ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ρητὸν τοῦ Εὐαγγελίου·

Τετάρτη 1 Ιουνίου 2016

Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ρητὸν τοῦ Εὐαγγελίου·



Ιωάννης Χρυσόστομος
Τόμος 48

Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ρητὸν τοῦ Εὐαγγελίου· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· καὶ πρὸς τῷ τέλει εἰς Πλούσιον καὶ εἰς τὸν Λάζαρον



α’. Βούλομαι τῆς συνήθους ἅψασθαι πάλιν διδασκαλίας, καὶ τὴν πνευματικὴν ὑμῖν παραθεῖναι τράπεζαν· καὶ ὀκνῶ καὶ ἀναδύομαι, ὁρῶν οὐδὲν καρπουμένους ὑμᾶς ἐκ τῆς συνεχοῦς διδασκαλίας· ἐπεὶ καὶ γηπόνοσ ἐπειδὰν δαψιλῶς τῇ χειρὶ τὰ σπέρματα τοῖς κόλποις τῆς γῆς παρακάθηται, καὶ μὴ ἀξίαν τῶν πόνων ἴδῃ τὴν βλάστην γινομένην, οὐ μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας ἅπτεται· ἡ γὰρ ἐλπὶς ἀεὶ τῆς τῶν καρπῶν φορᾶς ὑποτέμνεται τὸ βαρὺ τῶν πόνων. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς τὸν πολὺν τοῦτον πόνον τῆς διδασκαλίας κούφως ἂν ἠνέγκαμεν, εἰ ἐμάθομεν πλέον τι γινόμενον ἐκ τῆς παραινέσεως τῆς ἡμέρας εἰς ὠφέλειαν τὴν ὑμετέραν.


 Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθύνων τῶν ἀπαραιτήτων, καὶ τοῦ πυροὺς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου). Τινὲς τῶν αὐτῶν ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ’ ἁπλῶς συνήθεια τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ’ ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ’ ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ· καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν οὐ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις;
Τὶς ἂν οὖν, κἂν σφόδρα ἢ λίθινος, ἢ καὶ ἀναίσθητος, ταῦτα ἀναλγήτως ἐνεγκεῖν δυνήσεται, μήτι γὲ ἡμεῖς οἱ πατρικὴν φιλοστοργίαν περὶ πάντας ὑμᾶς ἐπιδείκνυσθαι σπουδάζοντες; Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ λυποῦν ἡμᾶς, ὅτι ἀνόνητον τὸν ἡμέτερον ἐπιδείκνυσθαι κάματον, ἀλλὰ πολλῷ πλέον ἡμῶν καθάπτεται, ὅταν ἐννοήσωμεν ὅτι βαρύτερον ἑαυτοῖς οἱ ταῦτα ποιοῦντες ἐργάζονται τὴν κατάκρισιν. Ἡμεῖς γὰρ τῶν πόνων τὴν ἀμοιβὴν ἀναμένομεν παρὰ τοῦ Δεσπότου· τὸ γὰρ ἡμέτερον ἅπαν πεποιήκαμεν, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὸ τάλαντον τὸ ἐμπιστευθὲν ἡμῖν διενείμαμεν, καὶ οὐδὲν τῶν εἰς ἡμᾶς ἡκόντων παραλελοίπαμεν·. Οἱ δὲ τὰ ἀργύρια δεξάμενοι ταῦτα τὰ πνευματικά, ποίαν ἕξουσιν, εἰπὲ μοι, ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν μὴ μόνον αὐτὰ ἀπαιτῶνται, ἀλλὰ καὶ τὴν τούτων ἐργασίαν; Ποίοις ὀφθαλμοῖς ὄψονται τὸν κριτήν; Πῶς οἴσουσι τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, τὰ κολαστήρια τὰ ἀφόρητα; Μὴ γὰρ εἰς ἄγνοιαν ἔχουσι καταφυγεῖν; Καθ’ ἑκάστην ἡμέραν ἐνηχοῦμεν, παραινοῦμεν, προτρεπόμεθα, δεικνύομεν τῆς ἀπάτης τὸν ὄλεθρον, τῆς βλάβης τὸ μέγεθος, τῆς σατανικῆς πανηγύρεως τὸν δόλον καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθημεν. Καὶ τὶ λέγω τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Τέως τὰ ἐνταῦθα γυμνάσωμεν. Πῶς, εἰπὲ μοι, οἱ τῆς σατανικῆς ἐκείνης μετασχόντες θεωρίας δυνήσονται μετὰ παῤῥησίας ἐνταῦθα παραγενέσθαι, τὸ συνειδὸς ἔχοντες κατεξανιστάμενον καὶ καταβοῶν μεγάλα; Ἢ οὐκ ἀκούουσιν οὗτοι τοῦ μακαρίου Παύλου λέγοντος τοῦ διδασκάλου τῆς οἰκουμένης, «Τὶς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τὶς μερὶς πιστῷ μετὰ ἀπίστου»; Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς; Πῶς, εἰπὲ μοι, λοιπὸν ἐπιστομίσαι δυνησόμεθα ἢ Ἕλληνας ἢ Ἰουδαίους; Πῶς δὲ ἐναγαγεῖν αὐτοὺς ἰσχύσομεν, καὶ πείσομεν μετατάξασθαι εἰς τὴν εὐσέβειαν, ὅτων ὁρῶσι τοὺς μεθ’ ἡμῶν τεταγμένους εἰς τὰ ὀλέθρια ἐκεῖνα πάσης λύμης γέμοντα θέατρα συμφυρομένους αὐτοῖς; Τινὸς γὰρ ἕνεκεν, εἰπὲ μοι, μετὰ τὸ παραγενέσθαι ἐνταῦθα, καὶ ἐκκαθᾶραι τὸν λογισμόν, καὶ τὴν διάνοιαν εἰς νῆψιν ἀγαγεῖν καὶ κατάνυξιν, πάλιν ἀπελθὼν ἐκεῖ καταῤῥυπαίνεις ἑαυτόν; Ἢ οὐκ ἀκούεις σοφοῦ τινος λέγοντος· «Εἷς οἰκοδομῶν καὶ εἷς καθαίρων τὶ ὠφέλησαν πλέον ἢ κόπους»; Ὁ δὴ καὶ νῦν γίνεται. Ὅταν γὰρ τὰ ἐνταῦθα ὑφ’ ἡμῶν οἰκοδομηθέντα διὰ τῆς συνεχοῦς διδασκαλίας καὶ τῆς παραινέσεως ταύτης τῆς πνευματικῆς ἀπελθὼν ἀθρόον ἐκεῖ πάντα καθέλῃς, καὶ εἰς ἔδαφος, ὡς εἰπεῖν, καταγάγῃς, ποῖον ὄφελος πάλιν ἡμᾶς ἄνωθεν τὰ τῆς οἰκοδομῆς ἐπιδείκνυσθαι, καὶ πάλιν ὑμᾶς τὰ τῆς καθαιρέσεως; Πόσης τοῦτο ἀνοίας οὐκ ἂν εἴη καὶ παραπληξίας; Εἰπὲ γὰρ μοι, εἰ ἐθεάσω ἐν ταῖς αἰσθηταῖς ταύταις οἰκοδομαῖς ταῖς διὰ τῶν λίθων γινομέναις τοῦτό τινα ποιοῦντα, οὐχὶ ὡς μεμηνότι αὐτῷ προσέξεις καὶ εἰκῆ καὶ μάτην κοπτομένῳ, καὶ εἰς οὐδὲν δέον πάντα τὰ αὐτοῦ καταναλίσκοντι; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς οἰκοδομῆς ταύτης τῆς πνευματικῆς λογίζου, καὶ τὴν αὐτὴν ἔκφερε ψῆφον. Ἰδοὺ γὰρ ἡμεῖς μέν, ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καθ’ ἑκάστην ἡμέραν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν εἰς ὕψος ἐγείρομεν, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ὑμᾶς ἐνάγειν σπουδάζομεν· τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
β’. Τάχα σφοδροτέραν τὴν ἐπιτίμησιν ἐποιησάμεθα ὅσον μὲν πρὸς τὴν ἡμετέραν φιλοστοργίαν σφοδροτέραν, ὅσον δὲ πρὸς τὸ μέγεθος τοῦ πλημμελήματος οὐδὲ τὴν ἀξίαν. Ἀλλ’ ὅμως ἐπειδὴ δεῖ καὶ τοῖς πεπτωκόσι χεῖρα ὀρέγειν, καὶ περὶ τοὺς τοσοῦτον, ἐῤῥαθυμηκότας τὴν πατρικὴν εὔνοιαν ἐπιδείξασθαι, οὐδὲ οὕτως ἀπαγορεύομεν αὐτοῖς τὴν σωτηρίαν· μόνον ἐὰν βουληθῶσι μηκέτι τοῖς αὐτοῖς πάλιν περιπεσεῖν, ἀλλὰ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ ἀπαγορεῦσαι ἑαυτοῖς τὴν ἐπὶ τὰς ἱπποδρομίας ἄνοδον, καὶ πᾶσαν τὴν τοιαύτην σατανικὴν θεωρίαν.
Δεσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον καὶ κηδεμονικόν, ὅς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ’ ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι. Κἂν τοῦτο ποιήσωμεν, ταχεῖαν ἡμῖν τὴν συγχώρησιν ἐπαγγέλλεται· αὐτὸς γὰρ ἐστιν ὁ λέγων· «Μὴ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; Ταῦτα τοίνυν εἰδότες, μὴ καταφρονῶμεν τοῦ οὕτω φιλανθρώπου Δεσπότου, ἀλλὰ περιγινώμεθα τῆς συνηθείας τῆς ἐπιβλαβοῦς· καὶ μὴ τὴν πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν βαδίζωμεν· καθάπερ σήμερον ἠκούσατε τοῦ κοινοῦ πάντων Δεσπότου παραινοῦντος ἐν τῷ Εὐαγγελίῳ, καὶ λέγοντος· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς». Ἀκούσας πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδόν, μὴ τοῖς προοιμίοις ἀπατηθῇς, μηδέ, ὅτι πολλοὶ εἰσέρχονται δι’ αὐτῆς, τοῦτο ἴδῃς, αλλ’ ἐννόει ὅτι εἰς στενὸν καταστρέφει τέλος. Κἀκεῖνο δὲ συνετῶς λογίζου, ὅτι οὐ περὶ αἰσθητῆς πύλης ἐστὶν ὁ λόγος, οὐδὲ περὶ ὁδοῦ ἁπλῶς, ἀλλὰ περὶ πάσης τῆς ζωῆς τῆς ἡμετέρας, καὶ περὶ ἀρετῆς καὶ κακίας ἐστὶν ἡ παραίνεσις. Διὰ τοι τοῦτο καὶ ἀρχόμενος οὕτως ἤρξατο λέγων, «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης», τὴν τῆς ἀρετὴν πύλην οὕτω καλῶν. Εἶτα εἰπών, ὅτι «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης», διδάσκει ἡμᾶς λοιπὸν τὴν αἰτίαν, δι’ ἦν τοῦτο παραινεῖ. Εἰ γὰρ καὶ στενή, φησίν, αὕτη, καὶ πολὺν ἔχει τὸν κάματον ἐν τῇ εἰσόδῳ, ἀλλ’ ἐὰν μικρὸν κάμητε, εἰς πολὺ πλάτος ἐκβήσεσθε καὶ εὐρυχωρίαν πολλὴν τὴν ἄνεσις δυναμένην ὑμῖν παρασχεῖν. Μὴ τοίνυν ὅτι στενὴ ἐστι, φησίν, ἴδητε, μηδὲ τὰ προοίμια ὑμᾶς θορυβείτω, μηδὲ τὸ στενὸν τῆς εἰσόδου ὀκνηροὺς ἀπεργαζέσθω· ἡ γὰρ πλατεῖα αὕτη πύλη, καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν καταστρέφει. Διὸ καὶ πολλοὶ τῇ ἀρχῇ καὶ τοῖς προοιμίοις ἀπατώμενοι, καὶ οὐδὲν τῶν μελλόντων προορώμενοι, εἰς τὴν ἀπώλειαν ἑαυτοὺς ἐκδιδόασι. Διὰ τοῦτό φησιν, ὅτι «Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς». Καὶ καλῶς αὐτὴν πλατεῖαν πύλην ἐκάλεσε, καὶ εὐρύχωρον ὁδὸν τὴν ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οἱ γὰρ ἐπὶ τὰς ἱπποδρομίας ἀναβαίνειν σπεύδοντες, καὶ τὰς ἄλλας τὰς σατανικὰς θεωρίας, καὶ τῆς σωφροσύνης ἀμελοῦντες, καὶ τῆς ἀρετῆς οὐδένα λόγον ποιούμενοι, καὶ ἀσελγαίνειν βουλόμενοι, καὶ οἱ τῇ τρυφῇ καὶ τῇ γαστριμαργίᾳ ἑαυτοὺς ἐκδιδόντες, καὶ περὶ τὴν τῶν χρημάτων μανίαν καὶ λύτταν καθ’ ἑκάστην ἡμέραν δαπανώμενοι, καὶ πρὸς τὰ τοῦ παρόντος βίου πράγματα κεχηνότες, διὰ τῆς πλατείας πύλης βαδίζουσι καὶ εὐρυχώρου ὁδοῦ· ἀλλ’ ἐπειδὰν ἐπὶ πολὺ προέλθωσι, καὶ πολλὰ τῶν ἁμαρτημάτων ἑαυτοῖς τὰ φορτία συνάξωσι, καταδαπανώμενοι, ἐλθόντες εἰς τὸ τῆς ὁδοῦ τέλος, οὐκέτι περαιτέρω προελθεῖν δύνανται, τῆς στενότητος τῆς ὁδοῦ πιεζούσης αὐτούς, διὰ τὸ μὴ δύνασθαι τῷ ὄγκῳ τῷ ἁμαρτημάτων βαρυνομένους ταύτην διελθεῖν· διὸ ἀνάγκη εἰς αὐτὸν τῆς ἀπωλείας τὸν κρημνὸν αὐτοὺς καταστρέψαι. Ποῖον οὖν ὄφελος, εἰπὲ μοι, πρὸς ὀλίγον τὴν εὐρύχωρον βαδίσαντας, ἐν διηνεκεῖ ἀπωλείᾳ γενέσθαι, καὶ ὄναρ, ὡς εἰπεῖν, τρυφήσαντας, ἐν ἀληθείᾳ κολάζεσθαι;
Ὅπερ γὰρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν. Μὴ γάρ, ἵνα ἁπλῶς ἀναγινώσκωμεν, ταῦτα γέγραπται; Διὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν. Διὰ τοῦτο καὶ τότε κατάλληλα τοῖς τραύμασιν αὐτῶν τὰ φάρμακα ἐπιτιθεὶς ὁ Δεσπότης ἡμῶν Χριστὸς ἔλεγε παραινῶν· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης». Στενὴν δὲ αὐτὴν ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει στενὴ τυγχάνει, ἀλλ’ ἐπειδὴ ἡ γνώμη ἡ ἡμετέρα πρὸς ῥαθυμίαν μᾶλλον ῥέπουσα, στενὴν αὐτὴν εἶναι νομίζει. Οὐδὲ γὰρ ἵνα ἀποστρέψῃ ἡμᾶς, διὰ τοῦτο στενὴν αὐτὴν ὠνόμασεν, ἀλλ’ ἵνα τὸ πλάτος τῆς ἑτέρας φυγόντες καὶ ἐκ τοῦ τέλους ἑκάστην καταμαθόντες, οὕτω ταύτην μᾶλλον ἑλώμεθα.
γ’. Ἀλλ’ ἵνα πᾶσιν ὁ λόγος εὐσύνοπτος γένηται, φέρε, εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον τοὺς διὰ τῆς πλατείας πύλης εἰσελθόντας καὶ διὰ τῆς εὐρυχώρου βαδίσαντας, καὶ ἴδωμεν οἷον αὐτοὺς ἐδέξατο τέλος, κ,αἱ τοὺς διὰ τῆς στενῆς πύλης εἰσελθόντας καὶ τεθλιμμένης ὁδοῦ, καὶ καταμάθωμεν καὶ τούτους οἷα ἐδέξαντο τὰ ἀγαθά. Ἕνα τοίνυν τῶν διὰ ταύτης τῆς πύλης εἰσελθόντων τῆς πλατείας, καὶ ἕνα τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδισάντων εἰς μέσον ὑμῖν προθέντες, δείξωμεν τῶν παρὰ τοῦ Κυρίου εἰρημένων τὴν ἀλήθειαν, αὐτῇ πάλιν τῇ τοῦ Κυρίου παραβολῇ χρησάμενοι. Τὶς οὖν ἐστιν ὁ διὰ τῆς πλατείας πύλης εἰσελθών, καὶ τῆς εὐρύχωρον ὁδὸν βαδίσας; Πρότερον γὰρ προσήκει δεῖξαι τὶς οὗτός ἐστι, καὶ ποσὸν μῆκος ὥδευσεν ὁδοῦ τῇ πλατείᾳ βαδίζων, καὶ τότε φανερὸν ὑμῖν ποιῆσαι, εἰς οἷον κατέστρεψε τέλος. Καὶ οἶδα μέν, ὅτι συνετοὶ ὄντες ἤδη συνήκατε τὸ μέλλον ῥηθήσεσθαι· ἀλλ’ ὅμως καὶ ἡμᾶς ἀναγκαῖον εἰπεῖν. Ἀναμνησθῆτέ μοι τοῦ πλουσίου ἐκείνου, τοῦ καθ’ ἑκάστην ἡμέραν τὴν πορφύραν καὶ τὰ βύσσινα ἐνδιδυσκομένου, καὶ λαμπρῶς ἑστιωμένου, καὶ παρασίτους καὶ κόλακας τρέφοντος, καὶ πολὺν τὸν ἄκρατον ἐγχεομένου, καὶ γαστριζομένου καθ’ ἑκάστην ἡμέραν, καὶ τῇ τρυφῇ τῇ πολλῇ ἑαυτὸν ἐκδεδωκότος, καὶ διὰ τῆς πλατείας πύλης εἰσελθόντος, καὶ ἐν ἡδονῇ καὶ εὐθυμίᾳ βιωτικῇ διηνεκῶς τυγχάνοντος. Πάντα γὰρ αὐτῶν ὥσπερ ἐκ πηγῶν ἐπεῤῥέει, θεραπεία πολλή, τρυφὴ ἄφατος, σώματος ὑγεία, χρημάτων περιουσίᾳ, τιμὴ παρὰ τῶν πολλῶν, αἱ παρὰ τῶν κολάκων εὐφημίαι, καὶ οὐδὲν ἦν αὐτῷ τέως τὸ λυποῦν. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν τοσαύτη κραιπάλῃ καὶ ἀδηφαγίᾳ διημερεύων, οὐ μόνον ὑγείας ἀπήλαυσε σωματικῆς καὶ ἀδείας πάσης, ἀλλὰ καὶ τὸν πένητα Λάζαρον ἐπὶ τοῦ πυλῶνος κατακείμενον κεῖ ἡλκωμένον καὶ ὑπὸ τῶν κυνῶν κυκλούμενον καὶ διαλειχόμενον καὶ λιμῷ τηλκόμενον ἀνηλεῶς παρέτρεχεν, οὐδὲ ψιχίων αὐτῷ μεταδιδούς. Καὶ ὁ μὲν διὰ τῆς πύλης τῆς πλατείας εἰσελθών, τὴν εὐρύχωρον ὁδὸν ἐβάδιζε, τὴν τῆς τρυφῆς, τὴν τῆς ἀκολασίας, τὴν τοῦ γέλωτος, τὴν τῆς ἀνέσεως, τὴν τῆς γαστριμαργίας, τὴν τῆς μέθης, τῆς τῶν χρημάτων περιβολῆς, τῆς ἐν τῇ ἐσθῆτι βλακείας. Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ἔδον ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβών, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ δι’ εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν. Οὐδαμοῦ σκόπελοι, οὐδαμοῦ κρημνοί, οὐδαμοῦ ὕφαλοι σπιλάδες, οὐδαμοῦ ναυάγιον, οὐδαμοῦ ἀνώμαλος μεταβολή, ἀλλὰ διηνεκῶς στερεὰν καὶ ἰσόπεδον ὁδεύων, οὕτω τὸν παρόντα βίον διέδραμε, καθ’ ἑκάστην τὴν ἡμέραν ὑπὸ τῶν κυμάτων τῆς κακίας καταποντιζόμενος, καὶ οὐ λαμβάνων αἴσθησιν· καθ’ ἑκάστην ἡμέραν σπαραττόμενος ὑπὸ τῶν ἀτόπων ἐπιθυμιῶν, καὶ μᾶλλον ἡδόμενος· διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρυχώρων ὁδόν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων. Ἡ γὰρ ἐν πᾶσι τοῖς βιωτικοῖς εὐημερία καταβαπτίσασα αὐτοῦ τὸν λογισμόν, ἐτύφλωσε τὸ ὄμμα τῆς διανοίας, καὶ καθάπερ πεπηρωμένος λοιπὸν τὰς ὄψεις, οὕτως ἐβάδιζεν, οὐκ εἰδὼς ποῦ φέρεται· τάχα δὲ οὐδὲ ἔννοιαν ἐλάμβανε τῆς ἀνθρωπίνης φύσεως, ὁρῶν ἑαυτὸν οὐδεμίαν δυσκολίαν ὑπομένοντα. Οὐδὲ γὰρ ἐτρύφα μόνον, ἀλλὰ καὶ ἐπλούτει· οὐδὲ ἐπλούτει μόνον, ἀλλὰ καὶ ὑγείας σώματος ἀπήλαυεν· οὐδὲ ὑγείας σώματος ἀπήλαυε μόνον, ἀλλὰ καὶ θεραπείας, καὶ οὐ θεραπείας μόνον πολλῆς, ἀλλὰ καὶ ἐπιῤῥέοντα ὥσπερ ἐκ πηγῶν αὐτῷ πάντα ὁρῶν, ἐν ἡδονῇ διῆγε διηνεκεῖ. Εἴδετε, ἀγαπητοί, τὸν διὰ τῆς πλατείας πύλης εἰσελθόντα, καὶ τὴν εὐρύχωρον ὁδὸν δι’ ὅλου βαδίσαντα, ὅσης ἀνέσεως ἀπήλαυεν;
Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων πρὸ τοῦ τέλους μακαρίσαι αὐτὸν ἀνάσχηται, ἀλλὰ ἀναμεινάτω τῶν πραγμάτων τὸ τέλος, καὶ τότε οἴσει τὴν ψῆφον. Εἰ δοκεῖ τοίνυν, καὶ τὸν διὰ τῆς στενῆς πύλης εἰσελθόντα, καὶ τὴν τεθλιμμένην ὁδὸν ὁδεύσαντα παραγάγωμεν εἰς μέσον, καὶ οὕτω τὸ τέλος ἀμφοτέρων θεασάμενοι, τὴν προσήκουσαν περὶ ἑκάστου ψῆφον οἴσομεν. Τίνα δὲ ἄλλον ἔχομεν νῦν παραγαγεῖν, ἢ τὸν Λάζαρον, τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ πλουσίου κατακείμενον, καὶ ὑπὸ τῶν ἕλκων ἐκείνων πολιορκούμενον, καὶ ὁρῶντα τὰς γλώσσας τῶν κυνῶν ψαυούσας αὐτοῦ τῶν τραυμάτων, καὶ μηδὲ ἀπελάσαι τούτους ἰσχύοντα; Καθάπερ γὰρ ἐκεῖνος διὰ τῆς πλατείας εἰσελθών, τὴν εὐρύχωρον ἐβάδισεν· οὕτω δὴ καὶ ὁ μακάριος οὗτος (μακάριον γὰρ αὐτὸν ἤδη καλῷ διὰ τῆς στενῆς εἰσελθεῖν ἑλόμενον) εἰσῆλθε διὰ τῆς στενῆς πύλης τῆς ἀπεναντίας ἐκείνης πάντα ἐχούσης. Καθάπερ ἐκεῖνος διηνεκῶς ἐτρύφα, οὕτω καὶ οὗτος λιμῷ παλαίων διατέλει. Καὶ ἐκεῖνος μὲν μετὰ τῆς τρυφῆς καὶ ὑγείας σώματος ἀπηλαυε καὶ χρημάτων περιουσίας, καὶ ἐν γαστριμαργίᾳ καὶ μέθῃ διημερεύων κατεδαπανᾶτο· οὗτος δὲ μετὰ τοῦ λιμοῦ καὶ ἐσχάτη πενίᾳ περιβεβλημένος καὶ νόσῳ διηνεκεῖ καὶ ἕλκεσιν ἀφορήτοις, οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ τῶν ψιχίων ἐπεθύμει τῶν ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδὲ τούτων ἠξίωτο.
Εἶδες πῶς διὰ τῆς στενῆς πύλης οὗτος εἰσελθών, τὴν τεθλιμμένην ὁδὸν διηνεκῶς ἐβάδιζεν; Εἶδες πῶς ἐκεῖνος διὰ τῆς πλατείας πύλης καὶ τῆς εὐρυχώρου ὁδοῦ ἐπορεύετο; Ἀλλ’ ἴδωμεν λοιπὸν ἑκατέρων τὸ τέλος, καὶ πῶς μὲν ἐκεῖνος εἰς στενὸν κατέστρεψε τέλος, πῶς δὲ οὗτος εἰς πλατὺ καὶ πολλῆς ἀνέσεως γέμον· ἵνα ταῦτα μαθόντες ἀκριβῶς, μὴ τὴν εὐρύχωρον ἐκ παντὸς τρόπου διώκωμεν ὁδόν, μηδὲ διὰ τῆς πλατείας πύλης εἰσέρχεσθαι σπουδάζωμεν, ἀλλὰ τὴν στενὴν πύλην μεταδιώκωμεν, καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζωμεν, ἵνα εἰς χρηστὸν καὶ ἀνέσεως γέμον τέλος καταντῆσαι δυνηθῶμεν.
Ἐπειδὴ γὰρ τὸ τέλος τῆς ἑκάστου ζωῆς ἔφθασεν, ὅρα τὶ φησι περὶ τοῦ τὴν τεθλιμμένην ὁδεύοντος πρότερον. «Ἐγένετο δέ, φησὶν ἀποθανεῖν τὸ πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ». Τάχα οἱ ἄγγελοι ἀπῆγον αὐτὸν προηγούμενοι καὶ δορυφοροῦντες, καὶ εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὰς πολλὰς ἐκείνας θλίψεις καὶ τὴν στενὴν ὁδοιπορίαν ἀποκαθιστῶντες. Εἶδες ὅσον τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ τὸ πλάτος ἐν τῷ τέλει φαίνεται; Ὅρα λοιπὸν καὶ τῆς εὐρυχώρου ὁδοῦ τὰ ὀλέθρια τέλη. «Ἀπέθανε, φησί, καὶ ὁ πλούσιος, καὶ ἐτάφη». Οὐδεὶς ὁ προηγούμενος, οὐδεὶς ὁ δορυφορῶν, οὐδεὶς ὁ ὁδηγῶν, καθάπερ τὸν Λάζαρον. Ἐπειδὴ γὰρ ἐν τῇ εὐρυχώρῳ ὁδῷ τούτων ἁπάντων ἀπήλαυε, καὶ πολλοὺς ἔσχε τοὺς δορυφοροῦντες, τοὺς θεραπεύοντας, τοὺς κόλακας λέγω, τοὺς παρασίτους, ἡνίκα πρὸς τὸ τέλος ἔφθασε, γυμνὸς καὶ ἔρημος ἁπάντων γέγονε μετὰ τὰς πολλὰς ἐκείνας ἀνέσεις, μᾶλλον δὲ μετὰ τὴν βραχεῖαν ἐκείνην ἄνεσιν καὶ εὐημερίαν. Ἅπας γὰρ ὁ παρὼν βίος βραχὺς τῷ μέλλοντι αἰῶνι συγκρινόμενος. Μετὰ τὴν βραχεῖαν τοίνυν ἄνεσιν, ἧς ἀπήλαυσε τὴν εὐρύχωρον ὁδὸν βαδίζων, τὸ τῆς στενοχωρίας καὶ τῆς θλίψεως χωρίον αὐτὸν ἐδέξατο. Καὶ ἐκεῖνος μὲν ἐν τοῖς κόλποις τοῦ πατριάρχου ἐπανεπαύετο, τῶν πόνων καὶ τῆς πολλῆς ταλαιπωρίας τὰς ἀμοιβὰς ἀπολαμβάνων, καὶ μετὰ τὸν λιμὸν καὶ τὰ ἕλκη καὶ τὴν ἐν τῷ πυλῶνι κατάκλισιν, τῆς ἀποῤῥήτου ἐκείνης ἀνέσεως καὶ οὐδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης μετεῖχεν· οὗτος δὲ μετὰ τὴν τρυφὴν καὶ ἄνεσιν καὶ γαστριμαργίαν τὴν πολλὴν καὶ τὴν μέθην εἰς τὴν ἀπαραίτητον κόλασιν ἐκείνην καταντήσας ἀπετηγανίζετο. Καὶ ἵνα ἑκάτερος αὐτῶν διὰ τῶν πραγμάτων μάθῃ, ὁ μὲν τῆς στενῆς ὁδοῦ τὸ κέρδος, ὁ δὲ τῆς εὐρυχώρου τῆς ζημίαν καὶ τὸν ὄλεθρον, καὶ πολλοῦ τοῦ διαστήματος ἀλλήλους ὁρῶσιν. Ἄκουε δὲ πῶς· «Καὶ ἐν τῷ ᾅδῃ, φησίν, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ». Ἐμοὶ δὲ δοκεῖ, ὅτι θεασάμενος τὴν ἀθρόαν οὕτω τῶν πραγμάτων μεταβολήν, καὶ τὸν μὲν ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, καὶ ταῖς γλώσσαις τῶν κυνῶν προκείμενον, τοσαύτης ἀπολαύοντας τῆς παῤῥησίας, καὶ τοῖς κόλποις τοῦ πατριάρχου ἐνδιαιτώμενον, ἑαυτὸν δὲ τοσαύτῃ αἰσχύνῃ περιβεβλημένον, καὶ μετὰ ταύτης καὶ ὑπὸ τοῦ πυρὸς ἀποτηγανιζόμενον, πλείονα τῆς ὀδύνης τὴν αἴσθησιν ἐλάμβανεν. Ὁρῶν τοιγαροῦν εἰς τὸ ἐναντίον τὰ πράγματα μεταστάντα, καὶ αὐτὸν μέν, ὡς εἰπεῖν, ἐν ὀνείρῳ καὶ σκιᾷ τρυφήσαντα, καὶ νῦν τὴν ἀφόρητον κόλασιν ὑπομένοντα, καὶ μετὰ τὴν εὐρύχωρον ὁδὸν καὶ τὴν πλατεῖαν πύλην εἰς οὕτω στενὸν καταστρέψαντα τέλος· ἐπ’ ἐκείνου δὲ τὰ ἐναντία συμβεβηκότα, καὶ διὰ τὴν ἐνταῦθα ὑπομονὴν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν αὐτὸν ἀπολαύοντα καὶ ἐν ἀμηχανίᾳ γεγονώς, καὶ τῇ πείρᾳ μαθὼν τὴν ἀπάτην, ἢ ὑπέμεινε δι’ ὅλου τὴν εὐρύχωρον ὁδὸν ἑλόμενος, ἱκετηρίαν τίθησι πρὸς τὸν πατριάρχην,καὶ ἐλεεινὰ φθέγγεται ῥήματα, καὶ δακρύων γέμοντα. Καὶ ὁ πρὸ τούτου μηδὲ ἐπιστρεφόμενος, μηδὲ ἰδεῖν ἀνεχόμενος τὸν Λάζαρον, τὸν πένητα, τὸν ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, ἀλλὰ καὶ βδελυττόμενος αὐτόν, ὡς εἰπεῖν, διὰ τὴν τῶν ἕλκων δυσωδίαν, καὶ τὴν οἰκείαν βλακείαν, ἐν ᾗ διηνεκῶς τρυφῶν διῆγε, νῦν ἱκετεύει τὸν πατριάρχην, καὶ φησι· «Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ». Ἱκανὰ τὰ ῥήματα εἰς οἶκτον ἀφελκύσασθαι· ἀλλ’ ὅμως οὐδὲ οὕτως ὤνησέ τι πλέον· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις καὶ ἡ παράκλησις οὐκ ἐν καιρῷ τῷ δέοντι γινομένη. Πέμψον, φησί, τὸν Λάζαρον ἐκεῖνον, τὸν πένητα, ὃν πρὸ τούτου ἐβδελυττόμην, ᾧ τῶν ψιχίων οὐ μετεδίδουν· ἐκείνου δέομαι νῦν, καὶ τὸν δάκτυλον ἐκεῖνον ἐπιζητῶ, ὃν οἱ κύνες ἔλειχον. Εἶδες πῶς συνέστειλεν αὐτὸν ἡ τιμωρία; Εἶδες πῶς εἰς στενὸν τέλος κατήντησεν ἡ εὐρύχωρος ὁδός; Καὶ οὐ ποιεῖται πρὸς τὸν Λάζαρον τὴν ἱκετηρίαν, ἀλλὰ πρὸς τὸν πατριάρχην. Εἰκότως· οὐδὲ γὰρ ἀντιβλέψαι ἐτόλμα τῷ πένητι. Ἐνενόει γάρ, οἶμαι, τὴν οἰκείαν ἀπανθρωπίαν καὶ τὸ ἀνηλεὲς λογιζόμενος ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιοῦν. Διὰ τοι τοῦτο οὐδὲ πρὸς αὐτὸν ποιεῖται τὴν παράκλησιν, ἀλλὰ τὸν πατριάρχην ἱκετεύει. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐκέρδανέ τι πλέον. Τοσοῦτον κακὸν ἐστιν ἡ ἀκαιρία, καὶ τὸ τὸν δεδομένον ἡμῖν τῆς ζωῆς καιρὸν παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας εἰς τὴν τῆς ἡμετέρας σωτηρίας ὑπόθεσιν προδιδόναι. Ποῖον γὰρ ἀδάμαντα οὐκ ἂν κατέκαμψε ταῦτα τὰ ῥήματα, καὶ εἰς οἶκτον καὶ συμπάθειαν ἤγαγεν;
Ἀλλ’ ὅμως οὐδὲ οὕτως ὁ πατριάρχης ἐπινεύει τῇ αἰτήσει, ἀλλ’ ἀποκρίσεως μὲν αὐτὸν ἄξιοι, διδάσκει δὲ αὐτὸν ὅτι αὐτὸς ἑαυτῷ αἴτιος τούτων ἐγένετο τῶν κακῶν. Φησὶ γὰρ πρὸς αὐτὸν ὁ πατριάρχης· «Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὁ μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις, μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι». Φοβερὰ τὰ εἰρημένα, καὶ ἱκανὰ καθικέσθαι τῶν νοῦν ἐχόντων. Ἵνα γὰρ διδάξῃ αὐτόν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδεικνῦσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρόν, ἀλλὰ προλαβὼν αὐτὸν ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας· διὰ τοῦτό φησι· «Τέκνον, μνήσθητι». Ὅρα τοῦ πατριάρχου τὴν ἀγαθότητα· τέκνον αὐτὸν καλεῖ. Ἀλλὰ τοῦτο μὲν τὴν ἡμερότητα τὴν αὐτοῦ ἐμφῆναι δύναται, οὐδεμίαν δὲ αὐτῷ βοήθειαν παρέχει διὰ τὸ ὑφ’ ἑαυτοῦ αὐτὸν προδίδοσθαι. «Τέκνον, φησί, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σου»· εἰς ἔννοιαν ἐλθὲ τῶν παρελθόντων, μὴ ἐπιλάθῃ πόσης τρυφῆς ἀπήλαυσας, πόσης ἀνέσεως, πόσης φαντασίας, πῶς ἐν γαστριμαργίᾳ καὶ μέθῃ πάντα τὸν βίον διετέλεσας, ἐν ἐκείνοις νομίζων εἶναι πάντα τὸν αἰῶνα, καὶ ἐκεῖνα ὁριζόμενος εἶναι τὰ ἀγαθά. Ἀπὸ τῆς ψήφου τῆς αὐτοῦ τὴν ἀπόκρισιν πρὸς αὐτὸν ἐποιήσατο. Οὐδὲν γὰρ ἐκεῖνος ὑψηλὸν φανταζόμενος, οὐδὲ τὰ μέλλοντα αὐτὸν διαδέχεσθαι κακὰ πρὸ τὸν ὀφθαλμῶν ἔχων, ἐκεῖνα ἀγαθὰ εἶναι ἐνόμιζε
ε’. Τοῦτο γὰρ καὶ νῦν ἔθος λέγειν τοῖς πολλοῖς τοῖς περὶ τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐπτοημένοις, ὅτι Πολλὰ ἀγαθὰ ἐσχήκαμεν, ὅταν βούλωνται ἀνάξαι τῆς πολλῆς τρυφῆς τὴν ἐπίτασιν. Μὴ κάλει ταῦτα ἁπλῶς ἀγαθά, ἄνθρωπε, ἐννοῶν ὅτι ταῦτα μὲν ἐδόθη παρὰ τοῦ Δεσπότου, ἵνα τῆς συμμετρίας ἀπολαύοντες, τὴν σύστασιν ἔχωμεν τῆς ζωῆς, καὶ τὴν ἀσθένειαν διακρατῶμεν τοῦ σώματος· ἕτερα δὲ ἐστι ὄντως ἀγαθά.
Οὐδὲν γὰρ τούτων ἀγαθόν, οὐ τρυφή, οὐ πλοῦτος, οὐκ ἐσθῆτος πολυτελείᾳ, ἀλλ’ ὄνομα μόνον ἔχει. Τὶ δὲ λέγω ὄνομα μόνον ἔχει; Ταῦτα μὲν οὖν πολλάκις καὶ ὀλέθρου ἡμῖν αἰτία γίνεται, ἐπειδὰν μὴ δεόντως αὐτοῖς χρησώμεθα. Ὁ γὰρ πλοῦτος τότε ἂν γένοιτο ἀγαθὸς τῷ κεκτημένῳ, ὅταν μὴ εἰς τρυφὴν μόνον αὐτὸν ἀναλίσκῃ, μηδὲ εἰς μέθην καὶ τὰς ἐπιβλαβεῖς ἡδονάς, ἀλλ’ ὅταν τὴν τρυφῆς συμμέτρως ἀπολαύων, τὰ λοιπὰ εἰς τὰς τῶν πενήτων διανέμῃ γαστέρας, τότε ἀγαθὸν ὁ πλοῦτος. Εἰ δὲ μέλλοι τις τρυφῇ ἑαυτὸν ἐκδιδόναι καὶ τῇ ἄλλῃ ἀσωτία, οὐ μόνον οὐδὲν αὐτὸν ὀνίνησιν, ἀλλὰ καὶ εἰς βαθὺν κρημνὸν κατάγει· ὃ δὴ καὶ ὁ πλούσιος οὗτος πέπονθε. Διὸ φησιν αὐτῷ ὁ πατριάρχης· «Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σου». Ἐκεῖνα ἃ ἐνόμιζες εἶναι ὄντως ἀγαθά, ταῦτα ἀπέλαβες, καὶ Λάζαρος ὁμοίως τὰ κακά, οὐκ ἐπειδὴ Λάζαρος αὐτὰ κακὰ ἐνόμιζε, μὴ γένοιτο· ἀλλ’ ἀπὸ τῆς ψήφου τοῦ πλουσίου καὶ τοῦτο ἐπήγαγεν. Ἐκεῖνος γὰρ ταύτην παρ’ ἑαυτῷ κυρώσας τὴν ψῆφον, τὸν μὲν πλοῦτον καὶ τὴν τρυφὴν καὶ τὴν ἀκολασίαν καὶ τὴν ἄλλη βλακείαν ἀγαθὰ ἐνόμιζε, τὴν δὲ πενίαν καὶ τὸν λιμὸν καὶ τὴν χαλεπὴν ἀῤῥωστίαν κακὰ ὑπώπτευεν. Ὡς οὖν αὐτὸν ὑπελάμβανες, καὶ τὴν ἐψευσμένην κρίσιν ἐκείνην εἶχες, μνήσθητι ὅτι κατὰ τὴν σὴν ψῆφον καὶ σὺ τὰ ἀγαθὰ ἐκεῖνα ἀπέλαβες, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύσας ὁδόν, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ κατὰ τὸν σὸν λόγον, τὴν στενὴν πύλην καὶ τὴν τεθλιμμένην βαδίσας ὄνον. Ἐπεὶ οὖν σὺ μὲν τὰ προοίμια μόνον εἶδες τῆς ὁδοῦ, οὗτος δὲ καὶ πρὸς τὸ τέλος ἑώρα, οὐδὲν ἀπὸ τοῦ προοιμίου τῆς ὁδοῦ γινόμενος, ὀκνηρότερος, διὰ τοῦτο νῦν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι, καὶ ἀπεναντίας ἀλλήλοις τὸ τέλος κατήντησεν. Εἴδετε δι’ αὐτῶν τῶν πραγμάτων τῆς εὐρυχώρου καὶ πλατείας ὁδοῦ τὸ τέλος, ἐμάθετε τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ ὅπως χρηστὸν τὸ πέρας ἐδέξατο τὸν ταύτην ἑλόμενον· ἀκούσατε δὴ καὶ τὸ φοβερώτερον· «Καὶ ἐπὶ πᾶσι, φησί, τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν ἐκεῖ μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, τὸ λεχθέν, ἀλλ’ ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς, καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαιῶν, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος.
Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ’ ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβάς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις. «Καὶ ἐπὶ πᾶσι τούτοις». Τὶ ἐστιν, «Ἐπὶ πᾶσι τούτοις»; Εἰπών, ὅτι σὺ μὲν ἅπαντα ἐν τῷ παρόντι βίῳ ἀπέλαβες, ἅπερ ἡγοῦ εἶναι ἀγαθά, καὶ ὅτι οὗτος ἀπέλαβεν ἅπερ σὺ ἐνόμιζες εἶναι κακά, τοῦτο προσέθηκε, διδάσκων αὐτόν, ὅτι καὶ ἀκόλουθον ἕκαστον τέλος ἐδέξατο ἐπὶ πᾶσι τοῖς ῥηθεῖσι· σὲ μὲν μετὰ τὸν τῶν ἀγαθῶν ὧν ἐνόμιζες ἀπολαύειν, ἡ θλῖψις καὶ ἡ στενοχωρία καὶ τὸ πῦρ τὸ ἄσβεστον, τοῦτον δὲ μετὰ τὸ προσπαλαῖσαι ἐν διηνεκεῖ τῇ ζωῇ οἷς ἐνόμιζες αὐτοῖς εἶναι κακοῖς, ἡ ἄνεσις καὶ ἡ τῶν ἀγαθῶν ἀπόλαυσις καὶ ἡ μετὰ τῶν ἁγίων λῆξις ἐδέξατο. Ἐπειδὴ τοίνυν τὸ τέλος ἀκόλουθον ἄκαστος εὗρε, καὶ σὲ μὲν ἡ πλατεῖα πύλη καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ταύτην τὴν στενοχωρίαν καταντῆσαι πεποίηκε τοῦτον δὲ ἡ στενὴ καὶ τεθλιμμένη εἰς ταύτην ἤγαγε τὴν ἄνεσιν, «Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται». Ὅρα τὸν πένητα, τὸν ἡλκωμένον (πάλιν γὰρ ταῦτα λέγω), τῷ πατριάρχῃ συναριθμούμενον, καὶ τῷ χορῷ τῶν δικαίων κατειλεγμένον. «Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν», φησίν. Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ’ ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα; «Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησί, χάσμα μέγα ἐστήρικται». Πολύ, φησίν, ἐστὶ τὸ διεῖργον, καὶ οὐχ ἁπλῶς χάσμα, ἀλλὰ μέγα. Καὶ γὰρ ἀληθῶς πολὺ τὸ μέσον τῆς ἀρετῆς καὶ τῆς κακίας, καὶ πολλὴ ἡ διαφορά· ἡ μὲν γὰρ ἐστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· ἡ μὲν τρυφὴ πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ πενία καὶ ἡ ἔνδεια στενὴ καὶ τεθλιμμένη. Ὥσπερ οὖν ἐνταῦθα ἐναντίαι εἰσιν αἱ ὁδοί, καὶ ὁ μὲν τὴν παρθενίαν ἑλόμενος τὴν στενὴν ὁδεύει καὶ τεθλιμμένην, καὶ ὁ τὴν σωφροσύνην μεταδιώκων, καὶ ὁ τὴν ἀκτημοσύνην ἀσπαζόμενος, καὶ ὁ τῆς κενοδοξίας ὑπερορῶν, ὁ δὲ τὴν πλατεῖαν ὁδεύειν σπεύδων καὶ τὴν εὐρύχωρον, μένῃ καὶ τρυφῇ καὶ χρημάτων μανίᾳ καὶ ἀκολασίᾳ καὶ ταῖς ἐπιβλαβέσι θεωρίαις ἑαυτὸν ἐκδίδωσι, καὶ πολλὴ ἑκατέρων ἐστὶν ἡ διαφορά· οὕτω δὴ καὶ ἐν τῷ τῆς κολάσεως καιρῷ καὶ τῆς ἀνταποδόσεως, τῶν ἀμοιβῶν πολὺ τὸ μέσον ἔστιν εὑρεῖν. «Χάσμα γάρ, φησί, μέγα ἐστήρικται μεταξὺ ἡμῶν», τουτέστι, τῶν δικαίων, τῶν ἐναρέτων, τῶν τὴν λῆξιν ἐκείνην λαχόντων· «καὶ ὑμῶν», τουτέστι, τῶν ἐν πονηρίᾳ καὶ κακίᾳ καταδαπανηθέντων. Καὶ τοσοῦτόν ἐστι μέγα τὸ χάσμα, «ὥστε μήτε ἐντεῦθεν ἑστῶτά τινα πρὸς ὑμᾶς διαβῆναι δύνασθαι, μήτε ἐκεῖθεν πρὸς ἡμᾶς διαπερᾶσαι». Εἶδες χάσματος μέγεθος; Εἶδες ἀπόκρισιν γεέννης βαρυτέραν; Ἆρα ἐν προοιμίοις ἀκούσαντες τὴν εὐημερίαν τοῦ πλουσίου καὶ τὴν πολλὴν θεραπείαν ἢν εἶχε παρὰ πάντων δορυφορούμενος, καὶ καθ’ ἑκάστην ἡμέραν τῇ τρυφῇ προσηλώμενος, οὐκ ἐνομίζετε μακαριστὸν εἶναι; Καὶ πάλιν ὁρῶντες τὸν πένητα ἐπὶ τοῦ πυλῶνος ἐῤῥιμμένον καὶ τοῖς χαλεποῖς ἕλκεσιν ἐκείνοις ἐκδεδομένον, οὐκ ἐταλανίζετε αὐτοῦ τὴν ζωήν; Ἀλλ’ ἰδοὺ νῦν ἀπὸ τοῦ τέλους τῶν πραγμάτων τὰ ἐναντία ὁρῶμεν γινόμενα, καὶ τὸν μὲν ἐν τηγάνοις μετὰ τὴν τρυφὴν ἐκείνην καὶ τὴν μέθην, τὸν δὲ ἐν τοῖς κόλποις τοῦ πατριάρχου μετὰ τὴν πενίαν ἐκείνην τὴν ἐσχάτην καὶ τὸν λιμόν. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὸν λόγον, ἀρκεῖ μέχρι τούτου συστεῖλαι τὴν διδασκαλίαν, καὶ παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην, μὴ τὴν πλατεῖαν μεταδιώκειν πύλην, μηδὲ τὴν εὐρύχωρον ὁδόν, μηδὲ τὴν ἄνεσιν ἐκ παντὸς τρόπου ζητεῖν, ἀλλὰ τὸ τέλος ἑκατέρας ἐννοοῦντας, ταύτην μὲν φεύγειν, λογιζομένους τὰ κατειληφότα τὸν πλούσιον τοῦτον, τὴν δὲ στενὴν πύλην μεταδιώκειν καὶ τὴν τεθλιμμένην ὁδόν, ἵνα εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὴν ἐνθάδε θλῖψιν καταντῆσαι δυνηθῶμεν. Φεύγετε τοίνυν, παρακαλῶ τὰ Σατανικὰς θεωρίας, καὶ τὴν ἐπιβλαβῆ τῶν ἱπποδρομιῶν θέαν. Διὰ γὰρ τοὺς ὑποσυρέντας καὶ πρὸς τὴν εὐρύχωρον ὁδὸν βαδίσαντας, ταῦτα εἰπεῖν προήχθημεν, ἵνα μαθόντες, ἐκείνην μὲν καταλίπωσι, τὴν δὲ τεθλιμμένην ὁδεύσαντες, τὴν τῆς ἀρετῆς λέγω, τῶν κόλπων τοῦ πατριάρχου ὁμοίως τῷ Λαζάρῳ ἀξιωθῶσι, καὶ τῆς γεέννης τοῦ πυρὸς κοινῇ πάντες ἐλευθερωθέντες, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπολαύσωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
























Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |