Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος Ὄγδοος Κατὰ Ἰουδαίων
α’. Παρῆλθεν ἡ νηστεία τῶν Ἰουδαίων, μᾶλλον δὲ ἡ μέθη τῶν Ἰουδαίων. Ἔστι γὰρ καὶ χωρὶς οἴνου μεθύειν, ἔστιν καὶ νήφοντα παροινεῖν καὶ ἐν ἀσωτία κωμάζειν. Εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ προφήτης, «Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἶνοι»· εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ πάλος, «Μὴ μεθύσκεσθε οἴνῳ». Ὡς γὰρ ἐνὸν καὶ ἄλλως μεθύειν, εἶπε· «Μὴ μεθύσκεσθε οἴνῳ». Ἔστι γάρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἔκστασις τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνη, καὶ τῆς κατὰ ψυχὴν ὑγιείας ἀναίρεσις.
Οὐ τοίνυν μόνον ὁ ἄκρατον ἐκχεόμενος πολύν, ἀλλὰ καὶ ὁ πάθος ἕτερον ἐν τῇ ψυχῇ τρέφων, μεθύειν λέγοιτο ἂν ἰσχυρῶς. Καὶ γὰρ ὁ γυναικὸς ἐρῶν τῆς οὐκ ἰδίας, καὶ πόρναις ἐσχολακώς, μεθύει. Καὶ καθάπερ ἐκεῖνος, ὁ πολὺν ἄκρατον πιὼν καὶ παρενεχθεὶς ἀνελεύθερα φθέγγεται ῥήματα, καὶ ἕτερα ἀνθ’ ἑτέρων ὁρᾷ· οὕτω καὶ οὗτος, καθάπερ τινὸς ἀκράτου, τῆς ἀκολάστου ταύτης ἐπιθυμίας πληρούμενος, οὐδὲν ὑγιὲς ἐκφέρει ῥῆμα, ἀλλ’ αἰσχρὰ πάντα καὶ διεφθαρμένα καὶ ἀνελεύθερα καὶ γέλωτος γέμοντα, καὶ ἕτερα ἀνθ’ ἑτέρων βλέπει, πρὸς μὲν τὰ ὁρώμενα τυφλώττων· ἢν δὲ ἐπιθυμεῖ καθυβρίσαι, ταύτην πανταχοῦ φανταζόμενος, καὶ καθάπερ ἐξεστηκὼς τις καὶ παραπαίων, καὶ ἐν συλλόγοις, καὶ ἐν συμποσίοις, καὶ ἐν παντὶ καιρῷ, καὶ ἐν παντὶ τόπῳ, μυρίων μυρία πρὸς αὐτὸν διαλεγομένων, οὔτε ἀκούειν δοκεῖ, ἀλλὰ πρὸς ἐκείνην τέταται, καὶ τὴν ἁμαρτίαν ὀνειροπολεῖ· καὶ πάντα ὑφορᾶται καὶ δέδοικε, λινόπληγός τινος ζῴου οὐδὲν ἄμεινον διακείμενος. Καὶ ὁ ὀργῇ κατεχόμενος μεθύειν πάλιν· οὕτω γοῦν αὐτοῦ καὶ ἡ ὄψις οἰδεῖ, καὶ ἡ φωνὴ τραχύνεται, καὶ οἱ ὀφθαλμοὶ γίνονται ὕφαιμοι, καὶ ὁ νοῦς σκοτοῦται, καὶ ἡ διάνοιαν καταποντίζεται, καὶ ἡ γλῶσσα τρέμει, καὶ οἱ ὀφθαλμοὶ παραφέρονται, καὶ αἱ ἀκοαὶ ἕτερα ἀνθ’ ἑτέρων ἀκούουσιν, ἀκράτου παντὸς χαλεπώτερον τῆς ὀργῆς αὐτοῦ πληττούσης τὴν μήνιγγα, καὶ χειμῶνα ἐργαζομένης, καὶ ζάλην ποιούσης ἀπαραμύθητον. Εἰ δὲ ἐπιθυμίᾳ τις καὶ ὀργῇ κατεχόμενος μεθύει, πολλῷ μᾶλλον ἀσεβῶν ἄνθρωπος, καὶ εἰς Θεὸν βλασφημῶν, καὶ ἐναντιούμενος αὐτοῦ τοῖς νόμοις, καὶ τῆς ἀκαίρου φιλονεικίας μηδέποτε ταύτης καθυφεῖναι βουλόμενος, μεθύει καὶ μέμηνε, καὶ κωμαζόντων καὶ ἐξεστηκότων ἀθλιώτερον διάκειται, κἂν αὐτὸς αἰσθάνεσθαι μὴ δοκῇ. Τοῦτο γὰρ μάλιστα μέθης ἐστὶν ἄξιον, τὸ μηδὲ ἐν οἷς τις ἀσχημονεῖ αἴσθησίν τινα ἔχειν· ὥσπερ οὖν καὶ παραπληξίας τοῦτο μάλιστά ἐστι τὸ δεινόν, ὅτι νοσοῦντες οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι νοσοῦσιν· ὡσπεροῦν καὶ οἱ Ἰουδαῖοι νῦν μεθύοντες, οὐκ αἰσθάνονται. Ἡ μὲν οὖν νηστεία αὐτῶν παρῆλθεν, ἡ μέθης ἁπάσης αἰσχροτέρα· ἡμεῖς δὲ τὴν περὶ τοὺς ἀδελφοὺς τοῦ ἡμετέρους μὴ καταλύσωμεν πρόνοιαν, μηδὲ ἄκαιρόν τινα νομίσωμεν αὐτῶν εἶναι λοιπὸν τὴν ἐπιμέλεια· ἀλλ’ ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοῦ ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δὲ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγήν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἀλλὰ πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν· οὕτω καὶ ἡμεῖς τοίνυν, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τοὺς Ἰουδαίους ἐδιώξαμεν, τοὺς προφήτας αὐτοῖς ἐφοπλίσαντες, πανταχόθεν ἐπανιόντες νῦν ἴδωμεν, μὴ τινες τῶν ἀδελφῶν τῶν ἡμετέρων ἔπεσον, μὴ τινες ἀπὸ τῆς νηστείας παρεσύρησαν, μὴ τινὲς αὐτοῖς κατὰ τὴν ἑορτὴν ἐκοινώνησαν· καὶ ταφῇ μὲν μηδένα παραδῶμεν, πάντας δὲ ἀνελόμενοι θεραπεύσωμεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πολέμων, τὸν πεσόντα ἅπαξ καὶ τὴν ψυχὴν ἀφέντα ἀδύνατον στρατιώτῃ πάλιν ἀνακτήσασθαι καὶ πρὸς ζωὴν ἐπαναγαγεῖν· ἐπὶ δὲ τοῦ πολέμου τούτου καὶ τῆς μάχης, κἂν καιρίαν τις ᾗ εἰληφὼς πληγήν, δυνατόν, ἂν θέλωμεν, τῆς τοῦ Θεοῦ χάριτος συνεφαπτομένης ἡμῖν, πρὸς ζωὴν αὐτὸν χειραγωγῆσαι πάλιν. Οὐ γὰρ φύσεως οὗτος ὁ θάνατος, καθάπερ ἐκεῖνος, ἀλλὰ προαιρέσεως καὶ γνώμης· προαίρεσιν δὲ ἀποθανοῦσαν δυνατὸν ἀναστῆσαι πάλιν, καὶ ψυχὴν νεκρωθεῖσαν πεῖσαι πρὸς τὴν οἰκίαν ζωὴν ἐπανελθεῖν, καὶ τὸν αὐτῆς ἐπιγνῶναι Δεσπότην.
β’. Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀδελφοί, μηδὲ ἐκλυθῶμεν, μηδὲ ἀναπέσωμεν, μηδὲ μοι τὰ ῥήματα ἐκεῖνά τις λεγέτω, ὅτι πρὸ τῆς νηστείας ἀσφαλίσασθαι ἀναγκαῖον ἦν, καὶ πάντα ποιῆσαι, νῦν δὲ μετὰ τὸ νηστεῦσαι, μετὰ τὸ γενέσθαι τὴν ἁμαρτίαν, μετὰ τὸ πληρωθῆναι τὴν ἀνομίας, τὶ τὸ ὄφελος λοιπόν;
Εἰ γὰρ τις οἶδε, τὸ ποτὲ ἐστι πρόνοια ἀδελφῶν, οἶδε καὶ τοῦτο, ὅτι νῦν μάλιστα ἐπιθέσθαι δεῖ, καὶ πᾶσαν σπουδὴν ἐπιδείξασθαι. Οὐ γὰρ γῆ μόνον πρὸ τῆς ἁμαρτίας ἀσφαλίσασθαι χρή, ἀλλὰ καὶ μετὰ τὰ πτώματα χεῖρα ὀρέγειν. Καὶ γὰρ ὁ Θεός, εἰ τοῦτο ἐξ ἀρχῆς ἐποίει, καὶ πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο μόνον, μετὰ δὲ τὴν ἁμαρτίαν ἀπεγίνωσκε καὶ ἠφίει κεῖσθαι ἐν τῷ πτώματι διηνεκῶς, οὐδεὶς ἂν οὐδὲ ἡμῶν ἐσώθη ποτέ. Ἀλλ’ οὐ ποιεῖ τοῦτο, φιλάνθρωπος ὢν καὶ ἥμερος, καὶ τῆς σωτηρίας μάλιστα ἐφιέμενος τῆς ἡμετέρας, ἀλλὰ καὶ μετὰ τὰ ἁμαρτήματα πολλὴν ἐπιδείκνυται πρόνοιαν· ἐπεὶ καὶ τὸν Ἀδὰμ ἠσφαλίσατο μὲν καὶ πρὸ τῆς ἁμαρτίας, καὶ εἶπε πρὸς αὐτόν· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε». Ἰδοὺ καὶ τῇ εὐκολίᾳ τοῦ νόμου, καὶ τῇ δαψιλείᾳ τῶν συγκεχωρημένων, καὶ τῇ τιμωρίᾳ τῆς μελλούσης κολάσεως, καὶ τῷ τάχει τῆς ἐπαγωγῆς (οὐ γὰρ εἶπε μετὰ μίαν, καὶ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλ’ ἐν αὐτῇ τῇ ἡμέρᾳ, ᾗ ἂν φάγητε, θανάτῳ ἀποθανεῖσθε), καὶ παντὶ τρόπῳ, ᾧπερ ἐχρῆν ἀσφαλίζεσθαι τὸν ἄνθρωπον, ἠσφαλίζετο. Ἀλλ’ ὅμως ἐπειδὴ μετὰ τοσαύτην πρόνοιαν καὶ διδασκαλίαν καὶ παραίνεσιν καὶ εὐεργεσίαν κατέπεσε, καὶ οὐκ ἤκουσε τῶν ἐπιταγμάτων, οὐκ εἶπε ὁ Θεός, Τὶ λοιπὸν τὸ πλέον, τὶ τὸ ὄφελος; Ἔφαγεν, ἔπεσε, παρέβη τὸν νόμον, ἐπίστευσε τῷ διαβόλῳ, ἠτίμωσέ μου τὴν ἐντολήν, ἐδέξατο τὴν πληγήν, νεκρὸς ἐγένετο, παρεδόθη τῷ θανάτῳ, ὑπὸ τὴν ἀπόφασιν ἦλθε, τὶ δεῖ λοιπὸν αὐτῷ διαλέγεσθαι; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ ἦλθε πρὸς αὐτὸν εὐθέως, καὶ διελέχθη, καὶ παρεμυθήσατο, καὶ πάλιν ἕτερον ἐπέθηκε φάρμακον, τὸ τῶν πόνων καὶ τῶν ἱδρώτων, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τὴν φύσιν τὴν πεσοῦσαν ἀνέστησε, καὶ ἀπήλλαξε τοῦ θανάτου, καὶ πρὸς τὸν οὐρανὸν ἐχειραγώγησε, καὶ μείζονα τῶν ἀπολωλότων ἔδωκεν ἀγαθά, διὰ τῶν ἔργων αὐτῶν τὸν διάβολον διδάξας, ὅτι οὐδὲν αὐτῷ πλέον ἐγένετο ἐκ τῆς ἐπιβουλῆς ταύτης· ἀλλ’ ἐκβαλὼν τοῦ παραδείσου τοὺς ἀνθρώπους, ὄψεται αὐτοὺς μικρὸν ὕστερον ἐν τοῖς οὐρανοῖς ἀναμεμιγμένους τοῖς ἀγγέλοις. Τοῦτο καὶ ἐπὶ τοῦ Κάϊν ἐποίησε· καὶ γὰρ καὶ ἐκεῖνον πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο, καὶ προδιηγόρευε, λέγων, «Ἥμαρτες, ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ». Ὅρα σοφίαν καὶ σύνεσιν. Διὰ τοῦτο δέδοικας, φησί, μὴ σε τῆς προεδρίας τῶν πρωτοτόκων ἀφέληται διὰ τὴν παρ’ ἐμοῦ τιμήν, μὴ τὴν ἀρχὴν ἁρπάσῃ τὴν σοι προσήκουσαν· τοὺς γὰρ πρωτοτόκους τῶν δευτεροτόκων σεμνοτέρους εἶναι ἐχρῆν. Θαῤῥεῖ, φησί, καὶ μὴ φοβοῦ, μηδὲ ἀγωνία περὶ τούτου· «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις». Ὁ δὲ λέγει τοιοῦτόν ἐστι· μένε ἐπὶ τῆς τιμῆς τῆς τοῦ πρωτοτόκου, καὶ γενοῦ τῷ ἀδελφῷ καταφυγὴ καὶ σκέπη καὶ προστασία, καὶ κράτει καὶ κυριεύει αὐτοῦ· μόνον μὴ πρὸς φόνον ἐκπηδήσῃς, μηδὲ εἰς τὴν παράνομον ἐκείνην ἐξέλθῃς σφαγήν. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἤκουσεν, οὐδὲ ἡσύχασεν, ἀλλ’ εἰργάσατο τὴν μιαιφονίαν ἐκείνην, καὶ τὴν δεξιὰν εἰς τὸν λαιμὸν ἐβάπτισε τὸν ἀδελφικόν. Τὶ οὖν; Ἆρα εἶπεν ὁ Θεός, Ἀφῶμεν αὐτὸν λοιπόν; Τὶ πλέον τὸ ὄφελος; Εἰργάσατο τὸν φόνον, ἀπέκτεινε τὸν ἀδελφόν, κατεφρόνησέ μου τῆς παραινέσεως, ἀνίαντόν τινα καὶ ἀσύγγνωστον σφαγὴν ἐτόλμησε, τοσαύτης καὶ τοιαύτης ἀπολαύσας προνοίας καὶ διδασκαλίας καὶ συμβουλῆς· πάντα ἐξέβαλεν ἐκεῖνα ἀπὸ τῆς διανοίας, καὶ πρὸς οὐδὲν ἐπεστράφη. Ἀφείσθω τοίνυν καὶ ἐῤῥίφθω λοιπόν, καὶ μηδὲ λόγου τινὸς ἀξιούσθω παρ’ ἐμοῦ. Οὐδὲν τοιοῦτον ὁ Θεὸς οὐκ εἶπεν, οὐκ ἔπραξεν· ἀλλὰ καὶ πρὸς αὐτὸν ἔρχεται πάλιν, καὶ διορθοῦται τὸν ἄνθρωπον, καὶ φησι· «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σου»; Καὶ οὐδὲ ἀρνούμενον ἀφίησιν, ἀλλ’ ἐνάγει καὶ ἄκοντα εἰς τὴν τῆς ἐργασίας ὁμολογίαν· καὶ εἰπόντος, «Οὐκ οἶδα, Φωνῇ, φησίν, αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς με»· αὐτὸ τὸ πρᾶγμα, φησί, κηρύττει τὸν μιαιφόνον. Τὶ οὖν οὗτος; «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· καὶ εἰ ἐκβάλῃς με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι». Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· μείζονα μὲν ἥμαρτον συγγνώμης καὶ ἀπολογίας καὶ τοῦ ἀφεθῆναι, πλὴν ἀλλ’ εἰ βουληθείης ἐπεξελθεῖν τῷ γεγενημένῳ, πᾶσι προκείσομαι, ἔρημος τῆς παρὰ σοῦ συμμαχίας γενόμενος. Τὶ οὖν ὁ Θεός; «Οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει». Μὴ φοβοῦ τοῦτο, φησί· βιώσῃ βίον μακρόν, κἂν ἀνέλῃ σὲ τις, πολλαῖς ἔσται τιμωρίας ὑπεύθυνος, ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ γραφῇ ἀδιόριστου πλήθους ἐστὶ τιμωρίαις, ἀγωνίᾳ καὶ τρόμῳ, καὶ στεναγμοῖς, καὶ ἀθυμίᾳ, καὶ παραλύσει σώματος. Ὁ ἀνελὼν σε, φησί, καὶ τούτων ἀπαλλάξας τῶν κολάσεως, αὐτὸς ἐφ’ ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. Καὶ δοκεῖ μὲν εἶναι βαρὺ καὶ φορτικὸν τὸ λεγόμενον, πολλῆς δὲ ταῦτά ἐστι κηδεμονίας ὑπόδειξις. Καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος, τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι αὐτὸν τῆς ἁμαρτίας ἐδύνατο. Εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν ἐγκεκαλυμμένην, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. Νυνὶ δὲ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ, διδάσκαλος τοῖς ἀπαντῶσιν ἐγίνετο πᾶσι, διὰ τῆς ὄψεως καὶ τοῦ σάλου τῆς σαρκὸς παραινῶν ἅπασι μὴ ποτε τοιαῦτα τολμᾶν, ἵνα μὴ τοιαῦτα πάθωσιν, αὐτὸς τε βελτίων ἐγίνετο πάλιν. Ὁ γὰρ τρόμος καὶ φόβος, καὶ τὸ ἀγωνίᾳ συζῆν, καὶ ἡ τοῦ σώματος πάρεσις, καθάπερ ἐν δεσμῷ τινι κατεῖχεν αὐτόν, καὶ οὐκ ἠφίει οὔτε εἰς ἕτερον ἐκπηδῆσαι τοιοῦτο τόλμημα πάλιν, καὶ τοῦ προτέρου συνεχῶς ἀνεμίμνησκε, καὶ ἐν τούτοις αὐτοῦ τὴν ψυχὴν σωφρονεστέραν ειργαζετο
γ’. Ἀλλὰ μεταξὺ λέγοντί μοι ἐπῆλθεν εἰς μέσον ἀγαγεῖν καὶ ζητῆσαι τὶ δήποτε τὴν ἁμαρτίαν ὁμολογήσας τὴν ἑαυτοῦ, καὶ καταγνοὺς τῶν γενομένων, καὶ εἰπὼν μείζονα συγγνώμης ἡμαρτηκέναι, καὶ μηδεμιᾶς ἀπολογίας ἄξιος εἶναι, οὐκ ἴσχυσεν ἀπονίψασθαι τὰ ἁμαρτήματα (καίτοι γε ὁ προφήτης φησί· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς»), ἀλλὰ καὶ κατεκρίθη; Ὅτι οὐκ εἶπεν, ὡς ὁ προφήτης ἐκέλευσεν. Οὐ γὰρ ἁπλῶς εἶπεν ὁ προφήτης, Λέγε σὺ τὰς ἀνομίας σου, ἀλλὰ τί; «Λέγε σὺ πρῶτος, φησί, τὰς ἀνομίας σου». Τὸ ζητούμενον τοὐτὸν ἐστιν· οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτον εἰπεῖν, τὸ μὴ ἀναμείναι τὸν ἐλέγχοντα καὶ κατηγοροῦντα. Οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλὰ ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ Θεοῦ, μᾶλλον δὲ καὶ ἐλέγχοντος ἠρνεῖτο. Ἀλλ’ ἐπειδὴ ἅπαξ ἔδειξε τὸ γενόμενον φανερῶς, τότε εἶπε τὴν ἁμαρτίαν, ὀπὲ οὐκ ἔστιν ἐξομολόγησις λοιπόν. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἐπειδὰν ἁμάρτῃς, μὴ ἀνέμενε τὴν παρ’ ἑτέρου κατηγορίαν, ἀλλὰ πρὶν ἂν ἢ κατηγορήθης καὶ διαβληθῇς, σὺ καταγίνωσκε τῶν γεγενημένων, ὡς ἂν ἕτερος ἐλέγξῃ λοιπόν, οὐκ ἔτι τῆς σῆς ἐξομολογήσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἐκείνου κατηγορίας ἡ διόρθωσις. Διὰ τοῦτο καὶ ἄλλος τὶς φησι, «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ». Ὥστε οὐ τοῦτό ἐστι τὸ ζητούμενον, τὸ κατηγορεῖν ἑαυτοῦ, ἀλλὰ τὸ πρῶτον ἑαυτοῦ κατηγορεῖν, καὶ τὸ μὴ ἀναμένειν τοὺς παρ’ ἑτέρων ἐλέγχους.
Ὁ γοῦν Πέτρος μετὰ τὴν ἄρνησιν ἐκείνην τὴν χαλεπήν, ἐπειδὴ ταχέως ἑαυτὸν ἀνέμνησε τῆς ἁμαρτίας, καὶ μηδενὸς κατηγοροῦντος ἔλεγε τὴν πλημμέλειαν, καὶ ἔκλαυσε πικρῶς, οὕτως ἀπενίψατο τὴν ἄρνησιν ἐκείνην, ὡς καὶ πρῶτος γενέσθαι τῶν ἀποστόλων, καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι ἅπασαν. Ἀλλ’ ὅπερ ἔλεγον (δεῖ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν) ἱκανῶς χρὴ τῶν ἀδελφῶν ἀμελεῖν, οὐδὲ καταφρονεῖν, ἀλλ’ ἀσφαλίζεσθαι μὲν αὐτοὺς πρὸ τῆς ἁμαρτίας, πολλὴν δὲ καὶ μετὰ τὴν ἁμαρτίαν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· λέγουσι μὲν γὰρ καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται διατηρῆσαι τὴν ὑγίειαν αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον· ἀμελήσαντας δὲ τῶν ἐπιταγμάτων, καὶ ἀῤῥωστίᾳ περιπεσόντας οὐ παρορῶσιν, ἀλλὰ καὶ πολλὴν μάλιστα τότε ἐπιδείκνυνται πρόνοιαν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῶν νοσημάτων. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε· τὸν γοῦν πεπορνευκότα μετὰ τὴν ἁμαρτίαν ἐκείνην, μετὰ τὴν παρανομίαν τὴν χαλεπήν, τὴν οὐδὲ ἐν τοῖς ἔθνεσιν εὑρισκομένην, οὐ παρεῖδεν, ἀλλὰ καὶ ἀφηνιῶντα, καὶ μὴ βουλόμενον δέξασθαι τὴν ἰατρείαν, καὶ σκιρτῶντα καὶ ἀποπηδῶντα, ἐπανήγαγεν ἐπὶ τὴν θεραπείαν, καὶ οὕτως ἐπανήγαγεν, ὥστε ἑνῶσαι τῷ σώματι τῆς ἐκκλησίας πάλιν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· τὶ δὲ τὸ πλέον; Τὶ δὲ τὸ ὄφελος; Ἐπόρνευσε, τὴν ἁμαρτίαν εἰργάσατο, οὐδὲ ἀποστῆναι βούλεται τῆς ἀσελγείας, ἀλλὰ καὶ πεφυσίωται, καὶ μέγα φρονεῖ, καὶ ἀνίατον τὸ ἕλκος ἐργάζεται· ἀφῶμεν τοίνυν αὐτόν, καὶ ἐγκαταλείψωμεν· οὐδὲν τούτων εἶπεν· ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πολλῇ τότε ἐχρήσατο τῇ προνοίᾳ, ἐπειδὴ πρὸς ἄφατον αὐτὸν εἶδε κακίαν ἐξολισθήσαντα, καὶ οὐκ ἀπέστη φοβῶν, ἀπειλῶν, κολάζων, καὶ δι’ ἑαυτοῦ καὶ δι’ ἑτέρων πολλῶν πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἂν αὐτὸν εἰς ἐπίγνωσιν ἤνεγκε τῆς ἁμαρτίας, εἰς αἴσθησιν τῆς παρανομίας, καὶ τέλεον αὐτὸν ἀπήλλαξε τῆς κηλῖδος ἁπάσης. Τοῦτο δὴ καὶ σὺ ποίησον· μίμησαι τὸν Σαμαρείτην ἐκεῖνον, τὸν ἐν τῷ Εὐαγγελίῳ τοσαύτην περὶ τὸν τραυματίαν ἐκεῖνον ἐπιδειξάμενον πρόνοιαν. Καὶ γὰρ ἐκεῖ παρῆλθε Λευΐτης, παρῆλθε καὶ Φαρισσαῖος, καὶ οὐδέτερος ἐπεκάμφθη πρὸς τὸν κείμενον, ἀλλ’ ἀνηλεῶς καὶ ὠμῶς ἀφέντες αὐτόν, ἀπῆλθον. Σαμαρείτης δὲ τις, οὐδὲν αὐτῷ προσήκων οὐδαμόθεν, οὐ παρέδραμεν, ἀλλ’ ἐπιστὰς κατηλέησε, καὶ ἐπέσταξεν ἔλαιον καὶ οἶνον· ἐπέθηκεν ἐπὶ τὸν ὄνον, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἀργύριον τὸ μὲν ἔδωκε, τὸ δὲ ὑπέσχετο ὑπὲρ τῆς τοῦ μηδὲν αὐτῷ προσήκοντος θεραπείας. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν, Τὶ δὲ μοι μέλει περὶ τούτου; Σαμαρείτης εἰμί, οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν· πόῤῥω τῆς πόλεώς ἐσμεν, οὐδὲ βαδίσαι δύναται. Τὶ δέ, ἐὰν μὴ πρὸς τῇ μῆκος ἀρκέσῃ τῆς ὁδοιπορίας, μέλλων νεκρὸν ἐπιφέρεσθαι, μέλλω σφαγῆς ἁλίσκεσθαι, μέλλω τοῦ φόνου ὑπεύθυνος εἶναι; Καὶ γὰρ πολλοὶ πολλάκις παριόντες καὶ ὁρῶντες ἀνθρώπους πεπληγότας καὶ σπαίροντας, διὰ τοῦτο παρατρέχουσιν, οὐκ ὀκνοῦντες ἀνελέσθαι, οὐδὲ χρημάτων φειδόμενοι, ἀλλὰ δεδοικότες, μὴ καὶ αὐτοῖς εἰς δικαστήριον ἑλκυσθῶσιν, ὡς τῆς σφαγῆς ὑπεύθυνοι. Ἀλλ’ ἐκεῖνος οὐδὲν τούτων ἔδεισεν ὁ ἥμερος καὶ φιλάνθρωπος, ἀλλὰ ταῦτα πάντα ὑπεριδὼν ἐπέθηκεν ἐπὶ τὸν ὄνον, καὶ εἰς πανδοχεῖον ἤγαγεν· οὐδὲν τούτων ὑπείδετο, οὐ κίνδυνον, οὐ χρημάτων δαπάνην, οὐκ ἀλλὰ οὐδέν. Εἰ δὲ ὁ Σαμαρείτης οὕτω φιλάνθρωπος καὶ ἥμερος γέγονε περὶ ἄνθρωπον ἄγνωστον, τίνα ἂν ἔχοιμεν συγγνώμην ἡμεῖς, τῶν ἀδελφῶν τῶν οἰκείων ἀμελοῦντες ἐπὶ μείζοσι κακοῖς; Καὶ γὰρ καὶ οὗτοι οἱ μὴ νηστεύσαντες λῃσταῖς περιέπεσον τοῖς Ἰουδαῖοι, μᾶλλον δὲ λῃστῶν ἁπάντων χαλεπωτέροις, καὶ μείζονα τοὺς εἰς αὐτοὺς ἐμπίπτοντας ἐργαζομένοις κακά. Οὐ γὰρ τὰ ἱμάτια αὐτῶν περιέῤῥηξαν, οὐδὲ τῷ σώματι πληγὰς ἐπήγαγον, καθάπερ ἐκεῖνοι τότε, ἀλλὰ τὴν ψυχὴν κατέτρωσαν, καὶ μυρία αὐτῇ τραύματα δόντες, οὕτως ἀπῆλθον, ἀφέντες ἐν τῷ λάκκῳ τῆς ἀσεβείας κειμένους.
δ’. Μὴ δὴ παραδῶμεν τραγῳδίαν τοιαύτην, μηδὲ παραδράμωμεν ἀνηλεῶς οὕτω θέαμα ἐλεεινόν, ἀλλὰ κἂν ἕτεροι τοῦτο ποιῶσι, σὺ μὴ ποιήσῃς· μὴ εἴπῃς πρὸς σεαυτόν, Κοσμικὸς εἰμι ἀνήρ, γυναῖκα ἔχω καὶ παῖδας, ταῦτα τῶν ἱερέων ἐστί, ταῦτα τῶν μοναχῶν. Οὐδὲ γὰρ ὁ Σαμαρείτης ἐκεῖνος ταῦτα εἶπε. Ποῦ νῦν οἱ ἱερεῖς; Ποῦ νῦν οἱ Φαρισαῖοι; Ποῦ τῶν Ἰουδαίων οἱ διδάσκαλοι; Ἀλλ’ ὥσπερ τι θήραμα μέγιστον εὑρών, οὕτως ἥρπασε τὸ κέρδος. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰ δεόμενον θεραπείας ἢ σωματικῆς ἢ ψυχικῆς, μὴ λέγε πρὸς ἑαυτόν· τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸν οὐκ ἐθεράπευσεν; Ἀλλ’ ἀπαλλάξον τῆς ἀῤῥωστίας, καὶ μὴ ἀπαίτει ἐκείνους εὐθύνας τῆς ἀμελείας. Ἐὰν εὕρῃς χρυσίον, εἰπὲ μοι, κείμενον, μὴ λέγεις πρὸς σεαυτόν, Τινὸς ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸ οὐκ ἀνείλοντο, ἀλλ’ οὐ σπουδάζεις πρὸ τῶν ἄλλων ἁρπάσαι; Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων. Ἂν γὰρ ἐπιστάξῃς αὐτῷ καθάπερ ἔλαιον τοῦ λόγου τὴν διδασκαλία, ἂν καταδήσῃς τῇ προσηνείᾳ, ἂν θεραπεύσης τῇ καρτερίᾳ, θησαυροῦ παντὸς εὐπορώτερόν σε οὗτος ἐργάσεται. «Ὁ γὰρ ἐξαγαγὼν τίμιον, φησίν, ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται». Τὶ τούτου γένοιτ’ ἂν ἴσον; Ὅπερ οὐδὲ νηστεία, οὐδὲ χαμευνία, οὐδὲ παννυχίδες, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ. Ἐννόησόν σου τὸ στόμα πόσα πολλάκις ἥμαρτε πόσα ἐφθέγξατο αἰσχρὰ ῥήματα, πόσας βλασφημίας, πόσας λοιδορίας ἐξέβαλε, καὶ πάντως ἀντιλήψῃ τῆς τοῦ πεπτωκότος προνοίας· διὰ γὰρ ἑνὸς τούτου τοῦ κατορθώματος πᾶσαν ἐκκαθᾶραι δυνήσῃ τὴν κηλῖδα ἐκείνην. Καὶ τὶ λέγω ἐκκαθᾶραι; Ὡς στοματοὺ Θεοῦ ποιήσεις σου τὸ στόμα. Τὶ ταύτης γένοιτ’ ἂν ἴσον τῆς τιμῆς; Μὴ γὰρ ἐγὼ ταῦτα ἐπαγγέλλομαι; Αὐτὸς ὁ Θεὸς τοῦτο εἶπεν, ὅτι Κἂν ἕνα τινὰ ἐξαγάγῃς, φησίν, ὡς στόμα μου, ἔσται τὸ στόμα σου καθαρόν, ἅγιον. Μὴ τοίνυν ἀμελῶμεν τῶν ἀδελφῶν, μηδὲ περιιόντες λέγωμεν, Πόσοι ἐνήστευσα, πόσοι παρεσύρησαν; Ἀλλ’ ἐπιμελώμεθα αὐτῶν. Κἂν πολλοὶ ὦσιν οἱ νηστεύσαντες, σὺ μὴ ἐκπομπεύσῃς, ἀγαπητέ, μηδὲ παραδειγματίσῃς τῆς ἐκκλησίας τὴν συμφοράν, ἀλλὰ θεράπευσον. Καὶν εἴπῃ τις, ὅτι Πόλοι ἐνήστευσαν, ἐπιστόμισον, ὥστε μὴ γενέσθαι δήλην τὴν φήμην, καὶ εἰπὲ πρὸς αὐτόν· Ἐγὼ μὲν οὐδένα οἶδα· ἠπάτησαι, ἄνθρωπε, καὶ ψεύδῃ· ἂν δύο καὶ τρεῖς ἴδῃς παρασυρέντας, πολλοὺς αὐτοὺς εἶναι λέγεις. Καὶ τὸν μὲν κατηγοροῦντα ἐπιστόμισον, τῶν δὲ παρασυρέντων μὴ ἀμελήσῃς, ἵνα ἑκατέρωθεν πολλῇ τῇ ἐκκλησίᾳ ἀσφαλείᾳ γένηται, ἀπὸ τε τοῦ τὴν φήμην μὴ ἐκπομπεύεσθαι, ἀπὸ τε τοὺς παρασυρέντας αὐτοὺς πρὸς τὴν ἱερὰν ἀγέλην ἄγεσθαι πάλιν.
Μὴ τοίνυν περιιόντες λέγωμεν, Τινὲς ἥμαρτον; Ἀλλὰ σπουδάσωμεν ὅπως διορθώσωμεν τοὺς ἡμαρτηκότας μόνον. Καὶ γὰρ δεινὸν ἔθος, δεινὸν τὸ κατηγορεῖν τῶν ἀδελφῶν μόνον. Καὶ γὰρ δεινὸν ἔθος, δεινὸν τὸ κατηγορεῖν τῶν ἀδελφῶν μόνον, ἀλλὰ μὴ ἐπιμελεῖσθαι· τὸ ἐκπομπεύειν τὰ κακὰ τῶν ἀσθενούντων, ἀλλὰ μὴ θεραπεύειν. Ἀνέλωμεν τοίνυν τοῦτο τὸ πονηρὸν ἔθος, ἀγαπητοί· οὐδὲ γὰρ μικρὰν λύμην τοῦτο ἐργάζεται· καὶ πῶς, ἐγὼ λέγω. Ἤκουσέ τις παρὰ σοῦ λέγοντος, ὅτι πολλοὶ ἐνήστευσαν μετὰ Ἰουδαίων καὶ μηδὲν ἐξετάσας εἰς ἕτερον τὸ ῥῆμα ἐξήνεγκε· πάλιν ἐκεῖνος μηδὲν πολυπραγμονήσας, ἑτέρῳ τοῦτο ἐξεῖπεν· εἶτα κατὰ μικρὸν τῆς πονηρᾶς ταύτης αὐξανομένης φήμης πολὺ μὲν τῇ ἐκκλησίᾳ ὄνειδος κατασκεδάννυται, τοῖς δὲ ἀπολωλόσιν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ βλάβος καὶ τούτοις καὶ ἑτέροις πολλοῖς. Κἂν τε γὰρ ὀλίγοι ὦσιν, ἡμεῖς αὐτοὺς ταῖς φήμαις ταῖς πολλαῖς πολλοὺς ποιοῦμεν, καὶ τοῦ ἑστῶτας ἀσθενεστέρους ἐργαζόμεθα, καὶ τοὺς μέλλοντας πίπτειν ὠθοῦμεν. Ὁ γὰρ ἀδελφὸς ἀκούσας, ὅτι πολλοὶ ἐνήστευσαν, καὶ αὐτὸς ῥᾳθυμότερος ἔσται, καὶ ταῦτα πάλιν ὁ ἀσθενὴς ἀκούσας, δραμεῖται ἐπὶ τὸ πλῆθος τῶν πεπτωκότων. Μὴ τοίνυν μηδὲ ἐπὶ οὕτω, μηδὲ ἐπ’ ἄλλῳ πονηρεύματι συγχαίρωμεν, κἂν πολλοὶ ὦσιν οἱ ἁμαρτάνοντες, ὥστε ἐκπομπεύειν αὐτοὺς καὶ λέγειν, ὅτι πολλοί, ἀλλ’ ἐπιστομίζωμεν καὶ κατέχωμεν. Μὴ μοι λέγε, ὅτι πολλοὶ ἐνήστευσαν, ἀλλὰ διορθῶσαι τοὺς πολλούς. Οὐ διὰ τοῦτο τοσούτους ἀνήλωσα λόγους, ἵνα κατηγορήσῃς τῶν πολλῶν, ἀλλ’ ἵνα τοὺς πολλοὺς ποιήσῃς ὀλίγους, μᾶλλον δὲ μηδὲ ὀλίγους, ἀλλὰ καὶ αὐτοὺς διασώσῃς. Μὴ τοίνυν ἐκπόμπευε τὰ ἁμαρτήματα, ἀλλὰ θεράπευε. Ὥσπερ γὰρ οἱ ἐκπομπεύοντες, καὶ εἰς τοῦτο μόνον ἐσχολακότες, κἂν ὀλίγοι ὦσιν οἱ ἡμαρτηκότες, πολλοὺς αὐτοὺς νομίζεσθαι ποιοῦσιν· οὕτως οἱ συστέλλοντες, καὶ τοὺς ἐκπομπεύοντας ἐπιστομίζοντες, καὶ τῶν πεπτωκότων ἐπιμελούμενοι, κἂν πολλοὶ ὦσιν, αὐτοὺς τε ἐκείνους διορθοῦνται ῥᾳδίως, καὶ οὐδένα ἕτερον ἐκ τῆς τούτων ἀφιᾶσι παραβλαβῆναι φήμης. Οὐκ ἤκουσας ὅτι θρήνων τὸν Σαοὺλ ὁ Δαυῒδ ἔλεγε· «Πῶς ἔπεσον δυνατοί; Μὴ ἀναγγείλητε εἰς Γέθ, μηδὲ εὐαγγελίσησθε ἐν ταῖς ὁδοῖς Ἀσκάλωνος, ὅπως μὴ εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μηδὲ γαυριάσωσι θυγατέρες ἀπεριτμήτων». Εἰ δὲ πρᾶγμα φανερὸν οὐκ ἐβούλετο ἐκπομπεύεσθαι, ὥστε μὴ γενέσθαι τοῖς ἐναντίοις ἡδονήν, πόσῳ μᾶλλον ταῦτα οὐ δεῖ ἐκφέρειν εἰς τὰς ἔξωθεν ἀκοάς, μᾶλλον δὲ οὐδὲ εἰς τὰς πὰρ’ ἡμῖν, ἵνα μήτε οἱ ἐχθροὶ ἀκούοντες χαίρωσι, μήτε οἱ οἰκεῖοι μανθάνοντες καταπίπτωσιν, ἀλλὰ συστέλλειν καὶ περιφράσσειν πανταχόθεν. Μὴ μοι λέγε, ὅτι Τῷ δεῖνι εἶπον· παρὰ σαυτῷ κάτεχε τὸ ῥῆμα. Ὥσπερ γὰρ σὺ οὐκ ἐκαρτέρησας σιγῆσαι, οὕτως οὐδὲ ἐκεῖνος ἀνέξεται.
ε’. Ταῦτα οὐ περὶ τῆς παρούσης νηστείας λέγω μόνον, ἀλλὰ καὶ περὶ ἄλλων μυρίων ἁμαρτημάτων. Μὴ τοῦτο σκοπῶμεν μόνον, εἰ πολλοὶ οἱ παρασυρόμενοι, ἀλλὰ ἐκεῖνο σκοπήσωμεν, ὅπως αὐτοὺς ἀπαγάγωμεν. Μὴ ἐπαίρωμεν τὰ τῶν πολεμίων, καὶ τὰ ἡμέτερα καθαιρῶμεν· μὴ ἰσχυροὺς ἐκείνους ἀποφαίνωμεν, τὰ δὲ ἡμέτερα ἀσθενῆ· ἀλλὰ τοὐναντίον ἅπαν ἐργασώμεθα. Οἶδε καὶ φήμη πολλάκις καθελεῖν καὶ ἀναστῆσαι ψυχήν, καὶ τὴν οὐκ οὖσαν προθυμίαν ἐμβαλεῖν, καὶ τὴν οὖσαν καταλῦσαι πάλιν. Διὰ τοῦτο παραινῶ τὰς φήμας αὔξειν ἐκείνας, αἳ τὰ ἡμέτερα αἴρουσι πράγματα, καὶ μεγάλα ποιοῦσι φαίνεσθαι· ἀλλὰ μὴ ἐκείνας, αἳ τοῦ κοινοῦ τῶν ἀδελφῶν καταχέουσιν ὄνειδος. Κἂν μὲν ἀκούσωμέν τι χρηστόν, εἰς πάντας ἐκφέρωμεν· ἂν δὲ τι φαῦλον καὶ πονηρόν, παρ’ ἑαυτοῖς κατακρύψωμεν, καὶ ὅπως ἀνέλωμεν αὐτὸ πάντα ποιήσωμεν. Καὶ νῦν τοίνυν περιέλθωμεν, πολυπραγμονήσωμεν, ἴδωμεν τοὺς πεσόντας, καὶν εἰς οἰκίαν δέῃ εἰσελθεῖν, μὴ κατοκνήσωμεν. Εἰ δὲ ἄγνωστος εἴη, καὶ μηδαμόθεν σοι προσήκων ὁ πεπτωκώς, περιέργασαι καὶ πολυπραγμόνησον, τίνα ἔχει φίλον καὶ ἐπιτήδειον, καὶ τίνι μάλιστα πείθεσθαι, κἀκεῖνον λαβών, εἴσελθε εἰς τὴν οἰκίαν· μὴ αἰσχυνθῇς, μηδὲ ἐρυθριάσῃς. Εἰ μὰν γὰρ χρήματα εἰσῄεις αἰτήσων, ἢ χάριν τινὰ ληψόμενος παρ’ αὐτοῦ, εἰκὸς ἦν αἰσχύνεσθαι· εἰ δὲ ὑπὲρ τῆς ἐκείνου σωτηρίας τρέχεις, ἡ τῆς εἰσόδου πρόφασις ἁπάντων ἀπαλλάττει σὲ τῶν ἐγκλημάτων. Παρακάθισον δή, καὶ εἰπὲ πρὸς αὐτόν, ἑτέρωθεν ποιησάμενος τὴν ἀρχήν, ὥστε ἀνύποπτον γενέσθαι τὴν διόρθωσιν. Ἐπαινεῖς, εἰπὲ μοι, τοὺς Ἰουδαίους, ὅτι τὸν Χριστὸν ἐσταύρωσαν, καὶ βλασφημοῦσιν εἰς αὐτὸν νῦν, καὶ παράνομον αὐτὸν καλοῦσι; Πάντως οὐκ ἀνέξεται, ἐὰν ᾗ Χριστιανός, κἂν μυριάκις ἰουδαΐζη, οὐκ ἀνέξεται εἰπεῖν ὅτι Ἐπαινῶ· ἀλλ’ ἐμφράξει τὴν ἀκοὴν καὶ ἐρεῖ πρὸς σέ, Μὴ γένοιτο, εὐφήμει, ἄνθρωπε. Εἶτα ὅταν αὐτοῦ λάβῃς τὴν συγκατάθεσιν, πάλιν ἐπανάλαβέ, καὶ εἰπέ· πῶς οὖν αὐτοῖς κοινωνεῖς, εἰπὲ μοι; Πῶς μετέχεις τῆς ἑορτῆς, πῶς μετ’ ἐκείνων νηστεύεις; Εἶτα κατηγορῆσον αὐτῶν τῆς ἀγνωμοσύνης· εἰπὲ τὴν παρανομίαν ἅπασαν ἢν ἐν ταῖς ἔμπροσθεν ἡμέραις διῆλθον πρὸς τὴν ὑμετέραν ἀγάπην, τὴν ἀπὸ τοῦ τόπου, τὴν ἀπὸ τοῦ καιροῦ, τὴν ἀπὸ τοῦ ἱεροῦ, τὴν ἀπὸ τῆς προῤῥήσεως τῶν προφητῶν ἐλεγχομένην· δεῖξον πῶς εἰκῆ καὶ μάτην ἅπαντα πράττουσι, καὶ οὐδέποτε ἐπὶ τὴν προτέραν ἐπανήξουσι πολιτείαν, καὶ ὅτι οὐ θέμις αὐτοῖς ἔξω τῶν Ἱεροσολύμων οὐδὲν τοιοῦτον ἐπιτελεῖν. Καὶ πρὸς τούτοις ἀνάμνησον τῆς γεέννης, τοῦ φοβεροῦ βήματος τοῦ Κυρίους, τῶν εὐθύνων τῶν ἐκεῖ, καὶ ὅτι τούτων ἁπάντων δώσομεν λόγον, καὶ τιμωρία τις οὐ μικρὰ κεῖται τοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀνάμνησον καὶ Παύλου λέγοντος· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε»· καὶ πάλιν ἀπειλοῦντος· «Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Καὶ εἰπὲ ὅτι καθάπερ περιτομή, οὕτω καὶ νηστεία Ἰουδαϊκὴ τῶν οὐρανῶν ἐκβάλλει τὸν νηστεύοντα, κἂν μυρία ἕτερα κατορθώματα ἔχῃ· εἰπὲ ὅτι Χριστιανοὶ διὰ τοῦτο καὶ καλούμεθα καὶ ἐσμεν, ἵνα τῷ Χριστῷ πειθώμεθα, οὐχ ἵνα πρὸς τοὺς ἐχθροὺς ἐκείνους τρέχωμεν. Ἂν δὲ τινὰς θεραπείας προτείνηται, καὶ λέγῃ πρὸς σέ, ὅτι Ὑπισχνοῦνται θεραπεύειν, καὶ διὰ τοῦτο πρὸς αὐτοὺς τρέχω, ἀνακάλυψον αὐτῶν τὰς μαγγανείας, τὰς ἐπῳδάς, τὰ περιάμματα, τὰς φαρμακείας. Οὐδὲ γὰρ ἄλλῳ τινὶ τρόπῳ δοκοῦσι θεραπεύειν, οὐδὲ γὰρ θεραπεύουσι κατὰ ἀλήθειαν μὴ γένοιτο! Ἐγὼ δὲ ὑπερβολὴν ποιοῦμαι πολλήν, καὶ ἐκεῖνο λέγω, ὅτι εἰ καὶ θεραπεύειν ἀληθῶς, βέλτιον ἀποθανεῖν, ἢ τοῖς ἐχθροῖς τοῦ Θεοῦ προσδραμεῖν, καὶ τοῦτον θεραπευθῆναι τὸν τρόπον. Τὶ γὰρ ὄφελος, σῶμα θεραπεύεσθαι τῆς ψυχῆς ἀπολλυμένης; Τὶ τὸ κέρδος, ἐνταῦθά τινος τυγχάνειν παραμυθίας, μέλλοντας εἰς τὸ ἀθάνατον παραπέμπεσθαι πῦρ; Ἵνα γὰρ μὴ λέγωσι ταῦτα, ἄκουσιν τὶ φησιν ὁ Θεός· «Ἐὰν ἀναστῇ προφήτης ἐν σοί, ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σημεῖον καὶ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον καὶ τὸ τέρας, ὃ ἐλάλησε, καὶ εἴπῃ· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν». Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐὰν εἴπῃ τις προφήτης, φησίν, ὅτι Δύναμαι νεκρὸν ἐγεῖραι, ἢ τυφλὸν θεραπεῦσαι, ἀλλὰ πεισθῆτέ μοι, καὶ προσκυνήσωμεν τοῖς δαίμοσιν, ἢ εἰδωλολατρήσωμεν· εἶτα ὁ ταῦτα λέγων, δυνηθῇ θεραπεῦσαι τὸν τυφλόν, ἢ τὸν νεκρὸν ἐγεῖραι, μηδὲ οὕτω πεισθῇς, φησί· διὰ τί; Ὅτι πειράζων σε ὁ Θεὸς συνεχώρησεν ἐκείνῳ δυνηθῆναι τοῦτο, οὐκ ἐπειδὴ αὐτὸς ἠγνόει σου τὴν γνώμην, ἀλλ’ ἵνα σοι δοκιμὴν παράσχῃ εἰ φιλεῖς τὸν Θεὸν ὄντως. Φιλοῦντος δὲ ἐστι, τὸ κἂν νεκροὺς παρέχωσιν ἀνισταμένους οἱ σπουδάζοντες ἡμᾶς ἀφελκύσαι τοῦ φιλουμένου, μηδ’ οὕτως ἀφίστασθαι. Εἰ δὲ Ἰουδαίοις ταῦτα ἔλεγε, πολλῷ μᾶλλον ἡμῖν, οὓς ἐπὶ μείζονα φιλοσοφίαν ἤγαγεν, οἷς τὴν περὶ τῆς ἀναστάσεως ἤνοιξε θύραν, οἷς κελεύει, μὴ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν, ἀλλὰ τὰς ἐλπίδας ἁπάσας πρὸς τὴν μέλλουσαν ζωὴν ἔχειν.
ς’. Ἀλλὰ τὶ λέγεις; Ὅτι θλίβει σε καὶ πιέζει τοῦ σώματος ἡ νόσος; Ἀλλ’ οὔπω τοσαῦτα πέπονθας, ὅσα ὁ μακάριος Ἰώβ, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος ἐκείνου. Μετὰ γὰρ τὴν ἀθρόαν τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἄλλων ἁπάντων ἀπώλειαν, ἡρπάσθη καὶ τῶν παίδων ὁλόκληρος ὁ χορός· καὶ πάντα ἐν ἡμέρᾳ μιᾷ ἐγένετο, ἵνα μὴ ἡ φύσις τῶν πειρασμῶν μόνον, ἀλλὰ καὶ ἡ συνεχείᾳ καταβάλῃ τὸν ἀθλητήν. Μετ’ ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι δεξάμενος τὴν πληγήν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορὰς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινός, ὁ θεοσεβής, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλ’ ὀδύναι μεθημεριναὶ καὶ νυκτεριναὶ καὶ λιμὸς τις αὐτὸν ἐπολιόρκει ξένος καὶ παράδοξος. «Βρῶμον γάρ, φησίν, ὁρῶ τὰ σῖτά μου», ὀνείδη καθημερινά, χλευασίαι, σκώμματα, γέλως. Οἱ οἰκέται γὰρ μου, φησί, καὶ οἱ υἱοὶ τῶν παλλακίδων μου ἐπανέστησάν μοι, ἐν ἐνυπνίοις φόβοι, ζάλη τις λογισμῶν διηνεκής. Ἀλλ’ ὅμως τούτων ἁπάντων ἀπαλλαγὴν ἐπηγγέλλετο ἡ γυνὴ λέγουσα οὕτως, «Εἰπὸν τὶ ῥῆμα πρὸς τὸν Κύριον, καὶ τελεύτα». Βλασφήμησον, φησί, καὶ ἀπαλλαγήσῃ τῶν ἐπικειμένων πόνων. Τὶ οὖν; Παρέτρεψε τὸν ἅγιον ἐκεῖνον ἡ συμβουλῇ; Τοὐναντίον μὲν οὖν καὶ ἐποίησε, καὶ ἐπέῤῥωσε μειζόνως αὐτόν, ὡς καὶ ἐπιτιμήσαι τῇ γυναικί. ᾙρεῖτο γὰρ μᾶλλον ὀδυνᾶσθαι καὶ ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινά, ἢ μετὰ βλασφημίας ἀπαλλαγὴν τινα τῶν τοσούτων εὑρέσθαι κακῶν. Οὕτω καὶ ὁ τριακονταοκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ καθ’ ἕκαστον ἐνιαυτὸν ἔτρεχεν ἐπὶ τὴν κολυμβήθραν, καὶ καθ’ ἕκαστον ἐξεκρούετο, καὶ θεραπείας οὐκ ἐτύγχανεν ἀλλ’ ἑτέρους μὲν ἑώρα καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαττομένους διὰ τὸ πολλοὺς ἔχειν τοὺς θεραπεύοντας, αὐτὸν τε διὰ τὴν ἐρημίαν τῶν προστησομένων ἐν διηνεκεῖ μένοντα παρέσει. Καὶ οὐδὲ οὕτως ἔδραμεν ἐπὶ μάντεις, οὐκ ἦλθε πρὸς ἐπαοιδούς, οὐκ ἐπέδησε περίαπτα, ἀλλ’ ἀνέμενε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν· διὰ τοῦτο πρὸς τῷ τέλει θαυμαστῆς τινος καὶ παραδόξου θεραπείας ἔτυχεν. Ὁ δὲ Λάζαρος λιμῷ καὶ νόσῳ καὶ ἐρημίᾳ πάντα τὸν χρόνον ἐπάλαισεν, οὐ τριακονταοκτὼ ἔτη ἔχων μόνον, ἀλλὰ πᾶσαν τὴν ζωήν· οὕτω γοῦν καὶ ἐξέπνευσεν ἐν τῷ πυλῶνι κείμενος τοῦ πλουσίου, καταφρονούμενος, χλευαζόμενος, λιμώττων, τοῖς κυσὶ βορὰ προκείμενος. Οὕτω γὰρ αὐτοῦ τὸ σῶμα παρεῖτο, ὡς μηδὲ ἀποσοβεῖν δύνασθαι τοὺς κύνας ἐπιόντας καὶ τὰ τραύματα αὐτοῦ λιχμωμένους. Ἀλλ’ ὅμως οὐκ ἐπαοιδὸν ἐζήτησε, οὐ πέταλα περιῆψεν, οὐ μαγγανείας ἐκίνησεν, οὐ γόητας πρὸς ἑαυτὸν ἐκάλεσεν, οὐκ ἄλλο τι τῶν κεκωλυμένων ἐποίησεν, ἀλλ’ εἵλετο μᾶλλον τοῖς κακοῖς ἐναποθανεῖν ἐκείνοις, ἢ τῆς εὐσεβείας μικρὸν τι προδοῦναι μέρος. Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, εἰ τοσαῦτα πασχόντων ἐκείνων καὶ καρτεροῦντες, ἢ διὰ πυρετὸν ἢ διὰ τραύματα τρέχομεν ἐπὶ συναγωγάς, καὶ τοὺς φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν; Οὐκ ἤκουσας τὶ φησιν ἡ Γραφή; «Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχὴν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σοῦ, καὶ καρτέρησον ἐν νόσῳ καὶ πενίᾳ ἐπ’ αὐτῷ πεποιθὼς γίνου. Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσίον, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως». Ἂν σὺ τὸν οἰκέτην μαστίξῃς τὸν σόν, εἶτα ἐκεῖνος τριάκοντα ἢ πεντήκοντα λαβὼν πληγάς, εὐθέως ἐλευθερίαν ἀναβοήσῃ, ἢ καταλίπῃ σου τὴν δεσποτείαν, καὶ πρὸς ἑτέρους τινὰς ἀπέλθῃ τῶν μισούντων σέ, καὶ παροξύνῃ· ἆρα δυνήσεται συγγνώμης τυχεῖν, εἰπὲ μοι; Ἆρα δυνήσεται ἀπολογήσασθαί τις ὑπὲρ αὐτοῦ; Οὐδαμός. Τὶ δήποτε; Ὅτι προσῆκον δεσπότῃ κολάζειν οἰκέτην. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ὅτι, εἰ καταφυγεῖν ἐχρῆν, οὐχὶ πρὸς τοὺς ἐχθρούς, οὐδὲ πρὸς τοὺς μισοῦντας, ἀλλὰ πρὸς τοὺς φίλους τοὺς γνησίους ἔδει.
ζ’. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεὸν σε κολάζοντα, μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφυγῆς τοῦ Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸ παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παῤῥησίαν. Καὶ τὶ λέγω περὶ οἰκετῶν καὶ δεσποτῶν; Υἱὸς οὐ δυνήσεται τοῦτο ποιῆσαι διὰ τὰς παρὰ τοῦ πατρὸς μάστιγας, οὐδὲ ἀρνήσασθαι τὴν πρὸς ἐκεῖνον συγγένειαν. Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τοῖς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην· ἀλλὰ κἂν μυρία ἀποδύρηται μαστιχθεὶς ὁ παῖς, ταῦτα πρὸς αὐτὸν ἅπαντες λέγουσι τὰ ῥήματα, ὅτι πατὴρ ἐστιν ὁ μαστίξας καὶ κύριος, καὶ ἐξουσίαν ἔχων πᾶν ὁτιοῦν ἐργάσασθαι καὶ ποιῆσαι, καὶ δεῖ πάντα πράως φέρειν. Εἶτα οἰκέται μὲν ἀνέχονται δεσποτῶν, καὶ υἱοὶ πατέρων, πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ἐκείνων· σὺ δὲ οὐκ ἀνέξη τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ δεσποτῶν ὄντος κυριωτέρου, καὶ πατέρων μαλλὸν σὲ φιλοῦντος, καὶ πρὸς ὀργὴν μὲν οὐδέν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματευομένου καὶ ποιοῦντος; Ἀλλ’ ἂν μικρὰ τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ ἐπὶ τοὺς δαίμονας τρέχεις, καὶ πρὸς τὰ συναγωγὰς αὐτομολεῖς; Καὶ πόσας τεύξῃ συγγνώμης λοιπόν; Πῶς δὲ δυνήσῃ αὐτὸν παρακαλέσαι πάλιν; Μᾶλλον δὲ τὶς ἕτερος, κἂν τὴν Μώσεως σχῇ παῤῥησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι; Οὐκ ἔστιν οὐδείς. Ἢ οὐκ ἀκούεις, τὶ περὶ Ἰουδαίων ὁ Θεὸς φησι πρὸς τὸν Ἰερεμίαν; «Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουήλ, οὐκ εἰσακούσομαι αὐτῶν». Οὕτως ἐστὶν ἁμαρτήματά τινα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ οὐ δυνάμενα ἀπολογίας τυχεῖν. Μὴ τοίνυν τοσαύτην ἐπισπασώμεθα καθ’ ἑαυτῶν ὀργήν. Κἂν γὰρ δόξωσι παραμυθεῖσθαι τὸν πυρετὸν ταῖς ἐπῳδαῖς, οὐ γὰρ δὴ παραμυθοῦνται ἀλλὰ χαλεπώτερον ἕτερον εἰς τὸ συνειδὸς ἄγουσι πυρετόν, τοῦ λογισμοῦ σε καθ’ ἑκάστην κεντοῦντος τὴν ἡμέραν, τοῦ συνειδότος μαστίζοντος καὶ λέγοντος· ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστόν, διὰ μικρὰν ἀῤῥωστίαν τὴν εὐσέβειαν προέδωκας. Μὴ γὰρ σὺ μόνος ταῦτα πέπονθας; Οὐχὶ πολλῷ σου χαλεπωτέρα πεπόνθασιν ἕτεροι; Ἀλλ’ ὅμως οὐδεὶς ἐκείνων τοιοῦτον οὐδὲν ἐτόλμησε· σὺ δὲ ὁ χαῦνος καὶ διαλελυμένος τὴν ψυχὴν σου κατέθυσας. Πῶς ἀπολογήσῃ τῷ Χριστῷ; Πῶς αὐτὸν καλέσεις ἐν ταῖς εὐχαῖς; Ποίῳ συνειδότι λοιπὸν ἐπιβήσῃ τῆς ἐκκλησίας; Ποίοις ὀφθαλμοῖς λοιπὸν ὄψει τὸν ἱερέα; Ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης; Ποίαις ἀκοαῖς ἀκούσῃ τῶν ἀναγινωσκομένων ἐκεῖ γραφῶν;
Ταῦτα, καθ’ ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμός, καὶ τὸ συνειδὸς μαστίζων ἐρεῖ. Ποίᾳ οὖν αὕτη ὑγίεια, ὅταν ἔνδον τοιούτους ἔχωμεν κατηγόρους; Ἂν οὖν αὕτη ὑγίεια, ὅταν ἔνδον τοιούτους ἔχωμεν κατηγόρους; Ἂν μέντοι καρτερήσῃς μικρόν, καὶ τοὺς βουλομένους ἢ ἐπᾷσαί τινα ἐπῳδήν, ἢ περιάψαι τι τῷ σώματι περιάπτον ἀτιμάσῃς, καὶ μετὰ πολλῆς ἐξαγάγῃς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, εὐθέως ἔλαβες δρόσον ἀπὸ τοῦ συνειδότος. Κἂν μυριάκις ὁ πυρετὸς καταφλέγῃ, ἡ ψυχὴ σου πάσης δρόσου καὶ πάσης νοτίδος παραμυθίαν εἰσάγει σοι βελτίω καὶ λυσιτελεστέραν. Ὥσπερ γὰρ μετὰ τὸ δέξασθαι τὴν ἐπῳδήν, κἂν ὑγιαίνῃς, τῶν πυρεττόντων ἀθλιώτερον διάκεισαι, τὴν ἁμαρτίαν λογιζόμενος· οὕτως καὶ νῦν, κἂν πυρέττῃς, κἂν μυρία πάσχῃς δεινά, διακρουσάμενος τοὺς μιαροὺς ἐκείνους, ὑγιαίνοντος παντὸς ἄμεινον διακείσῃ, τοῦ λογισμοῦ γαυρουμένου, τῆς ψυχῆς χαιρούσης καὶ εὐφραινομένης, τοῦ συνειδότος ἐπαινοῦντός σε, καὶ ἀποδεχομένου, καὶ λέγοντος· εὖγε, εὖγε, ᾧ ἄνθρωπε, ὁ Χριστοῦ δοῦλος, ὁ πιστὸς ἀνήρ, ὁ ἀθλητὴς τῆς εὐσεβείας, ὁ τοῖς δεινοῖς αἱρούμενος ἐναποθανεῖν μᾶλλον, ἢ προδοῦναι τὴν ἐγχειρισθεῖσαν εὐσέβειαν, μετὰ τῶν μαρτύρων στήσῃ κατ’ ἐκείνην τὴν ἡμέραν. Καθάπερ γὰρ ἐκεῖνοι μαστίζεσθαι καὶ βασανίζεσθαι εἵλοντο, ἵνα τιμηθῶσιν· οὕτω καὶ σὺ σήμερον εἵλου μαστίζεσθαι καὶ βασανίζεσθαι παρὰ τοῦ πυρετοῦ καὶ τῶν τραυμάτων, ὥστε μὴ προσίεσθαι ἀσεβεῖς ἐπῳδὰς μηδὲ περίαπτα, καὶ ταῖς ἐλπίσι ταύταις τρεφόμενος, οὐδὲ αἰσθήσῃ τῶν ἀντικειμένων δεινῶν. Κἂν γὰρ μὴ οὗτός σε ἀπενέγκῃ ὁ πυρετός, ἕτερος ἀποίσει πάντως, κἂν μὴ νῦν ἀποθάνωμεν, μετὰ ταῦτα ἀποθανούμεθα. Φθαρτὸν ἐλάχομεν τὸ σῶμα, οὐχ ἵνα διὰ τὰ πάθη αὐτοῦ τὴν ἀσέβειαν ἐπισπασώμεθα, ἀλλὰ ἵνα τοῖς πάθεσιν αὐτοῦ πρὸς εὐσέβειαν ἀποχρησώμεθα. Αὕτη γὰρ ἡ φθορά, καὶ τὸ θνητὸν εἶναι τὸ σῶμα, ἐὰν νήφωμεν, ὑπόθεσις εὐδοκιμήσεως ἡμῖν γενήσεται, καὶ πολλὴν ἡμῖν κατ’ ἐκείνην τὴν ἡμέραν δώσει τὴν παῤῥησίαν, οὐ κατ’ ἐκείνην δὲ μόνον, ἀλλὰ καὶ κατὰ τὴν παροῦσαν ζωήν. Ὅταν γὰρ ἐκβάλῃς τοῦ ἐπῳδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· ὁ δεῖνα ἀῤῥωστῶν καὶ κάμνων, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ’ εἶπε· Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Ἐπὶ τούτοις ἕψονται κρότοι πολλοὶ παρὰ τῶν ἀκουόντων, πάντων ἐκπληττομένων, τὸν Θεὸν δοξαζόντων. Πόσων οὖν ἔσται σοι τοῦτο ἀνδριάντων τιμιώτερον, πόσων εἰκόνων λαμπρότερον, πόσης τιμῆς ἐπισημότερον; Ἅπαντες ἐπαινέσονται καὶ μακαριοῦσι καὶ στεφανώσουσι, καὶ αὐτοὶ βελτίους ἔσονται, καὶ ζηλώσουσι πάλιν καὶ μιμήσονταί σου τὴν ἀνδρείαν, κἂν ἕτερος ἐργάσηταί τι τοιοῦτον, σὺ τὸν μισθὸν ἕξεις, ὁ τὴν ἀρχὴν παρασχὼν τῷ ζήλῳ. Οὐκ ἔπαινοι δὲ μόνον ἔσονταί σου τῶν κατορθωμάτων, ἀλλὰ καὶ λύσις ταχίστη τῆς νόσου, αὐτῆς τε τῆς γενναίας σου προαιρέσεως ἐπισπωμένης τὸν Θεὸν εἰς πλείονα εὔνοιαν, καὶ τῶν ἁγίων πάντων συνηδομένων σου τῇ προθυμίᾳ, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας τὰς ὑπὲρ σοῦ ποιουμένων εὐχάς. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστός, καὶ τὸ χειρὸς σου λαβόμενος εἰς μέσον περιάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ· οὗτος ὁ ἄνθρωπος πυρετῷ ποτὲ ληφθείς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τῆς νόσου, διὰ τὸ ὄνομα τὸ ἐμόν, καὶ τὸν φόβον τὸν εἰς ἐμέ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε τοῦ ὑπισχνουμένους αὐτὸν θεραπεύειν ἐκείνῳ τῷ τρόπῳ, καὶ εἵλετο μᾶλλον ἐναποθανεῖν τῷ νοσήματι, ἢ προδοῦναι τὴν εἰς ἐμὲ εὔνοιαν. Εἰ γὰρ τοὺς ποτίσαντας αὐτὸν καὶ ἐνδύσαντας καὶ θρέψαντας εἰς μέσον παράγει, πολλῷ μᾶλλον τοὺς δι’ αὐτὸν ἑλομένους ἀνέχεσθαι πυρετῶν. Οὐ γὰρ ἐστιν ἴσον, ἄρτον δοῦναι καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου· ὅσῳ δὲ μείζων ὁ πόνος, τοσούτῳ καὶ ὁ στέφανος ἔσται λαμπρότερος.
Ταῦτα καὶ ὑγιαίνοντες μελετῶμεν καὶ κάμνοντες, καὶ πρὸς ἑτέρους λέγωμεν· κἂν ἴδωμεν ἑαυτοὺς ποτε ἐν πυρετῷ γενομένους ἀφορήτῳ, ἐκεῖνο πρὸς ἑαυτοὺς εἴπωμεν· τὶ δαί, εἲ πόθεν ἐπενεχθείσης ἡμῖν κατηγορίας, εἰς δικαστήριον εἰσηνέχθημεν, εἶτα ἀναρτηθέντες κατεξαινόμεθα τὰς πλευράς, οὐκ ἀνάγκη ἦν ὑπομεῖναι πάντως καὶ ἀκερδῶς καὶ χωρὶς μισθοῦ τινος; Τοῦτο καὶ νῦν λογιζώμεθα· προσκείσθω τοίνυν καὶ τῆς ὑπομονῆς ὁ μισθός, ἱκανὸς ὣν ἀλεῖψαι τὴν πεπτωκυΐαν διάνοιαν. Ἀλλὰ χαλεπὸς ὁ πυρετός. Ἀλλ’ ἀντίστησον τῷ πυρετῷ τὸ τῆς γεέννης πῦρ, ὃ διαφεύξῃ πάντως, ἐὰν ἕλη τοῦτον μεθ’ ὑπομονῆς ἁπάσης ἐνεγκεῖν· ἀναμνήσθητι τῶν ἀποστόλων, ὅσα ἔπασχον· ἀναμνήσθητι τῶν δικαίων, ὅτι διαπαντὸς ἦσαν ἐν θλίψεσιν· ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν νοσήματι διηνεκεῖ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· «Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνὰς σου ἀσθενείας». Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος καὶ ἅγιος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθούμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινά, τίνα ἕξεις ἀπολογίαν σὺ ὁ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασιν; Οὐκ ἤκουσας τῆς γραφῆς λεγούσης, ὅτι «Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται»; Πόσοι ποσάκις ἐπεθύμησαν μαρτυρίου στέφανον λαβεῖν; Τοῦτο ἀπηρτισμένος ἐστὶ μαρτυρίου στέφανος. Οὐ γὰρ τὸ κελευσθῆναι θῦσαι, εἶτα ἑλέσθαι μᾶλλον ἀποθανεῖν ἢ θῦσαι, ποιεῖ μάρτυρα μόνον, ἀλλὰ καὶ τὸ ὁτιοῦν φυλάττοντα μόνον δυνάμενον θάνατον ἐπισπάσασθαι, μαρτύριόν ἐστι σαφές.
η’. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, ἀναμνήσθητι πῶς μὲν ὁ Ἰωάννης ἀπέθανε, καὶ τίνος ἕνεκεν καὶ διὰ τί, πῶς δὲ ὁ Ἄβελ. Οὐδέτερος γὰρ τούτων οὐ βωμὸν εἶδε καιόμενον, οὐ ξόανον ἑστηκός, οὐ θῦσαι ἐπετάγη δαίμοσιν· ἀλλ’ ὁ μέν, ἐπειδὴ μόνον ἤλεγξε τὸν Ἡρώδην, ἀπετμήθη τὴν κεφαλήν, ὁ δὲ ἐπειδὴ τὸν Θεὸν ἐτίμησε θυσία πλείονι τοῦ ἀδελφοῦ, κατεσφάττετο. Ἆρ’ οὖν ἀπεστέρηνται τῶν τοῦ μαρτυρίου στεφάνων; Καὶ τὶς ἂν τοῦτο τολμήσειεν εἰπεῖν; Μάλιστα μὲν γὰρ καὶ αὐτὸς ὁ τοῦ θανάτου τρόπος ἱκανὸς ἅπαντας πεῖσαι, ὅτι εἰς τοὺς πρώτους τῶν μαρτύρων τελοῦσιν. Εἰ δὲ καὶ ψῆφον ζητεῖς θείαν ὑπὲρ τούτων ἐξενηνεγμένην ἰδεῖν, ἄκουσον τὶ φησιν ὁ Παῦλος· ἃ γὰρ ἐκεῖνος φθέγγεται, δῆλον ὅτι τοῦ Πνεύματος ἐστι· «Δοκῶ γάρ, φησί, κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν». Τὶ οὖν οὗτός φησιν; Ἀρξάμενος ἀπὸ τοῦ Ἄβελ, καὶ εἰπών, ὅτι πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ· εἶτα καταβὰς εἰς τοὺς προφήτας, καὶ διελθὼν εἰς τὸν Ἰωάννην, καὶ εἰπών· «Ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἕτεροι δὲ ἐτυμπανίσθησαν»· καὶ πολλοὺς καὶ διαφόρους διηγησαμένους θανάτους, ἐπήγαγεν οὕτω· «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, δι’ ὑπομονῆς τρέχωμεν». Ὁρᾷς ὅτι καὶ τὸν Ἄβελ μάρτυρα ἐκάλεσε, καὶ τὸν Νῶε, καὶ τὸν Ἀβραάμ, καὶ τὸν Ἰσαάκ, καὶ τὸν Ἰακώβ. Οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπέθανον διὰ τὸν Θεόν· ὥσπερ οὖν καὶ Παῦλος φησί, «Καθ’ ἡμέραν ἀποθνήσκω»· καίτοι οὐκ ἀποθνήσκων, ἀλλὰ τῇ προθέσει μόνον ὑπομένων τοῦτο. Οὕτω καὶ σύ, ἂν διακρούσῃ τὰς ἐπῳδὰς καὶ τὰς φαρμακείας καὶ τὰς μαγγανείας, καὶ ἀποθάνῃς τῇ νόσῳ, μάρτυς ἀπηρτισμένος εἶ, ὅτι ἀπαλλαγὴν μετὰ ἀσεβείας ἐπαγγελλομένων ἑτέρων εἵλου θάνατον μετ’ εὐσεβείας μᾶλλον. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται πρὸς τοὺς κομπάζοντας καὶ λέγοντας, ὅτι θεραπεύουσι δαίμονες· ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ τοῦτό ἐστιν ἀληθές, ἄκουσι τὶ φησιν ὁ Χριστὸς περὶ τοῦ διαβόλου· «Ἐκεῖνος ἀνθρωποκτόνος ἦν απ’ ἀρχῆς». Ὁ Θεὸς λέγε, ἀνθρωποκτόνος, καὶ σὺ ὡς πρὸς ἰατρὸν τρέχεις; Καὶ τίνα ἕξεις λόγον εἰπεῖν ἐγκαλούμενος, εἰπὲ μοι τῆς ἀποφάσεως τοῦ Χριστοῦ τὰς γοητείας τούτων ἀξιοπιστοτέρας εἶναι νομίζων; Ὅταν γὰρ ὁ μὲν Θεὸς λέγῃ, ὅτι ἀνθρωποκτόνος ἐστίν, οὗτοι δὲ ὅτι νοσήματα δύναται λύειν λέγωσιν, ἀπεναντίας τῇ θεῖα ψήφῳ, σὺ δὲ καταδέχῃ τὰς μαγγανείας τούτων καὶ τὰς ἐπῳδάς, οὐδὲν ἕτερον ἀλλ’ ἢ τούτους ἀξιοπιστοτέρους ἐκείνου νομίζεις εἶναι δι’ ὧν ποιεῖς, κἂν μὴ λέγῃς τοῦτο τοῖς ῥήμασιν. Εἰ δὲ ὁ διάβολος ἀνθρωποκτόνος, εὔδηλον ὅτι καὶ οἱ διακονοῦντες αὐτῷ δαίμονες. Καὶ τοῦτό σε δι’ αὐτῶν τῶν ἔργων ἐπαίδευσεν ὁ Χριστός· ὅτε γοῦν αὐτοὺς ἀφῆκεν ἐμπεσεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, κατεπόντισαν εἰς τὸν κρημνὸν ἅπασαν τὴν ἀγέλην ἐκείνην, ἵνα μάθῃς, ὅτι καὶ τοὺς ἀνθρώπους ταῦτα ἂν εἰργάσαντο, καὶ ἀπέπνιξαν εὐθέως, εἰ συνεχώρησεν αὐτοῖς ὁ Θεός. Νυνὶ δὲ αὐτὸς αὐτοὺς κατεῖχε καὶ ἐκώλυσε, καὶ οὐδὲν ἠφίει τοιοῦτον ἐργάσασθαι· καὶ τοῦτο ἐξουσίαν λαβόντες κατὰ τῶν χοίρων ἐδήλωσαν. Εἰ γὰρ χοίρων οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον ἡμῶν οὐκ ἂν ἀπέσχοντο. Μὴ τοίνυν, ἀγαπητέ, ταῖς ἐκείνων ἀπάταις παρασύρου, ἀλλ’ ἕσο ἐστηριγμένος ἐν τῷ φόβῳ τοῦ Θεοῦ.
Πῶς δὲ καὶ εἰσελεύσῃ εἰς τὴν συναγωγήν; Ἂν μὲν σφραγίσῃς τὸ πρόσωπον, εὐθέως ἀπεπήδησεν ἡ πονηρὰ δύναμις ἡ τὴν συναγωγὴν οἰκοῦσα· ἂν δὲ μὴ σφραγίσῃς, ἀπὸ τῶν θυρῶν εὐθέως τὸ ὅπλον ἔῤῥιψας· εἶτα γυμνὸν καὶ ἄοπλόν σε λαβὼν ὁ διάβολος, μυρία διαθήσει δεινά. Καὶ τὶ χρὴ λέγεσθαι ταῦτα παρ’ ἡμῶν; Ὅτι γὰρ καὶ αὐτὸς σὺ μεγίστην ἁμαρτίαν εἶναι νομίζεις τὸ δραμεῖν εἰς τὸ πονηρὸν ἐκεῖνο χωρίον, δῆλον ἀπὸ τοῦ τρόπου τῆς ἀφίξεως. Καὶ γὰρ λαθεῖν σπουδάζεις ἀφικνούμενος ἐκεῖσε, καὶ οἰκέταις καὶ φίλοις καὶ γείτοσι παρακελεύῃ, μὴ κατειπεῖν σου πρὸς τοὺς ἱερέας, κἂν διαβάλῃ τις, ἀγανακτεῖς. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, ἀνθρώπους πειρᾶσθαι λανθάνειν, τοῦ δὲ Θεοῦ ὁρῶντος, τοῦ πανταχοῦ παρόντος, ἀναισχύντως τὴν παρανομίαν ταύτην τολμᾶν; Ἀλλ’ οὐ δέδοικας τὸν Θεόν; Οὐκοῦν κἂν αὐτοὺς αἰδέσθητι τοὺς Ἰουδαίους. Ποίοις γὰρ αὐτοὺς ὀφθαλμοὺς ὄψει; Καὶ ποίῳ διαλέξῃ στόματι, Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ τὰς ἐκείνων τρέχων συναγωγάς, καὶ τῆς παρ’ ἐκείνων δεόμενος βοηθείας; Οὐκ ἐννοεῖς, ὅσον σου καταχέουσι γέλωτα, ὅσα σκώμματα, ὅσην χλευασίαν, ὅσην αἰσχύνην, ὅσον ὄνειδος, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν;
θ’. Ταῦτ’ οὖν, εἰπὲ μοι, φορητὰ ἢ ἀνεκτά; Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπά, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῆν πονηροῦ; Ταῦτα λέγω, οὐχ ἵνα αὐτοὶ ἀκούηται μόνον, ἀλλ’ ἵνα τοὺς τὰ τοιαῦτα νοσοῦντας θεραπεύητε. Ὥσπερ γὰρ ἐκείνοις ἐγκαλοῦμεν, ὅτι ἀσθενοῦσι περὶ τὴν πίστιν, οὕτως ὑμῖν ἐγκαλοῦμεν, ὅτι τοὺς ἀσθενοῦντας διορθοῦν οὐ βούλεσθε. Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀγαπητέ, ἵνα ἐνταῦθα εἰσιὼν ἀκούσῃς τὰ λεγόμενα; Τοῦτο μὲν οὖν καὶ κρῖμά ἐστιν, ὅταν μὴ προσῇ τῇ τῶν λόγων ἀκροάσει καὶ ἔργον. Διὰ τοῦτο Χριστιανὸς εἶ, ἵνα τὸν Χριστὸν μιμῇ, καὶ τοῖς ἐκείνου πείθῃ νόμοις. Τὶ δαὶ ἐκεῖνος ἐποίησεν; Οὐκ ἐν Ἰεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀῤῥώστους, ἀλλὰ περιῄει πόλεις καὶ κώμας, ἑκατέρων τὴν ἀῤῥωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς. Καίτοι γε ἐδύνατο ἐν ἑνὶ καθήμενος τόπῳ πάντας ἑλκύσαι πρὸς ἑαυτόν· ἀλλ’ οὐκ ἐποίησε τοῦτο, ἡμῖν διδοὺς ὑπόδειγμα εἰς τὸ περιιέναι καὶ ζητεῖν τοὺς ἀπολλυμένους. Πάλιν καὶ διὰ τῆς κατὰ τὸν ποιμένα παραβολῆς τοῦτο ἠνίξατο, καὶ γὰρ οὐκ ἐκάθισε μετὰ τῶν ἐνενηκονταεννέα προβάτων, καὶ ἀνέμεινε τὸ πλανώμενον ἐλθεῖν πρὸς αὐτόν, ἀλλ’ αὐτὸς ἀπῆλθε, καὶ εὗρε, καὶ εὑρὼν καὶ ἐβάστασεν ἐπὶ τῶν ὤμων, καὶ ἀπεκόμισεν. Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς αὐτοῦ τοῦτο ποιοῦντας; Οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ’ αὐτοὶ τρέχουσι πρὸς ἐκείνους. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητέ, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος, κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν. Δύναται πολλάκις μία κερδηθεῖσα ψυχὴ μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν ἀντίψυχον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἐννόησον διὰ τὶ προφῆται, διὰ τὶ ἀπόστολοι, διὰ τὶ δίκαιοι, διὰ τὶ ἄγγελοι πολλάκις ἐπέμφθησαν, διὰ τὶ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο· οὐχ ἵνα ἀνθρώπους διασώσῃ; Οὐχ ἵνα πεπλανημένους ἐπαναγάγῃ; Τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν τὴν σήν, καὶ πᾶσαν σπουδὴν ἐπιδεῖξαι καὶ πρόνοιαν εἰς τὴν τῶν πεπλανημένων ἐπάνοδον. Ταῦτα καθ’ ἑκάστην ὑμῖν παραινῶν σύναξιν οὐ διαλιμπάνω, κἂν προσέχητε, κἂν μὴ προσέχητε, ἐγὼ λέγων οὐ παύσομαι. Τοῦτο γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ νόμος, ἂν τε ἀκούσῃ τις, ἂν τε μὴ ἀκούσῃ, τὴν διακονίαν ταύτην πληροῦν. Ἀλλ’ ἐὰν μὲν ἀκούσητε καὶ ποιήσητε τὰ λεγόμενα, μετὰ πολλῆς αὐτὸ τοῦτο ἐργασόμεθα τῆς ἡδονῆς· ἂν δὲ ἀμελήσετε καὶ ῥᾳθυμήσητε, μετὰ πολλῆς τῆς ἀθυμίας. Ἡμῖν μὲν γὰρ ἐκ τῆς ὑμετέρας παρακοῆς οὐδεὶς ἔσται λοιπὸν κίνδυνος· τὸ γὰρ ἡμέτερον ἅπαν ἐπληρώσαμεν· πλὴν ἀλλὰ κἂν μὴ κινδυνεύωμεν τῷ πεπληρωκέναι τὰ παρ’ ἑαυτῶν ἅπαντα, ἀλγοῦμεν ὑμῶν ἐγκαλουμένων κατὰ τὴν ἡμέραν ἐκείνην. Οὐ γὰρ ἀκίνδυνος ὑμῖν ἔσται ἡ ἀκρόασις, ὅταν ἡ διὰ τῶν ἔργων προσθήκη μὴ γένηται. Ἄκουσον γοῦν πῶς τοῖς διδασκάλοις ἐγκαλῶν τοῖς ἀποκρύπτουσι τὸν λόγον ὁ Χριστός, καὶ τοὺς μαθητευομένους ἐφόβησεν. Εἰπὼν γάρ, «Ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας»· καὶ ἐπαγαγών, ὅτι «Κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό», ἔδειξεν, ὅτι μετὰ τὴν ἀκρόασιν (τοῦτο γὰρ ἐστιν ἡ τοῦ ἀργυρίου καταβολή), τοὺς ὑποδεξαμένους τὴν διδασκαλίαν τόκον ἐργάζεσθαι χρή. Τόκος δὲ διδασκαλίας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Ἐπεὶ οὖν καὶ ἡμεῖς κατεβάλομεν τὸ ἀργύριον εἰς τὴν ἀκοὴν τὴν ὑμετέραν, ἀνάγκη λοιπόν, ὑμᾶς ἀποδοῦναι τὸν τόκον τῷ δεσπότῃ, τουτέστι, τὴν σωτηρίαν τῶν ἀδελφῶν τῶν ὑμετέρων. Ὥστε εἰ μένοιτε ταῦτα κατέχοντες τὰ εἰρημένα μόνον, καὶ μηδὲν ἐν ἑαυτοῖς ἐργαζόμενοι, δέδοικα μὴ τὴν αὐτὴν τῷ τὸ τάλαντον κατορύξαντι δῶτε δίκην. Καὶ γὰρ ἐκεῖνος διὰ τοῦτο τοὺς πόδας καὶ τὰς χεῖρας δεθείς, εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον, ὅτι οὐκ ἐξήνεγκεν εἰς ἑτέρους ἅπερ ἤκουσεν. Ἳν’ οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν τὰ πέντε δεξάμενον, καὶ τὸν τὰ δύο τάλαντα, μιμησώμεθα· κἂν τε λόγον, κἂν τε χρήματα, κἂν τε σώματος πόνον, κἂν εὐχήν, κἂν ἀλλ’ ὁτιοῦν εἰς τὴν τοῦ πλησίον σωτηρίαν ἀναλῶσαι δεήσῃ, μὴ ὀκνήσωμεν, ἵνα πανταχόθεν τὸ παρὰ τοῦ Θεοῦ δοθὲν ἡμῖν τάλαντον ἀναλόγως ἕκαστοι πολυπλασιάσαντες δυνηθῶμεν τῆς μακαρίας ἐκείνης ἀκοῦσαι φωνῆς, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σοῦ». Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου