Ιωάννης Χρυσόστομος
Τόμος 48
Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ
Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφᾶναι· «Προσέχετε γάρ, φησίν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ἐλέγχεται γάρ, φησίν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ’ ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιοπόνος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερός, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὥν ὁποῖος φαίνεται. Τὶ οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν; Τὶ κατακρύπτεις τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον; Ἐκφαίνει γὰρ σε μικρὸν ὕστερον ἡ ἀλήθεια, καὶ φεύγων ἀλήθειαν ἁλώσῃ διὰ τῆς ἀληθείας
. Τὶ προβάλλῃ λόγους χρηστότητος, τὸ πικρὸν ἦθος κατακαλύπτων; Οὐ λάθῃς πικρὸς ὥν, κἂν πάνυ γλυκὺς εἶναι προσποίηση. Τὶ φιλίας ὑποδύῃ σχῆμα πολέμιος ὤν; Οὐκ ἐν σκότει ζῶμεν· ἐκφαίνεται τὰ κρυπτά, καὶ διελέγχεται τὸ μῖσος, ὅπερ ἔκρυπτες. Τὶ προσποιῇ τὴν φιλίαν; Τὶ κολακεύεις μὴ φίλων; Μισητὸν σου καὶ τὸ τῆς κολακείας γενήσεται, βλάβην ὡς παρὰ ἐχθροῦ φέρον, οὐκ ὠφέλειαν ὡς παρὰ φίλου. Ἐπαινεῖς γὰρ καὶ τὰ φαῦλα κολακείας ἕνεκα· οὐχ οὕτω δὲ ἀναίσθητος ὁ κολακευόμενος· μισῆσαι γὰρ ὀφείλει τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπαινοῦντα. Τὶ δικαίου χαρακτῆρα καὶ σώφρονος ἐπιμορφάζεις ἐν ἀδικήμασιν ὤν καὶ ἀκολασίαις διατελῶν; Τὶ καλύπτεις ὑπερηφάνειαν σχήματι, καὶ ῥήματι ταπεινώσεως καὶ εὐλαβείας ὑποκρίνῃ τὸν φθόνον; «Οὐκ ἔστι κεκαλυμμένο, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται». Μῶμος πονηρὸς ἀνθρώπου ψεῦδος· φύγωμεν τὴν ἐπὶ τῷ ψεύδει διαβολήν· μὴ ποιήσῃς ἄπιστον φῶ φίλῳ σεαυτόν, ἵνα μή, καὶ ὅτε λαλεῖς ἀλήθειαν, οὐκ ἔτι πιστεύσῃ· ὁ γὰρ ἐν ἑνὶ εὑρεθεὶς ψεύστης, οὐκ ἔτι ἐστὶν ἄξιος πιστευθῆναι, οὐδὲ ἂν ἀληθεύσῃ ποτέ. «Ὅτι τὸ λαλεῖν δίκαια, φησί, καὶ ἀληθεύειν, ἀρεστὸν Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα». Δῶρον δεκτὸν Θεῷ προσοίσεις πίστιν καὶ ἀλήθειαν· εὔκολον δὲ καὶ αὐτὸ σοι τὸ τὰ ὄντα λαλεῖν, καὶ μὴ τὰ μὴ ὄντα τεχνάζεσθαι. Οὐ γὰρ κἀμῆς βιαζόμενος τὸ ψεῦδος εἰς ἀλήθειαν, οὐδὲ ἀτονιάσης μηδέν, λέγων ἐναντία σεαυτῷ, ὅτι μὴ σύμφωνος ὁ ψευδὴς λόγον πρὸς ἑαυτόν· οὐκ αἰσχυνθήσῃ ψευσάμενος ἄλλους σὺ τὴν ἀλήθειαν φυλάττων· ὅρκου πιστότερον τὸν λόγον οἱ φίλοι ἡγήσονται, καὶ πάσης ἐνόρκου μαρτυρίας ἰσχυρότερον τὸ ῥῆμα τὸ σὸν δικαίαν καὶ ἀναμφισβήτητον καταδέξεταί σου μαρτυρίαν· ὁπότε μαρτυρήσεις παρελθών, δόξαν μὲν σεαυτῶν καλλίστην ἐπὶ τὴν ἀλήθειαν, σωτηρίαν δὲ κινδυνεύουσιν καὶ ἀδικουμένοις ὠφέλειαν ἐν δικαστηρίῳ προξενῶν. «Χείλη ἀληθινά, φησί, κατορθοῖ μαρτυρίαν ἀληθῆ· ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος»· ὄψεταί σε δικαστὴς ἀσμένως ἀπαλλάττων τῆς περὶ τὴν δίκην ζητήσεως. Ἀλλὰ γὰρ ἐπαινετὸν παρὰ Κυρίου τῆς ταπεινοφροσύνης τὸ κατόρθωμα, εἰ δυνηθῶμεν κατορθῶσαι. Πολλοὶ μὲν οὖν κατορθώσαντές τι ἀγαθόν, ἑαυτοὺς σμικρύνειν βούλονται παρὰ τὴν ἀλήθειαν, ψεύδεσθαι καθ’ ἑαυτῶν βουλόμενοι μᾶλλον. Ἐγὼ δὲ σοι λέγω, πρὸς τὴν ἀλήθειαν ταπεινοφρόνησον, ἄνθρωπε· εἰς ἀκοὰς Θεοῦ λάλει περὶ σεαυτοῦ ταπεινά, ὡς ὁ Ἀβραὰμ ἔλεγεν· «Ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός»· ὡς ὁ Παῦλος ἔλεγεν· «Ἐγὼ δὲ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ». Πάλιν δὲ ἀληθεύων ἐπήγαγεν· «Χάριτι δὲ Θεοῦ εἰμι ὃ εἰμι». Τούτων δὲ οὕτω πρὸς ἡμετέραν διδασκαλίαν προκειμένων πανταχόθεν, φύγωμεν τὸ ἐπίπλασον σχῆμα. Τὶ προσωπεῖα ἑαυτοῖς περιτιθέαμεν, μὴ ὄντες τοιοῦτοι οἵους ἑαυτοὺς ἐπιδεικνύομεν, τοὺς μὲν χιτῶνας μέχρι τῆς γῆς ἕλκοντες ἐν σχήματι ἁγίων, τὸν δὲ τρόπον ἠγριωμένοι, τῷ μὲν λόγῳ καὶ τῇ στολῇ ἅγιοι, τῷ δὲ γνώμῃ καὶ τοῖς ἔργοις ἀπάνθρωποι; Στολισμὸς οὐκ εἰσάγει εἰς βασιλείαν οὐρανῶν, ἀλλ’ ἔργα δικαιοσύνης. Οὐχ οὕτως ὄψεται ἄνθρωπος ὡς ὄψεται Θεός· ἄνθρωπος μὲν εἰς πρόσωπον ὄψεται, ὁ δὲ Θεὸς εἰς καρδίαν· «Ἐτάζων γάρ, φησί, καρδίας καὶ νεφροὺς ὁ Θεός»· καὶ διὰ τὸν ἐρχόμενον συναγαγεῖν τοὺς λογισμοὺς τῶν ἀνθρώπων· «Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· οὐκ ἔνι ἀποκρυβῆναι τῆς θέρμης αὐτοῦ». Ἥξει καιρὸς ὅτε τὸ προσωπεῖον τοῦτο ῥίψας γυμνὸς εὑρεθήσῃ, καὶ τότε ἔσῃ αἰσχυνόμενος ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὡς ὁ Ἀδὰμ ἐκπεσών. Ἐκεῖ γὰρ οὐκ ἔτι σχῆμα ζητεῖται, ἀλλὰ ἔργα. Ὧδε μὲν γὰρ πολλάκις πλανῶμεν, καὶ διαφεύγομεν τὸν ἔλεγχον, καὶ διὰ τοῦ σεμνοῦ σχήματος φαινόμεθα ὡς δίκαιοι, καὶ πολλάκις μακαριζόμεθα· ἐκεῖ δὲ οὐκ ἔτι ἔνι ψεύσασθαι· ἐκεῖ τὰ ἔργα ζητεῖται, οὐκ ἔτι τὸ σεμνὸν σχῆμα· μᾶλλον δὲ μείζονα τὴν κόλασιν καὶ τὸ κατάκριμα ἕξομεν, τὸ μὲν σχῆμα τὸ σεμνὸν φορέσαντες, τὰ δὲ ἔργα τοῦ σχήματος μὴ πονήσαντες. Ἄκουε τοῦ Σωτῆρος περὶ ἰουδαίων μὲν λέγοντος, πρὸς ἡμᾶς δὲ διδασκαλίαν προτείνοντος· «Πλατύνουσι γάρ, φησί, τὰ κράσπεδα, καὶ ἐν ταῖς πλατείαις προσεύχονται, πῶς φανῶσι τοῖς ἄνθρωπος δίκαιοι»· οὐδὲ δὲ λήψονται περισσότερον κρίμα. Ἐπιθυμεῖς τὸ σεμνὸν σχῆμα, καὶ τὸ ὄνομα τοῦ Χριστιανισμοῦ ἐπεπόθησας· μὴ ἕως τούτου ἀπομείνῃς, ἀλλ’ ὡς ὡμολόγησας Θεῷ, ἀπόδος τὴν ἐπαγγελίαν τῇ τῶν ἔργων ἐπιδείξει. Τὶ προπετὴς εἶ εἰς τὴν ἐπαγγελίαν, μὴ ἔργοις βεβαιῶν αὐτήν; Χρὴ οὖν καὶ εὔχεσθαι μετὰ ἀσφαλείας, καὶ ἀποδιδόναι τὸ χρέος τῆς ἐπαγγελίας μετὰ ἀκριβείας· «Εὔξασθε γὰρ καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν». Ἁγνῇ πολιτείᾳ ὄφθητι αὐτῷ· τουτέστι, σώματι καὶ πνεύματι καὶ ψυχῇ· μὴ τι ὑφέλῃς τῆς ἐπαγγελίας, ἵνα μὴ πάθῃς τὰ Ἀνανίου καὶ Σαπφείρας. Ἐκεῖνοι γὰρ νοσφισάμενοι ἐκ τῆς ἐπαγγελθέντος κτήματος τιμῆς, θανάτῳ κατεδικάσθησαν· καὶ ἡμᾶς χρὴ ταῦτα φοβεῖσθαι. Δεῖ γὰρ εἰδέναι, καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγγελλόμεθα τῷ Θεῷ, οὐκ ἔτι λοιπὸν ἡμῖν ἐστιν, ἀλλὰ Θεῷ διαφέρει. Θεοῦ κειμήλιόν ἐστιν ἡ ἡμετέρα ἐπαγγελία· καὶ ἐὰν ἀπὸ τούτων σύρωμεν, οὐκ ἔτι τὰ ἡμέτερά ἐσμεν λαμβάνοντες, ἀλλ’ ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες κειμήλια, καὶ ὄντως ὡς ἱερόσυλοι κριθησόμεθα. Ἡ δὲ ἐπαγγελίαν οὐ μόνον χρημάτων ἐστίν, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως· «Ὑπὲρ παντός, φησί, λόγου ἀργοῦ ἀποδώσεις λόγον ἐν ἡμέρα κρίσεως». Τὸ γὰρ θεῖον καὶ μέγα μυστήριον οὐ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόστασιν, ἀλλ’ ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ Θεὸν πίστει· πάντες γὰρ ἐπηγγειλάμεθα, καὶ πάντες ἐπαγγελίας ἐσμὲν χρεῶσται. Ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν, ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῇ τὴν ἐγκράτειαν, τὸν δὲ ἐν γάμῳ τὴν σωφροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἥτις γὰρ παρθενεύειν ἢ ἐγκρατεύεσθαι διὰ χηρείας ἐπαγγέλληται, ψεύσηται δὲ τὴν ἐπαγγελίαν, καὶ εἰς γάμον μετενεχθῇ, κρίμα ἔχει, ὅτι τὴν πρώτην πίστιν ἠθέτησεν. Εἰκότως δὲ καὶ ὁ πρεσβύτερος ὀφείλει ἀποδοῦναι τὴν ἱερωσύνην, εὐάρεστον, καὶ ὁ διάκονος τὴν διακονίαν ἀμώμητον, μὴ κλοποφορῶν τὰ τῆς διακονίας, ἵνα μὴ κατακριθῇ ὡς ὁ Ἰούδας πωλῶν. Πολλῆς οὖν ἀκριβείας ἐνταῦθα χρεία, μήπου τις ψεύσηται Θεόν, μὴ ἀποδιδούς, σώαν τὴν ἐπαγγελίαν, μᾶλλον δὲ τὴν παρακαταθήκην, ἥνπερ καὶ ἕκαστος ἡμῶν ἐπηγγειλάμεθα. Οὐκ ἔτι ἡμέτερόν ἐστιν· ἀλλ’ οὕτως ὀφείλομεν λογίζεσθαι, ὅτι παρακαταθήκην παρὰ Θεοῦ ἐλάβομεν, καὶ ἵνα μετὰ προσευχῆς φυλάξαντες ἀνόσφιστον τὸ ἐπάγγελμα παραστήσωμεν τῷ φοβερῷ βήματι Χριστοῦ, ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς ἡ ἀπόφασις καταλάβῃ, κατὰ τὸ παράδειγμα Ἀνανίου. Οὐκοῦν ἐνταῦθα πολλῆς ἀσφαλείας χρεία, μὴ ἓν τινι πταίσει, μηδὲ ὀφείλασθαι τῆς ἐπαγγελίας, ἀλλὰ μετὰ ἀκριβείας ἀποδοῦναι τὴν ἐπαγγελίαν σπουδάσωμεν. Μὴ ἕως τοῦ σχήματος εἶναι νομίσωμεν τὸν Χριστιανισμόν,μηδὲ τούτῳ τερπόμενοι ἐναπομείνωμεν, ἀλλὰ τῇ διὰ τῶν ἔργων βεβαιώσει ἀληθείας καὶ δικαιοσύνης οἰκεῖοι διαμείναντες, τῶν ἑπομένων τῇ δικαιοσύνῃ τιμῶν τευξώμεθα παρὰ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου