ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί Ιερωσύνης Λόγος Τρίτος

Τετάρτη 1 Ιουνίου 2016

Περί Ιερωσύνης Λόγος Τρίτος




Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης  Λόγος Τρίτος

Τάδε ἔνεστιν ἐν τῷ Τρίτῳ Λόγῳ.
α. Ὅτι οἱ ὑπονοήσαντες δι’ ἀπόνοιαν παρῃτῆσθαι ἡμᾶς τὴν ἑαυτῶν ὑπόληψιν ἔβλαψεν.
β. Ὅτι οὐδὲ διὰ κενοδοξίαν ἐφύγομεν.
γ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν.
δ. Ὅτι φρικτὸν ἡ ἱερωσύνη, καὶ πολὺ τῆς παλαιᾶς λατρείας ἡ καινὴ φρικωδεστερα
ε. Ὅτι πολλοὶ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή.
ς. Ὅτι τῶν παρὰ τοῦ Θεοῦ μεγίστων δωρεῶν εἰσιν αἱ διακονίαι.
ζ. Ὅτι καὶ ὁ Παῦλος περιδεὴς ἦν, πρὸς τὸ μέγεθος τῆς ἀρχῆς ὁρῶν.
η. Ὅτι πολλάκις ἁμαρτάνειν προάγεται, εἰς τὸ μέσον ἐλθών, ἂν μὴ σφόδρα γενναῖος ἦ.
θ. Ὅτι κενοδοξία καὶ τοῖς ταύτης ἁλίσκεται δεινοῖς.
ι. Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ’ ἡ ἡμέτερα ῥαθυμίᾳ.
ια. Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ ἀπὸ τῆς τοῦ ἱερέως ψυχῆς.



α’. Τῆς μὲν οὖν ὕβρεως ἕνεκεν τῆς εἰς τοὺς τετιμηκότας, καὶ ὅτι αὐτοὺς οὐ καταισχῦναι βουλόμενοι ταύτην ἐφύγομεν τὴν τιμήν, ταῦτα ἂν ἔχοιμεν λέγειν, ἅπερ εἰρήκαμεν· ὅτι δὲ οὐδὲ ὑπὸ ἀπονοίας τινὸς φυσηθέντες, καὶ τοῦτο νῦν εἰς δύναμιν τὴν ἐμὴν πειράσομαί σοι ποιῆσαι φανερόν. Εἰ μὲν γὰρ στρατηγίας ἡμῖν ἢ βασιλείας αἵρεσις προὔκειτο, εἰ ταύτην εἶχον τὴν γνώμην, εἰκότως ἂν τις τοῦτο ὑπέλαβεν, ἢ τότε μὲν ἀπονοίας οὐδείς, ἀνοίας δὲ πάντες ἂν ἡμᾶς ἔκριναν· ἱερωσύνης δὲ προκειμένης, ἢ τοσοῦτον ἀνωτέρω βασιλείας ἕστηκεν, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον, τολμήσει τις ἡμᾶς ὑπεροψίας γράφεσθαι; Καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν τὰ μικρὰ διαπτύοντας ὡς παραπαίοντας αἰτιᾶσθαι, τοὺς δὲ ἐπὶ τῶν ἄγαν ὑπερεχόντων τοῦτο ποιοῦντας τῶν μὲν τῆς παραπληξίας ἐγκλημάτων ἐξαίρειν, ταῖς δὲ τῆς ὑπερηφανίας ὑποβάλλειν αἰτίαις; Ὥσπερ ἂν εἲ τις τὸν ἀγέλης βοῶν καταφρονοῦντα, καὶ μὴ βουλόμενον εἶναι βουκόλον, εἰς ὑπερηφανίαν μὲν οὐδαμῶς, εἰς δὲ φρενῶν ἔκστασιν αἰτιώμενος τὸν ἁπάσης τῆς οἰκουμένης τὴν βασιλείαν καὶ τὸ γενέσθαι κύριον τῶν ἁπανταχοῦ στρατοπέδων μὴ δεχόμενον ἀντὶ τοῦ μαίνεσθαι τετυφῶσθαι φαίη. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, οὐδὲ ἡμᾶς μᾶλλον ἢ ἑαυτοὺς οἱ ταῦτα λέγοντες διαβάλλουσι. Τὸ γὰρ ἐννοῆσαι μόνον, ὅτι δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς ἀξίας ὑπερφρονῆσαι ἐκείνης, δεῖγμα κατ’ αὐτῶν τῶν ἐκφερόντων ἐστὶν ἧς ἔχουσι περὶ τοῦ πράγματος δόξης. Εἰ γὰρ μὴ τῶν τυχόντων αὐτό, καὶ ὧν οὐ πολὺς ὁ λόγος, ἐνόμιζον εἶναι, οὐδ’ ἂν ὑποπτεῦσαι τοῦτο ἐπῆλθεν αὐτοῖς. Διὰ τὶ γὰρ περὶ τῆς τῶν ἀγγέλων ἀξίας οὐδεὶς ἐτόλμησέ τι τοιοῦτον ὑποπτεῦσαί ποτε, καὶ εἰπεῖν ὅτι ἔστιν ἀνθρωπίνη ψυχὴ δι’ ἀπόνοιαν οὐκ ἂν ἑλομένη ἐπὶ τὸ τῆς φύσεως ἐκείνης ἀξίωμα ἐλθεῖν; Μεγάλα γὰρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων, καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναται ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης. Ὥστε αὐτοὺς μᾶλλον δικαίως ἂν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας. Οὐ γὰρ ἂν ποτε περὶ ἑτέρων τοῦτο ὑπέλαβον, εἰ μὴ πρότερον αὐτοὶ τοῦ πράγματος, ὡς οὐδενὸς ὄντος, κατέγνωσαν. Εἰ δὲ πρὸς δόξαν ὁρῶντά με τοῦτο πεποιηκέναι φασίν, περιπίπτοντες ἑαυτοῖς ἐλεγχθήσονται καὶ μαχόμενοι φανερῶς· οὐδὲ γὰρ οἶδα ποίους ἂν ἑτέρους πρὸ τούτων ἐζήτησαν λόγους, εἰ τῶν τῆς κενοδοξίας ἡμᾶς ἠθέλησαν ἀπαλλάξαι ἐγκλημάτων.

β’. Εἰ γὰρ οὗτός μὲ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν, ἢ φυγεῖν. Διὰ τί; Ὅτι πολλὴν ἡμῖν τοῦτο τὴν δόξαν ἤνεγκεν ἄν. Τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα, καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστόν, ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι, καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστὰ τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε, καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε. Νῦν δέ, πλὴν ὀλίγων, τὸ πλέον τῆς ἐκκλησίας μέρος οὐδ’ ἐξ ὀνόματος ἡμᾶς ἴσασιν· ὥστε οὐδὲ ὅτι παρῃτήμεθα πᾶσιν ἔσται φανερόν, ἀλλ’ ὀλίγοις τισίν, οὓς οὐδ’ αὐτοὺς οἶμαι τὸ σαφὲς εἰδέναι πάντας. Εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ’ ὅλως ἡμᾶς ᾑρῆσθαι νομίσαι, ἢ παρεῶσθαι μετὰ τὴν αἵρεσιν, ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν.

γ’. ΒΑΣΙΛ. Ἀλλ’ οἱ τἀληθὲς εἰδότες θαυμάσονται.

ΧΡΥΣΟΣΤ. Καὶ μὴν τούτους ἔφης ὡς κενοδόξους καὶ ὑπερηφάνους διαβάλλειν ἡμᾶς. Πόθεν οὖν ἔστιν ἐλπίσαι τὸν ἔπαινον; Ἀπὸ τῶν πολλῶν; Ἀλλ’ οὐκ ἴσασι τὸ σαφές. Ἀλλ’ ἐκ τῶν ὀλίγων; Ἀλλὰ κἀνταῦθα ἡμῖν τοὐναντίον τὸ πρᾶγμα περιτέτραπται. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν ἐνθάδε εἰσῆλθες νῦν, ἀλλ’ ἵνα μάθῃς, τὶ πρὸς ἐκείνους ἀπολογήσασθαι δέοι. Καὶ τὶ τούτων ἕνεκεν ἀκριβολογοῦμαι νῦν; Ὅτι γάρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθές, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον, καὶ τοῦτο εἴσῃ σαφῶς. Καὶ πρὸς τούτῳ πάλιν ἐκεῖνο· ὅτι οὐ τοῖς ταύτην τολμῶσι τὴν τόλμαν μόνον, εἴπερ τὶς ἐστιν ἀνθρώπων (οὐ γὰρ ἔγωγε πείθομαι), ἀλλὰ καὶ τοῖς περὶ ἑτέρων ὑποπτεύουσι, κίνδυνος ἐπικείσεται οὐ μικρός.

δ’. Ἡ γὰρ ἱερωσύνη τελεῖται μὲν ἐπὶ τῆς τῆς, τάξιν δὲ ἐπουρανίων ἔχει ταγμάτων· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ Παράκλητος ταύτην διετάξατο τὴν ἀκολουθίαν, καὶ ἔτι μένοντες ἐν σαρκὶ τὴν τῶν ἀγγέλων ἔπεισε φαντάζεσθαι διακονίαν. Διὸ χρὴ τὸν ἱερωμένον ὥσπερ ἐν αὐτοῖς ἑστῶτα τοῖς οὐρανοῖς μεταξὺ τῶν δυνάμεων ἐκείνων οὕτως εἶναι καθαρόν. Φοβερὰ μὲν γὰρ καὶ φρικωδέστατα καὶ τὰ πρὸ τῆς χάριτος, οἷον οἱ κώδωνες, οἱ ῥοΐσκοι, οἱ λίθοι οἱ ἐπὶ τοῦ στήθους, οἱ τῆς ἐπωμίδος, ἡ μίτρα, ἡ κίδαρις, ὁ ποδήρης, τὸ πέταλον τὸ χρυσοῦν, τὰ ἅγια τῶν ἁγίων, ἡ πολλὴ τῶν ἔνδον ἠρεμία. Ἀλλ’ εἲ τις τὰ τῆς χάριτος ἐξετάσειε, μικρὰ ὄντα εὑρήσει τὰ φοβερὰ φρικωδέστατα ἐκεῖνα, καὶ τὸ περὶ τοῦ νόμου λεχθὲν κἀνταῦθα ἀληθὲς ὅν, «Ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης». Ὅταν γὰρ ἴδῃς τὸν Κύριον τεθυμένον καὶ κείμενον, καὶ τὸν ἱερέα ἐφεστῶτα τῷ θύματι, καὶ ἐπευχόμενον, καὶ πάντας ἐκείνῳ τῷ τιμίῳ φοινισσομένους αἵματι, ἆρα ἔτι μετὰ ἀνθρώπων εἶναι νομίζεις, καὶ ἐπὶ τῆς γῆς ἑστάναι, ἀλλ’ οὐκ εὐθέως ἐπὶ τοὺς οὐρανοὺς μετανίστασαι, καὶ πᾶσαν σαρκικὴν διάνοιαν τῆς ψυχῆς ἐκβαλών, γυμνῇ τῇ ψυχῇ καὶ τῷ νῷ καθαρῷ περιβλέπεις τὰ ἐν οὐρανοῖς; ᾯ τοῦ θαύματος! ᾧ τῆς τοῦ Θεοῦ φιλανθρωπίας! Ὁ μετὰ τοῦ Πατρὸς ἄνω καθήμενος, κατὰ τὴν ὥραν ἐκείνην ταῖς ἁπάντων κατέχεται χερσί, καὶ δίδωσιν αὐτὸν τοῖς βουλομένοις περιπτύξασθαι καὶ περιλαβεῖν. Ποιοῦσι δὲ τοῦτο πάντες διὰ τῶν ὀφθαλμῶν τῆς πίστεως. Ἆρα σοι τοῦ καταφρονεῖσθαι ταῦτα ἄξια καταφαίνεται, ἢ τοιαῦτα εἶναι ὡς δυνηθῆναί τινα καὶ ἐπαρθῆναι κατ’ αὐτῶν; Βούλει καὶ ἐξ ἑτέρου θαύματος τῆς ἁγιαστείας ταύτης ἰδεῖν τὴν ὑπερβολήν; Ὑπόγραψον μοι τὸν Ἡλίαν τοῖς ὀφθαλμοῖς, καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα, καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην, καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον· εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην· θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα. Μετάβηθι τοίνυν ἐκεῖθεν ἐπὶ τὰ νῦν τελοῦμεν, καὶ οὐ θαυμαστὰ ὄψει μόνον, ἀλλὰ καὶ πᾶσαν ἔκπληξιν ὑπερβαίνοντα. Ἕστηκε γὰρ ὁ ἱερεύς, οὐ πῦρ καταφέρων, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὴν ἱκετηρίαν ἐπὶ πολὺ ποιεῖται, οὐχ ἵνα τις λαμπὰς ἄνωθεν ἀφεθεῖσα καταναλώσῃ τὰ προκείμενα, ἀλλ’ ἵνα ἡ χάρις ἐπιπεσοῦσα τῇ θυσία δι’ ἐκείνης τὰς ἁπάντων ἀνάψῃ ψυχάς, καὶ ἀργυρίου λαμπροτέρας ἀποδείξῃ πεπυρωμένου. Ταύτης οὖν τῆς φρικωδεστάτης τελετῆς τὶς μὴ σφόδρα μαινόμενος, μηδὲ ἐξεστηκώς, ὑπερφρονῆσαι δυνήσεται; Ἢ ἀγνοεῖς, ὅτι οὐκ ἂν ποτε ἀνθρωπίνη ψυχὴ τὸ πῦρ ἐκεῖνο τῆς θυσίας ἐβάστασεν, ἀλλ’ ἄρδην ἂν ἅπαντες ἠφανίσθησαν, εἰ μὴ πολλὴ τῆς τοῦ Θεοῦ χάριτος ἦν ἡ βοήθεια;

ε’. Εἰ γὰρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἀνθρώπινον ὄντα, καὶ ἔτι σαρκὶ καὶ αἵματι περιπεπλεγμένον, τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις. Διὰ γὰρ ἐκείνων καὶ ταῦτα τελεῖται, καὶ ἕτερα τούτων οὐδὲν ἀποδέοντα, καὶ εἰς ἀξιώματος καὶ εἰς σωτηρίας τῆς ἡμετέρας λόγον. Οἱ γὰρ τὴν γῆν οἰκοῦντες, καὶ ἐν ταύτῃ ποιούμενοι τὴν διατριβήν, τὰ ἐν οὐρανοῖς διοικεῖν ἐπετράπησαν, καὶ ἐξουσίαν ἔλαβον ἥν οὔτε ἀγγέλοις οὔτε ἀρχαγγέλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ πρὸς ἐκείνους εἴρηται· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῶν οὐρανῷ». Ἔχουσι μὲν γὰρ καὶ οἱ κρατοῦντες ἐπὶ τῆς γῆς τὴν τοῦ δεσμεῖν ἐξουσίαν, ἀλλὰ σωμάτων μόνον· οὗτος δὲ ὁ δεσμὸς αὐτῆς ἅπτεται τῆς ψυχῆς, καὶ διαβαίνει τοὺς οὐρανούς· καὶ ἅπερ ἂν ἐργάσωνται κάτω οἱ ἱερεῖς, ταῦτα ὁ Θεὸς ἄνω κυροῖ, καὶ τὴν τῶν δούλων γνώμην ὁ Δεσπότης βεβαιοῖ. Καὶ τὶ γὰρ ἀλλ’ ἢ πᾶσαν αὐτοῖς τὴν οὐράνιον ἔδωκεν ἐξουσίαν; «Ὧν γὰρ ἄν, φησίν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν γὰρ ἂν κρατῆτε, κεκράτηνται». Τὶς ἂν γένοιτο ταύτης ἐξουσία μείζων; «Πᾶσαν τὴν κρισην ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ»· ὁρῶ δὲ πᾶσαν αὐτὴν τούτους ἐγχειρισθέντας ὑπὸ τοῦ Υἱοῦ. Ὥσπερ γὰρ εἰς οὐρανοὺς ἤδη μετατεθέντες, καὶ τὴν ἀνθρωπείαν ὑπερβάντες φύσιν, καὶ τῶν ἡμετέρων ἀπαλλαγέντες παθῶν, οὕτως εἰς ταύτην ἤχθησαν τὴν ἀρχήν. Εἶτα ἂν μὲν βασίλευες τινι τῶν ὑπ’ αὐτὸν ὄντων ταύτης μεταδῷ τῆς τιμῆς, ὥστε ἐμβάλλειν εἰς δεσμωτήριον οὓς ἂν ἐθέλῃ, καὶ ἀφιέναι πάλιν, ζηλωτὸς καὶ περίβλεπτος παρὰ πᾶσιν οὗτος· ὁ δὲ παρὰ Θεοῦ τοσούτῳ μείζονα ἐξουσίαν λαβών, ὅσῳ τῆς τιμιώτερος ὁ οὐρανὸς καὶ σωμάτων ψυχαί, οὕτω μικρὰν τισιν ἔδοξεν εἰληφέναι τιμήν, ὡς δυνηθῆναι καὶ ἐννοῆσαι ὅτι τῶν ταῦτά τις πιστευθέντων ὑπερφρονήσει τῆς δωρεᾶς. Ἄπαγε τῆς μανίας! Μανία γὰρ περιφανὴς ὑπερορᾷν τῆς τοσαύτης ἀρχῆς, ἧς ἄνευ οὔτε σωτηρίας ἡμῖν, οὔτε τῶν ἐπηγγελμένων τυχεῖν ἔστιν ἀγαθῶν. Εἰ γὰρ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ δι’ ὕδατος καὶ πνεύματος ἀναγεννηθῇ, καὶ ὁ μὴ τρώγων τὴν σάρκα τοῦ Κυρίου, καὶ τὸ αἷμα αὐτοῦ πίνων ἐκβέβληται τῆς αἰωνίου ζωῆς, πάντα δὲ ταῦτα δι’ ἑτέρου μὲν οὐδενός, μόνον δὲ διὰ τῶν ἁγίων ἐκείνων ἐπιτελεῖται χειρῶν, τῶν τοῦ ἱερέως λέγω· πῶς ἂν τις, τούτων ἐκτός, ἢ τὸ τῆς γεέννης ἐκφυγεῖν δυνήσεται πῦρ, ἢ τῶν ἀποκειμένων στεφάνων τυχεῖν;

ς’. Οὗτοι γὰρ ἡμῖν εἰσιν, οὗτοι οἱ τὰς πνευματικὰς πιστευθέντες ὠδῖνας, καὶ τὸν διὰ τοῦ βαπτίσματος ἐπιτραπέντες τόκον· διὰ τούτων ἐνδυόμεθα τὸν Χριστόν, καὶ συνθαπτόμεθα τῷ Υἱῷ τοῦ Θεοῦ, μέλη γινόμεθα τῆς μακαρίας ἐκείνης κεφαλῆς. Ὥστε ἡμῖν οὐκ ἀρχόντων μόνον, οὐδὲ βασιλέων φοβερώτεροι, ἀλλὰ καὶ πατέρων τιμιώτεροι δικαίως ἐν εἶεν. Οἱ μὲν γὰρ ἐξ αἱμάτων καὶ ἐκ θελήματος σαρκὸς ἐγέννησαν, οἱ δὲ τῆς ἐκ τοῦ Θεοῦ γεννήσεως ἡμῖν εἰσιν αἴτιοι, τῆς μακαρίας παλιγγενεσίας ἐκείνης, τῆς ἐλευθερίας τῆς ἀληθοῦς καὶ τῆς κατὰ χάριν υἱοθεσίας. Λέπραν σώματος ἀπαλλάττειν, μᾶλλον δὲ ἀπαλλάττειν μὲν οὐδαμῶς, τοὺς μὲν ἀπαλλαγέντας δοκιμάζειν μόνον εἶχον ἐξουσίαν οἱ τῶν Ἰουδαίων ἱερεῖς, καὶ οἶσθα πῶς περιμάχητον ἦν τὸ τῶν ἱερέων τότε. Οὔτε δὲ οὐ λέπραν σώματος, ἀλλ’ ἀκαθαρσίαν ψυχῆς, οὐκ ἀπαλλαγεῖσαν δοκιμάζειν, ἀλλ’ ἀπαλλάττειν παντελῶς ἔλαβον ἐξουσίαν. Ὥστε οἱ τούτων ὑπερορῶντες πολλῷ καὶ τῶν περὶ Δαθὰν εἶεν ἐναγέστεροι, καὶ μείζονος ἄξιοι τιμωρίας. Οἱ μὲν εἰ καὶ μὴ προσηκούσης αὐτοῖς ἀντεποιοῦντο τῆς ἀρχῆς, ἀλλ’ ὅμως θαυμαστὴν τινα περὶ αὐτῆς εἶχον δόξαν, καὶ τούτῳ τῷ μετὰ πολλῆς ἐφίεσθαι σπουδῆς ἔδειξαν· οὗτοι δὲ ὅτε ἐπὶ τὸ κρεῖττον διεκοσμήθη καὶ τοσαύτην ἔλαβεν ἐπίδοσιν τὸ πρᾶγμα, τότε ἐξ ἐναντίας μὲν ἐκείνοις, πολλῷ δὲ ἐκείνων μείζονα τετολμήκασιν. Οὐδὲν γὰρ ἴσον εἰς καταφρονήσεως λόγον ἐφίεσθαι μὴ προσηκούσης τιμῆς, καὶ ὑπερορᾶν τοσούτων ἀγαθῶν, ἀλλὰ τοσούτῳ μεῖζον ἐκεῖνο τούτου, ὅσῳ τοῦ διαπτύειν καὶ θαυμάζειν τὸ μέσον ἐστίν. Τὶς οὖν οὕτως ἀθλίᾳ ψυχή, ὡς τοσούτων ὑπεριδεῖν ἀγαθῶν; Οὐκ ἂν ποτε οὐδένα φαίην ἔγωγε, πλὴν εἰ μὴ τις οἶστρον ὑπομείνειεν δαιμονικόν. Ἀλλὰ γὰρ ἐπάνειμι πάλιν ὅθεν ἐξέβην· οὐ γὰρ ἐν τῷ κολάζειν μόνον, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν εὖ, μείζονα τοῖς ἱερεῦσιν ἔδωκε δύναμιν τῶν φυσικῶν γονέων ὁ Θεός· καὶ τοσοῦτον ἀμφοτέρων τὸ διάφορον, ὅσον τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς. Οἱ μὲν γὰρ εἰς ταύτην, οἱ δὲ εἰς ἐκείνην γεννῶσι· κἀκεῖνοι μὲν οὐδὲ τὸν σωματικὸν αὐτοῖς δύναιντ’ ἂν ἀμῦναι θάνατον, οὐ νόσον ἐπενεχθεῖσαν ἀποκρούσασθαι. Οὗτοι δὲ καὶ κάμνουσαν καὶ ἀπόλλυσθαι μέλλουσαν τὴν ψυχὴν πολλάκις ἔσωσαν, τοῖς μὲν πραοτέραν τὴν κόλασιν ἐργασάμενοι, τοὺς δὲ οὐδὲ παρὰ τὴν ἀρχὴν ἀφέντες ἐμπεσεῖν, οὐ τῷ διδάσκειν μόνον καὶ νουθετεῖν, ἀλλὰ καὶ τῷ δι’ εὐχῶν βοηθεῖν. Οὐ γὰρ ὅταν ἡμᾶς ἀναγεννῶσι μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα συγχωρεῖν ἔχουσιν ἐξουσίαν ἁμαρτήματα. «Ἀσθενεῖ γὰρ τις, φησίν, ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾗ πεποιηκώς, ἀφεθήσονται αὐτῷ». Ἔπειτα οἱ μὲν φυσικοὶ γονεῖς, εἰ μὲν τισι τῶν ὑπερεχόντων καὶ μεγάλα ὧδε δυναμένων προσκρούσαιεν οἱ παῖδες, οὐδὲν αὐτοὺς ἔχουσιν ὠφελεῖν· οἱ δὲ ἱερεῖς οὐκ ἄρχοντας, οὐδὲ βασιλεῖς, ἀλλ’ αὐτὸν αὐτοῖς πολλάκις ὀργισθέντα κατήλλαξαν τὸν Θεόν. Ἔτι οὖν ἡμᾶς μετὰ ταῦτα τολμήσει τις ἀπονοίας κρίνειν; Ἐγὼ μὲν γὰρ ἐκ τῶν εἰρημένων τοσαύτην εὐλάβειαν οἶμαι τὰς τῶν ἀκουόντων κατασχεῖν ψυχάς, ὡς μηκέτι τοὺς φεύγοντας, ἀλλὰ καὶ τοὺς ἀφ’ ἑαυτῶν προσιόντας καὶ σπουδάζοντας ταύτην ἑαυτοῖς κτήσασθαι τὴν τιμήν, ἀπονοίας καὶ τόλμης κρίνειν. Εἰ γὰρ οἱ τὰς τῶν πόλεων ἀρχὰς πιστευθέντες, ὅταν μὴ συνετοὶ καὶ λίαν ὀξεῖς τυγχάνωσιν ὄντες, καὶ τὰς πόλεις ἀνέτρεψαν, καὶ ἑαυτοὺς προσαπώλεσαν· ὁ τοῦ Χριστοῦ τὴν νύμφην κατακοσμεῖν λαχών, πόσης σοι δοκεῖ δεῖσθαι δυνάμεως καὶ τῆς παρ’ αὐτοῦ καὶ τῆς ἄνωθεν πρὸς τὸ μὴ διαμαρτεῖν;

ζ’. Οὐδεὶς μᾶλλον Παύλου τὸν Χριστὸν ἠγάπησεν, οὐδεὶς μείζονα ἐκείνου σπουδὴν ἐπεδείξατο, οὐδεὶς πλείονος ἠξιώθη χάριτος· ἀλλ’ ὅμως μετὰ τοσαῦτα πλεονεκτήματα δέδοικεν ἔτι καὶ τρέμει περὶ ταύτης τῆς ἀρχῆς καὶ τῷ ἀρχομένων ὑπ’ αὐτοῦ. «Φοβοῦμαι γάρ, φησί, μὴ πως, ὡς ὁ ὄφις τὴν Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν»· καὶ πάλιν, «Ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς»· ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανόν, καὶ ἀποῤῥήτων κοινωνήσας Θεῷ, καὶ τοσούτους ὑπομείνας θανάτους, ὅσας μετὰ τὸ πιστεῦσαι ἔζησεν ἡμέρας· ἄνθρωπος μηδὲ τῇ δοθείσῃ παρὰ τοῦ Χριστοῦ χρήσασθαι ἐξουσίᾳ βουληθείς, ἵνα μὴ τις τῶν πιστευσάντων σκανδαλισθῇ. Εἰ τοίνυν ὁ τὰ προστάγματα ὑπερβαίνων τοῦ Θεοῦ, καὶ μηδαμοῦ τὸ ἑαυτοῦ ζητῶν, ἀλλὰ τὸ τῶν ἀρχομένων, οὕτως ἔμφοβος ἦν ἀεί,πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἀφορῶν, τὶ πεισόμεθα ἡμεῖς οἱ πολλαχοῦ τὰ ἑαυτῶν ζητοῦντες, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ οὐ μόνον οὐχ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐκ πλείονος παραβαίνοντες μοίρας; «Τὶς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Τοιοῦτον εἶναι δεῖ τὸν ἱερέα, μᾶλλον δὲ οὐ τοιοῦτον μόνον· μικρὰ γὰρ ταῦτα καὶ τὸ μηδὲν πρὸς ὃ μέλλω λέγειν. Τὶ δὲ τοῦτό εστιν; «Ηὐχόμην, φησίν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα». Εἲ τις δύναται ταύτην ἀφιέναι τὴν φωνήν, εἲ τις ἔχει τὴν ψυχὴν ταύτης ἐφικνουμένην τῆς εὐχῆς, ἐγκαλεῖσθαι δίκαιος ἂν εἴη φεύγων· εἰ δὲ τις ἀποδέοι τῆς ἀρετῆς ἐκείνης τοσοῦτον, ὅσον ἡμεῖς, οὐχ ὅταν φεύγῃ, ἀλλ’ ὅταν δέχηται μισεῖσθαι δίκαιος. Οὐδὲ γάρ, εἰ στρατιωτικῆς ἀξίας αἵρεσις προὔκειτο, εἶτα χαλκοτύπον, ἢ σκυτοτόμον, ἢ τινα τῶν τοιούτων δημιουργημάτων ἑλκύσαντες εἰς τὸ μέσον οἱ δοῦναι κύριοι τὴν τιμήν, ἐνεχείριζον τὸν στρατόν, ἐπῄνεσα ἂν τὸν δείλαιον ἐκεῖνον οὐ φεύγοντα, καὶ πάντα ποιοῦντα ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν ἐμβαλεῖν κακόν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ κληθῆναι ποιμένα καὶ μεταχειρίσαι τὸ πρᾶγμα ὡς ἔτυχεν ἀρκεῖ, καὶ κίνδυνος οὐδείς, ἐγκαλείτω κενοδοξίας ἡμῖν ὁ βουλόμενος· εἰ δὲ πολλὴν μὲν σύνεσις, πολλὴν δὲ πρὸς τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν, καὶ τρόπων ὀρθότητα, καὶ καθαρότητα βίου, καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δὲ τὴν ἀρετήν, τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μὴ μὲ ἀποστερήσῃς συγγνώμης, μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εἰκῆ. Καὶ γὰρ εἰ μυριαγωγὸν τις ὁλκάδα ἄγων, πεπληρωμένην ἐρετῶν, καὶ φορτίων γέμουσαν πολυτελῶν, εἶτα ἐπὶ τῶν οἰάκων καθίσας ἐκέλευέ με περᾷν τὸ Αἰγαῖον ἢ τὸ Τυῤῥηνικὸν πέλαγος, ἐκ πρώτης ἂν ἀπεπήδησα τῆς φωνῆς· καὶ εἶ τις ἤρετο, διὰ τί; Ἵνα μὴ καταδύσω τὸ πλοῖον, εἶπον ἄν. Εἶτα ἔνθα μὲν εἰς χρήματα ἡ ζημία, καὶ ὁ κίνδυνος σωματικοῦ μέχρι θανάτου, οὐδεὶς ἐγκαλέσει πολλῇ κεχρημένοις προνοίᾳ· ὅπου δὲ τοῖς ναυαγοῦσιν οὐκ εἰς τὸ πέλαγος τοῦτο, ἀλλ’ εἰς τὴν ἄβυσσον τοῦ πυρὸς ἀπόκειται πεσεῖν, καὶ θάνατος αὐτοὺς οὐχ ὁ τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διαιρῶν, ἀλλ’ ὁ ταύτην μετ’ ἐκείνου εἰς κόλασιν παραπέμπων αἰώνιον ἐκδέχεται, ἐνταῦθα ὅτι μὴ προπετῶς εἰς τοσοῦτον ἑαυτοὺς ἐῤῥίψαμεν κακόν, ὀργιεῖσθαι καὶ μισήσετε;

η’. Μή, δέομαι καὶ ἀντιβολῶ. Οἶδα τὴν ἐμαυτοῦ ψυχήν, τὴν ἀσθενῆ ταύτην καὶ μικράν· οἶδα τῆς διακονίας ἐκείνης τὸ μέγεθος καὶ τὴν πολλὴν τοῦ πράγματος δυσκολίαν. Πλείονα γὰρ τῶν τὴν θάλατταν ταραττόντων πνευμάτων χειμάζει κύματα τὴν τοῦ ἱερωμένου ψυχήν.

θ’. Καὶ πρῶτον ἁπάντων ὁ δεινότατος τῆς κενοδοξίας σκόπελος, χαλεπώτερος ὢν οὗπερ οἱ μυθοποιοὶ τερατεύονται τῶν Σειρήνων· τοῦτον γὰρ πολλοὶ μὰν ἴσχυσαν διαπλεύσαντες διαφυγεῖν ἀσινεῖς· ἐμοὶ δὲ οὕτω τοῦτο χαλεπόν, ὡς μηδὲ νῦν, ὅτε οὐδεμία μὲ τις ἀνάγκη πρὸς ἐκεῖνο τὸ βάραθρον, δύνασθαι καθαρεύειν τοῦ δεινοῦ. Εἰ δὲ καὶ τὴν ἐπιστασίαν τις ἐγχειρίζοι ταύτην, μονονουχὶ δήσας ὀπίσω τῷ χεῖρε, παραδώσει τοῖς ἐν ἐκείνῳ τῷ σκοπέλῳ κατοικοῦσι θηρίοις καθ’ ἑκάστην μὲ σπαράττειν τὴν ἡμέραν. Τίνα δὲ ἐστι τὰ θηρία; Θυμός, ἀθυμία, φθόνος, ἔρις, διαβολαί, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαί, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδέν, ἡδοναὶ ἐπὶ ταῖς τῶν λειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος (τοῦτο δὲ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν), διδασκαλίαι πρὸς ἡδονήν, ἀνελεύθεροι κολακείαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς, χάριτος κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτάς, φόβος δουλοπρεπής, καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παῤῥησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολύ, ἡ δὲ ἀληθείᾳ οὐ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τὴν δυναστείαν περιβεβλημένων οὐδὲ διᾶραί τις τὰ χείλη τολμᾷ. Ταῦτα γὰρ ἅπαντα, καὶ τὰ τούτων πλείονα, ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία, οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσοῦτον ἀνάγκη καθελκυσθῆναι δουλείας, ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις, ἃ μηδὲ εἰπεῖν καλόν. Ὁ μὲν γὰρ θεῖος νόμος αὐτὰς ταύτης ἐξέωσε τῆς λειτουργίας, ἐκεῖναι δὲ ἑαυτὰς εἴσω θεῖναι βιάζονται. Καὶ ἐπειδὴ δι’ ἑαυτῶν ἰσχύουσιν οὐδέν, δι’ ἑτέρων ἅπαντα πράττουσι· καὶ τοσαύτην περιβέβληνται δύναμιν, ὡς τῶν ἱερέων καὶ ἐγκρίνειν καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλωσι· καὶ τὰ ἄνω κάτω, τοῦτο δὴ τὸ τῆς παροιμίας λεγόμενον ἔστιν ἰδεῖν γιγνόμενον, τοὺς ἄρχοντας ἄγουσιν οἱ ἀρχόμενοι· καὶ εἴθε μὲν ἄνδρες, ἀλλ’ αἷς οὐδὲ διδάσκειν ἐπιτέτραπται. Τὶ λέγω διδάσκειν; Οὐδὲ λαλεῖν μὲν οὖν αὐταῖς ἐν ἐκκλησίᾳ συνεχώρησεν ὁ μακάριος Παῦλος. Ἐγὼ δὲ τινος ἤκουσα λέγοντος, ὅτι καὶ τοσαύτης αὐταῖς μετέδωκαν παῤῥησίας, ὡς καὶ ἐπιτιμᾷν τοῖς τῶν ἐκκλησιῶν προεστῶσι, καὶ καθάπτεσθαι πικροτέρων ἐκείνων, ἢ τῶν ἰδίων οἰκετῶν οἱ δεσπόται.

ι’. Καὶ μὴ μὲ τις οἰέσθω πάντας ταῖς εἰρημέναις ὑποβάλλειν αἰτίαις· εἰσι γάρ, εἰσι πολλοὶ οἱ τούτων ὑπερενεχθέντες τῶν δικτύων, καὶ τοὺς ἁλόντων πλείους. Ἀλλ’ οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν μηδέποτε οὕτω μανείην ἐγὼ! Οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οἱ νοῦν ἔχοντες αἰτίους εἶναι φασι καὶ κολάζουσιν. Ἐπεὶ ἢ γε ἱερωσύνη καὶ ἐγκαλέσει δικαίως ὑμῖν οὐκ ὀρθῶς αὐτὴν μεταχειρίζουσιν. Οὐ γὰρ αὐτὴ τῶν εἰρημένων ἡμῖν αἰτία κακῶν, ἀλλ’ ἡμεῖς αὐτὴν τοσούτοις, τὸ γε εἰς ἡμᾶς ἧκον, κατεῤῥυπάναμεν μολυσμοῖς, ἀνθρώποις τοῖς τυχοῦσιν ἐγχειρίζοντες αὐτήν· οἳ γε οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ’ ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς. Τοῦτο δή, τοῦτο, ὅπερ καὶ ἐφ’ ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε, καὶ τῆς ἐκκλησίας τῆς αὐτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς. Ἐπεὶ πόθεν, εἶπε μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλοθέν ποθεν, οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι. Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται. Ὅταν γὰρ καθ’ ἑαυτὴν ἀσθενὴς οὖσα τύχη, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτὴ τε ἀσθενέστερα μᾶλλον ἤπερ ἐστὶ καθίσταται, καὶ τὸ λοιπὸν μεθ’ ἑαυτῆς προσαπόλλυσι σῶμα. Ὅπερ ἵνα μὴ καὶ νῦν γένηται, ἐν τῇ τάξει τῶν ποδῶν ἡμᾶς ἐφύλαξεν ὁ Θεός, ἥνπερ καὶ ἐλάχομεν ἐξ ἀρχῆς. Πολλὰ γὰρ ἐστιν, ὦ Βασίλειε, πρὸς τοῖς εἰρημένοις, πολλὰ ἕτερα, ἃ τὸν ἱερωμένον ἔχειν χρή, ἡμεῖς δὲ οὐκ ἔχομεν· καὶ πρὸ γὲ τῶν ἄλλων ἐκεῖνο· πανταχόθεν αὐτῷ τῆς τοῦ πράγματος ἐπιθυμίας καθαρεύειν δεῖ τὴν ψυχήν· ὡς ἐὰν προσπαθῶς πρὸς ταύτην διακείμενος τύχῃ τὴν ἀρχήν, γενόμενος ἐπ’ αὐτῆς, ἰσχυροτέραν ἀνάπτει τὴν φλόγα, καὶ κατὰ κράτος ἁλούς, ὑπὲρ τοῦ βεβαίαν ἔχειν αὐτὴν μυρία ὑπομένει δεινά, κἂν κολακεύσαι δέῃ, κἂν ἀγεννὲς τις καὶ ἀνάξιον ὑπομεῖναι, καὶ χρήματα ἀναλῶσαι πολλά. Ὅτι γὰρ καὶ φόνων τὰς ἐκκλησίας ἐνέπλησάν τινες, καὶ πόλεις ἀναστάτους ἐποίησαν ὑπὲρ ταύτης μαχόμενοι τῆς ἀρχῆς, παρίημι νῦν, μὴ καὶ ἄπιστα δόξω λέγειν τισίν. Ἐχρῆν δέ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν, ὡς καὶ τῆς ἀρχῆς ἐκφυγεῖν τὸν ὄγκον, καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῇ μὴ περιμένειν τὰς παρ’ ἑτέρων κρίσεις, εἲ ποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημα, ἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆς. Οὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν· τὸ δὲ ἀντέχεσθαι παρὰ τὸν πρέπον τῆς ἀξίας πάσης ἑαυτὸν ἀποστερεῖν συγγνώμης ἐστί, καὶ μᾶλλον ἐκκαίειν τοῦ Θεοῦ τὴν ὀργήν, δεύτερον χαλεπώτερον προσθέντα πλημμέλημα.

ια’. Ἀλλ’ οὐδεὶς ἀνέξεταί ποτε. Δεινὸν γὰρ ἀληθῶς, δεινὸν τὸ ταύτης γλίχεσθαι τῆς τιμῆς. Καὶ οὐ μαχόμενος τῷ μακαρίῳ Παύλῳ ταῦτα λέγω, ἀλλὰ καὶ πάνυ συνᾴδων αὐτοῦ τοῖς ῥήμασι. Τὶ γὰρ ἐκεῖνός φησιν; «Εἰ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ». Ἐγὼ δὲ τοῦ τοῦ ἔργου, τῆς δὲ αὐθεντίας καὶ δυναστείας ἐπιθυμεῖν εἶπον εἶναι δεινόν. Καὶ τοῦτον οἶμαι δεῖν τὸν πόθον πάσῃ σπουδῇ τῆς ψυχῆς ἐξωθεῖν, καὶ μηδὲ τὴν ἀρχὴν κατασχεθῆναι αὐτὴν ὑπ’ αὐτοῦ συγχωρεῖν, ἵνα μετ’ ἐλευθερίας ἅπαντα αὐτῷ πράττειν ἐξῇ. Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης Χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ’ ἄν· ὡς οἳ γὲ φοβούμενοι καὶ τρέμοντες κατενεχθῆναι ἐκεῖθεν, πικρὰν ὑπομένουσι δουλείαν καὶ πολλῶν γέμουσαν τῶν κακῶν, καὶ ἀνθρώποις καὶ Θεῷ προσκρούειν ἀναγκάζονται πολλάκις. Δεῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχήν, ἀλλ’, ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς, ὡς Χριστιανοῖς ἐστι προσῆκον ἀνδράσιν, εἰδότας ὡς ἡ τοιαύτη καθαίρεσις οὐκ ἐλάττονα φέρει τῆς ἀρχῆς τὸν στέφανον. Ὅταν γὰρ τις ὑπὲρ τοῦ μηδὲν ἀπρεπὲς μηδ’ ἀνάξιον τῆς ἀξίας ὑπομεῖναι ἐκείνης πάθῃ τι τοιοῦτο, καὶ τοῖς ἀδίκως καθελοῦσι τὴν κόλασιν, καὶ ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθόν. «Μακάριοι γάρ, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι πολὺς ἐστιν ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς». Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον, ἢ πρὸς ἕτερον χάριν, ἢ πρὸς ἀπέχθειαν, ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ· ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος, ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι. Τοῦτο οὖν δεῖ πανταχόθεν περισκοπεῖν καὶ ἀκριβῶς διερευνᾷν, μὴ πού τις σπινθὴρ τῆς ἐπιθυμίας ἐκείνης ἐντυφόμενος λάθῃ. Ἀγαπητὸν γὰρ καὶ τοὺς ἐξ ἀρχῆς καθαρεύοντας τοῦ πάθους, ἡνίκα ἂν ἐμπέσωσιν εἰς τὴν ἀρχήν, δυνηθῆναι τοῦτο διαφυγεῖν. Εἰ δὲ τις καὶ πρὶν ἢ τυχεῖν τῆς τιμῆς τρέφει παρ’ ἑαυτῷ τὸ δεινὸν καὶ ἀπηνὲς τοῦτο θηρίον, οὐδὲ ἔστιν εἰπεῖν εἰς ὅσην ἑαυτὸν ἐμβαλεῖ κάμινον μετὰ τὸ τυχεῖν. Ἡμεῖς δὲ (καὶ μὴ τοι νομίσῃς μετριάζοντας ἡμᾶς ἐθελῆσαι ἂν τι ποτε ψεύσασθαι πρὸς σέ) πολλὴν ταύτην κεκτήμεθα τὴν ἐπιθυμίαν, καὶ μετὰ τῶν ἄλλων ἁπάντων οὐχ ἧττον ἡμᾶς καὶ τοῦτο ἐφόβησε, καὶ πρὸς ταύτην ἔτρεψε τὴν φυγήν. Καθάπερ γὰρ οἱ σωμάτων ἐρῶντες, ἕως μὲν ἂν πλησίον εἶναι τῶν ἐρωμένων ἐξῇ, χαλεπωτέραν τοῦ πάθους τὴν βάσανον ἔχουσιν, ὅταν δὲ ὡς ποῤῥωτάτω τῶν ποθουμένων ἑαυτοὺς ἀπαγάγωσι, καὶ τὴν μανίαν ἀπήλασα· οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται ἀφόρητον γίνεται τὸ κακόν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν.

ιβ’. Μία μὰν οὖν αὕτη πρόφασις οὐ μικρά. Ἀλλ’ εἰ καὶ μόνῃ καθ’ ἑαυτὴν οὖσα ἐτύγχανεν, ἱκανὴ ταύτης ἡμᾶς ἀπεῖρξαι τῆς ἀξίας· νῦν δὲ καὶ ἑτέρα ταύτης οὐχ ἧττον προστέθειται. Τὶς δὲ ἐστιν αὕτη; Νηφάλιον εἶναι δεῖ τὸν ἱερέα, καὶ διορατικόν, καὶ μυρίους πανταχόθεν κεκτῆσθαι τοὺς ὀφθαλμούς, ὡς οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ πλήθει ζῶντα τοσούτῳ. Ἡμεῖς δὲ ὅτι νωθροὶ καὶ παρειμένοι καὶ πρὸς τὴν ἑαυτῶν μόλις ἀρκοῦντες σωτηρίαν, καὶ αὐτὸς ἂν ὁμολογήσειας, ὁ μάλιστα πάντων τὰ ἡμέτερα διὰ τὸ φιλεῖν κρύπτειν σπουδάζων κακά. Μὴ γὰρ μοι νηστείαν ἐνταῦθα εἴπῃς, μηδὲ ἀγρυπνίαν, μηδὲ χαμευνίαν, καὶ τὴν λοιπὴν τοῦ σώματος σκληραγωγίαν καὶ τούτων μὲν γὰρ ὅσον ἀπέχομεν οἶδας. Εἰ δὲ καὶ εἰς ἀκρίβειαν ἡμῖν κατώρθωτο, οὐδὲ οὕτως μετὰ τῆς παρούσης νωθρότητος ἴσχυσεν ἂν τι πρὸς τὴν ἐπιστασίαν ἡμᾶς ταῦτα ὠφελῆσαι ἐκείνην. Ἀνθρώπῳ μὲν γὰρ εἰς οἰκίσκον τινὰ κατακλεισθέντι, καὶ τὰ αὐτοῦ μεριμνῶντι μόνον, πολλὴν ἂν ταῦτα παράσχοι τὴν ὠφέλειαν· εἰς δὲ τοσοῦτον σχιζομένῳ πλῆθος, καὶ καθ’ ἕκαστον τῶν ἀρχομένων ἰδίας κεκτημένῳ φροντίδας, τὶ δύναιτ’ ἂν πρὸς τὴν ἐκείνων ἐπίδοσιν ἀξιόπιστον συμβάλλεσθαι κέρδος, ἐὰν μὴ ψυχὴν εὔτονον καὶ ἰσχυροτάτην ἔχων τύχῃ;

ιγ’. Καὶ μὴ θαυμάσῃς, εἰ μετὰ τοσαύτης καρτερίας ἑτέραν βάσανον ζητῶ τῆς ἐν τῇ ψυχῇ ἀνδρείας. Τὸ μὲν γὰρ σίτων καὶ πότων καὶ στρωμνῆς καταφρονεῖν ἁπαλῆς, πολλοῖς οὐδὲ ἔργον ὁρῶμεν ὅν, καὶ μάλιστα γε τοῖς ἀγροικότερον διακειμένοις, καὶ οὕτως ἐκ πρώτης τραφεῖσι τῆς ἡλικίας, καὶ πολλοῖς δὲ ἑτέροις, τῆς τε τοῦ σώματος κατασκευῆς καὶ τῆς συνηθείας ἐξευμαριζούσης τὴν ἐν ἐκείνοις τοῖς πόνοις τραχύτητα· ὕβριν δὲ καὶ ἐπήρειαν καὶ λόγον φορτικόν, καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα, τὰ τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῆ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ’ ἑνὸς που καὶ δευτέρου· καὶ ἴδοι τις ἂν τοὺς ἐν ἐκείνοις ἰσχυροὺς πρὸς ταῦτα οὕτως ἰλιγγιῶντας, ὡς μᾶλλον τῶν χαλεπωτάτων ἀγριαίνειν θηρίων. Τοὺς δὲ τοιούτους μάλιστα τῶν τῆς ἱερωσύνης ἀπείρξομεν περιβόλων. Τὸ μὲν γὰρ μήτε πρὸς τὰ σῖτα ἀπηγχονίσθαι, μηδὲ ἀνυπόδετον εἶναι τὸν προεστῶτα, οὐδὲν ἂν βλάψειε τὸ κοινὸν τῆς ἐκκλησίας· θυμὸς δ ἄγριος εἲς τε τὸν κεκτημένον, εἲς τε τοὺς πλησίον μεγάλας ἐργάζεται συμφοράς. Καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ. Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ’ ἑαυτὸν καὶ ἐν τοῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ’ ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ’ ἂν ποτε διάγειν, καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά.

ιδ’. Οὐδὲν γὰρ οὕτω καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς φερομένης τῆς ῥύμης. «Θυμὸς γάρ, φησίν, ἀπόλλυσι καὶ τοὺς φρονίμους». Καθάπερ γὰρ ἓν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἐντίμους τῶν ἀτίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακόν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν. Ἡδονὴ γὰρ τὶς ἐστιν ἡ τοῦ θυμοῦ πύρωσις, καὶ τῆς ἡδονῆς χαλεπώτερον τυραννεῖ τὴν ψυχήν, πᾶσαν αὐτῆς τὴν ὑγιῆ κατάστασιν ἄνω καὶ κάτω ταράττουσα. Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως, καὶ ἔχθρας ἀκαίρους, καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς, καὶ εἰκῆ προσκρούειν παρασκευάζει συνεχῶς· καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τὸ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης, καὶ οὐκ ἐχούσης ὅπου τὴν αὐτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν.

ΒΑΣΙΛ. Ἀλλ’ οὐκ ἔτι σε εἰρωνευόμενον ἀνέξομαι περαιτέρω. Τὶς γὰρ οὐκ οἶδε, φησίν, ὅσον τοσαύτης ἀπέχεις τῆς νόσου; ΧΡΥΣΟΣΤ. Τὶ οὖν, ἔφην, ᾧ μακάριε, βούλει πλησίον με τῆς πυρᾶς ἀγαγεῖν, καὶ παροξῦναι τὸ θηρίον ἠρεμοῦν; Ἢ ἀγνοεῖς, ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ’ ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾷν, τὸν δὲ οὕτω διακειμένων ἀγαπητὸν ἐφ’ ἑαυτοῦ μένοντα, καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπεσόντα φροντίδων; Τότε γὰρ οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς ἐπισύρει μεθ’ ἑαυτοῦ πρὸς τὸν τῆς ἀπωλείας κρημνόν, καὶ πὲρ τὴν τῆς ἐπιεικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι. Πέφυκα γὰρ ὡς τὰ πολλὰ τὸ τῶν ἀρχομένων πλῆθος, ὥσπερ εἰς ἀρχέτυπον τινα εἰκόνα τοὺς τῶν ἀρχόντων τρόπους ὁρᾷν, καὶ πρὸς ἐκείνους ἐξομοιοῦν ἑαυτούς. Πῶς οὖν ἂν τις τὰς ἐκείνων παύσειε φλεγμονάς, οἰδαίνων αὐτός; Τὶς δ’ ἂν ἐπιθυμήσειε ταχέως τῶν πολλῶν γενέσθαι μέτριος, τὸν ἄρχοντα ὀργίλον ὁρῶν; Οὐ γὰρ ἐστιν, οὐκ ἔστι δυνατὸν τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ μικρὰ ταχέως κατάδηλα γίνεται. Καὶ γὰρ ἀθλητής, ἕως μὲν ἂν οἴκοι μένῃ, καὶ μηδενὶ συμπλέκηται, δύναται λανθάνειν, κἂν ἀσθενέστατος ὢν τύχῃ· ὅταν δὲ ἀποδύσηται πρὸς τοὺς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται. Καὶ τῶν ἀνθρώπων τοίνυν οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον, ἔχουσα παραπετάσματα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν· εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδύναι ἀναγκάζονται, καὶ πᾶσι γυμνὰς ἐπίδεξαι τὰς ψυχὰς διὰ τῷ ἔξωθεν κινημάτων. Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥᾳθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους. Διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς, ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς. Τὰ μὲν γὰρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ ἓν τινι σκότῳ πραττόμενα, τοὺς ἐργαζομένους ἀπώλεσε μόνους· ἀνδρὸς δὲ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια κοινὴν ἅπασι φέρει τὴν βλάβην, τοὺς μὲν ἀναπεπτωκότας πρὸς τοὺς ὑπὲρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους ποιοῦσα, τοὺς δὲ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθίζουσα πρὸς ἀπόνοιαν. Χωρὶς δὲ τούτων τὰ μὲν τῶν εὐτελῶν παραπτώματα, κἂν εἰς τὸ μέσον ἔλθῃ, οὐδὲν ἔπληξεν ἀξιόλογον πληγήν· οἱ δὲ ἐν τῇ κορυφῇ ταύτης καθήμενοι τῆς τιμῆς, πρῶτον μὲν πᾶσίν εἰσι κατάδηλοι, ἔπειτα, κἂν ἐν τοῖς μικροτάτοις σφαλῶσι, μεγάλα τὰ μικρὰ τοῖς ἄλλοις φαίνεται. Οὐ γὰρ τῷ τοῦ γεγονότος μεγέθει, ἀλλὰ τῇ τοῦ διαμαρτόντος ἀξίᾳ τὴν ἁμαρτίαν μετροῦσιν ἅπαντες. Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι πάντοθεν τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ πὲρ τὸν βίον νήψει, πάντοθεν περισκοποῦντα, μὴ πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον, πλήξῃ καιρίαν πληγήν. Πάντες γὰρ περιεστήκασι τρώσαι ἕτοιμοι καὶ καταβαλεῖν, οὐ τῶν ἐχθρῶν μόνον καὶ πολεμίων, ἀλλὰ καὶ αὐτῶν πολλοὶ τῶν προσποιουμένων φιλίαν.

Τοιαύτας οὖν ἐπιλέγεσθαι δεῖ ψυχάς, οἷα τὰ τῶν ἁγίων ἐκείνων ἀπέδειξε σώματα ἡ τοῦ Θεοῦ χάρις ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ποτέ. Οὐ γὰρ κληματὶς καὶ πίσσα καὶ στυππεῖον ἡ τοῦ πυρὸς τούτου τροφή, ἀλλὰ πολὺ τούτων χαλεπωτέρα· ἐπεὶ μηδὲ πῦρ τὸ αἰσθητὸν ὑπόκειται ἐκεῖνο, ἀλλ’ ἡ παμφάγος αὐτοὺς τῆς βασκανίας περιστοιχίζεται φλόξ, πανταχόθεν αἰρομένη, καὶ ἀκριβέστερον αὐτῶν ἐπιοῦσα καὶ διερευνωμένη τὸν βίον ἢ τὸ πῦρ τότε τῶν παίδων ἐκείνων τὰ σώματα. Ὅταν οὖν εὕρῃς καλάμης ἴχνος μικρόν, προσπλέκεται ταχέως· καὶ τὸ μὲν σαθρὸν ἐκεῖνο κατέκαυσε μέρος, τὴν δὲ λοιπὴν ἅπασαν οἰκοδομήν, ἀπ’ ἐκείνου τοῦ καπνοῦ προσέφλεξε καὶ ἠμαύρωσεν ἅπασαν. Ἕως μὲν γὰρ ἂν πανταχόθεν ἡρμοσμένος ᾗ καλῶς ὁ τοῦ ἱερέως βίος, ἀνάλωτος γίνεται ταῖς ἐπιβουλαῖς· ἂν δὲ τύχῃ μικρὸν τι παριδών, οἷα εἰκὸς ἄνθρωπον ὄντα, καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγορῶν στόματα διαφύγει, ἀλλ’ ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα. Καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ’ ὡς ἀγγέλῳ, καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ, δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ. Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι, διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσιν εἰς τοὐναντίον προχωροῦντα ἐκείνου τὰ πράγματα, τὴν μεθ’ ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι, καὶ πάντα αὐτοῦ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τι τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες. Καὶ ὥσπερ ἐκεῖνος τοὺς τοὺς σώματος φυλακὰς δέδοικεν, οὕτω καὶ οὗτος τοὺς πλησίον καὶ συλλειτουργοῦντας αὐτῷ μάλιστα πάντων τρέμει. Οὔτε γὰρ ἕτεροί τινες οὕτω τῆς ἀρχῆς ἐπιθυμοῦσι τῆς ἐκείνου, καὶ τὰ ἐκείνου μάλιστα πάντων ἴσασιν, ὡς οὗτοι ἐγγύθεν γὰρ ὄντες, εἲ τὶ συμβαίη τοιοῦτο, πρὸ τῶν ἄλλων αἰσθάνονται, καὶ δύναιντ’ ἂν εὐχερῶς καὶ διαβάλλοντες πιστευθῆναι, καὶ τὰ μικρὰ μεγάλα ποιοῦντες τὸν συκοφαντούμενον ἑλεῖν. Τὸ γὰρ ἀποστολικὸν ἐκεῖνο ῥῆμα ἀντέστραπται· «Καὶ εἴτε πάσχειν ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη»· πλὴν εἴ τις εὐλαβείᾳ πολλῇ πρὸς ἅπαντα στῆναι δυνηθείη. Εἰς τοσοῦτον οὖν ἡμᾶς ἐκπέμπεις πόλεμον; Καὶ πρὸς μάχην οὕτω καὶ ποικίλην καὶ πολυειδῆ τὴν ἡμετέραν ἐνόμισας ἀρκέσειν ψυχήν; Πόθεν καὶ παρὰ τίνος μαθών; Εἰ μὲν γὰρ ὁ Θεὸς ἐγνώρισε τοῦτο, ἐπίδειξον τὸν χρησμόν, καὶ πείθομαι· εἰ δὲ οὐκ ἔχεις, ἀλλ’ ἀπὸ δόξης ἀνθρωπίνης φέρεις τὴν ψῆφον, ἀπαλλάγηθί ποτε ἐξαπατώμενος. Ὑπὲρ γὰρ τῶν ἡμετέρων ὑμῖν μᾶλλον ἢ ἑτέροις πείθεσθαι δίκαιον· ἐπειδὴ «Τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Ὅτι γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἑλομένους καταγελάστους ἂν ἐποιήσαμεν, ταύτην δεξάμενοι τὴν ἀρχήν, καὶ μετὰ πολλῆς τῆς ζημίας εἰς ταύτην ἂν ἐπανήλθομεν τοῦ βίου τὴν κατάστασιν, ἐν ᾗ καὶ νῦν ἐσμεν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν σε τούτοις οἶμαι πεπεικέναι τοῖς ῥήμασιν. Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον, ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος. Καὶ καθάπερ οἱ φίλαρχοι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν σιὲ μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ’ ἐκείνου γενέσθαι ἐπιθυμοῦντες, καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.

ιε’. Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων; Ἴθι δή, καὶ διάκυψον εἰς τὰ δημοτελεῖς ἑορτάς, ἐν αἷς μάλιστα τῶν ἐκκλησιαστικῶν ἄρχων τὰς αἱρέσεις ποιεῖσθαι νόμος· καὶ τοσαύταις ὄψει κατηγορίαις τὸν ἱερέα βαλλόμενον, ὅσον τῶν ἀρχομένων τῇ πλῆθός ἐστι. Πάντες γὰρ οἱ δοῦναι κύριοι τὴν τιμὴν εἰς πολλὰ τότε σχίζονται μέρη, καὶ οὔτε πρὸς ἀλλήλους, οὔτε πρὸς αὐτὸν τὸν λαχόντα τὴν ἐπισκοπήν, τὸ τῶν πρεσβυτέρων συνέδριον ὁμογνωμονοῦν ἴδοι τις ἄν· ἀλλ’ ἕκαστος καθ’ ἑαυτὸν ἑστήκασιν, ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον αἱρούμενος. Τὸ δὲ αἴτιον, οὐκ εἰς ἓν πάντες ὁρῶσιν, εἰς ὃ μόνον ὁρᾷν ἐχρῆν, τῆς ψυχῆς τὴν ἀρετήν· ἀλλ’ εἰσὶ καὶ ἕτεραι προφάσεις αἱ ταύτης πρόξενοι τῆς τιμῆς· οἷον, Ο μέν, ὅτι γένους ἐστὶ λαμπροῦ, ἐγκρινέσθω, φησίν· ὁ δέ, ὅτι πλοῦτον περιβέβληται πολύν, καὶ οὐκ ἂν δέοιτο τρέφεσθαι ἐκ τῶν τῆς ἐκκλησίας προσόδων· ὁ δέ, ὅτι παρὰ τῶν ἐχθρῶν ηὐτομόλησε· καὶ ὁ μὲν τὸν οἰκείως πρὸς αὐτὸν διακείμενον, ὅδε τὸν γένει προσήκοντας, ὁ δὲ τὸν κολακεύοντα πάλιν τῶν ἄλλων προτιμᾶν σπουδάζουσιν, εἰς δὲ τὸν ἐπιτήδειον οὐδεὶς ὁρᾷν βούλεται, οὐδὲ ψυχῆς τινα ποιεῖσθαι βάσανον. Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν, ὡς μηδὲ εἲ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾷν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ τῶν ἅπαντα τὸν χρόνον καθειρξάντων ἑαυτούς, καὶ νηστείαις δαπανηθέντων, ὅτι, ἕως μὲν αὐτοῖς μόνοις εἶναι ἐξῆν καὶ τὰ αὐτῶν μεριμνᾶν εὐδοκιμοῦν παρὰ Θεῷ, καὶ καθ’ ἑκάστην ἡμέραν ἐκείνῃ προσετίθεσαν τῇ φιλοσοφίᾳ μέρος οὐ μικρόν· ἐπειδὴ δὲ εἰς τὸ πλῆθος ἦλθον, καὶ τὰς τῶν πολλῶν ἀμαθίας ἐπανορθοῦν ἠναγκάσθησαν, οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἤρκεσαν πρὸς τὴν τοσαύτην πραγματείαν· οἱ δὲ βιασθέντες ἐπιμεῖναι, τὴν προτέραν ἀκρίβειαν ῥίψαντες, ἑαυτοὺς τε ἐζημίωσαν τὰ μέγιστα, καὶ ἑτέρους ὤνησαν οὐδέν. Ἀλλ’ οὐδὲ εἲ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων, καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω. Τὶ γάρ, εἰ καὶ μετὰ τὴν ἡλικίαν ἐκείνην ἀνεπιτήδειος ὢν μένοι; Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας, πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας, ταῦτα εἶπον νῦν (συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχήν), ἀλλ’ ἐκεῖνο δεῖξαι σπουδάζων, ὅτι εἰ μήτε εὐλαβείᾳ καθ’ ἑαυτήν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ’ ἂν δέξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ’ ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο. Οἱ δὲ καὶ ἑτέρας προστιθέασιν ἀτοπωτέρας· καὶ γὰρ οἱ μέν, ἵνα μὴ μετὰ τῶν ἐναντίων τάξωσιν ἑαυτούς, εἰς τὴν τοῦ κλήρου καταλέγονται τάξιν, οἱ δὲ διὰ πονηρίαν, καὶ ἵνα μὴ παροφθέντες μεγάλα ἐργάσωνται κακά. Ἆρα γένοιτ’ ἂν τι τούτου παρανομώτερον; Ὅταν ἄνθρωποι μοχθηροὶ καὶ μυρίων γέμοντες κακῶν διὰ ταῦτα θεραπεύωνται, δι’ ἃ κολάζεσθαι ἔδει, καὶ ὧν ἕνεκεν μηδὲ τὸν οὐδὸν τῆς ἐκκλησίας ὑπερβαίνειν ἐχρῆν, ὑπὲρ τούτων καὶ εἰς τὴν ἱερατικὴν ἀναβαίνωσιν ἀξίαν; Ἔτι οὖν ζητήσομεν, εἶπε μοι, τοῦ Θεοῦ τῆς ὀργῆς τὴν αἰτίαν, πράγματα οὕτως ἅγια καὶ φρικωδέστατα ἀνθρώποις τοῖς μὲν πονηροῖς, τοῖς δὲ οὐδενὸς ἀξίοις λυμαίνεσθαι παρέχοντες; Ὅταν γὰρ οἱ μὲν τῶν μηδὲν αὐτοῖς προσηκόντων, οἱ δὲ τῶν πολλῷ μειζόνων τῆς οἰκείας δυνάμεως προστασίαν ἐμπιστευθῶσιν, οὐδὲν εὐρίπου τὴν ἐκκλησίαν διαφέρειν ποιοῦσιν.

Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων, ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ’ ἀπὸ τῶν χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας· ἐπεὶ δὲ ἤκουσα, ὅτι αὕτη ἡ ἀλογία καὶ εἰς τὰ ἡμέτερα εἰσεκώμασεν, οὐκ ἔτι ὁμοίως ἐποιούμην τὸ πρᾶγμα δεινόν. Τὶ γὰρ θαυμαστόν, ἀνθρώπους βιωτικούς, καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας, καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ’ ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες, ὡς περὶ πλέθρων τῆς, ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις, ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν, καὶ ἄνθρωπος γενέσθαι, καὶ δούλου μορφὴν λαβεῖν, καὶ ἐμπτυσθῆναι, καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρῃτήσατο ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς; Καὶ οὐδὲ μέχρι τούτων οὗτοι ἵστανται μόνον, ἀλλὰ καὶ ἕτερα προστιθέασιν ἀτοπωτέρα· οὐ γὰρ τοὺς ἀναξίους ἐγκρίνουσι μόνον, ἀλλὰ καὶ τοὺς ἐπιτηδείους ἐκβάλλουσιν. Ὥσπερ γὰρ δέον ἀμφοτέρωθεν λυμήνασθαι τῆς ἐκκλησίας τὴν ἀσφάλειαν, ἢ ὥσπερ οὐκ ἀρκούσης τῆς προτέρας προφάσεως, ἐκκαῦσαι τοῦ Θεοῦ τὴν ὀργήν, οὕτω τὴν δευτέραν συνῆψαν, οὐχ ἧττον οὖσαν χαλεπήν. Καὶ γὰρ ἐξ ἴσης οἶμαι εἶναι δεινόν, τὸ τε τοὺς χρησίμους ἀπείργειν, καὶ τὸ τοὺς ἀχρείους εἰσωθεῖν. Καὶ τοῦτο δὴ γίνεται, ἵνα μηδαμόθεν παραμυθίαν εὑρεῖν μηδὲ ἀναπνεῦσαι δυνηθῇ τοῦ Χριστοῦ τὸ ποίμνιον. Ταῦτα οὖν οὐ μυρίων ἄξια σκηπτῶν; Ταῦτα οὐ γεέννης σφοδροτέρας, οὐ ταύτης μόνον τῆς ἠπειλημένης ἡμῖν; Ἀλλ’ ὅμως ἀνέχεται καὶ φέρει τὰ τοσαῦτα κακὰ ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. Καὶ πῶς ἂν τις αὐτοῦ τὴν φιλανθρωπίαν θαυμάσειε; Πῶς ἂν ἐκπλαγείη τὸν ἔλεον; Οἱ τοῦ Χριστοῦ τὰ τοῦ Χριστοῦ διαφθείρουσιν ἐχθρῶν καὶ πολεμίων μᾶλλον , ὁ δὲ ἀγαθὸς ἔτι χρηστεύεται καὶ εἰς μετάνοιαν καλεῖ. Δόξα σοι, Κύριε, δόξα σοι· πόση φιλανθρωπίας ἄβυσσος παρὰ σοὶ! Πόσος ἀνεξικακίας πλοῦτος! Οἱ διὰ τὸ ὄνομα τὸ σὸν ἐξ εὐτελῶν καὶ ἀτιμιῶν ἔντιμοι καὶ περίβλεπτοι γεγονότες τῇ τιμῇ κατὰ τοῦ τετιμηκότος κέχρηνται, καὶ τολμῶσι τὰ ἀτόλμητα, καὶ ἐνυβρίζουσιν εἰς τὰ ἅγια, τοὺς σπουδαίους ἀπωθούμενοι καὶ ἐκβάλλοντες, ἵνα ἐν ἠρεμίᾳ πολλῇ καὶ μετὰ ἀδείας τῆς ἐσχάτης οἱ πονηροὶ πάντα, ὅσαπερ ἂν ἐθέλωσιν ἀνατρέπωσι. Καὶ τούτου δὲ τοῦ δεινοῦ τὰς αἰτίας εἰ θέλεις μαθεῖν, ὁμοίας ταῖς προτέραις εὑρήσεις· τὴν μὲν γὰρ ῥίζαν, καὶ ὡς ἂν τις εἴποι, μητέρα μίαν ἔχουσι, τὴν βασκανίαν· αὗται δὲ οὐ μιᾶς εἰσιν ἰδέας, ἀλλὰ διεστήκασιν. Ὁ μὲν γὰρ ἐπειδὴ νέος ἐστίν, ἐκβαλλέσθω, φησίν· ὅδε ἐπειδὴ κολακεύειν οὐκ οἶδεν· ὁ δέ, ἐπειδὴ τῷ δεῖνι προσέκρουσεν· καὶ ὁ μέν, ἵνα μὴ ὁ δεῖνα λυπῆται, τὸν μὲν ὑπ’ αὐτοῦ δοθέντα ἀποδοκιμασθέντα, τοῦτον δὲ ἐγκεκριμένον ὁρῶν· ὁ δέ, ἐπειδὴ χρηστὸς ἐστι καὶ ἐπιεικής· ὁ δέ, ἐπειδὴ τοῖς ἁμαρτάνουσι φοβερός, ὁ δὲ δι’ ἄλλην αἰτίαν τοιαύτην. Οὐδὲ γὰρ ἀποροῦσι προφάσεων, ὅσων ἂν ἐθέλωσιν· ἀλλὰ καὶ τὸ πλῆθος τῶν ὄντων ἔστιν αὐτοῖς αἰτιᾶσθαι ὅταν μηδὲν ἔχωσιν ἕτερον. Ἀλλὰ καὶ τὸ μὴ δεῖν ἀθρόως εἰς ταύτην ἄγεσθαι τὴν τιμήν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν, καὶ ἑτέρας, ὅσας ἂν βούλωνται, δύναιντ’ ἂν αἰτίας εὑρεῖν. Ἐγὼ δὲ ἡδέως ἐνταῦθα ἐρήσομαι, Τὶ οὖν δεῖ τὸν ἐπίσκοπον ποιεῖν, τοσούτοις μαχόμενον πνεύμασι; Πῶς πρὸς τοσαῦτα στήσεται κύματα; Πῶς πᾶσα ταύτας ἀπῶσται τὰς προσβολάς; Ἂν μὲν γὰρ ὀρθῷ λογισμῷ τὸ πρᾶγμα διάθῃ, ἐχθροὶ καὶ πολέμιοι καὶ αὐτῷ καὶ τοῖς αἱρεθεῖσιν ἅπαντες, καὶ πρὸς φιλονεικίαν τὴν ἐκείνου ἅπαντα πράττουσι, στάσεις καθ’ ἑκάστην ἐμβάλλοντες τὴν ἡμέραν, καὶ σκώμματα μυρία τοῖς αἱρεθεῖσιν ἐπιτιθέντες, ἕως ἂν ἢ τούτους ἐκβάλωσιν ἢ τοὺς αὐτῶν εἰσαγάγωσιν. Καὶ γίνεται παραπλήσιον, οἷον ἂν εἲ τις κυβερνήτης ἔνδον ἐν τῇ νηῒ τῇ πλεούσῃ πειρατὰς ἔχοι συμπλέοντας, καὶ αὐτῷ καὶ τοῖς ναύταις καὶ τοῖς ἐπιβάταις συνεχῶς καὶ καθ’ ἑκάστην ἐπιβουλεύοντας ὥραν. Ἂν δὲ τὴν πρὸς ἐκείνους χάριν προτιμήσῃ τῆς αὐτοῦ σωτηρίας, δεξάμενος οὓς οὐκ ἔδει, ἕξει μὲν τὸν Θεὸν ἀντ’ ἐκείνων ἐχθρόν· οὗ τὶ γένοιτ’ ἂν χαλεπώτερον; Καὶ τὰ πρὸς ἐκείνους δὲ αὐτῷ δυσκολώτερον ἢ πρότερον διακείσεται, πάντων συμπραττόντων ἀλλήλοις, ἀκὶ τούτῳ μᾶλλον ἰσχυρῶν γενομένων. Ὥσπερ γὰρ ἀγρίων ἀνέμων ἐξ ἐναντίας προσπεσόντων ἀλλήλοις, τὸ τέως ἡσυχάζον πέλαγος μαίνεται ἐξαίφνης καὶ κορυφοῦται, καὶ τοὺς ἐμπλέοντας ἀπόλλυσιν· οὕτω καὶ ἡ τῆς ἐκκλησίας γαλήνη, δεξαμένη φθόρους ἀνθρώπους, ζάλης καὶ ναυαγίων πληροῦται πολλῶν.

ις’. Ἐννόησον οὖν, ὁποῖόν τινα εἶναι χρὴ τὸν πρὸς τοσοῦτον μέλλοντα ἀνθέξειν χειμῶνα, καὶ τοσαῦτα κωλύματα τῶν κοινῇ συμφερόντων διαθήσειν καλῶς. Καὶ γὰρ καὶ σεμνὸν καὶ ἄτυφον, καὶ φοβερὸν καὶ προσηνῆ, καὶ ἀρχικὸν καὶ κοινωνικόν, καὶ ἀδέκαστον καὶ θεραπευτικόν, καὶ ταπεινόν, καὶ ἀδούλωτον, καὶ σφοδρὸν καὶ ἥμερον εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται· καὶ τὸν ἐπιτήδειον δεῖ μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι, παράγειν· καὶ τὸν οὐ τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ’ εἰς ἓν μόνον ὁρᾷν τὴν ἐκκλησιαστικὴν οἰκοδομήν, καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιεῖν. Ἆρά σοι δοκοῦμεν εἰκότως παρῃτῆσθαι τοῦ πράγματος τούτου τὴν διακονίαν; Καίτοι γε οὔπω πάντα διῆλθον πρὸς σέ· ἔχω γὰρ καὶ ἕτερα λέγειν. Ἀλλὰ μὴ ἀποκάμῃς ἀνδρὸς φίλου καὶ γνησίου, βουλομένου σε πείθειν ὑπὲρ ὧν ἐγκαλεῖς, ἀνεχόμενος· οὐδὲ γὰρ πρὸς τὴν ἀπολογίαν σοι τὴν ὑπὲρ ἡμῶν ταῦτα χρήσιμά ἐστι μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τοῦ πράγματος τὴν διοίκησιν τάχα οὐ μικρὸν συμβαλεῖται κέρδος. Καὶ γὰρ ἀναγκαῖον, τὸν μέλλοντα ἐπὶ ταύτην ἔρχεσθαι τοῦ βίου τὴν ὁδὸν πρότερον ἅπαντα διερευνησάμενον καλῶς, οὕτως ἅψασθαι τῆς διακονίας. Τὶ δήποτε; Ὅτι, εἰ κεῖ μηδὲν ἄλλο, τὸ γοῦν μὴ ξενοπαθεῖν, ἡνίκα ἂν ταῦτα προσπίπτῃ, περιέσται τῷ πάντα εἰδότι σαφῶς. Βούλει οὖν ἐπὶ τὴν χηρῶν προστασίαν ἴωμεν πρότερον, ἢ τὴν τῶν παρθένων κηδεμονίαν, ἢ τοῦ δικαστικοῦ μέρους τὴν δυσχέρειαν; Καὶ γὰρ ἐφ’ ἑκάστου τούτων διάφορος ἡ φροντίς, καὶ τῆς φροντίδος μείζων ὁ φόβος. Καὶ πρῶτον, ἵνα ἀπὸ τοῦ τῶν ἄλλων εὐτελεστέρου δοκοῦντος εἶναι ποιησώμεθα τὴν ἀρχήν, ἡ τῶν χηρῶν θεραπεία δοκεῖ μὲν μέχρι τῆς τῶν χρημάτων δαπάνης τοῖς ἐπιμελουμένοις αὐτῶν παρέχειν τὶν φροντίδα· τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ πολλῆς δεῖται κἀνταῦθα τῆς ἐξετάσεως, ὅταν αὐτὰς καταλέγειν δέῃ, ὡς τὸ γε ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὰς ἐγγράφεσθαι μυρία εἰργάσαντο δεινά. Καὶ γὰρ οἴκους διέφθειραν, καὶ γάμους διέσπασαν, καὶ ἐπὶ κλοπαῖς πολλάκις καὶ ἐπὶ καπηλείαις καὶ ἑτέροις τοιούτοις ἀσχημονοῦσαι ἑάλωσαν. Τὸ δὲ τὰς τοιαύτας ἀπὸ τῶν τῆς ἐκκλησίας τρέφεσθαι χρημάτων καὶ παρὰ Θεοῦ τιμωρίαν, καὶ παρὰ ἀνθρώπων φέρει τὴν ἐσχάτην κατάγνωσιν, καὶ τοὺς εὖ ποιεῖν βουλομένους ὀκνηροτέρους καθίστησι. Τὶς γὰρ ἂν ἕλοιτό ποτε, ἃ τῷ Χριστῷ προσετάχθη δοῦναι χρήματα, ταῦτα ἀναλίσκειν εἰς τοὺς τὸ τοῦ Χριστοῦ διαβάλλοντας ὄνομα; Διὰ ταῦτα πολλὴν δεῖ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν, ὡς μὴ μόνον τὰς εἰρημένας, ἀλλὰ μηδὲ τὰς ἑαυταῖς ἀρκεῖν δυναμένας τὴν τῶν ἀδυνάτων λυμαίνεσθαι τράπεζαν. Μετὰ δὲ τὴν ἐξέτασιν ταύτην ἑτέρα διαδέχεσθαι φροντὶς οὐ μικρά, ἵνα αὐταῖς τὰ τῆς τροφῆς ἀθρόως, ὥσπερ ἐκ πηγῶν, ἐπιῤῥέῃ καὶ μὴ διαλιμπάνῃ ποτέ. Καὶ γὰρ ἀκόρεστόν πως κακὸν ἡ ἀκούσιος πενία καὶ μεμψίμοιρον καὶ ἀχάριστον. Καὶ δεῖ πολλῆς μὲν τῆς συνέσεως, πολλῆς δὲ τῆς σπουδῆς, ὥστε αὐτῶν ἐμφράττειν τὰ στόματα, πᾶσαν ἐξαιροῦντα κατηγορίας πρόφασιν. Οἱ μὲν οὖν πολλοί, ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαίνονται τὴν οἰκονομίαν. Ἐγὼ δὲ οὐχ ἡγοῦμαί ποτε ταύτην αὐτῷ τὴν μεγαλοψυχίαν ἀρκεῖν μόνην, ἀλλὰ δεῖν μὲν αὐτὴν πρὸ τῶν ἄλλων ἔχειν· χωρὶς γὰρ ταύτης λυμεὼν ἂν εἴη μᾶλλον ἢ προστάτης, καὶ λύκος ἀντὶ ποιμένος· μετὰ δὲ αὐτῆς καὶ ἑτέραν ζητεῖν εἰ κεκτημένος τυγχάνοι. Αὕτη δὲ ἐστιν ἡ πάντων αἰτία ἀνθρώποις τῶν ἀγαθῶν, ἀνεξικακία, ὥσπερ εἲς τινα εὔδιον λιμένα ὁρμίζουσα καὶ παραπέμπουσα τὴν ψυχήν. Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παῤῥησίᾳ· οὕτω γὰρ ἄμεινον εἰπεῖν· καὶ βοῶσιν ἀκαίρως, καὶ αἰτιῶνται μάτην, καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν, καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει. Καὶ δεῖ τὸν προεστῶτα ἅπαντα φέρειν γενναίως, καὶ μήτε πρὸς τὰς ἀκαίρους ἐνοχλήσεις, μήτε πρὸς τὰς ἀλόγους παροξύνεσθαι μέμψεις. Ἐλεεῖσθαι γὰρ ἐκεῖνο τὸ γένος ὑπὲρ ὧν δυστυχοῦσιν, οὐχ ὑβρίζεσθαι, δίκαιον· ὡς τὸ γε ἐπεμβαίνειν αὐτῶν ταῖς συμφοραῖς, καὶ τῇ διὰ τὴν πενίαν ὀδύνη τὴν ἀπὸ ὕβρεως προστιθέναι τῆς ἐσχάτης ὠμότητος ἂν εἴη. Διὰ τοῦτο καὶ τὶς ἀνὴρ σοφώτατος, εἲς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδών, καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν, καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μὴ τις αἰτούμενος παρ’ αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τὸ δεομένῳ, λέγων· «Κλῖνον πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά». Καὶ τὸν παροξύνοντα ἀφεὶς (τὶ γὰρ ἂν τις τῷ κειμένῳ λέγοι;), τῷ δυναμένῳ τὴν ἐκείνου φέρειν ἀσθένειαν διαλέγεται, παρακαλῶν τῷ τε ἡμέρῳ τῆς ὄψεως, καὶ τῇ τῶν λόγων πραότητι πρὸ τῆς δόσεως αὐτὸν ἀνορθοῦν. Ἂν δὲ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ’ αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰργάσατο τὸ δεινόν. Κἂν γὰρ λίαν ἀναισχυντεῖν βιάζωνται διὰ τὴν τῆς γαστρὸς ἀνάγκην, ἀλλ’ ὅμως ἀλγοῦσιν ἐπὶ τῇ βίᾳ ταύτῃ. Ὅταν οὖν διὰ μὲν τοῦ λιμοῦ δέος προσαιτεῖν ἀναγκάζωνται, διὰ δὲ τὸ προσαιτεῖν ἀναιδεύεσθαι, διὰ δὲ τὸ ἀναιδεύεσθαι πάλιν ὑβρίζωνται, ποικίλη τις καὶ πολὺν φέρουσα τὸν ζόφον ἐπὶ τὴν ψυχὴν ἐκείνων κατασκήπτει τῆς ἀθυμίας ἡ δύναμις. Καὶ δὲ τὸν τούτων ἐπιμελούμενον ἐπὶ τοσοῦτον εἶναι μακρόθυμον, ὡς μὴ μόνον αὐταῖς μὴ πλεονάζειν τὴν ἀθυμίαν ταῖς ἀγανακτήσεσιν, ἀλλὰ καὶ τῆς οὔσης τὸ πλέον κοιμίζειν διὰ τῆς παρακλήσεως. Ὥσπερ γὰρ ἐκεῖνος ὁ ὑβρισθεὶς ἐν πολλῇ περιουσίᾳ οὐκ αἰσθάνεται τῆς ἀπὸ τῶν χρημάτων ὠφελείας διὰ τὴν ἀπὸ τῆς ὕβρεως πληγήν· οὕτω καὶ οὗτος ὁ προσηνῆ λόγον ἀκούσας, καὶ μετὰ παρακλήσεως τὸ διδόμενον δεξάμενος, γάννυται πλέον καὶ χαίρει, καὶ διπλοῦν αὐτὸ τὸ δοθὲν τῷ τρόπῳ γίνεται. Καὶ ταῦτα οὐκ ἀπ’ ἐμαυτοῦ, ἀλλ’ ἀπ’ ἐκείνου τοῦ τὰ πρότερα παραινέσαντος φθέγγομαι. «Τέκνον γάρ, φησίν, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, καὶ ἂν πάσῃ δόσει λύπην λόγων. Οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; Οὕτω κρείσσων λόγος ἢ δόσις. Ἰδοὺ γὰρ λόγος ὑπὲρ δόμα ἀγαθόν· καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ». Οὐκ ἐπιεικῆ δὲ μόνον καὶ ἀνεξίκακον τὸν τούτων προστάτην, ἀλλὰ καὶ οἰκονομικὸν οὐχ ἧττον εἶναι χρή· ὡς, ἐὰν τοῦτο ἀπῆ, πάλιν εἰς τὴν ἴσην περιίσταται ζημίαν τὰ τῶν πενήτων χρήματα. Ἤδη γὰρ τις ταύτην πιστευθεὶς τὴν διακονίαν, καὶ χρυσὸν συναγαγὼν πολύν, αὐτὸς μὲν οὐ κατέφαγεν, ἀλλ’ οὐδὲ εἰς τοὺς δεομένους πλὴν ὀλίγων ἀνάλωσε· τὸ δὲ πλέον κατορύξας ἐφύλαττεν, ἕως οὗ καιρὸς χαλεπὸς ἐπιστὰς παρέδωκεν αὐτὰ ταῖς τῶν ἐναντίων χερσί. Πολλῆς οὖν δεῖ τῆς προμηθείας, ὡς μήτε πλεονάζειν μήτε ἐλλείπειν τῆς ἐκκλησίας τὴν περιουσίαν, ἀλλὰ πάντα μὲν σκορπίζειν ταχέως τοῖς δεομένοις τὰ ποριζόμενα, ἐν δὲ ταῖς τῶν ἀρχομένων προαιρέσεσι συνάγειν τῆς ἐκκλησίας τοὺς θησαυρούς. Τὰς δὲ τῶν ξένων ὑποδοχάς, καὶ τὰς τῶν ἀσθενούντων θεραπείας, πόσης μὲν οἴει δεῖσθαι χρημάτων δαπάνης, πόσης δὲ τῆς τῶν ἐπιστατούντων ἀκριβείας τε καὶ συνέσεως; Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικὸν τινα μετ’ εὐλαβείας καὶ φρονήσεως, ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ’ ἑαυτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς. Τὴν δὲ προθυμίαν καὶ τὴν σπουδὴν πολλῷ πλείονα ἐνταῦθα ἐπειδείκνυσθαι δεῖ· δυσάρεστον γὰρ πως οἱ νοσοῦντες χρῆμα καὶ ῥάθυμον· κἂν μὴ πολλῇ πανταχόθεν εἰσφέρεται ἀκριβείᾳ καὶ φροντίς, ἀρκεῖ καὶ τὸ μικρὸν ἐκεῖνο παροφθὲν μεγάλα ἐργάσασθαι τῷ νοσοῦντι κακά.

ιζ’. Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος, ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον, καὶ βασιλικωτέρα αὕτη τὴν ἄλλων ἡ ἀγέλη. Ἤδη γὰρ καὶ εἰς τὸ τῶν ἁγίων τούτων χορὸν μυρίαι μυρίων γέμουσαι κακῶν εἰσεκώμασαν· μεῖζον δὲ ἐνταῦθα τὸ πένθος. Καὶ καθάπερ οὐκ ἴσον, κόρην τε ἐλευθέραν καὶ τῆς ταύτης θεράπαιναν ἁμαρτεῖν, οὕτως οὐδὲ παρθένον καὶ χήραν. Ταῖς μὲν γὰρ καὶ ληρεῖν, καὶ λοιδορεῖσθαι πρὸς ἀλλήλας, καὶ κολακεύειν, καὶ ἀναισχυντεῖν, καὶ πανταχοῦ φαίνεσθαι, καὶ τὸ περιιέναι τὴν ἀγοράν, γέγονεν ἀδιάφορον· ἡ δὲ παρθένος ἐπὶ μείζοσιν ἀπεδύσατο, καὶ τὴν ἀνωτάτω φιλοσοφίαν ἐζήλωσε, καὶ τὴν τῶν ἀγγέλων πολιτείαν δεῖξαι ἐπὶ τῆς γῆς ἐπαγγέλλεται, καὶ μετὰ τῆς σαρκὸς ταύτης τὰ τῶν ἀσωμάτων αὐτῇ δυνάμεων κατορθῶσαι πρόκειται. Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλάς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῆ καὶ μάτην ἐφεῖται· λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή. Διὰ τοῦτο ἀσφαλεστάτης φυλακῆς καὶ πλείονος δεῖται τῆς συμμαχίας. Ὃ τε γὰρ τῆς ἁγιωσύνης ἐχθρὸς ἀεὶ καὶ μᾶλλον αὐταῖς ἐφέστηκε καὶ προσεδρεύει, καταπιεῖν ἕτοιμος, εἴπου τις ἐξολισθήσειε καὶ καταπέσοι, ἀνθρώπων τε οἱ ἐπιβουλεύοντες πολλοί, καὶ μετὰ τούτων ἁπάντων ἡ τῆς φύσεως μανίᾳ· καὶ ἁπλῶς πρὸς διπλοῦν τὸν πόλεμον ἡ παράταξις αὐτῇ, τὸν μὲν ἔξωθεν προσβάλλοντα, τὸν δὲ ἔσωθεν ἐνοχλοῦντα. Διὰ ταῦτα τῷ γοῦν ἐπιστατοῦντι πολὺς μὲν ὁ φόβος, μείζων δὲ ὁ κίνδυνος καὶ ἡ ὀδύνη, εἲ τι τῶν ἀβουλήτων, ὃ μὴ γένοιτο, συμβαίη ποτέ. Εἰ γάρ, «πατρὶ θυγάτηρ ἀπόκρυφος ἀγρυπνία», καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον, ὅπου περὶ τοῦ στειρωθῆναι ἢ παρακμάσαι ἢ μισηθῆναι τοσοῦτον δέος, τὶ πείσεται ὁ τούτων μὲν οὐδέν, ἕτερα δὲ τούτων πολλῷ μείζονα μεριμνῶν; Οὐ γὰρ ἀνὴρ ἐνταῦθα ὁ ἀθετούμενος, ἀλλ’ αὐτὸς ὁ Χριστός, οὐδὲ μέχρις ὀνειδῶν ἡ στείρωσις, ἀλλ’ εἰς ἀπώλειαν ψυχῆς τελευτᾷ τὸ δεινόν. «Πᾶν γὰρ δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται». Καὶ μισηθείσῃ δὲ παρὰ τοῦ Νυμφίου οὐκ ἀρκεῖ λαβεῖν ἀποστασίου βιβλίον καὶ ἀπελθεῖν, ἀλλὰ κόλασιν αἰώνιον τοῦ μίσους δίδωσι τὴν τιμωρίαν. Καὶ ὁ μὲν κατὰ σάρκα πατὴρ πολλὰ ἔχι τὰ ποιοῦντα αὐτῷ τὴν φυλακὴν εὔκολον τῆς θυγατρός· καὶ γὰρ καὶ ἡ μήτηρ, καὶ τροφὸς καὶ θεραπαινῶν πλῆθος, καὶ οἰκίας ἀσφάλεια, συναντιλαμβάνεται τῷ γεννησαμένῳ πρὸς τὴν τῆς παρθένου τήρησιν. Οὔτε γὰρ εἰς ἀγορὰν αὐτὴν ἐμβάλλειν ἐφίεται συνεχῶς οὔτε, ἡνίκα ἂν ἐμβάλλῃ, φαίνεσθαι τινι τῶν ἐντυγχανόντων ἀναγκάζεται, τοῦ σκότους τῆς ἑσπέρας οὐχ ἧττον τῶν τῆς οἰκίας τοίχων καλύπτοντος τὴν φανῆναι μὴ βουλομένην. Χωρὶς δὲ τούτων πάσης αἰτίας ἀπήλλακται, ὡς μὴ ἂν ποτε εἰς ἀνδρῶν ὄψιν βιασθῆναι ἐλθεῖν· οὔτε γὰρ ἡ τῶν ἀναγκαίων φροντίς, οὔτε αἱ τῶν ἀδικούντων ἐπήρειαι, οὐδ’ ἄλλο τοιοῦτον οὐδὲν εἰς ἀνάγκην αὐτὴν τοιαύτης συντυχίας καθίστησιν, ἀντὶ πάντων αὐτῇ γινομένου τοῦ πατρός. Αὕτη δὲ μίαν ἕει φροντίδα μόνον, τὸ μηδὲν ἀνάξιον μήτε πρᾶξαι, μήτε εἰπεῖν τῆς αὐτῇ προσηκούσης κοσμιότητος. Ἐνταῦθα δὲ πολλὰ τὰ ποιοῦντα τῷ πατρὶ δύσκολον, μᾶλλον δὲ καὶ ἀδύνατον τὴν φυλακήν· οὔτε γὰρ ἔνδον ἔχειν αὐτὴν μεθ’ ἑαυτοῦ δύναιτ’ ἄν· οὔτε γὰρ εὐσχήμων, οὔτε ἀκίνδυνος ἡ τοιαύτη συνοίκησις. Κἂν γὰρ μηδὲν αὐτοὶ ζημιωθῶσιν, ἀλλ’ ἀκεραίαν μείνωσι τὴν ἁγιωσύνην φυλάττοντες, οὐκ ἐλάττονα δώσουσι λόγον ὑπὲρ ὧν ἐσκανδάλισαν ψυχῶν, ἢ εἰ εἰς ἀλλήλους ἁμαρτάνοντες ἔτυχον. Τούτου δὲ οὐκ ὄντος δυνατοῦ, οὔτε τὰ κινήματα τῆς ψυχῆς καταμαθεῖν εὔπορον, καὶ τὰ μὲν ἀτάκτως φερόμενα περικόψαι, τὰ δὲ ἐν τάξει καὶ ῥυθμῶ μᾶλλον ἀσκῆσαι, καὶ ἐπὶ τὸ βέλτιον ἀγαγεῖν· οὔτε τὰς ἐξόδους περιεργάζεσθαι ῥᾴδιον. Ἡ γὰρ πενία καὶ τὸ ἀπροστάτευτον οὐκ ἀφίησιν αὐτὸν ἀκριβῆ τῆς ἐκείνῃ προσηκούσης εὐκοσμίας γενέσθαι ἐξεταστήν. Ὅταν τὰ ἑαυτῇ πάντα διακονεῖν ἀναγκάζηται, πολλά, εἲ γὲ βούλοιτο μὴ σωφρονεῖν, τῶν προσόδων τὰς προφάσεις ἔχει. Καὶ δεῖ τὸν κελεύοντα διαπαντὸς οἶκοι μένειν, καὶ ταύτας περικόψαι τὰς προφάσεις, καὶ τὴν τῶν ἀναγκαίων αὐτάρκειαν παρασχόντα, καὶ τὴν πρὸς ταύτῃ διακονησομένην αὐτῇ· δεῖ δὲ καὶ ἐκφορῶν καὶ παννυχίδων ἀπείργειν. Οἶδε γάρ, οἶδεν ὁ πολυμήχανος ὄφις, ἐκεῖνος καὶ διὰ χρηστῶν πράξεων τὸν αὐτοῦ παρασπείρειν ἰόν. Καὶ χρὴ τὴν παρθένον πανταχόθεν τειχίζεσθαι, καὶ ὀλιγάκις τοῦ παντὸς ἐνιαυτοῦ προβαίνειν τῆς οἰκίας, ὅταν ἀπαραίτητοι καὶ ἀναγκαῖαι κατεπείγωσι προφάσεις. Εἰ δὲ λέγοι τις, οὐδὲν εἶναι τούτων ἔργον τῷ ἐπισκόπῳ μεταχειρίζειν, εὖ ἴστω, ὅτι τῶν ἐφ’ ἑκάστης γινομένων αἱ φροντίδες καὶ αἱ αἰτίαι εἰς ἐκεῖνον ἔχουσι τὴν ἀναφοράν. Πολλῷ δὲ λυσιτελέστερον αὐτὸν ἅπαντα διακονούμενον ἀπηλλάχθαι ἐγκλημάτων, ἃ διὰ τὰς τῶν ἑτέρων ἁμαρτίας ὑπομένειν ἀνάγκη, ἢ τῆς διακονίας ἀφειμένον τὰς ὑπὲρ ὧν ἔπραξαν ἕτεροι τρέμειν εὐθύνας. Πρὸς δὲ τούτοις ὁ μὲν δι’ ἑαυτοῦ ταῦτα πράττων μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα διεξέρχεται· ὁ δὲ ἀναγκαζόμενος μετὰ τοῦ πείθειν τὰς ἁπάντων γνώμας τοῦτο ποιεῖν, οὐ τοσαύτην ἔχει τὴν ἄνεσιν ἐκ τοῦ τῆς αὐτουργίας ἀφίεσθαι ὅσα πράγματα καὶ θορύβους διὰ τοὺς ἀντιπίπτοντας καὶ ταῖς αὐτοῦ κρίσεσι μαχομένους. Ἀλλὰ πᾶσα μὲν οὐκ ἂν δυναίμην καταλέγειν τὰς ὑπὲρ τῶν παρθένων φροντίδας. Καὶ γὰρ καὶ ὅταν αὐτὰς ἐγγράφεσθαι δέῃ, οὐ τὰ τυχόντα παρέχουσι πράγματα τῷ ταύτην πεπιστευμένῳ τὴν οἰκονομίαν.

Τὸ δὲ τῶν κρίσεων μέρος μυρίας μὲν ἔχει τὰς ἐπαχθείας, πολλὴν δὲ τὴν ἀσχολίαν, καὶ δυσκολίας τοσαύτας, ὅσας οὐδὲ οἱ τοῖς ἔξωθεν δικάζειν καθήμενοι φέρουσι· καὶ γὰρ εὑρεῖν αὐτὸ τὸ δίκαιον ἔργον, καὶ εὑρόντα μὴ διαφθεῖραι χαλεπόν. Οὐκ ἀσχολία δὲ μόνον καὶ δυσκολία, ἀλλὰ καὶ κίνδυνος πρόσεστιν οὐ μικρός. Ἤδη γὰρ τινες τῶν ἀσθενεστέρων πράγμασιν ἐμπεσόντες, ἐπειδὴ προστασίας οὐκ ἔτυχον, ἐναυάγησαν περὶ τὴν πιστήν. Πολλοὶ γὰρ τῶν ἠδικημένων οὐχ ἧττον τῶν ἠδικηκότων τοὺς μὴ βοηθοῦντας μισοῦσι καὶ οὔτε πραγμάτων διαστροφήν, οὔτε καιρῶν χαλεπότητα, οὔτε ἱερατικῆς δυναστείας μέτρον, οὔτε ἄλλο τοιοῦτο οὐδὲν λογίζεσθαι βούλονται· ἀλλ’ εἰσὶν ἀσύγγνωστοι δικασταί, μίαν ἀπολογίαν εἰδότες, τὴν τῶν συνεχόντων αὐτοὺς κακῶν ἀπαλλαγήν. Ὁ δὲ μὴ δυνάμενος ταύτην παρασχεῖν, κἂν μυρίας λέγῃ προφάσεις, οὐδέποτε τὴν κατάγνωσιν φεύξεται τὴν παρ’ ἐκείνων. Ἐπειδὴ δὲ προστασίας ἐμνήσθην, φέρε σοι καὶ ἑτέραν μέμψεων ἀποκαλύψω πρόφασιν. Εἰ γὰρ καθ’ ἑκάστην ἡμέραν μᾶλλον τῶν ἀγοραίων περινοστεῖ τὰς οἰκίας ὁ τὴν ἐπισκοπὴν ἔχων, προσκρούματα ἐντεῦθεν ἀμύθητα. Οὐδὲ γὰρ ἀῤῥωστοῦντες μόνον, ἀλλὰ καὶ ὑγιαίνοντες ἐπισκοπεῖσθαι βούλονται, οὐ τῆς εὐλαβείας αὐτοὺς ἐπὶ τοῦτο προσκαλουμένης, τιμῆς δὲ καὶ ἀξιώματος οἱ πολλοὶ ἀντιποιούμενοι μᾶλλον. Εἰ δὲ ποτε συμβαίη τινὰ τῶν πλουσιωτέρων καὶ δυνατωτέρων, χρείας τινὸς κατεπειγούσης, εἰς τὸ κοινὸν τῆς ἐκκλησίας κέρδος συνεχέστερον ἰδεῖν, εὐθέως ἐντεῦθεν θωπείας καὶ κολακείας προσετρίψατο δόξαν. Καὶ τὶ λέγω προστασίας καὶ ἐπισκέψεις; Ἀπὸ γὰρ τῶν προσρήσεως μόνον τοσοῦτον φέρουσιν ἐγκλημάτων ἄχθος, ὡς καὶ βαρύνεσθαι καὶ καταπίπτειν ὑπὸ τῆς ἀθυμίας πολλάκις· ἤδη δὲ καὶ βλέμματος εὐθύνας ὑπέχουσι. Τὰ γὰρ ἁπλῶς παρ’ αὐτῶν γινόμενα βασανίζουσιν ἀκριβῶς οἱ πολλοί, καὶ μέτρον φωνῆς ἐξετάζοντες, καὶ διάθεσιν ὄψεως, καὶ ποσότητα γέλωτος. Πρὸς τὸν δεῖνα, φησί, δαψιλῶς ἐπεγέλασε, καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ μεγάλῃ προσεῖπε τῇ φωνῇ· ἐμὲ δὲ ἔλαττον καὶ ὡς ἔτυχε. Καὶ ἂν πολλῶν συγκαθημένων μὴ πανταχοῦ περιφέρῃ τοὺς ὀφθαλμοὺς διαλεγόμενος, ὕβριν τὸ πρᾶγμα φασιν οἱ πολλοί. Τὶς οὖν μὴ λίαν ἰσχυρὸς ὢν τοσούτοις ἂν ἀρκέσειε κατηγόροις, ἢ πρὸς τὸ μηδ’ ὅλως γραφῆναι παρ’ αὐτῶν, ἢ πρὸς τὸ διαφυγεῖν μετὰ τὴν γραφήν; Δεῖ μὲν γὰρ μηδὲ ἔχειν κατηγόρους· εἰ δὲ τοῦτο ἀδύνατον, ἀπολύεσθαι τὰ παρ’ ἐκείνων ἐγκλήματα· εἰ δὲ οὐδὲ τοῦτο εὔπορον, ἀλλὰ τέρπονταί τινες εἰκῆ καὶ ἁπλῶς αἰτιώμενοι, γενναίως πρὸς τὴν τῶν μέμψεων τούτων ἀθυμίαν ἵστασθαι. Ὁ μὲν γὰρ δικαίως ἐγκαλούμενος, κἂν ἐνέγκῃ τὸν ἐγκαλοῦντα ῥᾳδίως· ἐπειδὴ γὰρ οὐκ ἔστι πικρότερός τις τοῦ συνειδότος κατήγορος, διὰ τοῦτο, ὅταν ὑπ’ ἐκείνου τοῦ χαλεπωτάτου πρότερον ἁλῶμεν, τοὺς ἔξωθεν ἡμερωτέρους ὄντας εὐκόλως φέρομεν. Ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδέναι πονηρὸν ἔχων, ὅταν ἐγκαλῆται μάτην, καὶ πρὸς ὀργὴν ἐκφέρεται ταχέως, καὶ πρὸς ἀθυμίαν καταπίπτει ῥᾳδίως, ἂν μὴ πρότερον τύχῃ μεμελετηκὼς τὰς τῶν πολλῶν φέρειν ἀνοίας. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συκοφαντούμενον εἰκῆ καὶ καταδικαζόμενον μὴ ταράττεσθαι καὶ πάσχειν τι πρὸς τὴν τοσαύτην ἀλογίαν. Τὶ ἂν τις λέγοι τὰς λύπας, ἃς ὑπομένουσιν, ἡνίκα ἂν δέῃ τινὰ τοῦ τῆς ἐκκλησίας περικόψαι πληρώματος; Εἴθε μὲν οὖν μέχρι λύπης ἵστατο τὸ δεινόν· νῦν δὲ καὶ ὄλεθρος οὐ μικρός. Δέος γάρ, μήποτε πέρα τοῦ δέοντος κολασθεὶς ἐκεῖνος πάθη τοῦτο δὴ τὸ ὑπὸ τοῦ μακαρίου Παύλου λεχθέν, καὶ «Ὑπὸ τῆς περισσοτέρας λύπης καταποθῇ». Πλείστης οὖν κἀνταῦθα δεῖ τῆς ἀκριβείας, ὥστε μὴ τὴν τῆς ὠφελείας ὑπόθεσιν μείζονος αὐτῷ γενέσθαι ζημίας ἀφορμήν. Ὧν γὰρ ἂν ἁμάρτῃ μετὰ τὴν τοιαύτην θεραπείαν ἐκεῖνος, κοινωνεῖ τῆς ἐφ’ ἑκάστῳ τούτων ὀργῆς, ὁ μὴ καλῶς τὸ τραῦμα τεμὼν ἰατρός. Πόσας οὖν χρὴ προσδοκᾶν τιμωρίας, ὅταν μὴ μόνον ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἐπλημμέλησεν ἀπαιτῆται λόγον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέροις ἁμαρτηθέντων εἰς τὸν ἔσχατον καθιστῆται κίνδυνον; Εἰ γὰρ τῶν οἰκείων πλημμελημάτων εὐθύνας ὑπέχοντες φρίττομεν, ὡς οὐ δυνησόμενοι τὸ πῦρ ἐκφυγεῖν ἐκεῖνο, τὶ χρὴ πείσεσθαι προσδοκᾷν τὴν ὑπὲρ τοσούτων ἀπολογεῖσθαι μέλλοντα; Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθές, ἄκουσον τοῦ μακαρίου Παύλου λέγοντος, μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, κεῖ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες». Ἆρα μικρὸς οὗτος ὁ τῆς ἀπειλῆς φόβος; Οὐκ ἔστιν εἰπεῖν. Ἀλλὰ καὶ τοὺς σφόδρα ἀπειθεῖς καὶ σκληροὺς ἱκανὰ ταῦτα πεῖσαι, ὡς οὔτε ἀπονοίᾳ οὔτε φιλοδοξίᾳ ἁλόντες, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότες μόνον, καὶ εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, ταύτην ἐφύγομεν τὴν φυγήν.

Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |