ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περὶ τῆς Ἁγίας καὶ ὁμοουσίου Τριάδος

Τετάρτη 1 Ιουνίου 2016

Περὶ τῆς Ἁγίας καὶ ὁμοουσίου Τριάδος




Ιωάννης Χρυσόστομος
Τόμος 48
Περὶ τῆς Ἁγίας καὶ ὁμοουσίου Τριάδος


α’. Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς γλώσσας ἀκονῶντες, καὶ λυττῶντες, καὶ τὸ τοῦ μονογενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαίρειν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ’ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι’ ἡμᾶς ἐκ Παρθένου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων· ἐλεγχθήσονται δὲ ἐν ἡμέρᾳ τῆς δικαιοκρισίας αὐτοῦ τελειότατον, ὅταν πάλιν ἔρχηται ἐξ οὐρανοῦ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς φυλάξασιν ἄτρεπτον αὐτοῦ τὴν πίστιν. Ἐτόλμησαν δέ, ἀγαπητοί, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρόν, καὶ κτιστὸν Θεόν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν. Ἐκείνων γὰρ ἐστι κτίσματι προσκυνεῖν, καὶ τὸν μὲν τῶν θεῶν αὐτῶν μεγαλυνεῖν, τὸν δὲ σμικρύνειν.


 Εἰ γὰρ λείπεταί τι ἢ ὁ Υἱός, ἢ τὸ Πνεῦμα, οὐ Θεός. Παῦλος γὰρ μεμφόμενος αὐτοὺς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, λέγει· «Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὃς ἐστιν ἐπὶ πάντων Θεὸς εὐλογητός». Εἰ δὲ κτίσματι προσκυνοῦσι, λέγοντες τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κτίσμα, ἐπικατάρατοι εἰσι κατὰ τὸν Μωϋσῆν τὸν λέγοντα «Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν κτίσματι καὶ ποιήματι». Ἡμεῖς δὲ οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ Τριάδα ἄκτιστον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ὁμοούσιον, μηδὲ ἐπείσακτον ἔχουσαν, ἢ δοῦλον, ἢ ἐκ προκοπῆς εἰς τὸ εἶναι ἐπανελθόν, ὡς πρότερον μὲν οὐκ ὅν, ὕστερον δὲ ἐπιγενόμενον. Βλέπε γὰρ μοι τὰς μαρτυρίας τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ σέβου ταύτην ὀρθῶς, ἵνα μὴ ἀπόλῃ. Καὶ εἶπε, φησίν, ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Εἰπὲ μοι οὖν, μετὰ τίνος συμβουλεύεται ὁ Θεός; Μετὰ τῶν ἀγγέλων, φησίν. Ἀλλ’ οὐκ ἔχουσιν οἱ ἄγγελοι τὴν εἰκόνα τοῦ Θεοῦ· λέγει δὲ πρὸς τὸν συνδημιουργὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα πεισθῇς τοῦτο ἀληθὲς εἶναι, ἄκουσον τοῦ ψαλμῳδοῦ λέγοντος· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». Οὐκ ἀγνοεῖς δὲ τὸν Λόγον εἶναι τὸν Υἱόν. Φησὶ γὰρ ὁ θεολόγος Ἰωάννης· «Καὶ Θεὸς ἦν ὁ Λόγος»· καὶ περὶ τοῦ Πνεύματος, «Πνεῦμα ὁ Θεός». Λέγει οὖν ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸν Θεὸν τὸν Υἱόν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν». Καὶ οὐκ εἶπεν, Ἐμὴν καὶ ὑμῶν, οὔτε Ἐμὴν καὶ σήν. Σημαίνουσα δὲ ἡ Γραφὴ μίαν εἰκόνα τῆς ἁγίας Τριάδος εἶναι, λέγει· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν». Καθὼς καὶ πύαλος βοᾷ περὶ τοῦ Υἱοῦ· «Ὃς ὣν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως». Καὶ πάλιν ἀλλαχοῦ ἡ Γραφή· «Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας». Τῷ εἰπεῖν, «Δεῦτε», τοὺς ὁμοτίμους καλεῖ. Οὔτε γὰρ εἰ ἀγγέλοις ἐπέταξεν, εἶχεν εἰπεῖν, «Δεῦτε», ἀλλ’ ἐπιτακτικῶς, Πορεύεσθε. Βλέπε δὲ μοι Πατρὸς φωνήν, Υἱὸν καὶ Πνεῦμα καλοῦσαν. Εἰ γὰρ πρὸς ἕνα μόνον τοῦτο ἐῤῥέθη, εἶχεν εἰπεῖν, Δεῦρο, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας· τὸ δὲ εἰπεῖν, Δεῦτε, ἑνὸς ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους. Ἄκουε δὲ καὶ τοῦ μακαρίου Ἰὼβ σαφῶς δηλοῦντος τὴν ἀχώριστον Τριάδα· φησὶ γάρ· «Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν, καὶ πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισὶ μου». Κύριον καὶ παντοκράτορα καὶ θεῖον Πνεῦμα εἰπών, τὴν ὁμοούσιον Τριάδα ἀνεκήρυξε. Μάνθανε καὶ τῶν Σεραφὶμ τὸν ὕμνον, κραζόντων τρίτον· «Ἅγιος, ἅγιος, ἅγιος». Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὐδὲ δεύτερον, Ἅγιος, Ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἅγιοι· ἵνα μὴ τὸ πολυώνυμον εἰς πολυθεΐαν ὑμᾶς ἐξαγάγῃ, ἀλλ’ ἓν μόνον, τρίτον δέ· «Ἅγιος, ἅγιος, ἅγιος». Δηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ἄκουε δὲ καὶ τοῦ προφήτου λέγοντος πάλιν· «Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐν τῷ στόματί μού». Προδέδεικται, ὅτι «Θεὸς ἦν ὁ Λόγος». Πνεῦμα γὰρ Κυρίου καὶ Λόγον καὶ Κύριον εἰπὼν κηρύττει ἀδιαίρετον Τριάδα. Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανούς, ἀγγέλους, δυνάμεις, ἀνθρώπους, πνεύματα, πᾶσαν κτίσιν ὁρατὴν τε καὶ ἀόρατον νοητήν· καὶ οὐδαμοῦ ἀπηρίθμησαν Υἱὸν ἢ Πνεῦμα ἅγιον ἐν τοῖς ποιήμασιν. Ἀλλ’ ἐρεῖς πάντως· οὐκ ᾔδεισαν Πνεῦμα ἢ Υἱόν. Ἰουδαῖοι γὰρ ἦσαν· ἐλέγχῃ δὲ εὐθὺς ἀπ’ αὐτῆς τῆς γραφῆς· «Ἦν γὰρ ὁ τέταρτος, φησίν, ὡς ὁμοίωμα Υἱοῦ Θεοῦ». Περὶ δὲ τοῦ ἁγίου Πνεύματος λέγει· «Ἐξήγειρεν ὁ Θεὸς τῷ ἁγίῳ Πνεύματι παιδάριον νεώτερον, ᾧ ὄνομα Δανιήλ». Καὶ ἐν ἄλλοις δὲ πολλοῖς τόποις προκεκήρυκται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παλαιᾷ. Ἀλλ’ ᾔδεισαν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τῆς μιᾶς θεότητος καὶ δυνάμεως ὄντας· ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος. Ἵνα δὲ γνῷς, ὅτι οὐδὲν κτιστὸν ἐν τῇ Τριάδι ἢ ἐπείσακτον ἐπιγίνεται, προτάξας ὁ Παῦλος τὸν Πατέρα, ἐν ἄλλῳ τόπῳ προτάττει τὸ ἅγιον Πνεῦμα· λέγει γὰρ οὕτως· «Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὐ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον». Ἀνάπαλιν δέ· «Διαιρέσεις χαρισμάτων εἰσί, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ οὐ καθὼς ἐπιτάσσεται». Βαπτιζομένου δὲ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐρανόθεν μαρτυρεῖ, Πνεῦμα δὲ τὸ ἅγιον ἐν εἴδει περιστερὰς κατέρχεται ἐπὶ τὸν ὁμότιμον. Διὰ τούτων πάντων ἓν βασίλειον νοεῖν διδασκόμεθα τῆς ἀδιαιρέτου Τριάδος. Αὐτὸς δὲ ὁ Θεὸς Λόγος, ὁ δι’ ἡμᾶς ἐν ἀλήθεια σαρκωθείς, μέλλων ἀνέρχεσθαι Θεὸν οὐκ ἐχωρίσθη, λέγει τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις. «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Ἐσφραγίσθημεν μέν, ἀλλὰ μία σφραγὶς τῆς ἁγίας Τριάδος, ἓν βάπτισμα. Πῶς οὖν τολμᾷς ἀλλοτριῶσαι τῆς πατρῴας οὐσίας τὸν Υἱόν, ἢ τὸ ἅγιον Πνεῦμα; Οὔτε γὰρ εἰ ἀλλότρια ὑπῆρχον, μετὰ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι εἶχον ἀπαριθμεῖσθαι. Τίνι γὰρ λόγῳ κατὰ τὸν σὸν λόγον, ὦ θεομάχε, εἰ κτιστὸς ὁ Υἱός, ἢ τὸ Πνεῦμα, μετὰ τοῦ Πατρὸς συμπεριλαμβάνεται; Εἰ γὰρ ἠδύνατο τὸ ὄνομα τοῦ Πατρὸς μόνον σῶσαι τὸν βαπτιζόμενον, διὰ τὶ τὰ κτίσματα μετ’ αὐτοῦ συμπεριλαμβάνεται, ὡς ἀδυνατοῦντος τοῦ Πατρὸς μόνου σῶσαι; Μὴ γένοιτο! Εἰ οὖν ἀσθένειαν καταγγέλλει Πατρός, τὰ ὁμοούσια φεύγων, ἀναγκασθήσῃ ἐκ τῆς ἀληθεῖς σὺν ἡμῖν ὁμολογεῖν Τριάδα ἄκτιστον καὶ ὁμοούσιον καὶ παντοδύναμον. Ἀλλ’ ἐρεῖς μοι περὶ τοῦ Πατρός, ὅτι γέγραπται, «Σὲ τὸν μόνον ἀληθινὸν Θεόν». Ἀλλὰ καὶ «Θεὸς ἦν ὁ Λόγος»· καὶ πῶς οὖν ἴσος τῷ Πατρί; Τὸ γὰρ εἰπεῖν περὶ Πατρός, «Σὲ τὸν μόνον ἀληθινὸν Θεόν», ἔδειξε τὸν Υἱὸν οὐ φυσικόν, ἀλλὰ θετὸν Θεόν. Τὶ οὖν, ὁ πολεμῶν τὴν ἑαυτοῦ σωτηρίαν; Ἐπειδὴ γέγραπται, καθὼς λέγει ὁ Ἰωάννης περὶ τοῦ πατρός, ὅτι «Ὁ Θεὸς φῶς ἐστι», περὶ δὲ τοῦ Υἱοῦ, ὅτι «Ἦν τὸ φῶς τὸ ἀληθινόν», παρὰ τοῦτο τολμᾶς ἐλάττω λέγειν τὸν Πατέρα, διὰ τὸ μὴ προσκεῖσθαι τὸ φῶς τὸ ἀληθινόν, ἀλλὰ περὶ Υἱοῦ μόνον, «Ἦν τὸ φῶς τὸ ἀληθινόν»; Ὥσπερ οὖν οὐ τολμᾶς σμικρῦναι τὸν Πατέρα διὰ τὸ μὴ προσκεῖσθαι τό, «ἀληθινόν»· οὕτως ἀκούων περὶ Πατρός, «Σὲ τὸν μόνον ἀληθινὸν Θεόν», περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱόν, ἀντιπαρακειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τό, «Θεὸς ἀληθινός», τῷ Υἱῷ τό, Θεός· ἀνάπαλιν δὲ «Ἦν τὸ φῶς τὸ ἀληθινόν», τῷ Υἱῷ, τῷ δὲ Πατρὶ τὸ φῶς μόνον. Ὡς οὖν οὐ τολμητέον εἰπεῖν περὶ Πατρός, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ περὶ τοῦ Υἱοῦ, Θεὸς ἀληθινός· αὐτὸς γὰρ εἶπεν, «Ἐγὼ εἰμι ἡ ἀλήθεια»· οὕτω καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Πνεῦμα τῆς ἀληθείας. Διὰ τούτων τῶν μαρτυριῶν μάνθανε εὐσεβεῖν ἀδιαίρετον Τριάδα· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμὰ ἐστιν», εἶπεν ὁ μονογενὴς Θεός, ὁ ὥν εἰς τὸν κόλπον τοῦ Πατρός. Μωϋσῆς λέγει· «Ὁ ὣν ἀπέσταλκέ με». Ὁ ὣν ἐστιν ὁ Πατήρ, ὁ ὥν ἐστιν ὁ Υἱός, ὁ ὣν πρὸς τὸν ὄντα, ἀνάρχως καὶ ἀχρόνως γεγενημένος. Πάντα ἔχει ὁ Πατήρ, ἀληθῶς ζωή, καὶ ἀθανασία, καὶ φῶς, καὶ παντοδύναμος, καὶ Θεός, καὶ Κύριος· ἅπερ ἔχει καὶ ὁ Υἱός. «Ἐγὼ γὰρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή»· καί, «Ἦν τὸ φῶς τὸ ἀληθινόν»· καί, «Θεὸς ἦν ὁ Λόγος»· καὶ θωμᾶς φησὶν ὁ ἀπόστολος· «Ὁ Κύριός μου καὶ ὁ Θεὸς μου»· καθὼς καὶ ὁ ψαλμῳδὸς λέγει· «Ταῖς χερσὶ μου τὸν Θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην». Ἐψηλάφησεν ὁ Θωμᾶς τὸν Λόγον ἐν ἀπιστίᾳ, καὶ οὐκ ἠπατήθη Κύριον καὶ Θεὸν ὁμολογήσας αὐτὸν ἐν πίστει. Ναί, φησί· λέγω τὸν Υἱὸν τοῦ Θεοῦ Θεόν, οὐκ ἄναρχον δέ, ἀλλὰ κτιστόν· οὐκοῦν καὶ δοῦλον· Καὶ πῶς, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών»; Εἰ οὖν δοῦλός ἐστι, (πᾶν γὰρ κτίσμα δοῦλον), πῶς δούλως ὥν, μορφὴν δούλου ἔλαβε; Πῶς δὲ ἑαυτὸν ἐκένωσεν, εἰ οὐκ ἦν Θεὸς τέλειος; Ὃ γὰρ οὐκ εἶχεν ἔλαβε, μείνας ὃ ἦν· οὐχ ὃ ἦν γέγονεν, ἀλλ’ ἐν μορφῇ Θεοῦ ὑπάρχων, διὰ φιλανθρωπίαν ἀτρέπτως ἔλαβε μορφὴν δούλου. Εἰ δὲ οὐ θέλεις αὐτὸν ὁμολογεῖν ἄναρχον, οὐκοῦν ἦν καιρὸς καιρὸς ὅτε οὐκ ἦν Υἱός; Ναί, φησίν. Ἴδε οὖν, κατὰ τὸν σὸν λόγον λέγω· ἦν καιρὸς ὅτε οὐκ ἦν Πατήρ· ὁ γὰρ μὴ ἔχων υἱόν, πατὴρ οὐ καλεῖται. Καὶ ὁ Πατὴρ ἀρχὴν ἔσχε τοῦ εἶναι πατήρ· ἐκ γὰρ τοῦ υἱοῦ πατὴρ γινώσκεται. Ἆρα οὖν καὶ ὁ Πατὴρ ἦν καιρὸς ὅτε καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρός. Φεῦ τῆς τοιαύτης βλασφημίας! Δοκῶν γὰρ τὸν Πατέρα σέβειν τελείως, εἰς αὐτὸν ἀσεβεῖς. Εἰ οὖν ὁ Υἱὸς αὐτὸς ἐποίησε τοὺς χρόνους καὶ καιρούς, (πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο), πῶς τολμᾶς λέγειν, ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ Υἱός; Οὐκοῦν κατὰ τὸν σὸν λόγον, μείζων ὁ χρόνος τοῦ Θεοῦ Λόγου· τὸ γὰρ πρῶτον ἀνάγκη καὶ μεῖζον.

β’. Θέλεις δὲ γνῶναι ὅτι συναΐδιος τῷ Πατρὶ ὁ Υἱός; Λέγει Ἠσαΐας· «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ μετὰ ταῦτα· πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται». Εἰ οὖν ὕστερον τοῦ Πατρὸς λέγεις τὸν Υἱόν, πῶς λέγει ὁ Πατήρ, ὅτι Μετ’ ἐμὲ οὐκ ἔσται ἄλλος θεῖος; Εἰ δὲ εἰς τὸν Υἱὸν ἐκλάβῃς τοῦτο, πῶς λέγει· «Πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεός»; Βλέπε οὖν διὰ τούτων συναΐδιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἄκουε δὲ τὰς μαρτυρίας τὰς περὶ τοῦ Υἱοῦ καὶ φεῦγε τοῦ δυσφημεῖν αὐτόν· «Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, καὶ πῦρ ἐπὶ Σόδομα». Κύριον καλεῖ τὸν Πατέρα, Κύριον τὸν Υἱόν, Κύριον τὸ Πνεῦμα τὸ ἅγιον· ὥς φησιν, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι»· καὶ οὐκ εἶπεν· ὁ Κύριος ὁ μικρότερος παρὰ Κυρίου τοῦ μεγάλου. Καὶ ὁ Μωϋσῆς φησι, «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ»· ἄγγελος δὲ κτίσματι οὐ προσκυνεῖ. Καὶ ἵνα μάθῃς περὶ τοῦ Υἱοῦ τοῦτο λελέχθαι, ἄκουε Παύλου λέγοντος· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ». Καὶ Δαυῒδ δὲ ἐβόα· «Εἶπε ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου». Καὶ οὐκ εἶπε, Κύριος τοῦ Κυρίου μου· ἀλλ’ εἶπε, «Κύριος τῷ Κυρίῳ μου»· «Ἰδού, φησίν, Ἠσαΐας, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»· ὃ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Ναί, λέγω αὐτὸν Υἱόν, ὑποτακτικὸν μέντοι καὶ μικρότερον τοῦ Πατρός. Ἐλέγχει σε πάλιν Ἠσαΐας λέγων, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Ὁ προφήτης ἐξουσιαστήν, Θεόν, ἰσχυρόν, ἀνακηρύττει· καὶ σὺ λέγεις αὐτὸν ὑποτακτικόν; Ἐκεῖνος μεγάλης βουλῆς ἄγγελον καλεῖ· καὶ σὺ λέγεις μικρόν; Βλέπε δὲ μοι καὶ Ἰερεμίαν βοῶντα περὶ αὐτοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν». Περὶ τοῦ Πατρὸς λέγει, ἢ περὶ τοῦ Υἱοῦ; Περὶ τοῦ Πατρός, φησίν. Ὁ Πατὴρ ἐσαρκώθη, ἢ ὁ Υἱός; Ὁ Υἱός. Οὐκοῦν κατὰ τὸν σὸν λόγον ὁ Πατὴρ ἐσαρκώθη. Ἀλλὰ νῦν βλέπω, κατὰ τὸν τοῦ προφήτου λόγον, ὅτι ὁ Υἱὸς ὁ καὶ συναναστραφεὶς τοῖς ἀνθρώποις. Καί, ὁ Κύριος ἐσαρκώθη, ὁ δὲ Πατὴρ ἄσαρκος διέμεινεν. Ἐλέγχθητι οὖν, ὦ ἀνόητε, ὅτι περὶ Υἱοῦ λέγει, διὰ τῶν ἑξῆς· «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτήν. Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη». Ὁρᾷς αὐτὸν καὶ νομοθέτην; Εἰ γὰρ ἐξεῦρεν αὐτὸς πᾶσαν ὁδὸν ἐπιστήμης, ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ, αὐτὸς ἐστιν ὁ καὶ τῷ Μωϋσῇ φανεὶς καὶ νομοθετήσας. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε τοῦ προφήτου λέγοντος· «Διαθήσομαι ὑμῖν διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν ἡμῶν, ἡνίκα ἐπελαβόμην τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐγγράψω αὐτούς· καὶ ἔσονταί μοι εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν». Βλέπεις ὅτι αὐτὸς ἐστιν ὁ νομοθέτης Παλαιᾶς καὶ Καινῆς; Ὅτι γὰρ τὴν Καινὴν αὐτὸς νομοθετεῖ, οὔτε σὺ ἀμφιβαλεῖς. «Καὶ σύ, Βηθλεὲμ οἶκος τὸ Ἐφραθά, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναί σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται ἡγούμενος· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμέρῳ· καὶ αὐτὸς ποιμάνει τὸν λαὸν μου τὸν Ἰσραήλ». Βλέπεις ἕνα λαὸν Πατρὸς καὶ Υἱοῦ. Ὁ Υἱὸς λέγε· «Ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ μοι εἰς λαόν». Ὁ Πατὴρ περὶ Χριστοῦ λέγει· «Καὶ ποιμανεῖ τὸν λαὸν μου τὸν Ἰσραήλ». Μάνθανε ἓν βασίλειον τοῦ Πατρὸς καὶ Υἱοῦ. Ὅσα δὲ μετὰ ταῦτα ἀκούεις αὐτοῦ λέγοντος ταπεινά, μετὰ τὸ ἰδίᾳ εὐδοκίᾳ σαρκωθῆναι, καὶ ἑαυτὸν ταπεινῶσαι διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, νόει ταῦτα θεοπρεπῶς· τὸ γράμμα γὰρ ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Εἰ γὰρ τοῖς ἀποστόλοις τοῖς ἑωρακόσιν αὐτοῦ τὰ θαύματα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶσαν νόσον θεραπεύσασιν, ἔλεγε, «Πολλὰ ὑμῖν εἶχον εἰπεῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· τὶ πρὸς Ἰουδαῖον τὸν παχύτερον πολλῷ»; Εἰ γὰρ ἵνα εἴπῃ, «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμι», ἐβάστασαν λίθους λιθάσαι αὐτόν, πῶς, εἲ τι τῶν ὑψηλῶν εἶπεν αὐτοῖς, ὅλως κἂν ἠνείχοντο ἀκούειν; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πολλὰ εὕροι τις ἂν περὶ Πατρὸς λεγόμενα πρὸς τὴν παχύτητα τῶν ἀκουόντων· ὥσπερ, «Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τὴν οἰκουμένην»· καί, «Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με»· καί, «Ἐξεγέρθητι· ἰνάτι ὕπνοις, Κύριε»; Καί, «Ἐὰν μὴ ἐπιστράφητε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο». Καὶ πῶς; Οὔτε γὰρ πτερωτὸν τὸ Θεῖον, οὔτε ὕπνῳ κατεχόμενον, οὔτε ῥομφαία περὶ Θεόν, ἢ τόξον, ἢ βέλη· ἀσώματον γὰρ τὸ Θεῖον. Ἀλλὰ ταῦτα ἀπειλεῖ ὁ προφήτης, καθάψασθαι βουλόμενος τῆς παχύτητος τῶν ἀκροατῶν· οὕτω καὶ ὁ Θεὸς Λόγος δι’ ἡμᾶς σαρκωθείς, μιμούμενος τὸν ἑαυτοῦ Πατέρα, ταπεινὰ φθέγγεται, πρὸς τὴν ἡμῶν σωτηρίαν ἀποβλέπων. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν ἐνόμιζον, λέγοντες, ὅτι «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ»· καί, «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτῶν Θεόν»· καὶ διὰ τοῦτο ἐζήτουν αὐτὸν λιθάσαι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, διὰ δὲ τὸ μὴ χωρεῖν αὐτοὺς τὰ ὑψηλὰ καὶ τῆς αὐτοῦ θεότητος ἀξία, ἄρχεται ταπεινὰ λέγειν, διὰ πάντων δεικνὺς μὴ εἶναι ἀντίθεος. «Εἰ ἠγαπᾶτέ με, ἐχαίρετε ἄν, ὅτι ἐγὼ πορεύομαι πρὸς τὸν πέμψαντά με Πατέρα, ὅτι ὁ Πατὴρ μου μείζων μου ἐστίν». Ὅτε γὰρ ἑαυτὸν ἴσον ἐποίει τοῦ Πατρός, λιθάζειν αὐτὸν ἐπεχείρουν. Εἰ δὲ ταῦτα οὕτω μὴ ἔχει, ἀναγκασθήσῃ ἐπαινεῖν Ἰουδαίους, ὅτι δικαίως ἐσταύρωσαν αὐτόν, ὡς ἀντίθεον· ὁ γὰρ ἑαυτὸν ἴσον τῷ Θεῷ καὶ Πατρὶ ποιῶν, μὴ ὢν δέ, ἀντίθεος. Ψεύδεται οὖν λοιπὸν Παῦλος, λέγων· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ». Τὶ οὖν ἐστιν ὁ Σωτήρ, καθ’ ὃ οὐκ ἐσαρκώθη; Οὕτω τό, «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεὸν μου καὶ Θεὸν ὑμῶν»· ἄλλως αὐτοῦ κατὰ φύσιν, καὶ ἄλλως ἡμῶν κατὰ χάριν καὶ θέσιν· ἄλλως ὡς διὰ τὴν ἰδίαν εὐδοκίαν, καὶ διὰ τὴν κτιστὴν πρόσληψιν, καὶ ἄλλως ἡμῶν ὡς δημιουργημάτων. Εἰ δὲ ἀμφιβάλλεις ἐν τούτοις, εἶχεν εἰπεῖν· Πατέρα ἡμῶν καὶ ὑμῶν. Τίνος ἕνεκεν διέστειλεν ἑαυτόν, ἀλλ’ ἢ ταύτην ἡμᾶς τὴν θεοπρεπῆ ἔννοιαν διδάσκων; Βλέπεις, φησί, πῶς ἐπιδέεται τῆς τοῦ Πατρὸς βοηθείας, λέγων· «Νῦν ἡ ψυχὴ μου τετάρακται. Καὶ τὶ εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». Κακῶς ἀναγινώσκεις· εἶπε, «Νῦν ἡ ψυχὴ μου τετάρακται»· καὶ ἀποδιαστείλας ὧδε, ἐπήγαγέ τό, «Τὶ εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην». Διὰ γὰρ τοῦ εἰπεῖν, διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἔδειξεν, ὅτι οὐ τὸν θάνατον ἀνεδύετο τὸν σωτήριον. «Ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ’ ὑμῶν, φησίν. Εἰ δυνατόν, παρελθέτω ἀπ’ ἀμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω». Ἆρα τὸν θάνατον δειλιᾷ, ἤ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται; Ὁ εἰπών, «Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ ταφῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι»· ὁ εἰπών, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· ὁ εἰπών, «Ἐξουσίαν ἔχων θεῖναι τὴν ψυχὴν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν»·, καί, «Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ· ἐγὼ ἀπ’ ἐμαυτοῦ τίθημι αὐτήν, καὶ ἐγὼ πάλιν λαμβάνω αὐτήν»· ὁ ἐπιτιμήσας τῷ πρὸ βραχέος μακαρισθέντι Πέτρῳ ἐπὶ τῷ λόγῳ, «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος», ἔπειτα δὲ ἀνάξιον αὐτοῦ τὸ πάθος νομίσας, ἀκούσας· «Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων»· ὁ στηρίξας τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι εἰς Ἱερουσαλήμ, ἵνα σωτηρίαν διὰ τοῦ πάθους αὐτοῦ πᾶσι χορηγήσῃ· ὁ διὰ τῶν προφητῶν καὶ τὸ εἶδος τοῦ πάθους αὐτοῦ προκηρύξας, διὰ μὲν Ἰερεμίου· «Ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν, λέγοντε· δεῦτε καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς», τὸν σταυρὸν σημαίνων· διὰ δὲ Δαυῒδ· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος»· καί, «Ὤρυξαν χειρὰς μοὺ καὶ πόδας μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν μου ἔβαλον κλῆρον»· καὶ διὰ Ἠσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». Οἶδας οὖν ταῦτα πάντα τελεσθέντα ἐν τῷ σταυρῷ. Ὑπὸ γὰρ Πιλάτου ἐφραγελλώθη, ὑπὸ δούλου ἐῤῥαπίσθη, ὑπὸ ἀνόμων ἐνεπτύσθη, ὑπὸ στρατιωτῶν ἥλοις ἐν σταυρῷ ἐπάγη, διαμεριζόντων αὐτοῦ τὰ ἱμάτια καὶ κλῆρον βαλλόντων. Ὁ διὰ πολλῶν τὸ πάθος σημάνας, πῶς ἀναδύεται νῦν; Διὰ τὶ οὖν λέγει, «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»; Ἠγνόει ὁ διάβολος τὶς ἦν· βλέπων γὰρ αὐτὸν διψῶντα, πεινῶντα, κοπιῶντα, καὶ τὰς ἄλλας αὐτοῦ οἰκονομίας, ἐνόμισεν αὐτὸν ἄνθρωπον εἶναι ψιλόν, ὁρῶν δὲ αὐτοῦ τὰ θεϊκὰ θαύματα, Θεὸν ὑπενόει· ἀμφέβαλλεν οὖν περὶ αὐτοῦ, ἀγνοῶν αὐτόν. Εἰ γὰρ ᾔδει ἀκριβῶς ὅτι Θεὸς ἦν, οὐκ ἂν ἐτόλμησεν αὐτῷ προσελθεῖν· ὡς καὶ Παῦλος λέγει· «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν». Προβάλλεται οὖν ὁ Δεσπότης δειλίαν ἐκεῖνον ἐπισπώμενος, ἵνα ἐπελθὼν ὡς ἀνθρώπῳ, τροπωθῇ παρ’ αὐτοῦ, καὶ λυτρωθῶσι πάντες οἱ αἰχμάλωτοι, ὅσοι κατείχοντο ὑπ’ αὐτοῦ. Ὥσπερ ἂν εἲ τις βασίλευες μέλλων τυράννῳ ἀσθενεῖ τινι συμβαλεῖν, ἐπίσταται δὲ ὅτι φεύξεαι αὐτόν, σοφίζεται δὲ δειλίαν, λέγων ταῖς δυνάμεσιν αὐτοῦ, Φύγωμεν δῆθεν ἀπὸ προσώπου αὐτοῦ, ὅπως μὴ ἀπόδραση ἡμᾶς, ἀλλὰ καταδιώξῃ, καὶ οὕτω στραφέντες συλλάβωμεν αὐτόν· οὕτω καὶ ὁ Δεσπότης προεβάλλετο δειλίαν, ἵνα ἐπέλθῃ ὁ διάβολος ὡς ἀνθρώπῳ, καὶ εὕρῃ διαρείσοντα αὐτόν, καὶ ῥυόμενον πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κρατουμένους. Οὕτω γὰρ φησίν· «Ὤφθη ἄγγελος ἐνισχύων αὐτόν». Ὁ ὑπὸ ἀγγέλων προσκυνούμενος, καὶ ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πῶς ἰσχὺν παρὰ ἀγγέλου ἐλάμβανεν; Οὐκ ἰσχύν, ἀλλὰ δοξολογίαν λέγοντος ἀγγέλου· «Σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος, Δέσποτα. Οὐδεὶς ἐπίσταται τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ». Καὶ πῶς, φησίν, ἴσος τῷ Πατρί, ὁ μὴ εἰδὼς τὴν ἡμέραν ἐκείνην; Ὁ ποιήσας αὐτήν, οὐκ οἶδεν αὐτήν; Καὶ διὰ τὶ οὖν λέγει, «Οὔτε ὁ Υἱός»; Βλέπε δὲ θεωρίαν· Δύο γνώσεις καὶ εἰδήσεις ἐν τῇ Γραφῇ εὕροι τις ἄν, μίαν μὲν τὴν κατὰ πρᾶξιν, ἑτέραν δὲ τὴν κατὰ γνῶσιν. «Ἔγνω γάρ, φησίν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ», οὐχ ὡς πρότερον ἀγνοῶν· πῶς γὰρ ὁ εἰπών, «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκὸς μου»; Καὶ ἐγὼν Ἀβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ ὁ Ἰακὼβ Λείαν καὶ Ραχήλ. Ἆρ’ οὖν ἠγνόει αὐτὰς ὁ δι’ αὐτὰς δεκατέσσαρα ἔτη δουλεύσας; ᾜδει μὲν αὐτὰς κατὰ γνῶσιν, ἐπὶ τέλει δὲ καὶ κατὰ πρᾶξιν. Ὁ οὖν Πατὴρ μὴ κρίνων τινά, ἀλλὰ τὴν κρίσιν ἅπασαν δεδωκὼς τῷ Υἱῷ, εἶδε τὴν ἡμέραν καὶ γνώσει καὶ πράξει· ὁ δὲ Υἱὸς ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ οὐ κρῖναι, εἶδεν αὐτὴν κατὰ γνῶσιν· ἐπεῖδε δὲ οὐδέπω ἔκρινεν, ἀγνοεῖ τὴν ἡμέραν, τὴν κατὰ πρᾶξιν γνῶσιν σημαίνων.

γ’. Ἀλλὰ λέγει Παῦλος· «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν»· καὶ ἀλλαχοῦ· «Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε»· καὶ Σολομῶν· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». Ὁρᾷς πῶς κτίσμα καὶ ποίημα ἡ Γραφὴ αὐτὸν σημαίνει; Ἀλλ’ ἐλέγξει σε ἡ ἀκολουθία, ᾧ θεομάχε· «Πᾶς γάρ, φησίν, ἱερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας». Ἔλαβε γὰρ ἐξ ἡμῶν τὴν ποιητικὴν σάρκα ἀναμαρτήτως, ἣν ὑπὲρ ἡμῶν τῷ Πατρὶ προσήνεγκε θυσίαν. Κατὰ σάρκα οὖν, τῷ ποιήσαντι αὐτόν, νόει, καὶ μὴ κατὰ τὴν θεότητα. Οὕτω καί, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Πρὸ γὰρ οἰκονομίας ἁπανταχῆ Θεὸς κηρύσσεται, καθὼς προδέδεικται, καὶ οὐδαμοῦ τις ποίημα αὐτὸν λέγει· ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς κτίστης σαρκὸς λέγει· «Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε»· πρὸς τὴν παχύτητα τῶν ἀκροατῶν· «Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με», φησίν. Ὁρᾷς ὅτι κτίσμα λέγει; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τῶν ἑξῆς ἴωμεν· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». Πρῶτον μέν, ὦ κενόδοξε, μάνθανε ὅτι Παροιμία ἡ βίβλος λέγεται· πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταὐτὸν ἐστι τῇ τοῦ λόγου δυνάμει. Καὶ γὰρ ὁ Κύριος τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ καὶ ζύμῃ καὶ κόκκῳ σινήπιος παρείκασε, καὶ ἄλλοις πολλοῖς τοσούτοις· καὶ οὐ πάντως φαμὲν τὴν βασιλείαν τι τουτων εἶναι. Ἀλλ’ οὐ περιφερόμενος λέξω· «Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ μέ». Πῶς οὖν τὸ γεννώμενον κτίζεται, ἢ θεμελιοῦται; Ἢ πῶς τὸ κτιζόμενον γεννᾶται; Εἰ γὰρ κτιστός, οὐ γεννητός· ἡμεῖς οὐ κτίζομεν ἃ γεννῶμεν, οὐδὲ γεννῶμεν ἃ κτίζομεν. Καὶ πῶς ἐνδέχεται τὸν ἄκτιστον Πατέρα γεγεννηκέναι Υἱὸν κτιστόν; Ἡμεῖς γὰρ κτιστοὶ ὄντες κτιστὰ γεννῶμεν· ὁ δὲ Πατὴρ ἄκτιστος ὤν, ἄκτιστον Υἱὸν ἐγέννησεν. Ἀκύλας δὲ διερμηνεύων, «Ἐκτήσατό με», εἶπε. Τὸ οὖν, ἔκτισέ με, τὸ μέλλον γενέσθαι ὡς ἤδη γεγονὸς προαναφωνεῖ· καὶ γὰρ ἔθος τοῦτο τῇ Γραφῇ· ὥσπερ τό, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου»· ἐμέ, φησίν, ὃν βλέπετε κτιστὴν σάρκα ἰδίᾳ εὐδοκίᾳ ἑνώσαντα ἑαυτῷ, ἀπ’ ἀρχῆς εἰμι, οὐκ ἀπὸ Μάριας ἔχω τὴν ἀρχήν. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος»· καί, «Πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμι». Ὁμολογῶ οὖν Υἱὸν ἄκτιστον, καὶ συνάναρχον Πατρί, ἵνα μὴ δῷς καὶ τῷ Πατρὶ ἀρχὴν τοῦ γενέσθαι πατήρ. Εἰ λέγεις συνάναρχον τῷ Πατρὶ τὸν Υἱόν, πῶς ἐγέννησε ὁ Πατὴρ τὸν Υἱόν; Θέλων, ἢ μὴ θέλων; Ἐὰν εἴπωμεν, Θέλων, ἀντιλέγουσι· Ἰδὲ ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· πρὶν γὰρ θελῆσαι, φησίν, οὐκ ἦν ὁ Υἱός· ἐὰν δὲ εἴπωμεν, Μὴ θέλων, λέγουσι· Τυραννεῖται τὸ Θεῖον· πᾶν δὲ τὸ τυραννούμενον οὐ Θεός. Ἡμεῖς δὲ λέγομεν, ὅτι ὥσπερ ὁ ἥλιος τὰς ἀκτῖνας καὶ τὸ φέγγος συναΐδια ἔχει, οὕτως καὶ Πατὴρ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἵνα μὴ εἴπωμεν καὶ τὸν Πατέρα ὑπὸ ἀρχήν. Εἰ γὰρ λέγεται ὑπὸ ἀρχήν, πρὸ ἄρξασθαι τὸν Υἱόν, οὐκ ἦν ὁ Πατὴρ πατήρ, κατὰ τὸν σὸν λόγον, καὶ ἀναγκασθήσῃ τὸν Πατέρα ὑπ’ ἀρχὴν ποιεῖν ἀσεβῶς· εἰ δὲ μὴ γε, ἀντεπάγω σοι κἀγώ· θέλων πατὴρ ἐγένετο πατήρ, ἢ μὴ θέλων; Ἐὰν εἴπῃς, Θέλων, ἴδε οὖν, πρὶν θελῆσαι οὐκ ἦν Πατήρ· ἦν οὖν καιρὸς ὅτε οὐκ ἦν πάτερ ὁ Πατήρ· καὶ αὐτὸς οὖν ἤρξατο τοῦ εἶναι πατήρ· ἐὰν εἴπῃς. Μὴ θέλων, τετυράννηται, Θεὸς δὲ οὐ τυραννεῖται· τὸ γὰρ τυραννούμενον οὐ Θεός. Ὁρᾷς εἰς πόσης ἐμπίπτεις ἀσέβειαν ἐὰν μὴ ὁμολογῇς συνάναρχον καὶ συναΐδιον καὶ συνδημιουργὸν Πατρὸς τὸν Υἱόν; Καὶ πῶς εἴπω συνδημιουργόν; Γέγραπται γάρ, ὅτι «Πάντα δι’ αὐτοῦ ἐγένετο». Οὐκ ἀκούεις τοῦ προφήτου λέγοντος περὶ τοῦ Υἱοῦ, «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον», καὶ τὰ ἑξῆς· ὅτι «Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας»; Οὐχ ὁρᾷς τοῦ Χριστοῦ τὴν αὐθεντίαν λέγοντος· «Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι»· καί, «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ»· καί, «Νεανίσκε σοὶ λέγω, ἐγέρθητι»· καὶ τῷ πνεύματι τῷ ἀκαθάρτῳ, «Ἐγὼ σοι ἐπιτάσσω, φιμώθητι, καὶ ἔξελθε ἀπ’ αὐτοῦ»· καί, «Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σοῦ»; Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλεγον, «Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός», ἐκ τοῦ στόματος αὐτῶν ἐλέγχων αὐτούς, φησίν· ὑμεῖς εἴπατε, ὅτι Θεοῦ μόνου ἐστὶν ἀφιέναι ἁμαρτίας· ἰδοὺ οὖν ἀφίημι ἁμαρτίας, καὶ ὁμολογήσατέ μου τὴν θεότητα. Εἰ δὲ ἀπιστεῖτε, ἐκ τῆς τοῦ σώματος ῥώσεως βλέπετε καὶ μάθετε καὶ τὴν τῆς ψυχῆς ὑγίειαν. Τότε λέγει αὐτῷ· «Ἐγερθεὶς ἆρόν σου τὸν κράββατον, καὶ ὕπαγε εἰς τὸν οἶκόν σοῦ»· καὶ πάλιν ἄλλῳ· «Ἔκτεινον τὴν χεῖρά σου»· καὶ τῇ θαλάσσῃ· «Σιώπα, πεφίμωσο»· «Ἡ παῖς ἔγειραι· Λάζαρε, δεύρω ἔξω· Θέλω, καθαρίσθητι»· καὶ τὰ ἑξῆς ἅπαντα, δι’ ὧν δηλοῖ τὸ πρὸς τὸν Πατέρα ὁμότιμον· ἅπερ ἅπαντα καταμανθάνων, πίστευε ὅτι ὁμοούσιός ἐστι τῷ Πατρί, ὁμοούσιον δὲ καὶ τὸ Πνεῦμα. Εἰ γὰρ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνει, οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα. Πνεῦμα Θεοῦ, Πνεῦμα Χριστοῦ, Πνεῦμα ἀληθείας, Πνεῦμα παράκλητον, ἀντιπαράθετον. «Πνεῦμα ὁ Θεός· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι»· καθὼς καὶ ὁ Πέτρος πρὸς τὸν Ἀνανίαν· «Τὶ ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον»; Καὶ δηλῶν ὅτι Θεὸς ἐστι, φησίν· «Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ». Ὁρᾷς ὅτι Θεὸς τὸ Πνεῦμα ᾧ ἐψεύσατο; Καὶ ὁ Παῦλος λέγει· «Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν». Δηλονότι Θεὸς ἐστι τὸ Πνεῦμα τὸ οἰκοῦν ἐν ἡμῖν· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμεν»· καί, «Ὁ δεύτερος ἄνθρωπος εἰς Πνεῦμα ζωοποιουν»· καὶ ἀλλαχοῦ λέγει, «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν, τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν».

δ’. Μὴ τολμήσῃς οὖν φθέγξασθαί τι κατὰ τῆς ὁμοουσίου καὶ παντοδυνάμου Τριάδος. Καὶ πάλιν, «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ»· οὐκ ἔτι, τὸ ἐν αὐτῷ, ἵνα μὴ τις σύνθετον τὸ Πνεῦμα νομίσῃ. «Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ». Ναί, ἐρευνᾷ μέν, οὐ καταλαμβάνει δέ· οὐ γὰρ γέγραπται, ὅτι καταλαμβάνει. Πῶς οὖν ἐρευνᾷ; Ὡς περιέργον; Ὡς ἀλλότριον; Ὡς ἀγνοοῦν; Εἰ γὰρ δὴ γέγραπται, «Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε»· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γὰρ ἐστι χρεία τῶν κρυπτῶν. Εἰ ἀλλότριόν ἐστι κατὰ τὸν σὸν λόγον, πῶς ἐτόλμα τὰ βάθη τοῦ Θεοῦ ἔρευναν; Περὶ τοῦ Πατρὸς γέγραπται. «Ἐγὼ Θεὸς δοκιμάζων νεφρούς, καὶ ἐρευνῶν ταμιεῖα κοιλίας». Ἆρα διὰ τὸ μὴ προσκεῖσθαι τό, Καταλαμβάνω, ἀγνοεῖν τὸν Πατέρα φήσεις; Εἰ ἀγνοῶν ἐρευνᾷ καὶ δοκιμάζει, ἵνα καὶ περὶ τοῦ προσκυνητοῦ Πνεύματος τοῦτο τολμήσῃς λέγειν; Πῶς εἶπεν, «Ἀφορίσατε δὴ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς»; Ὁρᾷς τὴν ἐξουσίαν· νόει τὴν θεότητα. Καὶ ὁ Ἄγαβος· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλήμ». Καὶ οἱ ἀπόστολοι· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲν πλέον τηρεῖν»· καὶ πάλιν· «Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ εἰς Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον». Καὶ πάλιν, ὅτι «Τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον», καὶ τὰ ἑξῆς· καὶ ὁ προφήτης. «Τὸ Πνεῦμά μου φησίν, ἐφέστηκεν ἐν μέσῳ ὑμῶν»· ὁ δὲ Κύριος, «Ὅπου ἐὰν εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν»· καί, «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους καὶ διακόνους». Ὅρα τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν. Οὐκ ἄρα ἀλλότριον τοῦ Θεοῦ τὸ Πνεῦμα. «Εἶδον, φησὶν Ἠσαΐας, τὸν Θεὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ τὰ Σεραφεὶμ κύκλῳ αὐτοῦ», καὶ τὰ ἑξῆς· «Καὶ εἶπον· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἴκῳ, καὶ τὸν βασιλέα Κύριον σαββαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου· καὶ εἶπε. Τὶς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε πρὸς με (δηλονότι ὁ καθήμενος ἐν τῷ θρόνῳ), Πορεύθητι πρὸς τὴν λαὸν τοῦτον, καὶ εἶπε· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε». Τὶς ἐστιν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου; Ὁ Πατήρ, φησίν. Ἐὰν δὲ μάθῃς παρὰ τοῦ Παύλου, ὅτι τὸ Πνεῦμά ἐστιν, ὁμολογεῖς αὐτὸ Θεόν; Δεῖξον, φησί, καὶ πιστεύω. Ἄκουε λοιπὸν αὐτοῦ λέγοντος· «Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἠσαΐου τοῦ προφήτου· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· ἀκοῇ ἀκούσετε», καὶ τὰ ἑξῆς. Παῦλος λέγει, «Εἴτε τὸ Πνεῦμα τὸ ἅγιον»· Ἠσαΐας λέγει, «Εἶπε Κύριος σαββαώθ», ὅτι ἀδιάφορόν ἐστι τῇ Γραφή, περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέγειν. Μηκέτι οὖν λέγε μέγαν καὶ μικρὸν Θεόν, ἐμπίπτων εἰς Ἑλληνισμόν. Εἰ γὰρ μικρὸς Θεὸς ὁ Υἱός, ψεύδεται Παῦλος λέγων· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὃν οὖν Παῦλος καλεῖ μέγαν Θεόν, σὺ μὴ κάλει μικρόν· ἐν γὰρ Θεῷ πάντα τελεία. Καὶ πάλιν. «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας». Μήτε κτιστὸν Θεὸν ὀνομάσῃς ποτέ· ἀσεβὴς γὰρ ὁ κτίσμα προσκυνῶν. Τὶ οὖν; Οὐ λέγεις τὸ σῶμα τοῦ Κυρίου κτιστόν; Ἴδε οὖν καὶ σὺ κτίσμα προσκυνεῖς, ἀνόητε. Οὐδεὶς λέγει βασιλεῖ, Ἔκδυσαι τὴν προρφυρίδα σου, ἤ, ἐγεῖραι ἐκ τοῦ θρόνου σου, ἵνα σοι ψιλῷ προσκυνήσω, ἀλλὰ προσκυνεῖ βασιλεῖ ἐπὶ θρόνου καθημένῳ, καὶ ἐν προρφυρίδι ὄντι. Ηὐδόκησε γὰρ ὁ Θεὸς Λόγος τὴν κτιστὴν σάρκα τὴν ἐξ ἡμῶν ἀκηλιδώτως ἑνῶσαι ἑαυτῷ· προσκυνητὴ οὖν ἐστι σὺν τῷ Θεῷ Λόγῳ, καθὼς καὶ ἀπεθέωσεν αὐτήν. Καὶ τοῦτο σημαίνων ὁ θεσπέσιος Δαυῒδ βοᾷ· «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἄγιός ἐστιν». Ἐν ἄλλῳ ῥητῷ λέγων· ὁ οὐρανὸς μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Τῇ γῇ ἡμᾶς κελεύεις προσκυνεῖν, ὦ μακάριε Δαυῒδ; Καὶ πῶς Μωϋσῆς νομοθετεῖ, μήτε τῷ οὐρανῷ, μήτε τῇ γῇ, μήτε τοῖς ἐν αὐτοῖς προσκυνεῖν; Ὁρᾶτε μυστήριον. Ἐπειδὴ ἤμελλε χωρὶς ἁμαρτίας τὴν ἡμετέραν σάρκα ἑνοῦν ἑαυτῷ εἰς μίαν προσκύνησιν, ἡ δὲ σὰρξ ἡμῶν ἐκ τοῦ Ἀδάμ, ἐκ τῆς γῆς· κατὰ τοῦτο λέγει, «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ». Ἡμεῖς τῇ γῇ οὐ προσκυνοῦμεν, ἀλλὰ τῷ Θεῷ Λόγῳ τῷ ἑνώσαντι ἑαυτῷ χωρὶς ἁμαρτίας τὴν ἐκ τῆς γῆς πλασθεῖσαν τοῦ Ἀδὰμ σάρκα. Μηκέτι οὖν λέγε κτιστὸν Θεὸν τὸν Υἱόν· εἰπέ, γάρ, ποῦ εἶπεν ὁ Πατήρ, Ἔκτισα μοι υἱόν· ἢ ὁ Υἱός, ἔκτισέ με ὁ Πατήρ; Μηδὲ τὰς ἀνθρωπίνας φωνὰς τοῦ Χριστοῦ εἰς ἐλάττωσιν αὐτοῦ λάμβανε. Εἰ γὰρ τούτων λεχθέντων, καὶ τῶν ἀνθρωπίνων ἐπ’ αὐτῷ δειχθέντων, ἐτόλμησαν τινες λέγειν, δοκήσει καὶ φαντασίᾳ αὐτὸν σεσαρκῶσθαι· εἰ μὴ ταῦτα ἐγεγόνει, ποῦ οὐκ εἶχον ἐξοκεῖλαι ἀσεβείας; Πᾶς οὖν ὁ ταῖς ἁγίαις Γραφιὰς πιστεύων, προσκυνείτω Τριάδα ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, παντοδύναμον, συνάναρχον, συναΐδιον καὶ ὁμοούσιον, Πατέρα, καὶ Υἱόν, τὸν πρώην μὲν ἄσαρκον, ἐπιτελεῖ δὲ βουλήσει ἰδίᾳ ἐνανθρωπήσαντα τελείως, χωρὶς ἁμαρτίας, ἀτρέπτως καὶ ἀναλλοιώτως· γεγονὼς γὰρ ἄνθρωπος ἔμεινε τὸ εἶναι Θεός· οὐ γὰρ ἐτράπη τῆς αὐτοῦ δόξης καὶ ἀξίας· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱόν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτόν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ὗν, ἀναθεματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία. Ἐπαρκεῖ δὲ ταῦτα τῷ βουλομένῳ, κἂν ὀλίγα ὦσιν· ἅπαντα γὰρ διεξελθεῖν ἀδύνατον· ἐπιλείψει γὰρ με διηγούμενον ὁ χρόνος. Οὐδὲ αὐτὸν γὰρ οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἡμεῖς δὲ οἱ ἀνάξιοι, οἱ καταξιωθέντες ὠφεληθῆναι ἐκ τῶν θείων Γραφῶν, προσκυνῶμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |