Ιωάννης Χρυσόστομος
Τόμος 48
Πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς καὶ εἰς τό, Ἐκλήθη Ἰησοῦς εἰς γάμον
Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τῆς τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ καλιὰ ταύτῃ τῇ πνευματικῇ προαναφωνῶν δοξάζω τὸν Θεόν, ὅτι τοιαῦτά μοι τέκνα δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ τροφή, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ’ ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν πιαίνει. Ταῦτα δὲ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ’ ἐπειδὴ τοῦ Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. «Ἐκλήθη, φησίν, ὁ Ἰησοῦς εἰς γάμον».
Ἀλλὰ συντείνατε ἑαυτούς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις. Ἐπειδὴ τινες προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἀλλὰ τινὰ ὅσα ἔστι· βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενίαν, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε τι τῶν τοιούτων οὐδέν. «Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον»· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν; Δῆλον ὅτι ἀπῆλθεν. Εἰ οὖν ἀπῆλθε, πῶς ὁ γάμος κακός; Μὴ ἔχεις ἀπολογίαν; Ἐγὼ δὲ οὐ μόνον λέγω, ὅτι ἀπῆλθεν, ἀλλὰ καὶ δῶρα προσήνεγκε· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. Μὴ τοίνυν προφασίζου τὸν γάμον. Ὁ Δεσπότης σου παρεγένετο εἰς γάμον, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον, καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν ὁ γάμος; Οὐδὲν ἐμπόδισμα πρὸς εὐσέβειαν. Βούλει μαθεῖν, ὅτι οὐδὲν παραβλάπτει ἔχειν γυναῖκα καὶ τέκνα; Μωϋσῆς οὐχὶ γυναῖκα καὶ τέκνα εἶχεν; Ἠλίας οὐχὶ παρθένος ἦν; Οὐχὶ Μωϋσῆς μάννα κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; Οὐχὶ Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; Οὐχὶ Μωϋσῆς ὀρτυγομήτραν ἐξεπέτασεν; Οὐχὶ Ἠλίας τῷ λόγῳ τὸν οὐρανὸν ἔκλεισεν; Οὐχὶ Μωϋσῇ ὁ Θεὸς ὡμίλει; Οὐχὶ καὶ Ἠλίᾳ Θεὸς ὡμίλει; Οὐχὶ Μωϋσῆς θάλασσαν ἔσχισε, καὶ διήγαγε τὸν λαόν; Οὐχὶ Ἠλίας ἐν ἅρματι πυρίνῳ ἀνελήφθη; Μὴ τι παρέβλαψε τοῦτον ἡ παρθένια; Μὴ τι παρενεπόδισε τοῦτον ἡ γυνὴ καὶ τὰ τέκνα; Εἶδες Ἡλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· βλέπε καὶ πέτρον τὸν στῦλον τῆς ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα εἶχεν. Οὐ γέγραπται, ὅτι Πέτρος γυναῖκα εἶχε· πόθεν οὖν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐγὼ λέγω· «Εἰσῆλθε, φησὶν ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου· καὶ ἦν ἐκείνη ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετὸς αὐτῆς, καὶ διηκόνει». Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχεν; Ὅπου γὰρ πενθερά, εὔδηλον ὅτι καὶ γυνή. Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχε; Μὴ τι διαβάλλῃς τὸν γάμον. Ταῦτα δὲ λέγω, ἵνα μὴ τισ προφασίσηται μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν· ταῦτα προφάσεις, ταῦτα σκήψεις, αὗται ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι στρατιώτης εἰμί, καὶ οὐ δύναμαι εὐλαβὴς εἶναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης ἦν; Καὶ λέγω τῷ Ἰησοῦ, ὅτι «Οὐκ εἰμὶ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλ’ εἰπὲ λόγον, καὶ ἰαθήσεταί ὁ παῖς μου». Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει; «Ἀμήν, ἀμήν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον». Μήτι ἐνεπόδισεν αὐτῷ ἡ στρατεία; Ἀλλὰ τὶ εἶ; Χειροτέχνης εἶ; Καὶ Παῦλος, καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν ἦν, καὶ μετὰ ταῦτα γέγονε κῆρυξ καὶ ἀπόστολος. Ἀλλὰ τὶ εἶ; Πλούσιος; Καὶ Ἀβραάμ, καὶ αὐτὸς γυναῖκα εἶχε καὶ τέκνα· «Καὶ ἐπίστευσε, φησίν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», καὶ φίλος Θεοῦ ἐκλήθη. Μὴ τι ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνή, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ προφασίζῃ τρία οὗτος ἔχει,καὶ γυναῖκα καὶ τέκνα καὶ πλοῦτον. Ἀλλὰ τὶ εἶ; Δοῦλος; Καὶ ὀνήσιμος· καὶ γραφῶν Παῦλος Φηλίμονι ἔλεγεν· «Ὀνήσιμον τὸν ποτε ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔχρηστον». Ἀλλὰ τὶ εἶ; Βασιλεύς; Καὶ Δαυῒδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ ἐποίησε. Μήτι ἐτυράννησεν ὁ βασιλεύς; Μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; Οὐχὶ καὶ ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμολόγει, καὶ φησιν, «Ἥμαρτον τῷ Κυρίῳ»; Καὶ ὁ προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· «Ὁ Κύριος ἀφεῖλε ὁ ἁμάρτημά σου». Ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεύς, καὶ εἶπεν, ὅτι Βασιλεὺς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς· καὶ πλοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτόν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ’ οὐδὲν τούτων εἶπεν· ἀλλ’ εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησεν. Μήτε ἐνεπόδισεν αὐτῷ ἡ βασιλεία; Ἀλλὰ τὶ εἶ; Παῖς; Καὶ ὁ Δανιήλ, καὶ λέοντας ἐφίμωσε, καὶ δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τὶ εἶ; Φιλάδελφος; Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χιτῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέῤῥηξε· τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτοὺς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τὶ εἰ; Χήρα; Καὶ ἡ Σιδωνία, ἥτις Ἡλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τὶ εἶ; Πόρνη; Καὶ ἡ Ῥαάβ, ἥτις ἔκρυψε τοὺς κατασκόπου, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ τὴν γῆν τῆς ἐπαγγελίας, ἐσώθη καὶ αὐτῇ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς. Ἀλλὰ τὶ εἶ; Πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονήν, καὶ οὐ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τὶ εἶ; Φιλογύναιος; Καὶ Σαμψῶν· εἰ γὰρ καὶ προσεδόθη ὑπὸ γυναικός, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ Θεός, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τὶ εἶ; Φιλοτεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; Πάντα ἔχεις; Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; Πάντα ἔχεις· οὐκ ἔχεις πίστιν, βασιλεὺς δὲ εἶ; Οὐδὲν σε ὠφελεῖ ἡ βασιλεία. Ἀλλὰ τῆς ὑποσχέσεως οὐκ ἐπιλέλησμαι. «Ἐκλήθη οὖν ὁ Ἰησοῦς εἰς γάμον». Παραγενομένου δὲ αὐτοῦ, οὐκ εἶχον οἶνον· λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ· «Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε, γύναι· οὔπω γὰρ ἥκει ἡ ὥρα μου»· καὶ ταῦτα εἰπὼν ὁ Ἰησοῦς λέγει· «Γεμίσατε τὰς ὑδρίας ὕδατος». Καὶ ἐγέμισαν τὰς ὑδρίας ὕδατος, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τὶ δὲ εἶπε, «Γεμίσατε τὰς ὑδρίας ὕδατος»; Ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας, καὶ τὴν γῆν θεμελιώσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους, ὃν φρίσσει καὶ τρέμει πᾶσα ἡ κτίσις ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων, οὐκ ἐδύνατο τὰς ὑδρίας λόγῳ γεμίσαι; Ἀλλὰ λέγει· ἀντλήσατε ὕδωρ. Διὰ τί; Ἐγὼ λέγω, ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ βαστάσαντες τὸ ὕδωρ, ἐλέγξωσιν αὐτούς· ἐπεὶ καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτοῦ ἐποίησε. Πρὸ τοῦ παράγεσθαι ἐπὶ τὸν τόπον, λέγει τοῖς μαθηταῖς· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται»· ἔπειτα ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου, καὶ λέγουσιν αὐτῷ, ὅτι «Λάζαρος ἀπέθανε, λέγει αὐταῖς· ποῦ τεθείκατε αὐτόν»; Αἱ δὲ φασιν· «Ἐλθὲ καὶ ἴδε». Ὤ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι «Λάζαρος ἀπέθανε», καὶ νῦν λέγεις, «Ποῦ τεθείκατε αὐτόν»; Τὸν θάνατον προδήλοις τοῖς μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; ᾜδει, ἀλλὰ διὰ τοὺς Ἰουδαίους ἔλεγεν, ἐπειδὴ ἀγνώμονες ἦσαν· ὥστε τὸ εἰπεῖν, «Ποῦ τεθείκατε αὐτόν»; Οὐκ ἀγνοίας ἦν· ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔλεγε τῷ Ἀδάμ· «Ἀδάμ, ποῦ εἶ»; Ἆρα οὖν οὐκ ᾔδει ποῦ ἦν; Ἀλλ’ ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διάβολος, ὅτι «Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἐκ τοῦ ξύλου τούτου, ἔσεσθε ὡς θεοί», ὑπελάμβανον ἐκεῖνοι ὅτι μέλλουσι γενέσθαι θεοί. Καὶ διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· «Ἀδὰμ ποῦ εἶ»; Ἀφ’ οὗ ἔφαγες, καὶ ἔμεινας ἄνθρωπος· διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· «Ἀδάμ, ποῦ εἶ»; Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου ἐποίησεν. Ἐγγίσας τῷ μνήματι λέγει τοῖς Ἰουδαίοις· «Ἄρατε τὸν λίθον ἐκ τοῦ μνήματος»· καὶ ἦραν. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου· «Κύριε, ἤδη ὄζει»· ἦν γὰρ τετραήμερος. «Καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Λάζαρε, δεῦρο ἔξω»· καὶ ἐξῆλθε κηρίαις δεδεμένος. Ἆρα οὖν ὁ μετατιθῶν ὄρη ἐν καρδίαις θαλασσῶν, οὐκ ἠδύνατο λόγῳ τὸν λίθον κινῆσαι; Ὁ τὰ κέντρα τοῦ θανάτου κατακλάσας, ὁ τὰ θύρας τοῦ ᾅδου συντρίψας, οὐκ ἠδύνατο καὶ τὰς κηρίας διαῤῥῆξαι; Καὶ λέγει αὐταῖς· «Λύσατε αὐτόν»· διὰ τί; Ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν καὶ οἱ ὀφθαλμοὶ ἐλέγξωσιν αὐτούς· διὰ τοῦτο εἶπε· «Λύσατε αὐτόν». Καὶ ἐν τῷ γάμῳ τὸ αὐτοῦ ἐποίησεν, ὅτι εἶπεν αὐτοῖς· «Γεμίσατε τὰς ὑδρίας ὕδατος»· καὶ ἐγέμισαν τὰς ὑδρίας, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τοῦτο ὑὸν πανταχόθεν ἠσφαλίζετο αὐτούς· ἀεὶ γὰρ ἀγνώμονες ἐγένοντο οἱ Ἰουδαῖοι καὶ ἀναίσχυντοι. Θέλετε μαθεῖν πόσα παρέσχεν αὐτοῖς ὁ Θεός, καὶ ἀμνήμονες ἐγένοντο; Μάθετε· ἀλλὰ συντείνατέ μοι ἑαυτούς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις· βούλομαι γὰρ ὑμῖν δεῖξαι ὅτι ἀπ’ ἀρχῆς ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι· ἑβδομήκοντα καὶ πέντε ψυχαὶ κατέβησαν ἐν Αἰγύπτῳ,καὶ ἐγένοντο ἑξακόσιαι χιλιάδες. Ἐτελεύτησεν Ἰωσήφ, καὶ ἀνέστη αὐτοῖς ἕτερος βασιλεύς, ὃς οὐκ ἐμνήσθη τοῦ Ἰωσήφ· ἔθλιβε δὲ τοὺς υἱοὺς Ἰσραὴλ σφόδρα. Ἐβόησαν οὖν πρὸς τὸν Θεὸν λέγοντες· Κύριε, σὺ ὤμοσας τοῖς πατράσιν ἡμῶν, ὅτι Δώσω τῷ σπέρματι ὑμῶν τὴν ῥέουσαν γάλα καὶ μέλι· καὶ νῦν, Κυρία, μνήσθητι τῆς διαθήκης ἧς ἔθου τοῖς πατράσιν ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ δουλείας τῶν Αἰγυπτίων. Ἤκουσεν οὖν ὁ Θεὸς τῆς φωνῆς αὐτῶν, καὶ ἔπεμψε τὸν Μωϋσῆν πρὸς αὐτούς. Ἀλλὰ συντείνατέ μοι ἑαυτούς, παρακαλῶ. Λέγει τῷ Μωϋσῇ ὁ Θεός· «Λάβε ἀρνίον ἄμωμον ἐνιαύσιον πρωτότοκον, καὶ θῦσον, καὶ τὸ αἷμα αὐτοῦ χρίσει ἕκαστος εἰς τὴν θήραν, ἵν’, ὅταν ἔλθῃ ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν, καὶ ἴδῃ ὅτι τὸ αἷμα κέχρισται εἰς τὸν οἶκον ἐκεῖνον, ἀναχωρῇ· ἐὰν δὲ ἴδῃ ὅτι οὐκ ἔνι, εἰσέρχηται, καὶ πάντας ἐξολοθρεύσῃ. Ἐποίησεν οὖν ὁ Μωϋσῆς οὕτω, καὶ ἔδωκε τῷ λαῷ· καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν». Καὶ ἤρχετο ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἔβλεπε τὸ αἷμα ἐν ταῖς θύραις, καὶ ἀνεχώρει· ὅπου δὲ οὐκ ἔβλεπεν, εἰσήρχετο, καὶ πάντας ἀνεῖλε. Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἐγίνετο· ἀλλ’ ἐπειδὴ ἐμέλλομεν δι’ αἵματος καὶ ξύλου σώζεσθαι, διὰ τοῦτο εἶπεν ὁ Θεός, ὅτι Χρίσει ἕκαστος τὸ αἷμα εἰς τὰς θύρας. Διὰ τὶ οὐκ εἶπε, Χρῖσον τὸ αἷμα εἰς τὸν τοῖχον; Ὅτι οὐκ ἤμελλον σώζεσθαι, εἰ μὴ διὰ ξύλου. Ἐξέβαλεν οὖν αὐτοὺς ὁ Μωϋσῆς ἐκ τῆς Αἰγύπτου, καὶ ἤνεγκεν αὐτοὺς εἰς τὴν ἔρημον, καὶ λέγουσι τῷ Μωϋσῇ, «Διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἤνεγκεν ἡμᾶς εἰς τὴν ἔρημον θανατῶσαι; Οὐ καλῶς ἡμῖν ἦν ἐν Αἰγύπτῳ, ὅτε ἐτρώγαμεν τοὺς σικύας καὶ πέπονας καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα»; Εἶδες ἀγνωμοσύνην; Αὐτοὶ ἔλεγον τῷ Θεῷ, αὐτοὶ ἠξίουν, ὅτι Ἐξήγαγε ἡμᾶς ἐκ γῆς Αἰγύπτου· καὶ ἐλθόντες εἰς τὴν ἔρημον ἠχαρίστουν. Εἶδες ἀγνωμοσύνην αὐτῶν; Ἀλλὰ μάθετε τὸ μεῖζον καὶ ἐξαίρετον πρᾶγμα. Τεσσαράκοντα ἔτη ποιῆσαν ἐν τῇ ἐρήμῳ· θρὶξ αὐτῶν οὐκ ηὔξησεν, οὔτε ὄνυξ· ἱμάτιον αὐτῶν οὐκ ἐῤῥυπώθη, ὑπόδημα αὐτῶν οὐκ ἀπετρίβη· οὐκ ἔκαμον, οὐκ ἔσκαψαν· βόας οὐκ ἔζευξαν, ἄροτρον οὐκ εἵλκυσαν, αὔλακας οὐκ ἀνέτεμον, ἀκάνθας οὐκ ἀνέσπασαν, σπέρματα οὐ κατεβάλοντο, καὶ ὄμβρον οὐκ ἀνέμειναν, ἡλίου θερμὰς ἀκτῖνας οὐ προσεδόκησαν, καιρὸν θερισμοῦ οὐ προσεδέξαντο, δρεπάνην οὐκ ἠκόνησαν, οὔτε ἐθέρισαν, οὐκ ἔδησαν στάχυας καὶ ἐβάστασαν, οὔτε ἤνεγκαν εἰς ἅλωνα καὶ ἐμόχθησαν, οὔτε ἠλόησαν, οὔτε ἐκάθαραν, οὔτε ἐφύρασαν ἄλευρα, οὔτε ὤπτησαν καὶ ἐποίησαν ἄρτους, αλλ’ οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄρτον ἀχειρογεώργητον ἔτρωσαν, αὐτοσχεδία τράπεζα παρετίθετο αὐτοῖς, τῇ απαθειᾳ τοὺς ἀγγέλους ἐμιμοῦντο· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Καὶ μετὰ τοσαύτας εὐεργεσίας ἔλεγον τῷ Ἀαρῶν· «Δὸς ἡμῖν θεούς, οἵτινες προπορεύσονται ἡμῶν· Μωϋσῆς γὰρ οὗτος ὅστις ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τὶ γεγένηται αὐτῷ»· καὶ ἐποίησαν βίαν μεγάλην τῷ Ἀαρῶν. Ἐκεῖνος ἰδὼν ὅτι σκληροκάρδιοι ἦσαν καὶ ἀπερίτμητοι, λέγει αὐτοῖς· περιέλετε τὰ χρυσάφια ὑμῶν, καὶ βάλετε ἐν πυρί, καὶ εἴ τὶ ἀναβῇ, τοῦτο Θεός. Καὶ ἀνέβη τὸ βουκέφαλον. Ἐνταῦθά μοι τὸν αἱρετικὸν τὸν ἀγνώμονα, τὸν παράσιτον Ἰουδαῖον τὸν λέγοντα, ὅτι γέννησε Θεός, καὶ ῥεῦσιν ὑπέμεινεν. Ἐφθαρμένε, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἐπὶ Θεοῦ ὑπολαμβάνεις; Ἀλλ’ ἡμεῖς οὐχ οὕτω, μὴ γένοιτο, ἀλλ’ ὅτι ἐγέννησε Πατὴρ Υἱόν, μόνος μόνον, Θεὸς Θεόν, τέλειος τέλειον· ταῦτα γὰρ φρονήματα Χριστιανῶν. Ἐπειδὴ οὖν δοκεῖς τὰ ἄνω περιεργάζεσθαι, τὰ σαυτοῦ, εἰ δοκεῖς εἰδέναι, εἰπὲ μοι· πῶς, βληθέντων τῶν χρυσαφιῶν εἰς τὴν πυράν, ἀνέβη τὸ βουκέφαλον; Χαλκοτύπος οὐκ εἰργάσατο, χωνευτὴς οὐκ ἦν· πῶς, ἀνέβη τὸ βουκέφαλον, τολμᾶς εἰπεῖν; Εἰ τὰ κάτω οὐκ οἶδας, πῶς τὰ ἄνω περιεργάζῃ; Ὁ τὰ ἴδια μὴ ἐπιστάμενος, πῶς τὰ ἀλλότρια περιεργάζῃ; Καὶ παράγουσιν ἡμῖν εὐαγγελικὴν φωνὴν αὐτοῦ τοῦ Υἱοῦ λέγοντος τοῖς μαθηταῖς· «Ἐγὼ εἰμι ἡ ἄμπελος, ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατὴρ μου γεωργὸς ἐστιν». Ὁρᾷς, φησίν, ὅτι εἰργάσατο τὸν Υἱόν; Ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται χρήσιμος εἶναι. Καὶ νομίζουσιν, ὅτι μέγα τι καὶ ἐνάρετον λέγουσιν. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς παρακαλῶ. Εἶπον πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους· ἄφες εἴπω καὶ πρὸς τοῦ ἀναισχύντους αἱρετικούς· δύνασαί μοι εἰπεῖν, ἄγνωμον καὶ ἀναίσχυντε αἱρετικέ, ὅτι ὁ γεωργὸς οὐ τρέφεται ἀπὸ τῆς ἀμπέλου; Ἀπὸ τοῦ ὅπλου σου χειροῦμαί σε. Ὥσπερ οὖν ἐστι γεωργὸς ἐργαζόμενος ἄμπελον, οὕτω καὶ Πατὴρ εἰργάσατο τὸν ἴδιον Υἱόν. Ἴδωμεν οὖν, τὶς ἐκ τίνος τρέφεται, ἡ ἄμπελος ἐκ τοῦ γεωργοῦ, ἢ ὁ γεωργὸς ἐκ τῆς ἀμπέλου. Κατὰ σὲ ὁ Πατὴρ ἀπὸ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι· οὐκ ἔνι γὰρ γεωργὸς μὴ τρεφόμενος ἐκ τῶν ἔργων αὐτοῦ. Τὶ οὖν; Ὁ Υἱὸς τρέφει τὸν Πατέρα; Οὐχί, μὴ γένοιτο ταῦτα γὰρ ἐσχάτης ἀνοίας. Ἄμεινον λέγειν, ὥσπερ γεωργὸς χαίρει ἐπ’ ἀμπέλῳ, οὕτω καὶ ὁ Πατὴρ χαίρει ἐπὶ τὸν Υἱόν· οὐ γὰρ εἶπεν, ὅτι ὁ Πατὴρ μου ἐργασάμενός με· ἀλλ’, «Ὁ Πατὴρ μου ὁ γεωργός»· ἔχαιρε γὰρ ἐπὶ τῷ Υἱῷ. Οὐκ ἤκουσας αὐτοὺς λέγοντος, ὅτι «Οὗτός ἐστιν ὁ Υἱὸς μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα», ὅτε ἕστηκεν εἰς τὰ Ἰορδανία ρεῖθρα; Μὴ εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς μου, ὃν ἔκτισα, ἢ ὃν ἐποίησα; Ἀλλ’ εἶπεν· «Ἐν ᾧ ηὐδόκησα». Μὴ καὶ τὴν φωνὴν παραγράφεις; Καὶ πάλιν λέγει· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιήσω, ἀλλὰ τοῦ πέμψαντός με Πατρός». Τίσιν ἔλεγε; Πάντως τοῖς Ἰουδαίοις· ἐπειδὴ ἔλεγον αὐτῷ· οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός, καὶ ὡς ἀντιθέῳ αὐτῷ προσεῖχον, διὰ τοῦτο εἶπεν, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ». Καὶ ἐπειδὴ ἀντίθεον αὐτὸν ἔλεγον, διὰ τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι «Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι, ἀλλὰ τοῦ πέμψαντός με Πατρός». Ἐπειδὴ ἐδόκουν τὸν Πατέρα τιμᾷν, αὐτὸν δὲ ἠρνοῦντο, διὰ τοῦτο συγκατέβαινε τῇ ἀσθενείᾳ αὐτῶν· ἐπεὶ πῶς ἀπεστάλη ὁ πανταχοῦ ὤν, ὁ πάντα πληρῶν; Ὁρᾷς οὖν ὅτι διὰ τοὺς Ἰουδαίους εἶπεν, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ». Μήτι δι’ ἑαυτὸν εἶπε; Μὴ ἔχεις ἀπολογίαν; Ἀλλὰ καὶ ἐπάγουσιν ἡμῖν ἄλλην μαρτυρίαν τοῦ ἀποστόλου λέγοντος· «Εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Λέγεις, ὅτι ἄλλος Θεὸς κατὰ τὸν Πατέρα οὐκ ἔστι· κἀγὼ σοι λέγω, ὅτι ἄλλος Κύριος κατὰ τὸν Υἱὸν τοιοῦτος οὐκ ἔστι. Τὶ οὖν φιλονεικοῦμεν; Οὐχί, μὴ γένοιτο! Ἴδωμεν οὖν τίσι διελέγετο ὁ Παῦλος, καὶ διὰ τίνας τοῦτο εἴρηται. Ἀλλὰ προσέχετέ μου μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ Ἕλληνες πολυθεΐαν ἀνέλῃ καὶ τὴν μοναρχίαν, διὰ τοῦτο ἔλεγεν· «Εἴτε γὰρ εἰσι θεοὶ πολλοί, καὶ κύριοι πολλοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ». Καὶ εἰπὼν τό, «εἷς» ἀνεῖλε τὴν πολυθεΐαν. Ὅπου γὰρ εἷς, οὐκ εἰσὶ πολλοί· καὶ εἰπὼν Πατέρα, ἀνεῖλε τὴν μοναρχίαν· ὅπου γὰρ πατήρ, δῆλον ὅτι καὶ υἱός. Διὰ τοῦτο γοῦν εἶπεν· «Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Ὁρᾷς ὅτι πρὸς Ἕλληνας, καὶ Ἰουδαίους ἀπεδιδύσκετο ὁ Παῦλος· διὰ τοῦτο εἶπεν· «Εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα»· ἐπειδὴ τὰ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ ἄκουε Ἰωάννου λέγοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν». Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ τῶν ἁπάντων δημιουργός. Μὴ τολμᾷς μοὶ δεῖξαι ὅτι ὁ Υἱὸς σὺν τοῖς πᾶσιν ἀριθμεῖται; Ἀλλ’ ἀγνώμονες, ἕως πότε περιέρχεσθε τὰς Γραφὰς ἀνθολογοῦντες, ἵνα που τὸν Υἱὸν εἴπητε κτίσμα καὶ ποίημα; Θέλετε μαθεῖν; Ἐὰν ἀκούσωσι πὲρ τοῦ Υἱοῦ ὑψηλὸν ῥῆμα ἢ θεοπρεπές, μαίνονται· νομίζουσιν ὅτι κοπρίαν τις βάλλει εἰς τὸ στόμα αὐτῶν. Βούλομαι ὑμῖν ὑπόδειγμα εἶπεν. Ὥσπερ ἂν τις ἀῤῥωστίᾳ καὶ πυρετοῖς πολλοῖς φλέγηται, ὀλίγον δὲ αὐτοῦ ἐν ἀνέσει ἐλθόντος προστάττωσιν οἱ ἰατροὶ μέλιτος περιχρίεσθαι τὸ στόμα αὐτοῦ· ποιοῦσι δὲ οὕτω καθὼς προστάττουσιν οἱ ἰατροί· ἐπιμελουμένου δὲ τοῦ ἀῤῥωστοῦντος ὑπὸ τῶν ὑπηρετῶν, νομίζει ὁ ἀῤῥωστῶν, ὅτι πικρὸν ἐστι τὸ μέλι· καὶ λοιπὸν λέγουσιν οἱ παρεστῶτες, μέλι ἐστί, κύριε, καλὸν ἐστι, προτρεπόμενοι τὸν ἀῤῥωστοῦντα· πικρὸν δὲ φαίνεται τὸ μέλι εἰς τὸ στόμα τοῦ ἀσθενοῦντος, οὐχ ὅτι πικρὸν ἐστι τὸ μέλι· τὶ γὰρ γλυκύτερον μέλιτος; Οἰκοῦν οὐ παρὰ τὴν φύσιν τοῦ μέλιτος, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τοῦ μὴ ὑποδεχομένου· οὕτω καὶ ἐπὶ τούτων γίνεται· ἐὰν ἀκούσωσιν ὁμοούσιον, νομίζουσι πικρίαν ποτίζεσθαι, καὶ οὐ παρὰ τὸν λόγον τοῦ λέγοντος, ἀλλὰ παρὰ τὴν ἀσθενῆ ἀκοὴν τοῦ μὴ ὑποδεχομένου. Ὁ Πατὴρ Υἱὸν καλεῖ· οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα. Πῶς κτίσμα; Τὸ γεννᾷν καὶ τὸ κτίζειν τὸ αὐτὸ ἐστιν; Εἰ πᾶς ὁ γεννῶν κτίζει, καὶ πᾶς ὁ κτίζων γεννᾷ, εὑρίσκομεν πάντα τὰ κτίσματα ἐγγόνα τυγχάνοντα τοῦ Θεοῦ· ἐπειδὴ γὰρ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, οὐκοῦν κτίσας αὐτὰ καὶ ἐγέννησεν. Ὁρᾷς, ὅτι ἐγγόνα τυγχάνουσι τοῦ Θεοῦ, καθὼς σὺ λέγεις; Ἕως πότε ἀγνώμονές ἐστε; Εἴπατέ μοι, κατὰ τίνα τρόπον τιμᾶται ὁ Υἱός; Ἐπειδὴ Υἱὸς λέγεται; Καὶ σύ. Ἀλλὰ τί; Ἐπειδὴ Θεός; Καὶ σύ. Ἀλλ’ ἔχεις μοι εἰπεῖν· ἐκεῖνος πράγματι, σὺ δὲ ὀνόματι. Εἰ πράγματι, οὐκοῦν Υἱός. Ὁρᾷς, ὅτι τὸ στόμα σοῦ ἐλέγχει σε; [μήτε κτίσμα, μήτε ποίημα]. Ἐκεῖνος γὰρ φύσει Υἱὸς ἐστι, σὺ δὲ προσηγορίᾳ · ἐκεῖνος ἐξ ἀϊδίου Πατρὸς ἐγεννήθη, σὺ δὲ ἐξ ὑποκειμένης ὕλης ἐποιήθης. Ταῦτα δὲ μοὶ εἴρηται πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς. Ἀλλ’ ἡμεῖς δοξάσωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου