ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον

Τετάρτη 1 Ιουνίου 2016

Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον




Ιωάννης Χρυσόστομος
Τόμος 48

Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον

Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τῆς τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ καλιὰ ταύτῃ τῇ πνευματικῇ προαναφωνῶν δοξάζω τὸν Θεόν, ὅτι τοιαῦτά μοι τέκνα δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ τροφή, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ’ ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν πιαίνει. Ταῦτα δὲ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ’ ἐπειδὴ τοῦ Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. «Ἐκλήθη, φησίν, ὁ Ἰησοῦς εἰς γάμον». Ἀλλὰ συντείνατε ἑαυτούς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις. Ἐπειδὴ τινες προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἀλλὰ τινὰ ὅσα ἔστι· βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενίαν, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε τι τῶν τοιούτων οὐδέν. «Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον»· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν;


Δῆλον ὅτι ἀπῆλθεν. Εἰ οὖν ἀπῆλθε, πῶς ὁ γάμος κακός; Μὴ ἔχεις ἀπολογίαν; Ἐγὼ δὲ οὐ μόνον λέγω, ὅτι ἀπῆλθεν, ἀλλὰ καὶ δῶρα προσήνεγκε· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. Μὴ τοίνυν προφασίζου τὸν γάμον. Ὁ Δεσπότης σου παρεγένετο εἰς γάμον, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον, καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν ὁ γάμος; Οὐδὲν ἐμπόδισμα πρὸς εὐσέβειαν. Βούλει μαθεῖν, ὅτι οὐδὲν παραβλάπτει ἔχειν γυναῖκα καὶ τέκνα; Μωϋσῆς οὐχὶ γυναῖκα καὶ τέκνα εἶχεν; Ἠλίας οὐχὶ παρθένος ἦν; Οὐχὶ Μωϋσῆς μάννα κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; Οὐχὶ Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; Οὐχὶ Μωϋσῆς ὀρτυγομήτραν ἐξεπέτασεν; Οὐχὶ Ἠλίας τῷ λόγῳ τὸν οὐρανὸν ἔκλεισεν; Οὐχὶ Μωϋσῇ ὁ Θεὸς ὡμίλει; Οὐχὶ καὶ Ἠλίᾳ Θεὸς ὡμίλει; Οὐχὶ Μωϋσῆς θάλασσαν ἔσχισε, καὶ διήγαγε τὸν λαόν; Οὐχὶ Ἠλίας ἐν ἅρματι πυρίνῳ ἀνελήφθη; Μὴ τι παρέβλαψε τοῦτον ἡ παρθένια; Μὴ τι παρενεπόδισε τοῦτον ἡ γυνὴ καὶ τὰ τέκνα; Εἶδες Ἡλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· βλέπε καὶ πέτρον τὸν στῦλον τῆς ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα εἶχεν. Οὐ γέγραπται, ὅτι Πέτρος γυναῖκα εἶχε· πόθεν οὖν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐγὼ λέγω· «Εἰσῆλθε, φησὶν ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου· καὶ ἦν ἐκείνη ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετὸς αὐτῆς, καὶ διηκόνει». Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχεν; Ὅπου γὰρ πενθερά, εὔδηλον ὅτι καὶ γυνή. Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχε; Μὴ τι διαβάλλῃς τὸν γάμον. Ταῦτα δὲ λέγω, ἵνα μὴ τισ προφασίσηται μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν· ταῦτα προφάσεις, ταῦτα σκήψεις, αὗται ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι στρατιώτης εἰμί, καὶ οὐ δύναμαι εὐλαβὴς εἶναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης ἦν; Καὶ λέγω τῷ Ἰησοῦ, ὅτι «Οὐκ εἰμὶ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλ’ εἰπὲ λόγον, καὶ ἰαθήσεταί ὁ παῖς μου». Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει; «Ἀμήν, ἀμήν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον». Μήτι ἐνεπόδισεν αὐτῷ ἡ στρατεία; Ἀλλὰ τὶ εἶ; Χειροτέχνης εἶ; Καὶ Παῦλος, καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν ἦν, καὶ μετὰ ταῦτα γέγονε κῆρυξ καὶ ἀπόστολος. Ἀλλὰ τὶ εἶ; Πλούσιος; Καὶ Ἀβραάμ, καὶ αὐτὸς γυναῖκα εἶχε καὶ τέκνα· «Καὶ ἐπίστευσε, φησίν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», καὶ φίλος Θεοῦ ἐκλήθη. Μὴ τι ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνή, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ προφασίζῃ τρία οὗτος ἔχει,καὶ γυναῖκα καὶ τέκνα καὶ πλοῦτον. Ἀλλὰ τὶ εἶ; Δοῦλος; Καὶ ὀνήσιμος· καὶ γραφῶν Παῦλος Φηλίμονι ἔλεγεν· «Ὀνήσιμον τὸν ποτε ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔχρηστον». Ἀλλὰ τὶ εἶ; Βασιλεύς; Καὶ Δαυῒδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ ἐποίησε. Μήτι ἐτυράννησεν ὁ βασιλεύς; Μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; Οὐχὶ καὶ ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμολόγει, καὶ φησιν, «Ἥμαρτον τῷ Κυρίῳ»; Καὶ ὁ προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· «Ὁ Κύριος ἀφεῖλε ὁ ἁμάρτημά σου». Ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεύς, καὶ εἶπεν, ὅτι Βασιλεὺς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς· καὶ πλοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτόν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ’ οὐδὲν τούτων εἶπεν· ἀλλ’ εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησεν. Μήτε ἐνεπόδισεν αὐτῷ ἡ βασιλεία; Ἀλλὰ τὶ εἶ; Παῖς; Καὶ ὁ Δανιήλ, καὶ λέοντας ἐφίμωσε, καὶ δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τὶ εἶ; Φιλάδελφος; Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χιτῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέῤῥηξε· τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτοὺς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τὶ εἰ; Χήρα; Καὶ ἡ Σιδωνία, ἥτις Ἡλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τὶ εἶ; Πόρνη; Καὶ ἡ Ῥαάβ, ἥτις ἔκρυψε τοὺς κατασκόπου, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ τὴν γῆν τῆς ἐπαγγελίας, ἐσώθη καὶ αὐτῇ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς. Ἀλλὰ τὶ εἶ; Πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονήν, καὶ οὐ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τὶ εἶ; Φιλογύναιος; Καὶ Σαμψῶν· εἰ γὰρ καὶ προσεδόθη ὑπὸ γυναικός, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ Θεός, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τὶ εἶ; Φιλοτεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; Πάντα ἔχεις; Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; Πάντα ἔχεις· οὐκ ἔχεις πίστιν, βασιλεὺς δὲ εἶ; Οὐδὲν σε ὠφελεῖ ἡ βασιλεία. Ἀλλὰ τῆς ὑποσχέσεως οὐκ ἐπιλέλησμαι. «Ἐκλήθη οὖν ὁ Ἰησοῦς εἰς γάμον». Παραγενομένου δὲ αὐτοῦ, οὐκ εἶχον οἶνον· λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ· «Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε, γύναι· οὔπω γὰρ ἥκει ἡ ὥρα μου»· καὶ ταῦτα εἰπὼν ὁ Ἰησοῦς λέγει· «Γεμίσατε τὰς ὑδρίας ὕδατος». Καὶ ἐγέμισαν τὰς ὑδρίας ὕδατος, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τὶ δὲ εἶπε, «Γεμίσατε τὰς ὑδρίας ὕδατος»; Ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας, καὶ τὴν γῆν θεμελιώσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους, ὃν φρίσσει καὶ τρέμει πᾶσα ἡ κτίσις ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων, οὐκ ἐδύνατο τὰς ὑδρίας λόγῳ γεμίσαι; Ἀλλὰ λέγει· ἀντλήσατε ὕδωρ. Διὰ τί; Ἐγὼ λέγω, ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ βαστάσαντες τὸ ὕδωρ, ἐλέγξωσιν αὐτούς· ἐπεὶ καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτοῦ ἐποίησε. Πρὸ τοῦ παράγεσθαι ἐπὶ τὸν τόπον, λέγει τοῖς μαθηταῖς· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται»· ἔπειτα ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου, καὶ λέγουσιν αὐτῷ, ὅτι «Λάζαρος ἀπέθανε, λέγει αὐταῖς· ποῦ τεθείκατε αὐτόν»; Αἱ δὲ φασιν· «Ἐλθὲ καὶ ἴδε». Ὤ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι «Λάζαρος ἀπέθανε», καὶ νῦν λέγεις, «Ποῦ τεθείκατε αὐτόν»; Τὸν θάνατον προδήλοις τοῖς μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; ᾜδει, ἀλλὰ διὰ τοὺς Ἰουδαίους ἔλεγεν, ἐπειδὴ ἀγνώμονες ἦσαν· ὥστε τὸ εἰπεῖν, «Ποῦ τεθείκατε αὐτόν»; Οὐκ ἀγνοίας ἦν· ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔλεγε τῷ Ἀδάμ· «Ἀδάμ, ποῦ εἶ»; Ἆρα οὖν οὐκ ᾔδει ποῦ ἦν; Ἀλλ’ ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διάβολος, ὅτι «Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἐκ τοῦ ξύλου τούτου, ἔσεσθε ὡς θεοί», ὑπελάμβανον ἐκεῖνοι ὅτι μέλλουσι γενέσθαι θεοί. Καὶ διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· «Ἀδὰμ ποῦ εἶ»; Ἀφ’ οὗ ἔφαγες, καὶ ἔμεινας ἄνθρωπος· διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· «Ἀδάμ, ποῦ εἶ»; Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου ἐποίησεν. Ἐγγίσας τῷ μνήματι λέγει τοῖς Ἰουδαίοις· «Ἄρατε τὸν λίθον ἐκ τοῦ μνήματος»· καὶ ἦραν. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου· «Κύριε, ἤδη ὄζει»· ἦν γὰρ τετραήμερος. «Καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Λάζαρε, δεῦρο ἔξω»· καὶ ἐξῆλθε κηρίαις δεδεμένος. Ἆρα οὖν ὁ μετατιθῶν ὄρη ἐν καρδίαις θαλασσῶν, οὐκ ἠδύνατο λόγῳ τὸν λίθον κινῆσαι; Ὁ τὰ κέντρα τοῦ θανάτου κατακλάσας, ὁ τὰ θύρας τοῦ ᾅδου συντρίψας, οὐκ ἠδύνατο καὶ τὰς κηρίας διαῤῥῆξαι; Καὶ λέγει αὐταῖς· «Λύσατε αὐτόν»· διὰ τί; Ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν καὶ οἱ ὀφθαλμοὶ ἐλέγξωσιν αὐτούς· διὰ τοῦτο εἶπε· «Λύσατε αὐτόν». Καὶ ἐν τῷ γάμῳ τὸ αὐτοῦ ἐποίησεν, ὅτι εἶπεν αὐτοῖς· «Γεμίσατε τὰς ὑδρίας ὕδατος»· καὶ ἐγέμισαν τὰς ὑδρίας, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τοῦτο ὑὸν πανταχόθεν ἠσφαλίζετο αὐτούς· ἀεὶ γὰρ ἀγνώμονες ἐγένοντο οἱ Ἰουδαῖοι καὶ ἀναίσχυντοι. Θέλετε μαθεῖν πόσα παρέσχεν αὐτοῖς ὁ Θεός, καὶ ἀμνήμονες ἐγένοντο; Μάθετε· ἀλλὰ συντείνατέ μοι ἑαυτούς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις· βούλομαι γὰρ ὑμῖν δεῖξαι ὅτι ἀπ’ ἀρχῆς ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι· ἑβδομήκοντα καὶ πέντε ψυχαὶ κατέβησαν ἐν Αἰγύπτῳ,καὶ ἐγένοντο ἑξακόσιαι χιλιάδες. Ἐτελεύτησεν Ἰωσήφ, καὶ ἀνέστη αὐτοῖς ἕτερος βασιλεύς, ὃς οὐκ ἐμνήσθη τοῦ Ἰωσήφ· ἔθλιβε δὲ τοὺς υἱοὺς Ἰσραὴλ σφόδρα. Ἐβόησαν οὖν πρὸς τὸν Θεὸν λέγοντες· Κύριε, σὺ ὤμοσας τοῖς πατράσιν ἡμῶν, ὅτι Δώσω τῷ σπέρματι ὑμῶν τὴν ῥέουσαν γάλα καὶ μέλι· καὶ νῦν, Κυρία, μνήσθητι τῆς διαθήκης ἧς ἔθου τοῖς πατράσιν ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ δουλείας τῶν Αἰγυπτίων. Ἤκουσεν οὖν ὁ Θεὸς τῆς φωνῆς αὐτῶν, καὶ ἔπεμψε τὸν Μωϋσῆν πρὸς αὐτούς. Ἀλλὰ συντείνατέ μοι ἑαυτούς, παρακαλῶ. Λέγει τῷ Μωϋσῇ ὁ Θεός· «Λάβε ἀρνίον ἄμωμον ἐνιαύσιον πρωτότοκον, καὶ θῦσον, καὶ τὸ αἷμα αὐτοῦ χρίσει ἕκαστος εἰς τὴν θήραν, ἵν’, ὅταν ἔλθῃ ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν, καὶ ἴδῃ ὅτι τὸ αἷμα κέχρισται εἰς τὸν οἶκον ἐκεῖνον, ἀναχωρῇ· ἐὰν δὲ ἴδῃ ὅτι οὐκ ἔνι, εἰσέρχηται, καὶ πάντας ἐξολοθρεύσῃ. Ἐποίησεν οὖν ὁ Μωϋσῆς οὕτω, καὶ ἔδωκε τῷ λαῷ· καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν». Καὶ ἤρχετο ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἔβλεπε τὸ αἷμα ἐν ταῖς θύραις, καὶ ἀνεχώρει· ὅπου δὲ οὐκ ἔβλεπεν, εἰσήρχετο, καὶ πάντας ἀνεῖλε. Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἐγίνετο· ἀλλ’ ἐπειδὴ ἐμέλλομεν δι’ αἵματος καὶ ξύλου σώζεσθαι, διὰ τοῦτο εἶπεν ὁ Θεός, ὅτι Χρίσει ἕκαστος τὸ αἷμα εἰς τὰς θύρας. Διὰ τὶ οὐκ εἶπε, Χρῖσον τὸ αἷμα εἰς τὸν τοῖχον; Ὅτι οὐκ ἤμελλον σώζεσθαι, εἰ μὴ διὰ ξύλου. Ἐξέβαλεν οὖν αὐτοὺς ὁ Μωϋσῆς ἐκ τῆς Αἰγύπτου, καὶ ἤνεγκεν αὐτοὺς εἰς τὴν ἔρημον, καὶ λέγουσι τῷ Μωϋσῇ, «Διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἤνεγκεν ἡμᾶς εἰς τὴν ἔρημον θανατῶσαι; Οὐ καλῶς ἡμῖν ἦν ἐν Αἰγύπτῳ, ὅτε ἐτρώγαμεν τοὺς σικύας καὶ πέπονας καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα»; Εἶδες ἀγνωμοσύνην; Αὐτοὶ ἔλεγον τῷ Θεῷ, αὐτοὶ ἠξίουν, ὅτι Ἐξήγαγε ἡμᾶς ἐκ γῆς Αἰγύπτου· καὶ ἐλθόντες εἰς τὴν ἔρημον ἠχαρίστουν. Εἶδες ἀγνωμοσύνην αὐτῶν; Ἀλλὰ μάθετε τὸ μεῖζον καὶ ἐξαίρετον πρᾶγμα. Τεσσαράκοντα ἔτη ποιῆσαν ἐν τῇ ἐρήμῳ· θρὶξ αὐτῶν οὐκ ηὔξησεν, οὔτε ὄνυξ· ἱμάτιον αὐτῶν οὐκ ἐῤῥυπώθη, ὑπόδημα αὐτῶν οὐκ ἀπετρίβη· οὐκ ἔκαμον, οὐκ ἔσκαψαν· βόας οὐκ ἔζευξαν, ἄροτρον οὐκ εἵλκυσαν, αὔλακας οὐκ ἀνέτεμον, ἀκάνθας οὐκ ἀνέσπασαν, σπέρματα οὐ κατεβάλοντο, καὶ ὄμβρον οὐκ ἀνέμειναν, ἡλίου θερμὰς ἀκτῖνας οὐ προσεδόκησαν, καιρὸν θερισμοῦ οὐ προσεδέξαντο, δρεπάνην οὐκ ἠκόνησαν, οὔτε ἐθέρισαν, οὐκ ἔδησαν στάχυας καὶ ἐβάστασαν, οὔτε ἤνεγκαν εἰς ἅλωνα καὶ ἐμόχθησαν, οὔτε ἠλόησαν, οὔτε ἐκάθαραν, οὔτε ἐφύρασαν ἄλευρα, οὔτε ὤπτησαν καὶ ἐποίησαν ἄρτους, αλλ’ οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄρτον ἀχειρογεώργητον ἔτρωσαν, αὐτοσχεδία τράπεζα παρετίθετο αὐτοῖς, τῇ απαθειᾳ τοὺς ἀγγέλους ἐμιμοῦντο· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Καὶ μετὰ τοσαύτας εὐεργεσίας ἔλεγον τῷ Ἀαρῶν· «Δὸς ἡμῖν θεούς, οἵτινες προπορεύσονται ἡμῶν· Μωϋσῆς γὰρ οὗτος ὅστις ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τὶ γεγένηται αὐτῷ»· καὶ ἐποίησαν βίαν μεγάλην τῷ Ἀαρῶν. Ἐκεῖνος ἰδὼν ὅτι σκληροκάρδιοι ἦσαν καὶ ἀπερίτμητοι, λέγει αὐτοῖς· περιέλετε τὰ χρυσάφια ὑμῶν, καὶ βάλετε ἐν πυρί, καὶ εἴ τὶ ἀναβῇ, τοῦτο Θεός. Καὶ ἀνέβη τὸ βουκέφαλον. Ἐνταῦθά μοι τὸν αἱρετικὸν τὸν ἀγνώμονα, τὸν παράσιτον Ἰουδαῖον τὸν λέγοντα, ὅτι γέννησε Θεός, καὶ ῥεῦσιν ὑπέμεινεν. Ἐφθαρμένε, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἐπὶ Θεοῦ ὑπολαμβάνεις; Ἀλλ’ ἡμεῖς οὐχ οὕτω, μὴ γένοιτο, ἀλλ’ ὅτι ἐγέννησε Πατὴρ Υἱόν, μόνος μόνον, Θεὸς Θεόν, τέλειος τέλειον· ταῦτα γὰρ φρονήματα Χριστιανῶν. Ἐπειδὴ οὖν δοκεῖς τὰ ἄνω περιεργάζεσθαι, τὰ σαυτοῦ, εἰ δοκεῖς εἰδέναι, εἰπὲ μοι· πῶς, βληθέντων τῶν χρυσαφιῶν εἰς τὴν πυράν, ἀνέβη τὸ βουκέφαλον; Χαλκοτύπος οὐκ εἰργάσατο, χωνευτὴς οὐκ ἦν· πῶς, ἀνέβη τὸ βουκέφαλον, τολμᾶς εἰπεῖν; Εἰ τὰ κάτω οὐκ οἶδας, πῶς τὰ ἄνω περιεργάζῃ; Ὁ τὰ ἴδια μὴ ἐπιστάμενος, πῶς τὰ ἀλλότρια περιεργάζῃ; Καὶ παράγουσιν ἡμῖν εὐαγγελικὴν φωνὴν αὐτοῦ τοῦ Υἱοῦ λέγοντος τοῖς μαθηταῖς· «Ἐγὼ εἰμι ἡ ἄμπελος, ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατὴρ μου γεωργὸς ἐστιν». Ὁρᾷς, φησίν, ὅτι εἰργάσατο τὸν Υἱόν; Ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται χρήσιμος εἶναι. Καὶ νομίζουσιν, ὅτι μέγα τι καὶ ἐνάρετον λέγουσιν. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς παρακαλῶ. Εἶπον πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους· ἄφες εἴπω καὶ πρὸς τοῦ ἀναισχύντους αἱρετικούς· δύνασαί μοι εἰπεῖν, ἄγνωμον καὶ ἀναίσχυντε αἱρετικέ, ὅτι ὁ γεωργὸς οὐ τρέφεται ἀπὸ τῆς ἀμπέλου; Ἀπὸ τοῦ ὅπλου σου χειροῦμαί σε. Ὥσπερ οὖν ἐστι γεωργὸς ἐργαζόμενος ἄμπελον, οὕτω καὶ Πατὴρ εἰργάσατο τὸν ἴδιον Υἱόν. Ἴδωμεν οὖν, τὶς ἐκ τίνος τρέφεται, ἡ ἄμπελος ἐκ τοῦ γεωργοῦ, ἢ ὁ γεωργὸς ἐκ τῆς ἀμπέλου. Κατὰ σὲ ὁ Πατὴρ ἀπὸ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι· οὐκ ἔνι γὰρ γεωργὸς μὴ τρεφόμενος ἐκ τῶν ἔργων αὐτοῦ. Τὶ οὖν; Ὁ Υἱὸς τρέφει τὸν Πατέρα; Οὐχί, μὴ γένοιτο ταῦτα γὰρ ἐσχάτης ἀνοίας. Ἄμεινον λέγειν, ὥσπερ γεωργὸς χαίρει ἐπ’ ἀμπέλῳ, οὕτω καὶ ὁ Πατὴρ χαίρει ἐπὶ τὸν Υἱόν· οὐ γὰρ εἶπεν, ὅτι ὁ Πατὴρ μου ἐργασάμενός με· ἀλλ’, «Ὁ Πατὴρ μου ὁ γεωργός»· ἔχαιρε γὰρ ἐπὶ τῷ Υἱῷ. Οὐκ ἤκουσας αὐτοὺς λέγοντος, ὅτι «Οὗτός ἐστιν ὁ Υἱὸς μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα», ὅτε ἕστηκεν εἰς τὰ Ἰορδανία ρεῖθρα; Μὴ εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς μου, ὃν ἔκτισα, ἢ ὃν ἐποίησα; Ἀλλ’ εἶπεν· «Ἐν ᾧ ηὐδόκησα». Μὴ καὶ τὴν φωνὴν παραγράφεις; Καὶ πάλιν λέγει· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιήσω, ἀλλὰ τοῦ πέμψαντός με Πατρός». Τίσιν ἔλεγε; Πάντως τοῖς Ἰουδαίοις· ἐπειδὴ ἔλεγον αὐτῷ· οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός, καὶ ὡς ἀντιθέῳ αὐτῷ προσεῖχον, διὰ τοῦτο εἶπεν, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ». Καὶ ἐπειδὴ ἀντίθεον αὐτὸν ἔλεγον, διὰ τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι «Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι, ἀλλὰ τοῦ πέμψαντός με Πατρός». Ἐπειδὴ ἐδόκουν τὸν Πατέρα τιμᾷν, αὐτὸν δὲ ἠρνοῦντο, διὰ τοῦτο συγκατέβαινε τῇ ἀσθενείᾳ αὐτῶν· ἐπεὶ πῶς ἀπεστάλη ὁ πανταχοῦ ὤν, ὁ πάντα πληρῶν; Ὁρᾷς οὖν ὅτι διὰ τοὺς Ἰουδαίους εἶπεν, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ». Μήτι δι’ ἑαυτὸν εἶπε; Μὴ ἔχεις ἀπολογίαν; Ἀλλὰ καὶ ἐπάγουσιν ἡμῖν ἄλλην μαρτυρίαν τοῦ ἀποστόλου λέγοντος· «Εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Λέγεις, ὅτι ἄλλος Θεὸς κατὰ τὸν Πατέρα οὐκ ἔστι· κἀγὼ σοι λέγω, ὅτι ἄλλος Κύριος κατὰ τὸν Υἱὸν τοιοῦτος οὐκ ἔστι. Τὶ οὖν φιλονεικοῦμεν; Οὐχί, μὴ γένοιτο! Ἴδωμεν οὖν τίσι διελέγετο ὁ Παῦλος, καὶ διὰ τίνας τοῦτο εἴρηται. Ἀλλὰ προσέχετέ μου μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ Ἕλληνες πολυθεΐαν ἀνέλῃ καὶ τὴν μοναρχίαν, διὰ τοῦτο ἔλεγεν· «Εἴτε γὰρ εἰσι θεοὶ πολλοί, καὶ κύριοι πολλοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ». Καὶ εἰπὼν τό, «εἷς» ἀνεῖλε τὴν πολυθεΐαν. Ὅπου γὰρ εἷς, οὐκ εἰσὶ πολλοί· καὶ εἰπὼν Πατέρα, ἀνεῖλε τὴν μοναρχίαν· ὅπου γὰρ πατήρ, δῆλον ὅτι καὶ υἱός. Διὰ τοῦτο γοῦν εἶπεν· «Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Ὁρᾷς ὅτι πρὸς Ἕλληνας, καὶ Ἰουδαίους ἀπεδιδύσκετο ὁ Παῦλος· διὰ τοῦτο εἶπεν· «Εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα»· ἐπειδὴ τὰ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ ἄκουε Ἰωάννου λέγοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν». Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ τῶν ἁπάντων δημιουργός. Μὴ τολμᾷς μοὶ δεῖξαι ὅτι ὁ Υἱὸς σὺν τοῖς πᾶσιν ἀριθμεῖται; Ἀλλ’ ἀγνώμονες, ἕως πότε περιέρχεσθε τὰς Γραφὰς ἀνθολογοῦντες, ἵνα που τὸν Υἱὸν εἴπητε κτίσμα καὶ ποίημα; Θέλετε μαθεῖν; Ἐὰν ἀκούσωσι πὲρ τοῦ Υἱοῦ ὑψηλὸν ῥῆμα ἢ θεοπρεπές, μαίνονται· νομίζουσιν ὅτι κοπρίαν τις βάλλει εἰς τὸ στόμα αὐτῶν. Βούλομαι ὑμῖν ὑπόδειγμα εἶπεν. Ὥσπερ ἂν τις ἀῤῥωστίᾳ καὶ πυρετοῖς πολλοῖς φλέγηται, ὀλίγον δὲ αὐτοῦ ἐν ἀνέσει ἐλθόντος προστάττωσιν οἱ ἰατροὶ μέλιτος περιχρίεσθαι τὸ στόμα αὐτοῦ· ποιοῦσι δὲ οὕτω καθὼς προστάττουσιν οἱ ἰατροί· ἐπιμελουμένου δὲ τοῦ ἀῤῥωστοῦντος ὑπὸ τῶν ὑπηρετῶν, νομίζει ὁ ἀῤῥωστῶν, ὅτι πικρὸν ἐστι τὸ μέλι· καὶ λοιπὸν λέγουσιν οἱ παρεστῶτες, μέλι ἐστί, κύριε, καλὸν ἐστι, προτρεπόμενοι τὸν ἀῤῥωστοῦντα· πικρὸν δὲ φαίνεται τὸ μέλι εἰς τὸ στόμα τοῦ ἀσθενοῦντος, οὐχ ὅτι πικρὸν ἐστι τὸ μέλι· τὶ γὰρ γλυκύτερον μέλιτος; Οἰκοῦν οὐ παρὰ τὴν φύσιν τοῦ μέλιτος, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τοῦ μὴ ὑποδεχομένου· οὕτω καὶ ἐπὶ τούτων γίνεται· ἐὰν ἀκούσωσιν ὁμοούσιον, νομίζουσι πικρίαν ποτίζεσθαι, καὶ οὐ παρὰ τὸν λόγον τοῦ λέγοντος, ἀλλὰ παρὰ τὴν ἀσθενῆ ἀκοὴν τοῦ μὴ ὑποδεχομένου. Ὁ Πατὴρ Υἱὸν καλεῖ· οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα. Πῶς κτίσμα; Τὸ γεννᾷν καὶ τὸ κτίζειν τὸ αὐτὸ ἐστιν; Εἰ πᾶς ὁ γεννῶν κτίζει, καὶ πᾶς ὁ κτίζων γεννᾷ, εὑρίσκομεν πάντα τὰ κτίσματα ἐγγόνα τυγχάνοντα τοῦ Θεοῦ· ἐπειδὴ γὰρ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, οὐκοῦν κτίσας αὐτὰ καὶ ἐγέννησεν. Ὁρᾷς, ὅτι ἐγγόνα τυγχάνουσι τοῦ Θεοῦ, καθὼς σὺ λέγεις; Ἕως πότε ἀγνώμονές ἐστε; Εἴπατέ μοι, κατὰ τίνα τρόπον τιμᾶται ὁ Υἱός; Ἐπειδὴ Υἱὸς λέγεται; Καὶ σύ. Ἀλλὰ τί; Ἐπειδὴ Θεός; Καὶ σύ. Ἀλλ’ ἔχεις μοι εἰπεῖν· ἐκεῖνος πράγματι, σὺ δὲ ὀνόματι. Εἰ πράγματι, οὐκοῦν Υἱός. Ὁρᾷς, ὅτι τὸ στόμα σοῦ ἐλέγχει σε; [μήτε κτίσμα, μήτε ποίημα]. Ἐκεῖνος γὰρ φύσει Υἱὸς ἐστι, σὺ δὲ προσηγορίᾳ · ἐκεῖνος ἐξ ἀϊδίου Πατρὸς ἐγεννήθη, σὺ δὲ ἐξ ὑποκειμένης ὕλης ἐποιήθης. Ταῦτα δὲ μοὶ εἴρηται πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς. Ἀλλ’ ἡμεῖς δοξάσωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Λόγος πάνυ ὠφέλιμος περὶ πίστεως, καὶ εἰς τὸν περὶ φύσεως νόμον, καὶ πὲρ τοῦ ἁγίου Πνεύματος.

α’. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας τὸ πνεῦμα τῆς ἀληθείας. Ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ Πνεύματος, ὥσπερ ἀπὸ τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θείαν νάματα. Καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ Πνεύματι ἀληθινῷ ἀπεικάζεται καὶ ἐπιγράφεται. «Πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται». Διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ’ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. Ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτω διὰ τῆς Σωτῆρος ἡμῶν τοῦ Θεοῦ Λόγου συγκαταβάσεως ἐπλουτίσθη. Καὶ μαρτυρεῖ Παῦλος ὧδέ πη λέγων· «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει». Ὁ γὰρ Θεοῦ λόγον δεχόμενος πλουτεῖ· ὁ δὲ μὴ δεχόμενος Θεοῦ λόγον πτωχεύει. Καὶ μαρτυρεῖ Ἱερεμίας λέγων· «Καὶ εἶπον· Ἴσως πτωχοὶ εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον Κυρίου». Ἀλλ’ ὁ μὲν πτωχεύων ὀνειδίζεται, ὁ δὲ πλουτῶν ἀγάλλεται, ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀληθείας, ὁ κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρπου φιλοσοφίας· ἰοῖς ἦν ὁ Δαυῒδ λέγων· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ»· ἐλαία κατάκαρπος, οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς εὐσεβείας βρίθουσα. Ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα, ὡς Ἱερεμίας ἔλεγε περὶ τοῦ Ἰσραήλ· «Ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραήλ»· εὐκληματοῦσα, οὐκ εὐκαρποῦσα. Ἀλλὰ ἐκείνη μὲν τοιαύτη· ὁ δὲ προφήτης ἀγάλλεται λέγων· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος», οὐκ ἐν τοῖς ἔξω κομῶσα, ἀλλὰ τοῖς ἔσω βρύσουσα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐλαία κατάκαρπος· οὐδὲ γὰρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ Θεοῦ πολιτεύεσθαι. Εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· ἀλλ’ οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. Καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. Καὶ γὰρ ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν Κύριον, «Τὶ ποιήσωμεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ»; Ἀπεκρίνατο πρὸς αὐτούς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος». Ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν. Οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα καὶ τοῖς ἔργοις ἐκόμισας, οὐχ ὅτι δὲ ἐλλείπῃ πρὸς τὰ ἔργα, ἀλλ’ ὅτι καθ’ ἑαυτὴν πίστις πλήρης ἐστὶν ἀγαθῶν ἔργων. Τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων, ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς Θεόν· ἡ πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσιν· ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον, Θεοῦ συνόμιλον ἀπεργάζεται· οὐδὲν ἐστιν ἔξω πίστεως ἀγαθόν. Ἐοίκασι δὲ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὸν Θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τὶ γὰρ ὄφελος ψυχῆς νεκρᾶς, τῷ μὲν Θεῷ Λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης; Τὰ ἔργα ἐπ’ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. Εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις. Ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι (τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστὶν ἡ τροφή)· οὕτω δὲ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν μὴ τρεφόμενον ἐγχωρεῖ ζῆν πολλάκις, τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Ἐνήστευσε Μωϋσῆς ἡμέρας τεσσαράκοντα, ἀλλ’ ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηΐνων ἔνδεια. Οὕτω καὶ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης οὐ δύνῃ παραστῆσαι ζήσαντα, ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστής, πιστεύσας μόνον, ἐδικαιώθη. Καὶ μὴ μοι λέγε· οὐκ ἔσχε καιρὸν πολιτεύεσθαι· οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλ’ ἐκεῖνο παρέστησα, ὅτι ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν. Εἰ γὰρ ἐπέζησε τῇ πίστει, καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν, ἔργα δὲ καθ’ ἑαυτὰ οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσε. Καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; Μεμαρτύρητο Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ χρῖσον ἠγνόει, Θεῷ μὲν πιστεύων, τὴν δὲ τοῦ Θεοῦ Λόγον οὐδέπω μεμαθηκώς. Καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστά, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ Θεῷ· ἀλλ’ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός, ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτής, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δὲ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· ὃς φησι πρὸς αὐτόν· «Κορνήλιε, αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον, ἐνώπιον τοῦ Θεοῦ». Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, φησί, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τὶ μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Πέμψον οὖν εἰς Ἰόππην, φησί, καὶ μετακαλέσαι Σίμωνα τὸν ἐπικαλούμενον πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἰκὸς σου. Οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν. Εἰ γὰρ ἐξ ὧν κηρύττει Πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ Κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Διὰ τοῦτο καὶ Πέτρος, ὁ μακάριος καὶ τίμιος Χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως, λέγει· «Ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστίν». Οὐκ εἶπεν, Ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλά, «Δεκτὸς ἐστι», τουτέστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι. Δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα. Καὶ μὴ τις τὴν πίστιν ὑβριζέτω δι’ ἀκαρπίαν μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. Γενοῦ ἐλαία κατάκαρπος, ἀλλ’ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον, ἑρμηνεύει καλὰ τὰ ἔργα· τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τὴν πίστιν δείκνυσι. Τίνα δὲ τὰ ἔργα τοῦ Θεοῦ; Ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γὰρ ἐστι κρυπτόν. Τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται· ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους. Οἴδαμεν ἐξ ἑαυτῶν τὶ καλὸν καὶ τὶ πονηρόν· ἔθηκεν ὁ Θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. Μηδεὶς λεγέτω· οὐκ ἀνέγνων νόμον, οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύσεως νόμος. Θέλεις μαθεῖν, ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ Θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τὶ καλὸν καὶ τὶ πονηρόν; Αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακά, φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν· καὶ ὅπως ἄκουε· ὁ μοιχὸς μοιχεύει μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ· Μοιχέ· καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται. Καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τὶ φεύγεις τὴν προσηγορίαν; Εἰπὲ τῷ ἐπιόρκῳ· ἐπίορκε· καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων· οὕτως αὐτὴ ἡ φύσις κράζει, ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ Θεοῦ. Καὶ ὃ ἐποίησεν ὁ Θεὸς καλόν, καὶ καλὸν λίαν, καὶ οὕτω καλόν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται. Εἰπὲ τῷ σώφρονι· Σῶφρον· καὶ ᾧ τῷ ἔργῳ ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται. Κάλεσον τὸν δίκαιον, δίκαιον· καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται· κἂν γὰρ δι’ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ’ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν. Ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται, καὶ πρόσωπον οὐκ ἔχει. Καὶ πῶς οὐκ ἔχει πρόσωπον; Ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλ’ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται· καὶ ὅπως, ἄκουε· ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ’ ἀληθεῖᾳ ὑποκρινόμενος ἀπατᾷ· ὁ ἀδίκων οὐ κηρύττει ἀδικίαν ἐργάζεται. Ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. Ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακία; Ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετήν. Διὰ τοῦτο ὁ Σωτὴρ ἔλεγεν· «Ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἅρπαγες». Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.

β’. Θέλεις ἰδεῖν, ἀδελφέ, ὅσον δύναται ἔμφυτος νόμος; Καὶ ἡ ψυχὴ ἡ ἡμετέρᾳ, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες, ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρὰ τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεύσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται· οὐ λέγει αὐτῷ ὃ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. Ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες; Ἀνὴρ εἶ, φησίν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. Οὐδεὶς κακός, κακὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τὸ ἐναντίον αἱρεῖται. Γενώμεθα οὖν, ἀγαπητοί, ἐλαία κατάκαρπος, καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες. Φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία. Γενέσθω σου καὶ ὁ λόγος σεμνός, καὶ ἡ πολιτεία ἔγκαρπος· παρὰ γὰρ τῷ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον· «τὸ γὰρ φύλλον αὐτοῦ, φησίν, ὁ Δαυῒδ, οὐ ἀποῤῥυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ κατευοδωθήσεται». Ἀλλ’ ὢ τοῦ θαύματος! Ἐνενόησα πῶς ὁ Ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς Δαυῒδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετὰς βοᾷ· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος». Οὐδὲν ἡμᾶς οὕτως ἀποδύει, ὡς ἀκαρπίᾳ· καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι’ ἔργων χρηστῶν. Ὁ Ἀδὰμ ἐπλάσθη· δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. Ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφῇ· οὕτω δεῖ καὶ τὰ ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. Καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκ ἔτι καλεῖς ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἢ τι τοιοῦτον, οἷον ἡ βαφῇ παρέσχε τῷ βαφέντι τὸ κάλλος. Εἰ οὖν ἡ βαφῇ μεταβάλλει φύσεως ὄνομα, Θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκὴν, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπουράνιον; Ἐπλάσθη τοίνυν ὁ Ἀδὰμ πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ Θεὸς ἔπλασεν αὐτόν. Ἀλλ’ οὐκ εἶδεν ὁ Ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ τοσαύτην ταπεινώσει περιβεβλημένος ἐπαίρεται, καὶ ἀγνοεῖ τὸν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τὶς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τῆς ἀμετρίαν; Διὰ τοῦτο ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλάς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται. Ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην, Θεὸν ὑμνοῦσαν, τὰ θεῖα ἁδοῦσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. Διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον, ἡ γλῶσσα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τὶ λέγω δακτύλων; Οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τὶς ἐστι, καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητῇ οὖσα περὶ τῶν ἀϊδίων καὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν τὶς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τὶς ἡ ἀσθένεια τοῦ κηρύττοντος. Ἔδωκεν αὐτῷ ὀφθαλμόν, τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γὰρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον· καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου καθορᾷ πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν. Καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν, ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμιᾶι, καὶ λῆμαι, καὶ δάκρυα, καὶ ὅσα θολοῖ τὴν ὄψιν, ἐπιγεννᾶται, ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίσῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάσῃ. Ἔδωκεν αὐτῷ καρδίαν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν· ἀλλ’ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν, ἅτινα καὶ κόπρον καὶ πάσης ἄλλης ἀηδίας πληροῦται, δι’ ὧν ὁ ἄνθρωπος ἐσθίει, ἵνα, ὅταν ἐπαίρηται ἡ καρδία καταστέλλῃ αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαῖα πρὸς παιδαγωγίαν. Εἰ γὰρ κόπρον περιφέρων ἄνθρωπος τολμᾷ θρασύνεσθαι, καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ Θεοῦ, ὡς ἐτόλμησέ τις βάρβαρος βασίλευες εἰπεῖν· «Ἐπάνω τῶν ἄστρῳ θήσω τὸν θρόνον μού, καὶ ἔσομαι ὁμοίως τὸ Ὑψίστῳ». Εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας κεῖ εὐτελείας, τὶς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; Διὰ τοῦτο ὁ μέγας Ἠσαΐας πρὸς τοῦ ὑπερηφάνους φησί· «Τὶ ἀλαζονεύεται γῆ καὶ σποδός»; Ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν· ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἀπὸ χοός· ἀλλ’ οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγίνετο· διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὁ Θεὸς γάρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν. Πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη, καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθείς, ἐπιγνῶ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν, καὶ τὴν μέλλουσαν φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπὸ τῆς γῆς ἐγένετο. Πρόσεχε ἀκριβῶς, μὴ σε παραδράμῃ τὸ νόημα. Ὅτε ἐπλάττετο ὁ Ἀδάμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, οἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται· εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. Βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι’ ὧν ὁρῶμεν παιδευόμεθα. Οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; Ἀπαγγέλλεται θάνατος, καὶ πάντων ἡ καρδία πτήσσει, πάντων ὑποπίπτει τὸ φρόνημα· καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, ὅταν ἴδωμεν ὀστέα γυμνά, καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν. Ἴδε τὶ γινόμεθα, καὶ ποῦ ἀπερχόμεθα! Καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὴν πλησίον ἕκαστο ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας! Ὣ τῆς οἰκτρὰς ἡμῶν ζωῆς! Ὅρα τὶ γινόμεθα. Καὶ ὅμως κἂν φθεγγώμεθα, καὶ ἁρπάζομέν τι, καὶ βοῶμεν, καὶ μνησικακοῦμεν. Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Διὰ τοῦτο ὁ Θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τῆς ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις, πᾶσα κώμη πρὸ τῶν εἰσόδων τάφους ἔχει. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι· καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. Τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν· πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα πρῶτον εἰς τὶ καταλήγομεν, καὶ τότε ὁρᾷν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν. Ἀνὴρ πολλάκις, ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νομογράφῳ τὰ προικῷα. Οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδε τὴν γαμετήν, καὶ θανάτου ψήφους καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρός, τὸ καὶ τὸ διατυποῦται. Οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων. Τὶ γὰρ φησιν; Ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπός, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· ἐὰν δὲ τι τῶν κατὰ ἄνθρωπον πάθῃ, ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας ἀποφέρει ῥήματα· καὶ ταῦτα, φησίν, ἔδει με παθεῖν; Ταῦτα ἐγὼ προσεδόκησα πάσχειν, καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τὶ οὖν; Ἐπελάθου ὧν ἔγραψας; Καὶ ὅτε μὲν ἔξω ἧς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὄρους τῆς φύσεως· ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων, εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ Θεοῦ κρίματα. Μὴ φιλοσοφεῖ ἔξω τῷ παθῶν, ἀλλ’ ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπιδεῖξαι· ὅταν λύπη, μνήσθητι τῶν λόγων, δι’ ὧν παραμυθῇ τὸν λυπούμενον. Τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους; Οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; Ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν· οὐ μόνος ὑπέστης τὴν συμφοράν, οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν, ἐζημιώθησαν πολλάκις ἄρχοντες, ζημιοῦνται καὶ δυνάσται· ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν, ἄνθρωπος εἶ· μετὰ πάντων καὶ αὐτὸς τῶν οἴνων τῆς φύσεως ἀπολαύεις νόμων.

γ’. Ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῆς. Ἢ γὰρ ἄλλῳ μὲν διδάσκαλος γενναῖος εἶ, καὶ σεαυτῶν δὲ οὐδὲ οἰκτρὸς μαθητής; Μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. Εἶ τις δύναται ἐφ’ ἑκάστης συμφορὰς ἢ λύπης ἢ ζημίας λέγειν, «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου», ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. Ὁ βίος, ἀδελφοί, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. Ἀλλὰ πολλὴ ἡ διαφορά· ἄλλο γὰρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. Τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης· ἀλλ’ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος, καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος· οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. Οὐκ ἐὰν πάθη εὐσεβὴς ἃ πάσχει ἀσεβής, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. Διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος Δαυῒδ, περὶ μὲν τῶν δικαίων λέγει· «Πολλὰ αἱ θλίψεις τῶν δικαίων». Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· «Καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος». Οὔπω εἶπε τὴν θλῖψιν, καὶ ὑπέδειξε τὴν ἴασιν. Περὶ δὲ τῶν ἐναντίων, «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ»· καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῷ δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ταῦτα δὲ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μηδὲ λεγέτω· εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοὶ ἐστιν ἡ παιδεία. Ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφή, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. Ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ Θεός, μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Φησὶ γάρ· «Ζῶ ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν». Ὀμνῦσιν ὁ Θεός, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. Λεγέτω τοίνυν πᾶς ἄνθρωπος, εἰς θλίψεις ἐξεταζόμενος, «Δίκαιος εἶ, Κύριε καὶ εὐθεῖς αἱ κρίσεις σου»· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχήν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. Οἷος ἦν ὁ μακάριος Ἰώβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλους τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στεῤῥότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθείς, καὶ τὸν πάντων Κύριον οὐκ ἀρνηθείς. Ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. Ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἔπαγε, πάντων γυμνωθείς, ἑαυτῶν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλὰ φησίν· «Ὁ Κύριος ἔδωκε, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο». Καλὸν τό, «Ἔδοξε»· παραχωρεῖ τῇ αὐθεντίᾳ, οὐ περιεργάζεται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς· διὰ τὶ νέοι ἀποθνήσκουσι, καὶ γέροντες μένουσι; Ποία διοίκησις αὕτη; Ἐπιθυμεῖ γέρων θανάτου, λελυμένος ταῖς σαρξίν, ἐνδεὴς τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας· καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεῦσιν, ἄωρος ἁρπάζεται; Μάθε μὴ τοιαῦτα ζητεῖν, μάθε λέγειν, «Τὰ κρίματά σου ἄβυσσος πολλή»· μάθε λέγειν, «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου»· μάθε λέγειν, «Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο»· γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν. Ἀλλ’ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου Πνεύματος, εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν. Ὥσπερ γὰρ ὁ Ἰὼβ εἰρηκώς, «Ὡς τῷ Κυρίῳ ἔδοξε», τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα· οὕτω καὶ οἱ ἀπόστολοι, τὴν δεσποτικὴν αὐθεντίαν τοῦ ἁγίου Πνεύματος ἐνδεικνύμενοι, φασίν· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲ ἐπιτίθεσθαι ὑμῖν, πλὴν τῶν ἐπάναγκες». «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι». Εἰ ὑπόκειται, διὰ τὶ αὐτῷ ἔδοξεν; Εἰ ὑπὸ νόμων ἐστὶ τὸ Πνεῦμα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ; Οὐχ ἃ τῷ βασιλεῖ δοκεῖ, ταῦτα καὶ γίνηται, μὴ τὰ τοῖς ἀρχομένοις παρισταμένα; «Ὡς τῷ Κυρίῳ ἔδοξε», φησὶν ὁ Ἰώβ. «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι», φασὶν οἱ ἀπόστολοι. Ὁμότιμος ἡ λέξις τῆς αὐθεντίας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. Ἀλλ’ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν. Ἆρα γάρ, ἐπειδὴ εἶπον, φασίν, οἱ ἀπόστολοι, «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι», ἐπήγαγον δέ, καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; Ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας, ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων αἱρετικὴν ἀσέβειαν ἐγχέωσι. Τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· μηδὲν σε, φησίν, ἀδελφέ, ξενίσῃ τῶν εἰρημένων. Ὡς ἀδελφὸν καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ. Μὴ θαυμάσῃς, φησίν, εἰ περὶ τοῦ ἁγίου Πνεύματος εἶπον οἱ ἀπόστολοι· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι»· ἀλλ’ ὅρα καὶ τὸ ἐπαγόμενον· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν», ἔδοξε τοῖς ἀποστόλοις. Ἆρα Θεοῦ ἔχουσι τὴν αὐθεντίαν; Ὅταν ταῦτα λέγῃ ὁ αἱρετικός, ἡμεῖς ἀπὸ τῆς ἁγίας Γραφῆς τὰ βέλη προφέρωμεν· «Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα» ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα. Τὶ οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν; Εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῷ ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ Πνεύματος τὴν ἀξίαν, οὐκοῦν καὶ τὸ συνῆφθαι Μωϋσῆν τῷ Θεῷ ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν. Οἶόν τι λέγω· ἐὰν μὴ μέγα νομίσῃς τό, «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι», διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα μεγάλην δυνήσῃ λέγειν οὐδὲ τὴν εἰς Θεὸν πίστιν διὰ τὸ συνῆφθαι καὶ Μωϋσῆν τῷ Θεῷ. Λέγει γὰρ ἡ Γραφή. «Ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς τὸν Μωϋσῆν». Ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων, ὑβρίζει τὸν Θεὸν καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γάρ· «Καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ». Πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. Ἐλαττοῖ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν τὸ συνῆφθαι τῷ Πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν καὶ Γεδεῶν προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· ἐβόησε γὰρ πᾶς ὁ λαὸς πολέμων, «Ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεῶν». Ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος τοῦ Θεοῦ, ἀλλ’ ὡς ὑπηρέτης Θεοῦ· καὶ Σαμουὴλ τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς προφήτης· καὶ Γεδεῶν τῷ Θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτω καὶ οἱ ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. Γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας Τριάδος τὴν ἔνθεον θεολογίαν, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμή, ἡ ἀδιαίρετος ἐλπίς, ἡ ἀκατάληπτος δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |