Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος περὶ Νηστείας καὶ Ἐλεημοσύνης
Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῷ γράφων ἀνάγνωσις· καλὴ δὲ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεί, ἂν ἀναγινώσκεις μέν, μὴ ποιῇς δέ, γίνεταί σοι εἰς κρίμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. «Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησί, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται»· καὶ πάλιν ὁ Χριστός· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν». Μακριὸς δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δὲ ἐστιν ἡ ὑπακοή, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθὼς φησιν ὁ Κύριος· «Κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν τὸ ἐμὸν σὺν τόκῳ». Τὶ οὖν συνήγαγες, ἀδελφέ, ἀπὸ τῆς νηστείας; Ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ. Μὴ μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὥν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὤν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἂν μεθύῃς τῷ θυμῷ, τὶ τὴν σάρκα καταθλίβεις; Ἐὰν φθόνος ᾗ ἔνδον καὶ πλεονεξία, τὶς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ’ εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, Τὶ τὴν θεράπαιναν, τὴν γαστέρα φημί, μαστίζεις; Εἰ ἡ ψυχὴ παρασύρεται, τὶ τὸ σῶμα τήκεις;
Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥαθύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βούλομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευΐται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησὶν ὁ Παῦλος· «Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος». Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἔστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρίς, ἀλλὰ καὶ ὄχημα. Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· «Αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ». Πτερὸν γὰρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῇ οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχὴ σοῦ, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφέ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφέ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ’ ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾗ ὁ λέγων, δέχομαι τὴν συμβουλήν, κἂν ἐλεύθερος ᾗ, προθύμως ἀκούω. Οὐ γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ’ ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξατο, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσοῦντες καὶ γυμνητεύοντες; Καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ’ ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπότην χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, δὸν διδόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Οὐ δίδως τῷ πένητι; Πρόσεχε τῷ δι’ αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος· ὁ πένης λαμβάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη ὁ Δεσπότης σου δι’ ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. «Πεινῶντα μὲν γάρ, φησίν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε· ξένον καὶ οὐ συνηγάγετε· γυμνόν, καὶ οὐ περιεβάλετε», καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πεινῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινὸς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτηρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μεταδιδῷς; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων τοῦ Θεοῦ εἰσι. Τὶ καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυλάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τοὺς γηπόνους τὶ ποιοῦσιν; Ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπόρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βούλεται, καὶ τῇ γῇ καταπιστεύει; Καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. Ὅπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ὁ Δεσπότης οὐ δύναται ποιῆσαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενοδόχησεν· ἢ ταύτην τὴν ἐν τῷ εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας ὑπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Ἀλλὰ τὶ λέγεις; Πένης εἰμὶ καὶ οὐκ ἔχω χρήματα. Δύο ὀβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, «Ὅστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ». Βλέπε, τὶ λέγε· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρεμώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ἧς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τὶ γὰρ εἰσι πένητες; Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν; Ἀλλ’ ἵνα σοι γένηται. «Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων»· βλέπε ποσὸν ἐστὶν ἡ ἐλεημοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· «Γίνεσθαι γάρ, φησίν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν». Ἐὰν ἔλθῃ ὁ θάνατος, ὧδε μένει τὰ χρήματα· δὰ τὶ οὖν οὐ προαποστέλλεις σεαυτῶν ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παραστῶσί σοι πένητες, ὅπου ρητῶν οὐκ ἔστιν, οὐδὲ συνήγορος; Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτό, ὡς ἐλεημοσύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν τὸ ὕψος, τὶ τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαὶ εἰσιν αἱ ἀρεταί, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττονες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κάμινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρθένος ἐπὶ τῶν ἀνθράκων ἑστῶσα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἀμιλλώμενη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριὴλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθένια, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέσοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθένου γεννηθεὶς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέγεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετέβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικός, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Ἰωσήφ, εἰ καὶ σωφρονῶν, ἀλλ’ ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθένια; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετάς, ταύτην οὐκ ἐπέτεινεν, ἵνα, ἐὰν ἑκουσίως κατορθώσῃς, στεφανωθῇς. Οἱ ἐγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. «Εἰσι γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισα ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. «Ὁ δυνάμενος χωρεῖν, χωρείτω». Καὶ ὁ ἀπόστολος τὰς ἀρετὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω». Εἶδες πῶς μεγάλη ἡ παρθένια; Καὶ ὅμως χωρὶς ἐλεημοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθενίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραί, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα· λέγουσι γὰρ ταῖς φρονίμοις· «Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν». Δικαίως δὲ ἐκλήθησαν μωραί, ὅτι τὸ ἐπιπονώτερον κατορθώσασαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγα ἀνταγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττήθησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρόνιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι αἱ φρόνιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούουσαι· καὶ λέγει αὐταῖς· «Οὐκ οἶδα ὑμᾶς». Διὰ τί; «Ὅτι πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε». Ἡμᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μού, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Διὰ τί; Ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ’ ὅτι, «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με». Ἵνα δὲ μάθῃς πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνῆσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ἀνάστητε, ὁ νυμφίος ἔρχεται. Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Ἀναστᾶσαι δὲ αἱ παρθένοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπὰς ἡ παρθένια ἐστί, τὸ καθαρόν, τὸ ὀξύ, τὸ φωτεινόν. Λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· «Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι· φοβούμεθα μὴ ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν (ἀλλ’ οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τὶς χρεία χρυσίου λοιπόν; Οὐ γὰρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ’ ἀπελθοῦσαι ἀγοράσατε». Καὶ τίνες οἱ πωλοῦντες; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ἢ δίδως· δίδως αὐτῷ σὺ γήϊνα, καὶ λαμβάνεις ἐπουράνια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἕτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐλθοῦσαι δὲ ἐκεῖναι ἔκρουσαν, καὶ λέγει αὐταῖς· «Οὐκ οἶδα ὑμᾶς». Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοί, ποιήσωμεν ἐλεημοσύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῶ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου