Ιωάννης Χρυσόστομος
Τόμος 48
Ὅτι οὐ χρὴ εὐτραπελίζειν τὸν ἀσκητήν
Παναγίαι αἱ παραινέσεις τοῦ μακαρίου Παύλου, μετὰ φόβου κελεύουσαι τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. Ὁ γὰρ μὴ μετὰ φόβου καὶ πολλῆς ἐπιμελείας τὴν ἄσκησιν τῆς ἀρετῆς ἐργαζόμενος, πολλὰς ὑφίσταται τὰς εἰς τὸ κακὸν ἐκτροπάς, καὶ ὥσπερ ἐξ εὐθείας καὶ βασιλικῆς ὁδοῦ πλανώμενος εἰς τὰς δι’ ἀκανθῶν καὶ σκολόπων πλαγίας καὶ ἀνοδίας· διὸ καὶ πρὸς τὸν Θεὸν εὐχαὶ ἀδιάλειπτοι ὁδηγοὶ εἰς τὸ ἀγαθὸν γίνονται, «Ὁδήγησόν με, λεγόντων, ἐπὶ τὴν ἀλήθειάν σου»· καί, «Κατάρτισον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου». Ἀγαθὸν οὖν ἡ χρηστότης, καὶ ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀγαθῶν· τούτοις δὲ ἀκολουθεῖ φαιδρότης πολλή, καὶ γέλως ὑπερβάλλων τὸ μέτρον, καὶ ἡ τὴν σεμνότητα ταπεινοῦσα εὐτραπελία. Δεινὸν δὴ τὸ διαχυθῆναι τῇ εὐτραπελίᾳ
. Ὁ γὰρ γέλως χαῦνοι τὸν δεσμὸν τῆς σωφροσύνης, γέλως ἀπωθεῖ σεμνότητα, γέλως οὐ μιμνήσκεται φόβου Θεοῦ, γέλως οὐ φοβεῖται ἀπειλὴν γεέννης, γέλως πορνείας ὁδηγός, εὐτραπελία ἔλεγχός ἐστι τοῦ ἀκολάστου ἀνθρώπου, γελωτοποιία εἰς ῥαθυμίαν κατενεχθῆναι ποιεῖ, γελωτοποιίᾳ καταφρονήσεως πρόφασις. Διὰ τοῦτο ὁ μακάριος Ἀπόστολος ἀπαγορεύει λέγων· «Μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ μᾶλλον εὐχαριστία»· τοῦτο λέγων, ὅτι τὴν εὐθυμιᾶν μὴ πρόφασιν κτήσεσθε ῥᾳθυμίας, ἀλλὰ εὐχαριστίας ὑπόθεσιν πρὸς τὸν δεδωκότα. Διὰ τοῦτο μαρτυρεῖ μὲν Ἰὼβ ὑπὲρ ἑαυτοῦ λέγων· «Εἰ δὲ καὶ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν». Ἐπιπλήττει δὲ τῷ φιλογέλωτι τρόπῳ Σολομῶν· «Ἀγαθόν, φύσι, θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακία προσώπου ἀγαθυνθήσεται καρδία. Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφῶν ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων». Τὸ δὲ ἀπρεπὲς καὶ ἄτιμον τῶν εἰς γέλωτα ἐγκειμένων ἐλέγχων, φησί· «Φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων». Πρὸς τὶ δὲ προσήκει τὸ πάνυ φαιδρὸν καὶ ἱλαρὸν εἰς τὸ σοφὸν ἡσύχιον καὶ σεμνὸν αἰσθήτι. Καὶ διὰ φόβου καὶ μερίμνης τοῦ ὀφθῆναι Θεῷ περιαίρειν τὸ ἄγαν ἱλαρόν. Οἱ γὰρ φαιδρότησιν ἀμέτροις καὶ γελοίοις διαχεόμενοι ἐοίκασιν ἀγνοεῖν τὰ καθ’ ἑαυτούς, λήθῃ τινὶ βεβαρημένοι τὴν ψυχήν, καὶ μηδὲ τοῦ Δεσπότου τὴν παρουσίαν προσδοκῶντες. Οὔπω τοῦ Δεσπότου τὴν εὐμένειαν, ᾧ ἄνθρωπε, οὔπω τῶν κακῶν βεβαίως ἔχεις τὴν ἀπαλλαγήν· οὐ γινώσκεις τὸ μικρὸν ὕστερον ἐσόμενον ὃ τι μὲν αὐτοὺς ἔσῃ, τὶ δὲ σοι συμβήσεται· εἶτα γελᾶς ἀφροντίστως, καὶ εὐτραπελίζεις, καὶ ἄγεις σεαυτὸν ἀφόβως, δέον ἐγκεῖσθαι ταῖς πρὸς Θεὸν ἱκεσίαις, ἀγωνιᾷν, δὲ ὑπὲρ τῶν μελλόντων, καὶ τρέμειν μὲν ὑπὲρ αὐτοῦ μὴ ποτε τῆς ἀρετῆς ἐκτραπῇς, φροντίζειν δὲ καὶ δεδοικέναι περὶ τῶν ἀπαντησομένων μὴ χαλεπωτέρα καὶ μείζονα τῆς σῆς δυνάμεως ἐπέλθοι, τοσούτων καὶ τηλικούτων ἐν μέσῳ πολεμῶν ἀπειλημμένος; Ἀγῶνα ἐχέτω ἡ ψυχὴ σου· πολεμοῦσιν ἀοράτως δαίμονες, πολεμοῦσι προφανῶς ἄνθρωποι, πολεμεῖ τὰ τῆς ψυχῆς ἔνδον πάθη, αἱ διὰ σώματος ἐγειρόμεναι ἡδοναί, καὶ αἱ περὶ τὸ σῶμα ἔξωθεν συμφοραί. Τοῖς γὰρ πλησίον οὐ συναλγεῖς, οὐκ ἀσθενεῖς μετὰ τῶν ἀσθενούντων, οὐ κλαίεις μετὰ τῶν κλαιόντων, οὐ δέδοικας περὶ τῶν μὴ βεβαίως περὶ τὴν πίστιν διακειμένων, μὴ μετακινηθῶσι καὶ πέσωσιν· οὐ θρηνεῖν τοὺς πεπτωκότας, οὐ χεῖρα ὀρέγεις τοῖς κειμένοις, οὐκ ἐπιλαμβάνει τοῦ γελῶντος ἔνδοθεν στεναγμοῖς, ἐπειδὴ ἐληθάργησε τὴν ἡτοιμασμένην κόλασιν· οὐκ ἀνατρέπει σου τὴν ἄκαιρον τρυφὴν ὁ τοῦ συνεσταλμένου καιροῦ λογισμός, οὐχὶ τῆς μελλούσης φοβερᾶς ἡμέρας παρουσία· ἀλλ’ ἐκείνους μὲν μεμίμησαι τοὺς μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντας, οἷς ἀντὶ τῆς εὐφροσύνης τὸ οὐαὶ ἠπείλησεν ὁ προφήτης. Ἐγὼ μὲν γάρ, φησίν, ἐκήρυξα κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν κεφαλῆς, καὶ περίζωσιν σάκκου· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ χαρὰν λέγοντες· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκωμεν· καὶ ἀνακεκαλυμμένα εἰσὶ ταῦτα ἐν τοῖς ὠσὶ Κυρίου Σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνωσιν». Ἀκούων ταῦτα φοβήθητι καὶ στέναξον· μὴ μιμήσῃ τοὺς φαγόντας καὶ πιόντας, καὶ ἀναστάντας παίζειν· καὶ ἵνα τὸ πικρότερον εἴπω, θυσίαι καὶ τροφαὶ καὶ παίγνια τοῦ πρὸς Θεὸν ληθαργῆσαι φόβου ἐποίησαν, καὶ πρὸς εἰδωλολατρείαν ἐξείλκυσαν. Φοβήθητι μὴ σοῦ γελῶντος ὁ Δεσπότης ὀργίζηται, ὁ τοὺς μὲν κλαίοντας μακαρίσας, τοὺς δὲ γελώντας ταλανίσας, μὴ τὴν παιγνίαν σου, καὶ τὸν ἐκκεχυμένον γέλωτα ἀφοβίαν περὶ Θεοῦ καὶ λήθην τῶν συμφερόντων ὁ διάβολος εὑρὼν ἐπιβῇ τῇ ψυχῇ σου, καὶ σπείρῃ τὰ ἑαυτοῦ ζιζάνια. Ἦν ὅτε ἄνεσιν εἶχον οἱ καιροὶ μᾶλλον ἐπιτηδείως· ἀλλ’ ὅμως καὶ τότε πολὺ παρὰ τοῖς ἁγίοις ἦν τὸ σκυθρωπὸν ἀντὶ τοῦ περιχαροῦς· καὶ φησιν ὁ ψαλμῳδός· «Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην», καί, «Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δὲ δάκρυσί μου τὴν στρωμνὴν μου βρέξω»· κατηφὴς ἐπὶ ταῖς ἁμαρτίαις γινόμενος, καὶ περὶ τῶν συμφορῶν ὀδυρόμενος, καὶ τὰς τῆς Ἱερουσαλὴμ συμφοράς, κάθηται κλαίων ὁ προφήτης Ἱερεμίας. Καὶ σὺ τοίνυν μὴ καρηβαρίᾳ καὶ μέθῃ χρώμενος καὶ γελοίοις καὶ εὐτραπελίᾳ ἐκδώσῃς σεαυτόν· διὰ τοῦτο γὰρ σου καὶ κιθάρα περιῄρηται, καὶ οὔτε τύμπανον ἔχεις ἐν χερσί· καὶ καρδία μᾶλλον ἢ τῷ στόματι ψάλλειν ὁ Παῦλος ἐδίδασκεν, ὁ πανταχόθεν συστέλλων τὸν ἄνθρωπον ἀπὸ πάσης ἐκλύσεως καὶ διαχύσεως. Ἔπαιζεν ὁ πατὴρ Ἰσαὰκ πρὸς τὴν ἑαυτοῦ γυναῖκα· ἀλλὰ σοὶ καὶ τὰ πρὸς γυναῖκα σεμνότερα διατέτακται, ὅτι «Ὁ καιρὸς συνεσταλμένος ἐστίν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου». Σὺ δὲ οὐ βούλῃ συστέλλεσθαι, πάντων τῶν πραγμάτων συστελλομένων, ἀλλὰ καὶ ἐνώπιον γυναικῶν ἀδιαφόρως ἐκχεεῖς δάκρυα, καὶ πληθυνεῖς παίγνια, καὶ γέλοια προτείνεις, καὶ διακλάσαι αἰσχρολογίας προφέρων· μὴ φέρων γὰρ τὴν ἐν τῷ ἀκολάστῳ σου σώματι πύρωσιν, λοιπὸν ἐκφέρεις τὸν βόρβορον ἔξω, καὶ ἑαυτὸν φανερὸν ποιεῖς· οἷος εἶ διὰ ῥημάτων, τοιοῦτος πάντως ἔσῃ, καὶ πολὺ χειρῶν ἐν τῷ ἔσω ἀνθρώπῳ. Τὶ ἀφόβως συναναμίγνυσαι γυναιξί; Τὶ σεαυτῷ εἰς τὴν παγίδα κατατρέχεις; Τὶ εἰς τὸν κίνδυνον ἑαυτὸν ἐμβάλλεις; Τὶ φαιδρύνῃ πρὸς θηλείας, καὶ συνδιάγειν τολμᾶς; Διὰ τοῦτο νηστεῖαι, διὰ τοῦτο προσευχαί, διὰ τοῦτο κατὰ ξηροῦ δίαιτα, διὰ τοῦτο πολυτρόπους ἀσκήσεις ἐπινοοῦσιν ἄνθρωποι, διὰ τοῦτο τὰς ἐρήμους μεταδιώκουσιν· ἔνιοι δὲ οὐδὲ ἄρτου, οὐδὲ ὕδατος κορέννυνται, δι’ οὐδὲν ἕτερον ἢ διὰ τὸ φυγεῖν ἐκεῖνα τὰ σκάνδαλα, διὰ τὸ μὴ ἐμπεσόντας ταῖς θηλείαις πτῶμα γενέσθαι αἰσχρόν. Σὺ δὲ ταῦτα πάντα παραδραμών, καὶ μήτε τὸν κίνδυνον ἐννοήσας μετὰ τὴν παγίδα, δι’ ἧς ὁ πρωτόπλαστος ἐκ τῆς τηλικαύτης μακαριότητος ἐξέπεσεν, οὐκ ἐννοεῖς τὸ ὅπλον τοῦ διαβόλου, δι’ οὗ ὁ ἀρχαῖος τρωθεὶς καταβέβληται; Καὶ ὁ μὲν Δεσπότης καὶ τὸ ἐμβλέψαι γυναικὶ ἀπηγόρευσε, πορνείαν διαγράφων· σὺ δὲ εἰς τοσοῦτον ἐμάνης, καὶ πλαστὰ ὀνόματα ἐπιθεὶς τῇ προσωνυμίᾳ τῆς ἀγάπης, προφάσει χρηστότητος ἑαυτῷ σύνοικον ἐπεσπάσω, ὡς ἡ Εὔα τὸν ὄφιν. Ἀποδήσας τὸ πῦρ ἐν τῷ κόλπῳ, καὶ λύχνον εἰς χόρτον θήσας, κίνδυνον ἐξ ἀμφοτέρων ἕξεις· ἢ γὰρ εἰς αὐτὸ τὸ πτῶμα τοῦ βαράθρου ἐμπεσὼν περὶ τὴν σωφροσύνην ἐκινδύνευσας· ἢ εἰ μὴ τοῦτο πάθοις, φήμην αἰσχρὰν ἑαυτῷ περιάψεις, ὁ κελευόμενος προνοεῖσθαι καλά, οὐ μόνον ἐνώπιον Θεοῦ, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
Διὸ παραίνεσιν ἔχων ἐκκλησιαστικὴν ὀφείλεις, παραφυλάττεσθαι ὅσα σεμνά· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅσα εὔφημα. Μέτρησον τῷ σεμνῷ τὸ χρηστόν· τὸν φόβον ἐπίθες σωφρονιστήν. Τὶ χραίνεις τὸ καλὸν ὄνομα τοῦ Χριστιανισμοῦ; Τὶ καὶ τὰς ἑτέρων παγιδεύεις ψυχὰς σύνοικον ἐπισπασάμενος; Οὐ μόνον γὰρ τῆς περὶ τῆς σῆς ψυχῆς ἀπολογίας δώσεις λόγον, ἀλλὰ καὶ περὶ ὧν διὰ σὲ ἐσκανδαλίσθησαν. Ἔκβαλε τὸν ὄφιν ἐκ τοῦ κόλπου σου, ἔκβαλε τὸν κίνδυνον ἀπὸ σεαυτοῦ· εἰ ἐπιποθεῖς ὑπὸ θηλειῶν διακονεῖσθαι, διὰ τὶ ἀρχαῖον νόμον οὐκ ἐφύλαξας, καὶ γάμῳ νομίμῳ συνήφθης; Ὁ γάμος κόλασιν οὐκ ἔχει, ἡ μοιχεία κόλασιν ἔχει ἀπαραίτητον· μοιχεία γὰρ ἐστι καὶ μεγάλη μοιχεία ἡ σὺν γυναιξὶ συνοίκησις. Ἀνερεύνησον τὴν συνείδησίν σου, εἰ οὐδέποτε ἐβλάβης, εἰ οὔτε νυκτός, οὔτε ἡμέρας ἐδέξω πληγήν. Ἐγὼ δὲ ἀναπτύξω σου τὴν καρδίαν, εἰ καὶ μέλλεις ἄχθεσθαι. Ἀλλ’ ἐμοὶ οὐ μέλει· πάνυ γὰρ ἀλγῶ, ὄτα ἴδω ἀσκητὴν συνείσακτον ἐπισπασάμενον· ἐγὼ δὲ σοι λέγω ὅτι κατὰ πᾶσαν ὥραν τραυματίζῃ, καὶ κατὰ πᾶσαν ὥραν θηριάλωτος γίνῃ· χαυνοῦσαι γὰρ τοῦ τῆς σωφροσύνης δεσμοῦ, ἐκλύῃ ὁ γενναῖος πολεμιστὴς αἰχμάλωτος ἀντὶ νικητοῦ ἀναδεικνύῃ. Μὴ γὰρ λίθος εἶ; Ἄνθρωπος εἶ, τοῖς κοινοῖς τῆς φύσεως συμπτώμασιν ὑποκείμενος· πῦρ ἔχεις ἐν τῷ κόλπῳ, καὶ οὐ κλαίῃ; Καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ τότε ἴδε, εἰ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος. Εἰ δὲ ἄρνησαι, ὅτι οὐ καίεται ὁ χόρτος, ἐμοὶ μὴ λέγε, ἀλλὰ τῷ εἰδότι τὰ κρύφια, ὃς ἔρχεται συναγαγεῖν τοὺς λογισμούς· κριτικὸς γὰρ ἐστιν ἐνθυμήσεων καὶ λογισμῶν καὶ τὰς ἐννοίας καρδιῶν συνιεῖ· λέγει γάρ· «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τῇ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Βλέπε μὴ κατὰ πᾶσαν ὥραν μοιχεία ἐν σοὶ εὑρίσκηται. Πάντως ἐρεῖς· νηστείαις καὶ ἀσκήσεσι καὶ τῇ κατὰ ξηροῦ διαίτῃ τειχίζω ἐμαυτόν, ἵνα μὴ τοῦ προκειμένου ἐκπέσω. Οὐκοῦν δι’ οὐδὲν ἕτερόν ἐστιν ἡ ἄσκησίς σου ἀλλ’ ἢ διὰ τὴν σύνοικόν σου· οὐκοῦν οὐκ ἔτι θησαυρίζεις δικαιοσύνην· ὑπέσυρε γὰρ σου ἐκείνην τὴν ἄσκησιν. Ἔκβαλε τοίνυν ἀπὸ σεαυτοῦ τὴν ζημιοῦσαν σε πολλῶν ἀγαθῶν, μὴ σε ἐκβάλῃ ἐκ τοῦ παραδείσου, μὴ σε ποιήσῃ παίγνιον τῷ διαβόλῳ· μὴ στήσῃς αὐτὴν παρὰ σαυτῷ, μήπως καταστρέψασά σε σὺν σοὶ εἰς γέενναν κατενεχθῇ. Φοβήθητι τὸν φοβερὸν δικαστήν· διάθου σεαυτῷ διαθήκην μηδὲ ἀτενίσαι γυναικί· πρεσβυτέρων παρόντων αἰδοῦ πολιάν, καὶ καθάπερ πατέρας αἰδούμενος φείδου μωρολογίας καὶ παιγνίας καὶ γέλωτος. Νεωτέρῳ μὴ πρόσπαιζε, μηδὲ δείκνυε ῥᾳθυμίας ὁδόν, κατάρχων ταύτης αὐτός, καὶ πολὺ πλείονα τὴν καταφρόνησιν ἐμποιῶν· γυναῖκα δὲ καὶ μέχρι τῆς ἀντιβλέψεως αὐτῆς αἰδοῦ. Ὁ σὸς βίος ἐκείναις γενέσθω τύπος· τοιοῦτον σεαυτὸν ἐπίδειξον, ἵνα σε ἐκεῖναι αἰδῶνται, καὶ τύπος καὶ ἀρχὴ τῆς αἰδοῦς ἐκείναις γένῃ, ὅτι καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός, καὶ μὴ τὴν σὴν εὐχέρειαν προσθῇς, εὐχερεστέρᾳ φύσει τῇ γυναικείᾳ. Γυνὴ αἰδείσθω διαφερόντως, ὅσῳ καὶ χαλεπώτερον ὄνειδος ἀναισχυντία γυναικός. Εἰ καὶ παῤῥησιάζεσθαι πρὸς ἄνδρας πολὺ δεινὸν καὶ τολμηρόν, φόβου προστεθέντος γυναικὶ πρὸς τὸν ἴδιον ἄνδρα μᾶλλον ἢ παῤῥησιάζεσθαι. «Ἡ γὰρ γυνή, φησίν, ἵνα φοβῆται τὸν ἄνδρα»· εἰ οὖν τῇ ἐχούσῃ ἄνδρα τοιοῦτος ὁ νόμος πρόκειται τὶ λοιπὸν πρὸς σὲ τὴν μὴ ἔχουσαν ἄνδρα; Σοὶ λοιπὸν τοῦτο πρέπει, μηδὲ ὅλως ἐγγίζειν ἀνδρί, εἰ ἐνδέχεται, μηδὲ ὅλως βλεπέτω ἀνὴρ τὸ πρόσωπόν σου. Νύμφη γὰρ Χριστοῦ εἶ· οὕτω προέρχου, ὡς νύμφη κεκοσμημένη, ἐσκεπασμένη τῷ περιβολαίῳ τὴν ὄψιν, ἵνα μὴ τινα διὰ τῆς ὁράσεως τραυματίσασα τῆς ἐκείνου ἀπωλείας σὺ τὴν ἀμοιβὴν ἀπολήψῃ. Καὶ ἡμεῖς μὲν ταῦτα λέγομεν κατὰ τὰς ἀῤῥήτους τῶν Γραφῶν διδασκαλίας· πολλαὶ δὲ μηδὲ τὸν φόβον τοῦ Θεοῦ ἐν νῷ λαβοῦσαι, μήτε τὴν εὐχερῆ αὐτῶν πτῶσιν φοβηθεῖσαι, μήτε τὴν ἀποκειμένην κόλασιν προϊδοῦσαι ἀδιαφόρως ἤνεγκαν, καὶ οἰκείᾳ γνώμῃ προσῆλθον ὑπηρετεῖν ἀνδράσιν, οὔτε ἐξ ἴσου τῷ κανόνι τῆς γαμηθείσης καὶ ἐχούσης ἄνδρα. Σὺ δὲ οὔτε τοῦτον τὸν ὅρον φυλάττεις· οὐ γὰρ μετὰ φόβου συναναστρέφῃ, ἀλλὰ μετὰ πολλῆς ἀδείας καὶ καταφρονήσεως, καὶ συνεσθίεις, καὶ συμπίνεις, καὶ συνομιλεῖς, καὶ συγγελᾷς ἀτάκτως· καὶ ἐπὶ τούτοις πᾶσιν σὺ μὲν θέλεις παρθένος καλεῖσθαι, οὐκ ἔτι δὲ σε παρθένον ἐρῶ τὴν οὕτως ἑαυτὴν ῥίψασαν, καὶ μηδὲ φοβηθεῖσαν τὸν κίνδυνον. Τολμήσω εἰπεῖν τὸ προφητικόν, «Ἐκστήτω ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ φριξάτω ἡ κτίσις», εἰς ὅσην ἀναισχυντίαν κεχωρήκαμεν, καὶ τῶν ἐν τοῖς ἐργαστηρίοις πορνῶν. Ὥσπερ γὰρ ἐκεῖναι, ὑπὸ μίμων ἀγελώμεναι ἀνθρώπων, ἰταμώτεραι πρὸς τὰς ἀσέμνους πράξεις γίνονται· οὕτω καὶ αὗται εὐδοκιμήσασαι ἀνδράσι συνοικεῖν. Θεὸς ἀγανακτεῖ, ἄνθρωποι διασύρουσι, κἀκεῖναι τὸν ἄδικον κριτὴν μιμούμεναι, οὐδὲ τὸν Θεὸν φοβοῦνται, οὔτε ἄνθρωπον ἐντρέπονται· ἀλλ’ ἐπὶ τούτοις πᾶσι μειζόνως παῤῥησιάζονται καὶ τῶν ἐν γάμῳ σεμνῶς παροικουσῶν ἀνδράσιν. Αὗται μᾶλλον ἐπηρμένως τὰ μεθ’ ὧν συνοικοῦσιν διατίθενται, καὶ ἐκταράσσουσι, καὶ ἀνθυβρίζουσι, καὶ πάσης αὐτοῦ τῆς ὑπάρξεως δεσπόζειν βούλονται· κἂν ἐνίοτε βούληται εἰς εὐποιίαν ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ, διακωλύει, καὶ λοιπὸν οὐκέτι ὑπηρέτις, ἀλλὰ δέσποινα γέγονεν. Ἀποχωρεῖ οὖν τῆς ἀλλοτρίας συνοικήσεως, ᾧ πάρθενε, καὶ οὐχὶ μόνον τῆς συνοικήσεως λέγω, ἀλλὰ καὶ τοῦ συνομιλεῖν ἢ συγγελᾶν παρατηρῆσαι. Εἰ γὰρ τῷ φρονίμῳ ἀνδρὶ μόλις ἡσυχῇ μειδιᾶν ἐπιτέτραπται, τῇ σοφῇ γυναικὶ μόλις καὶ τοῦτο κελεύει. Καὶ γὰρ καὶ τὸ μειδιάσαι γυναικὶ ἐπαγγελλομένη θεοσέβειαν, βαρὺ καὶ ἐπικίνδυνον· πολὺ γὰρ βελτίων ἐπὶ σεμνότητι θεωρεῖται γυνή, ἤπερ ἐπὶ τῇ φαιδρότητι καὶ ἱλαρότητι. Καὶ δὴ ἐπὶ τὴν πνευματικὴν νύμφην ἀπὸ τῆς γυναικὸς ἐπιφέρων τοὺς ἐπαίνους ὁ τὸ μυστικὸν ᾆσμα γεγραφὼς τὴν σιωπὴν αὐτῆς θαυμάζων, καὶ τὸ τοῦ σχήματος αὐστηρὸν ἐπαίνει, θάμβος ὀνομάζων αὐτό· τοῦτο γὰρ τὸ πάνυ σεμνὸν καὶ καταπληκτικὸν τοῖς ὁρῶσι γίνεται. Δεῖ γὰρ αὐτῆς τὴν σεμνότητα φοβερὰν εἶναι τοῖς περιέργοις ὀφθαλμοῖς, καὶ τῆς πολυπράγμονος ἀναιδείας ἀποτρεπτικήν· ἧς διὰ τοῦτο καὶ τὸν κόσμον ἀφεῖλε τὸν διὰ χρυσοῦ καὶ τριχῶν ἐμπλοκῆς καὶ ἐσθῆτος πολυτελοῦς, ἵνα μὴ καταστίλβῃ τοῖς περικειμένοις κοσμήμασι, καὶ φαιδρύνῃ τὸν ὀφθαλμὸν τῶν ὁρώντων, καὶ προκαλῆται εἰς σκάνδαλον· διὰ τοῦτο νηστείαι, καὶ ἐγκρατείαι, καὶ ἀσκήσεις, καὶ ὠχρὸν καὶ στυγνὸν τὸ εἶδος, καὶ τὴν στολὴν εὐτελεστέραν ὀφείλει ἔχειν ἡ παρθένος διὰ τὸ τῆς φύσεως εὐόλισθον· διὰ τοῦτο καὶ ὁ Παῦλος τῷ γνησίῳ τέκνῳ Τιμοθέῳ γράφων, τὴν πρὸς γυναῖκας αὐτοῦ τιμητικὴν χρηστότητα τῆς ἁγνείας ασφαλειᾳ προφυλάττει, λέγων· «Νεωτέρας χήρα τιμᾷν ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ». Εἰ δὲ γυναικὸς τὸν περὶ τὸ σῶμα κόσμον ἀφαιρεῖ τὰ θεῖα γράμματα, πόσῳ μᾶλλον ἀνδρὶ προσήκει τὸ παντελῶς ἀκαλλώπιστον, καὶ ἡ μέχρι τῆς χρείας περιβολή, ἵνα σκέπασμα ᾗ καὶ μὴ καλλώπισμα, καθάπερ ὠνόμασεν ὁ Παῦλος· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα». Αἱ γὰρ εἰς καλλωπισμὸν ἐσθῆτες, γυναικείαι μᾶλλον ἢ ἀνδρεῖαι νομιζέσθωσαν· καὶ γὰρ ὁ νόμος λέγει· «Οὐ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν». Μὴ τοίνυν θηλυνέσθω ἀνήρ, ὅπου οὐδὲ τὸ θῆλυ σφόδρα προσήκει θηλύνεσθαι παρὰ τῷ Θεῷ. Ἐκ τριχῶν καμήλου ὁ Ἰωάννης ἐσθῆτα ἐφόρει, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· καὶ πρότερον Ἡλίας οὗ τὸ πνεῦμα ὁ Ἰωάννης ἐφόρεσε, μηλωτὴν μόνον κἀκεῖνος ἠμφίαστο. Νωθρὰς καὶ ῥᾳθύμου ψυχῆς τὸ θαυμάζειν εὐανθὲς καὶ κατὰ τὴν ἐργασίαν λεπτόν· ψυχὴ δὲ μεγαλοφυὴς ἡ τοῦ ὄντως κόσμου τοῦ ἀληθινοῦ αἰσθανομένη διαπτύει πᾶσαν μαλακὴν ἐσθῆτα, τὴν ὑψηλοτέραν αὐτῆς ἐπιποθοῦσαν τὴν ἀπερίεργον, τὴν εὐπρεπεστέραν, τὴν σεμνοτάτην, τὴν ἁγνείαν πάντων προτιμήσασα. Ἀρκέσθητε τοίνυν τῇ διὰ τῶν εἰρημένων ὑπομνήσει, φυλάξατε δὲ τὴν σεμνότητα, μὴ πέρα τοῦ μέτρου ἐξαγαγεῖν ὡς πικρὰν τὴν ἀκρίβειαν, ἥτις γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ τε τῷ ἀκούοντι καὶ τοῖς πλησιάζουσι γίνεται. Ἡ γὰρ πνευματικὴ χαρὰ σεμνῶς καὶ μεγαλοπρεπῶς εἰς ἑνότητα Θεοῦ προσορμίζει τὴν ψυχήν, πληροῖ δὲ τῆς γλυκύτητος καὶ τοὺς συντυγχάνοντας. Ἀλλὰ μὴ πρόφασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ σκυθρωπὸς καὶ χαλεπὸς εἶναι πρὸς τοὺς ἐρχομένους ἀδελφούς, μηδὲ ἀπηνὴς τις καὶ δυσπρόσιτος καὶ ἀπάνθρωπος ἕσο ἀντὶ χρησίμου καὶ ἀγαπητικοῦ, μηδὲ ἐν τοῖς δεξιώσεσι τῶν προσιόντων ἀδελφῶν σκυθρωπός, καὶ περὶ ἀπόκρισιν καὶ λόγον ἀκοινώνητος. Πάντοτε γὰρ χαίρειν πρόσταγμά ἐστιν ἀποστολικόν, καὶ τό, «Παρακαλεῖτε ἀλλήλους», καὶ γίνεσθε «εἰς ἀλλήλους χρηστοί»· καί, «Ἡ ἀγάπη, φησί, χρηστεύεται»· καὶ αἱ τῶν ἀποστόλων φιλοφροσύναι τοῖς γράμμασιν αὐτῶν ἔνεισιν, ὡς τέκνα φιλοφρονούμενοι τοὺς ἀκούοντας, ὡς ἀδελφοὺς παρακαλοῦντες τοὺς προσέχοντας· καὶ πολλὰ περὶ τῆς ἱερᾶς κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων γραφῶν καταμαθεῖν. Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρότητα μετάγειν, μηδὲ γελωτοποιίᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξὺ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχάνοντας, μήτε ἐκλύειν καὶ ῥαθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς παρακαλεῖν. «Ὃς φείδεται, φησί, ῥῆμα προέσθαι σκληρόν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσιν οἱ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται». Καλὸν δὲ τὸ καὶ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυχήν, κατὰ τὸν ἀπόστολον· «Πληροῦσθε, φησί, Πνεύματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ». Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διὰ τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδήν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακήλως διακεῖσθαι εἰς τὰς θείας ᾠδάς, οὐδὲ μελῳδικῶς ἀνακλᾶν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ’ ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὐρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου σὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου