κόλακες; Ποῦ ὁ τῦφος; Ποῦ ἡ ἀπόνοια; Ποῦ τὸ χρυσίον τὸ κατορωρυγμένον; Ποῦ τὰ ἱμάτια τὰ σητόβρωτα; Ποῦ ὁ ἄργυρος ὁ τιμώμενος παρὰ σοῦ; Ποῦ ἡ φαντασία καὶ ἡ ἀπόλαυσις; Φύλλα ἦν· χειμὼν κατέλαβε, καὶ πάντα ἐξηράνθη· ὄναρ ἦν· ὡς δὲ ἡμέρα ἐγένετο, ἀπῆλθε τὸ ὄναρ· σκιὰ ἦν· ἦλθεν ἡ ἀλήθεια, καὶ παρέδραμεν ἡ σκιά. «Πέμψον Λάζαρον».
Καὶ διὰ τὶ οὐδένα βλέπει δίκαιον ἄλλον; Τοῦ τὸν Νῶε, οὐ τὸν Ἰακώβ, οὐ τὸν Λώτ, οὐ τὸν Ἰσαάκ, ἀλλὰ τὸν Ἀβραάμ; Διὰ τί; Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ, καὶ τοὺς ὁδοιποροῦντας εἰς τὴν σκηνὴν εἷλκε. Τῆς τοίνυν ἀπανθρωπιᾶς τούτου ἡ ἐκείνου φιλοξενία μείζων γίνεται κατήγορος, «Πέμψον Λάζαρον». Ἀκούοντες φοβηθῶμεν, ἀγαπητοί, μὴ καὶ ἡμεῖς ἴδωμεν πένητας, καὶ παραδράμωμεν, μὴ ἀντὶ Λαζάρου πολλοὶ ἡμῖν τότε γένωνται κατήγοροι. «Πέμψον Λάζαρον, ἵνα τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι βάψας, ἐπίσταξη μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι». ᾯ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Οὐ μετέδωκας ψιχίων; Οὐ μεταλαμβάνεις σταγόνος; «Πέμψον Λάζαρον», ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. Καὶ τὶ πρὸς αὐτὸν ὁ Ἀβραάμ; «Τέκνον, ἀπέλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σοῦ, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι». Πάλιν ἐνταῦθα οὐκ εἶπεν, Ἔλαβες, ἀλλά, Ἀπέλαβες. Πολλὴν διαφορὰν ἔχει ἡ προσθήκη τοῦ συνδέσμου. Ὅπερ γὰρ πολλάκις εἶπον ὑμῶν τῇ ἀγάπῃ, καὶ περὶ τὰς συλλαβὰς ὀφείλομεν εἶναι ἐρευνηταί· «Ἐρευνᾶτε γάρ, φησί, τὰς Γραφάς». Ἰῶτα γὰρ ἕν, ἢ μία κεραία πολλάκις νόημα ἐγείρει. Ἵνα δὲ μάθῃς ὅτι καὶ προσθήκη ἑνὸς στοιχείου ποιεῖ νόημα οὗτος ὁ πατριάρχης Ἀβραὰμ Ἀβρὰμ ἐλέγετο πρότερον. Καὶ λέγει αὐτῷ ὁ Θεός. Οὐκ ἔσται τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ Ἀβραάμ. Ἄλφα προσέθηκε, καὶ πατέρα αὐτὸν πολλῶν ἐθνῶν ἐποίησεν. Ἰδοὺ τοίνυν ἑνὸς στοιχείου προσθήκη πολλὴν εὐγένειαν ἔδειξε. Μὴ παράτρεχε οὖν ἁπλῶς τὰ τοιαῦτα. Οὐ γὰρ εἰπεῖν, Ἔλαβες τὰ ἀγαθὰ σοῦ, ἀλλά, Ἀπέλαβες· ὁ δὲ ἀπολαμβάνων, τὰ κεχρεωστημένα ἀπολαμβάνει. Πρόσεχε ὃ λέγω· ἄλλο γὰρ τὸ λαβεῖν, καὶ ἄλλο τὸ ἀπολαβεῖν· ἀπολαμβάνει γὰρ τις ἅπερ εἶχε, λαμβάνει δὲ πολλάκις ἅπερ οὐκ ἐκέκτητο. «Ἀπέλαβες τὰ ἀγαθὰ σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ». Ἰδοὺ καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβε, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ταῦτα δὲ μοι πάντα εἴρηται διὰ τοὺς ἐνταῦθα κολαζομένους, κεῖ μὴ ἐκεῖ, διὰ τοὺς ἐνταῦθα τρυφῶντας, καὶ ἐκεῖ κολαζομένους. Πρόσεχε τοίνυν ὃ λέγω· «Ἀπέλαβες τὰ ἀγαθὰ σου, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ», τὰ κεχρεωστημένα, τὰ ὀφειλόμενα. Πρόσεχε τῷ ζητήματι· φθάνω γὰρ εἰς τὸν τόπον· ἄφες ὑφάνω τὸν ἱστόν. Ἀλλὰ μὴ θορυβεῖσθε ἐν τῷ προοιμίῳ· ἀλλ’ ὅταν τι τοιοῦτον λέγω, ἀναμείνατε τὴν λύσιν. Βούλομαι γὰρ ὀξυδερκεῖς ὑμᾶς καταστῆσαι, καὶ μὴ ἁπλῶς ἐπιπολαίως γυμνάζειν, ἀλλὰ καὶ εἰς βυθὸν καταφέρειν τῶν θείων γραφῶν, βυθὸν οὐκ ἔχοντα χειμῶνα, βυθὸν γαλήνης ἀσφαλέστερον. Ὅσον οὖν καταβῇς, πλείονα ἀσφάλειαν εὑρίσκεις. Οὐ γὰρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος ρύμη, ἀλλ’ εὔτακτος νοημάτων διάθεσις. «Ἀπέλαβες τὰ ἀγαθὰ σοῦ, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι». Ζήτημα μέγα ἐστίν· εἶπον, ὅτι ὁ ἀπολαμβάνων, τὰ κεχρεωστημένα ἀπολαμβάνει. Εἰ τοίνυν ὁ Λάζαρος δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, καὶ ἔδειξεν ὁ κόλπος τοῦ Ἀβραάμ, ὁ στέφανος, τὰ βραβεία, ἡ ἄνεσις, ἡ ἀπόλαυσις, ἡ καρτερία, ἡ ὑπομονή· οὗτος δὲ ἁμαρτωλὸς καὶ παμπόνηρος καὶ ἀπάνθρωπος, τρυφῇ καὶ μέθῃ προσέχων, Συβαριτικὴν παρατιθέμενος τράπεζαν, ἐν ἀσέλγεια τοσαύτῃ καὶ ἀκολασίᾳ στρεφόμενος, διὰ τὶ αὐτῷ λέγει, τὸ «Ἀπέλαβες»; Ἐχρεωστεῖτο γὰρ τι αὐτῷ, ἀνθρώπῳ πλουτοῦντι, ἀνθρώπῳ ἀσώτῳ καὶ ἀπανθρώπῳ; Τὶ γὰρ αὐτῷ ἐχρεωστεῖτο; Διὰ τὶ γὰρ μὴ εἶπεν, Ἔλαβες, ἀλλ’, «Ἀπέλαβες»;



θ’. Πρόσεχε τῷ λεγομένῳ· ἐχρεωστοῦντο αὐτῷ τιμωρίᾳ, ἐχρεωστοῦντο αὐτῷ κολάσεις, ἐχρεωστοῦντο αὐτῷ ὀδύναι. Διὰ τῇ μὴ εἶπεν, ὅτι Αὐτὰ ἔλαβες, ἀλλὰ «Ἀπέλαβες τὰ ἀγαθὰ σου» ἐκεῖνα, τὸν βίον ἐκεῖνον λέγων, «καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ»; Ἀλλὰ συντεῖνον σου τὴν διάνοιαν· εἰς βάθος γὰρ καταβαίνω νοημάτων. Τῶν ἀνθρώπων ἁπάντων τῶν ὄντων οἱ μὲν εἰσὶν ἁμαρτωλοί, οἱ δὲ δίκαιοι. Πρόσεχε τοίνυν καὶ ἐν τοῖς δικαίοις διαφοράν· ὁ μὲν δίκαιος, ὁ δὲ πλεῖον δίκαιος· ὁ μὲν ὑψηλότερος, ὁ δὲ μείζων· καὶ καθάπερ ἀστέρες εἰσι πολλοὶ καὶ ἥλιος καὶ σελήνη, οὕτω καὶ διαφορὰ δικαίων. «Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἀλλὰ σελήνης, καὶ ἄλλη δόξα ἀστέρων». Τὰ μὲν γὰρ διαφέρει ἐν δόξῃ, τὰ δὲ ἐλαττοῦται· καὶ καθάπερ εἰσὶ σώματα ἐπουράνια; Οὕτω καὶ σώματα ἐπίγεια· καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὁ μὲν ἔλαφος, ὁ δὲ κύων, ὁ δὲ λέων, ὁ δὲ ἄλλο θηρίον, ὁ δὲ ἀσπίς, ὁ δὲ ἄλλο τι τῶν τοιούτων· οὕτω καὶ ἐν τοῖς ἁμαρτήμασι διαφοραί. Τῶν ἀνθρώπων τοίνυν οἱ μὲν εἰσὶ δίκαιοι, οἱ δὲ ἁμαρτωλοί· ἀλλὰ καὶ ἐν τοῖς δικαίοις πολλὴ διαφορά, καὶ ἐν τοῖς ἁμαρτωλοῖς πολλὴ καὶ ἄπειρος. Ἀλλὰ πρόσεχε· εἰ καὶ δίκαιος ᾗ τις, κἂν μυριάκις ᾗ δίκαιος, καὶ πρὸς αὐτὴν ἀναβῇ τὴν κορυφήν, ὥστε ἀπηλλάχθαι ἁμαρτημάτων, οὐ δύναται καθαρὸς εἶναι κηλῖδος, κἂν μυριάκις ᾗ δίκαιος, ἀλλ’ ἄνθρωπός ἐστι. «Τὶς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; Ἢ τὶς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας»; Διὰ τοῦτο κελευόμεθα εἰς τὴν εὐχὴν λέγειν· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν», ἵνα τῇ συνηθείᾳ τῆς εὐχῆς ἀναμνησθῶμεν ἐκεῖ ὅτι ὑπεύθυνοί ἐσμεν κολάσεσι. Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθών, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλών, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατότερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύον, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθών, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει· «Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι». Ὁ τοσοῦτον καὶ τηλικοῦτον κεκτημένος ἀρετῶ πλῆθος, λέγε· «Ὁ δὲ ἀνακρίνων με Κύριος ἐστι».
Τὶς οὖν καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; Ἢ τὶς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Ἀμήχανον τοίνυν εἶναι ἄνθρωπόν τινα ἀναμάρτητον. Τὶ γὰρ λέγεις; Δίκαιός ἐστι; Ἐλεήμων ἐστί; Φιλόπτωχός ἐστιν; Ἀλλ’ ἔχει τι ἐλάττωμα· ἢ ὑβρίζει ἀκαίρως, ἢ κενοδοξεῖ, ἢ ἄλλο τι τοιοῦτον ποιεῖ· οὐ γὰρ δεῖ πάντα καταλέγειν. Ὁ μὲν ἐλεήμων, ἀλλ’ οὐ σώφρων πολλάκις· ὁ δὲ σώφρων μέν, ἀλλ’ οὐκ ἐλεήμων· ὁ μὲν ἐν ταύτῃ τῇ ἀρετῇ ὀνομάζεται, ὁ δὲ ἐν ἐκείνῃ. Ἔστω τις δίκαιος· καὶ πολλάκις μὲν δίκαιός ἐστι, καὶ ἔχει πάντα τὰ ἀγαθά, καὶ ἔσχεν ἀπόνοιαν διὰ τὴν δικαιοσύνην, καὶ ἐλυμήνατο αὐτῷ τὴν δικαιοσύνην ἡ ἀπόνοια. Ὁ Φαρισσαῖος οὐκ ἦν δίκαιος, νηστεύων δὶς τοῦ Σαββάτου; Καὶ τὶ φησίν; «Οὐκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται». Καὶ πολλάκις ἀπὸ καθαροῦ συνειδότος εἰς ἀπόνοιαν ἦλθέ τις· καὶ ὅπερ οὐκ ἔβλαψεν αὐτὸν ἡ ἁμαρτία, ἔβλαψεν αὐτὸν ἡ ἀπόνοια. Οὐκ ἔστι γοῦν ἄνθρωπον καθ’ ὅλου οὕτως εἶναι δίκαιον, ὡς καθαρὸν εἶναι ἀπὸ ἁμαρτίας, καὶ πάλιν, οὐκ ἔστιν ἄνθρωπον οὐδένα κακὸν εἶναι, ὡς μὴ ἔχειν τι κἂν μικρὸν ἀγαθόν. Οἶόν τι λέγω· ὁ δεῖνα ἁρπάζει καὶ πλεονεκτεῖ καὶ λυμαίνεται, ἀλλ’ ἐνίοτε ἐλεημοσύνην δίδωσιν, ἀλλ’ ἐνίοτε σώφρων ἐστίν, ἀλλ’ ἐνίοτε λόγον ἔχει χρηστόν, ἀλλ’ ἐνίοτε κἂν ἑνὶ ἀνδρὶ ἐβοήθησεν, ἀλλ’ ἐνίοτε ἔκλαυσεν, ἀλλ’ ἐνίοτε ἐστύγνασεν. Ὅὐτε οὖν δίκαιός ἐστι χωρὶς ἁμαρτίας, οὔτε ἐστὶν ἁμαρτωλὸς καθόλου ἔρημος ἀγαθοῦ. Τὶ τοῦ Ἀχαὰβ χαλεπώτερον; Ἥρπασε καὶ ἐφόνευσεν· ἀλλ’ ὅμως ἐπειδὴ ἐστύγνασε, λέγει τῷ Ἠλίᾳ ὁ Θεός· «Εἶδες πῶς κατενύγη Ἀχαάβ», εἶδες ἐν τοσούτῳ βυθῷ κακῶν πῶς εὑρέθη τι μικρὸν ἀγαθόν; Τὶ Ἰούδα χεῖρον τοῦ προδότου, τοῦ αἰχμαλωτισθέντος ὑπὸ τῆς φιλαργυρίας; Ἀλλ’ ὅμως καὶ αὐτὸς ἐποίησε κἂν μικρὸν τι μετὰ ταῦτα ἀγαθόν. «Ἥμαρτον γάρ, φησί, παραδοὺς αἷμα ἀθῷον». Ὅπερ οὖν ἔλεγον· οὐ γὰρ ἐστι φύσει ἡ κακία, ἵνα μὴ ἔχῃ χώραν ἡ ἀρετή. Τὸ πρόβατον οὐδέποτε δύναται γενέσθαι ἄγριον, φύσει γὰρ ἔχει τὸ ἥμερον· ὁ λύκος οὐδέποτε δύναται γενέσθαι ἥμερος, φύσει γὰρ ἔχει τὸ ἄγριον. Οὐ λύονται οὖν οἱ νόμοι τῆς φύσεως, οὐδὲ σαλεύονται, ἀλλὰ μένουσιν ἀκίνητοι. Ἐπὶ ἐμοῦ τοῦτο οὐκ ἔνι, ἀλλὰ καὶ ἄγριος γίνομαι ὅταν βούλωμαι, καὶ ἥμερος ὅταν θέλω· οὐ γὰρ φύσει δέδεμαι, ἀλλ’ ἐλευθερίᾳ προαιρέσεως τετίμημαι. Ὅπερ οὖν εἶπον, οὔτε ἀγαθὸς τις οὕτως ἐστίν, ὡς μὴ ἔχειν μικρὰν κηλῖδα, οὔτε πονηρὸς τις οὕτως ἐστίν, ὡς μὴ ἔχειν κἂν μικρὸν ἀγαθόν.
Ἐπεὶ οὖν πάντων ἀντίδοσίς ἐστι, καὶ πάντων ἐστὶν ἀμοιβή· κἂν γὰρ φονεὺς ᾗ τις, κἂν πονηρὸς τις ᾗ, κἂν πλεονέκτης, ποιήσῃ δὲ καλόν, μένει αὐτῷ τοῦ καλοῦ ἡ ἀνταπόδοσις, καὶ οὐ διὰ τὰ καλά, ἃ ἐποίησεν, ἄμισθον γίνεται τὸ καλόν. Καὶ πάλιν, κἂν μυρία τις ἐργάζεται ἀγαθά, ποίησε δὲ τι φαῦλον, μένει αὐτῷ τοῦ φαύλου ἡ ἀνταπόδοσις. Κάτεχε ταῦτα, τήρει αὐτὰ ὀχυρὰ καὶ ἀκίνητα. Οὔτε ἀγαθὸς τὶς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακὸς τὶς ἐστι χωρὶς δικαιοσύνης. Τὰ αὐτὰ γὰρ λέγω πάλιν, ἵνα ριζώσω, ἵνα φυτεύσω, ἵνα εἰς βάθος θήσω. Ἐμβάλλει γὰρ τινας μερίμνας ὁ διάβολος εἰς τὴν ψυχήν, βουλόμενος ἀποβουκολῆσαι ὑμῶν τὴν διάνοιαν, καὶ λυμήνασθαι τὰ παρ’ ἐμοῦ λεγόμενα· διὰ τοῦτο εἰς βάθος αὐτὰ καταφέρω. Ἐὰν γὰρ ὧδε τηρήσῃς ἀσφαλῶς, κἂν ἔξω ἀπέλθῃς, ἀπολέσαι αὐτὰ οὐ δύνασαι. Ὥσπερ γάρ, ἐὰν βάλω χρυσίον εἰς βαλάντιον, σφίγγω καὶ σφραγίζομαι, ἵνα καὶ ἐμοῦ ἀπόντος ὁ λῃστὴς μὴ λάβῃ, οὕτω καὶ ἐπὶ τῆς ὑμετέρας ἀγάπης ποιῶ· τῇ συνεχείᾳ τῆς διδασκαλίας σφίγγω καὶ σφραγῖδας ἐπιτίθημι, καὶ ἀσφαλίζομαι ὑμῶν τὴν γνώμην, ἵνα μὴ γένηται ἐξίτηλος τῇ ῥαθυμίᾳ, ἀλλ’ ἵνα τηρήσας μᾶλλον, τῇ ἐνταῦθα γαλήνῃ τὸν ἔξω θόρυβον ἀποκρούσωμαι. Οὐ τοίνυν ταῦτα πολυλογίας τὰ λεγόμενα, ἀλλ’ ἐπιμελείας καὶ φιλοστοργίας καὶ πόθου τοῦ διδασκάλου, ἵνα μὴ ἀποῤῥυῇ τὰ λεγόμενα. Ταῦτα γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές· διδάξαι βούλομαι, οὐχ ἁπλῶς ἐπιδείξασθαι. Οὐκ ἔστιν οὖν τις δίκαιος, ὃς οὐκ ἔχει ἁμαρτίαν· καὶ οὐκ ἔστι τις ἁμαρτωλὸς ὃς οὐκ ἔχει ἀγαθόν· ἀλλ’ ἐπειδὴ ἑκάστων ἐστὶν ἀντίδοσις, βλέπε τὶ γίνεται. Ὁ ἁμαρτωλὸς ἀπολαμβάνει τῶν ἀγαθῶν αὐτοῦ ἰσόῤῥοπον τὴν ἀντίδοσιν, ἐὰν τι ἔχῃ κἂν μικρὸν ἀγαθόν· καὶ ὁ δίκαιος ἀπολαμβάνει τῆς ἁμαρτίας αὐτοῦ τὴν ἰσόῤῥοπον κρίσιν, κἂν μικρὸν τι ποιήσῃ κακόν. Τὶ οὖν γίνεται, καὶ τὶ ποιεῖ ὁ Θεός; Ἀφώρισε νόσον τῇ ἁμαρτίᾳ, τὸν παρόντα βίον καὶ τὸν μέλλοντα αἰῶνα. Ἐὰν οὖν ᾗ τις δίκαιος, καὶ ἐργάσηταί τι φαῦλον, καὶ νοσήσῃ ὧδε, καὶ τιμωρίᾳ παραδοθῇ, καὶ θορυβηθῇς, ἀλλ’ ἐννόησον πρὸς ἑαυτόν, καὶ εἰπέ, ὅτι οὗτος ὁ δίκαιος πώποτε μικρὸν τι κακὸν ἐποίησε, καὶ ἀπολαμβάνει ὧδε, ἵνα μὴ ἐκεῖ κολασθῇ.
Πάλιν, ἐὰν ἴδῃς ἁμαρτωλὸν ἁρπάζοντα, πλεονεκτοῦντα, μυρία ποιοῦντα κακά, κἂν εὐθυνῇ, ἐννόησον ὅτι ἐποίησέ ποτε ἀγαθὸν τι, καὶ ἀπολαμβάνει ὧδε τὰ ἀγαθά, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ τὸν μισθόν. Οὕτω κἂν δίκαιος ᾗ τις καὶ πάσχῃ δεινὸν τι, διὰ τοῦτο ἀπολαμβάνει ὧδε, ἵνα ὧδε ἀποθῆται τὴν ἁμαρτίαν, καὶ ἀπέλθῃ ἐκεῖ καθαρός· κἂν ἁμαρτωλὸς τις ᾗ, γέμων κακῶν, κἂν μυρία ἀνίατα νοσῶν, ἁρπάζων, πλεονεκτῶν, διὰ τοῦτο ἀπολαύει ἐνταῦθα εὐημερίας, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ μισθόν. Ἐπειδὴ οὖν συνέβαινε καὶ τὸν Λάζαρον ἔχειν τινὰ ἁμαρτήματα, καὶ τὸν πλούσιον ἔχει τι ἀγαθόν, διὰ τοῦτο ὁ Ἀβραὰμ λέγει· ὧδε μηδὲν ζήτει· ἀπέλαβες τὰ ἀγαθὰ σου ἐκεῖ, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς λέγω ταῦτα, ἀλλ’ οὕτως ἐστί, λέγει· «Ἀπέλαβες τὰ ἀγαθὰ σου». Ποῖα; Ἐποίησας τι ἀγαθόν; Ἀπέλαβές σου τὸν πλοῦτον, τὴν ὑγείαν, τὴν τρυφήν, τὴν δυναστείαν, τὴν τιμήν· οὐδὲν σοὶ κεχρεώστηται· ἀπέλαβες τὰ ἀγαθὰ σου. Τὶ οὖν; Ὁ Λάζαρος οὐδὲν ἥμαρτεν; Ναί, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ὅτε σὺ ἀπελάμβανες τὰ ἀγαθά, τότε καὶ Λάζαρος τὰ κακά· διὰ τοῦτο νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὥστε ὅταν ἴδῃς δίκαιον κολαζόμενον ὧδε, μακάριζε αὐτόν, καὶ λέγε· οὗτος ὁ δίκαιος ἢ ἁμαρτίαν ἔχει καὶ ἀπολαμβάνει αὐτήν, καὶ ἀπέρχεται ἐκεῖ καθαρός, ἢ πλέον τῶν ἁμαρτημάτων κολάζεται, καὶ προσθήκη δικαιοσύνης αὐτῷ λογίζεται. Λόγος γὰρ γίνεται ἐκεῖ· καὶ λέγει ὁ Θεὸς τῷ δικαίῳ· ἔχεις μου τόσον· τυχὸν δὲ πιστεύει αὐτῷ δέκα ὀβολοὺς καὶ ποιεῖ αὐτῷ λόγον τῶν δέκα ὀβολῶν. Ἐὰν δὲ δαπανήσῃ ἑξήκοντα ὀβολούς, λέγει αὐτῷ ὁ Θεός. Τοὺς δέκα ὀβολοὺς λογίζομαί σοι εἰς ἁμαρτίαν, καὶ τοὺς πεντήκοντα εἰς δικαιοσύνην, ἵνα δὲ μάθῃς ὅτι τὸ λειπόμενον εἰς δικαιοσύνην αὐτῷ λογίζεται, Ἰὼβ δίκαιος ἦν, ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ἐκολάσθη αὐτοῦ τὸ σῶμα ὧδε, ἵνα ἐκεῖ μισθοὺς ἀπαιτήσῃ. Τὶ γὰρ φησιν ὁ Θεὸς πρὸς αὐτόν; «Ἄλλως οἴει με κεχρηματικέναι σοι, ἢ ἵνα ἀναφανῇς δίκαιος»; Τὴν αὐτὴν τοίνυν τοῖς δικαίοις ὑπομονὴν ἐπιδειξάμενοι, καὶ τῇ ἀγαθῇ αὐτῶν πολιτείᾳ τὴν καρτερίαν ἰσόῤῥοπον ἐπιδειξάμενοι, ἀπολάβωμεν τὰ ἀγαθὰ τὰ εὐτρεπισμένα τοῖς ἁγίοις τοῖς ἀγαπῶσι τὸν Θεόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |