Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος Δωδέκατος Εἰς τὸν παραλυτικόν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, καὶ εἰς τὸ ὅτι ὁ Πατὴρ μοὺ ἕως ἄρτι ἐργάζεται, κἀγὼ εργαζομαι
α’. Εὐλογητὸς ὁ Θεὸς καθ’ ἑκάστην σύναξιν αὐξανομένην ὁρῶ τὴν ἄρουραν, κομῶντα τὰ λήϊα, πεπληρωμένην τὴν ἅλωνα, πληθύνοντα τὰ δράγματα. Καίτοι γε οὐ πολλὰς ἡμέρας ἔχομεν, ἐξ οὗ τὸν σπόρον τοῦτον κατεβάλομεν, καὶ ἰδοὺ πλούσιος ἡμῖν εὐθέως ὁ στάχυς τῆς ὑπακοῆς ἐβλάστησεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἀνθρωπίνη δύναμις, ἀλλὰ θεῖα χάρις ταύτην γεωργεῖ τὴν ἐκκλησίαν. Καὶ γὰρ τοιαύτη ἡ φύσις τοῦ σπόρου τοῦ πνευματικοῦ· οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς· ἀλλ’ ἔστιν ἐν ἡμέρα μιᾷ καταβαλόντα τὰ σπέρματα μεστῷ καὶ πεπληρωμένῳ τῷ βραχίονι τοῦτον ἀμῆσαι τὸν ἀμητόν
. Οἱ μὲν γὰρ τὴν αἰσθητὴν ταύτην ἀνατέμνοντες γῆν, πολλῆς δέονται τῆς πραγματείας, καὶ μακρὰς τῆς ἀναβολῆς. Καὶ γὰρ καὶ βοῦς ἀροτῆρας ὑπὸ τὴν ζεύγλην ἄγειν ἀναγκάζονται, καὶ βαθεῖαν αὔλακα τέμνειν, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλλειν, καὶ τὴν ἐπιφάνειαν ἐξομαλίσαι τῆς γῆς, καὶ τὰ καταβληθέντα πάντα περιστεῖλαι, καὶ ἀναμείναι συμμέτρους ὄμβρων φορᾶς, καὶ πολλὰ ἕτερα φιλοπονῆσαι, καὶ πολὺν ἐκδέχεσθαι χρόνον, καὶ τότε τοῦ τέλους ἐπιτυχεῖν. Ἐνταῦθα δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ σπείρειν καὶ ἀμᾶσθαι ἔνι, καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ πολλάκις ἀμφότερα γέγονε, καὶ μάλιστα ὅταν λιπαρὰ καὶ πιὼν τύχῃ οὖσα ἡ γεωργουμένη ψυχή· ὃ δὴ καὶ ἐφ’ ὑμῶν ἔστιν ἰδεῖν· διὸ καὶ ἡμεῖς πρὸς ὑμᾶς προθυμότερον τρέχομεν· ἐπεὶ καὶ γεωργὸς ἐκείνην ἐργάζεται τὴν ἄρουραν ἐπιτήδειον, ἀφ’ ἧς τὴν ἅλωνα πολλάκις ἐνέπλησεν. Ἐπεὶ οὖν καὶ ὑμεῖς ἐξ ὀλίγου πόνου πολλὴν ἡμῖν παρέχετε τὴν πρόσοδον, μετὰ πολλῆς τῆς προσοχῆς τῆς γεωργίας ἁπτόμεθα ταύτης, καὶ τῶν πρότερον εἰρημένων τὰ λείψανα ὑμῖν κομίσοντες ἥκομεν. Τότε μὲν οὖν ἀπὸ τῆς Παλαιᾶς τὸν λόγον ὑφήναμεν τὸν περὶ τῆς δόξης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· νυνὶ δὲ ἀπ’ αὐτῆς τὸ αὐτὸ τοῦτο ποιήσομεν· τότε οὖν ἐλέγομεν, ὅτι ὁ Χριστὸς ἔλεγεν· «Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί»· νυνὶ δὲ λέγομεν, ὅτι εἶπε Μωϋσής· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε». Ὥσπερ γὰρ ὁ Χριστὸς πρὸς τὸν Μωϋσέα παραπέμπει, ἵνα δι’ ἐκείνου πρὸς ἑαυτὸν ἐπισπάσηται, οὕτως ὁ Μωϋσής, τῷ διδασκάλῳ παραδίδωσι τοὺς μαθητάς, κελεύων αὐτῷ κατὰ πάντα πείθεσθαι. Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τὲ ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνωσθέντι ἡμῖν σημείῳ. Τὶ δὲ τοῦτό ἐστιν; «Ἦν, φησίν, ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἰεροσολύμοις προβατικὴ κολυμβήθρα, ἡ λεγομένη Ἐβραϊστὶ Βηθεσδᾶ, πέντε στοὰς ἔχουσα»· εἰς ἦν λόγος ἔχει παραγινόμενον ἄγγελον κατὰ καιρὸν καταδύεσθαι, καὶ τοῦτο γινώσκεσθαι διὰ τὴν τοῦ ὕδατος κίνησιν· τὸν οὖν πρῶτον ἐμβάντα μετὰ τὸν ἐν τῷ ὕδατι κλύδωνα ὑγιῆ γίνεσθαι, ὁτιδήποτε ἀῤῥώστημα ἔχοντα. Ἐν ταύταις οὖν κατέκειτο ταῖς στοαῖς πλῆθος ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
Τινὸς οὖν ἕνεκεν τὰ Ἱεροσόλυμα συνεχῶς ὁ Χριστὸς καταλαμβάνει, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τοῖς Ἰουδαίοις; Ἐπειδὴ τότε τὸ πλῆθος συνελέγετο, καὶ τὸν τόπον ἐκεῖνον καὶ τὸν καιρὸν παρετήρει, ὥστε ἐπιλαβέσθαι τῶν ἀσθενούντων. Οὐ γὰρ τοσαύτην οἱ κάμνοντες εἶχον ἐπιθυμίαν ἀπαλλαγῆναι τῶν νοσημάτων, ὅσην ὁ ἰατρὸς ἐπεποίητο σπουδὴν ἀπαλλάξαι αὐτοὺς τῆς ἀῤῥωστίας. Ὅτε τοίνυν πλήρης ὁ σύλλογος αὐτῶν ἦν, καὶ ἀπηρτισμένον τὸ θέατρον, τότε εἰς μέσον ἐρχόμενος τὰ πρὸς τὴν σωτηρίαν τῆς ἐκείνων ψυχῆς ἐπεδείκνυτο. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν, καὶ ὁ μὲν πρῶτος καταβαίνων ἐθεραπεύετο μετὰ τὴν τοῦ ὕδατος κίνησιν, ὁ δὲ δεύτερος οὐκ ἔτι· ἀλλ’ ἀνηλοῦτο τὸ φάρμακον, ἐδαπανᾶτο ἡ ἰατρεία τῆς χάριτος, λοιπὸν ἔρημα τὰ ὕδατα ἔμενε, τῆς τοῦ πρώτου καταβαίνοντος ἀῤῥωστίας ἅπαν ἀναμαξαμένης αὐτό. Καὶ μάλα εἰκότως· δουλικὴ γὰρ ἦν ἡ χάρις.
Ἀλλ’ οὐχ, ὅτε ὁ Δεσπότης παρεγένετο, οὕτως ἐγίνετο, οὐδὲ ὁ πρῶτος καταβαίνων εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων τοῦ βαπτίσματος ἐθεραπεύετο μόνος, ἀλλὰ καὶ ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ δέκατος, καὶ ὁ εἰκοστός· κἂν μυρίους εἴπῃς, κἂν δὶς τοσούτους, καὶ τρίς, κἂν ἀπείρους τῷ πλήθει, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων, οὐδὲ κατὰ μικρὸν ἐλαττοῦται ἡ χάρις, ἀλλ’ ἡ αὕτη μένει, πάντας ἐκείνους καθαιροῦσα. Τοσοῦτον τὸ μέσον δουλικῆς δυνάμεως, καὶ δεσποτικῆς αὐθεντίας. Ἐκεῖνος ἕνα ἐθεράπευσεν, οὗτος τὴν οἰκουμένην ἅπασαν· ἐκεῖνος διὰ τοῦ ἐνιαυτοῦ ἕνα, οὗτος καθ’ ἑκάστην ἡμέραν, εἰ βούλει μυρίους ἐμβαλεῖν, ἅπαντας ὑγιαίνοντας ἀποδίδωσιν· ἐκεῖνος καταβαίνων καὶ ταράσσων τὸ ὕδωρ, οὗτος οὐχ οὕτως, ἀλλ’ ἀρκεῖ ψιλήν, καὶ πᾶσαν αὐτοῖς ἐναποθέσθαι θεραπείας ὑπόθεσιν. Κἀκεῖνος μὲν σωμάτων πήρωσιν ἰᾶτο, οὗτος δὲ ψυχῆς κακίαν διορθοῦται. Ὁρᾷς πῶς διὰ πάντων πολὺ τὸ μέσον καὶ ἄπειρον φαίνεται;
β’. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἀναμένον τὴν τοῦ ὕδατος κίνησιν· καὶ γὰρ ἰατρεῖον ἦν ὁ τόπος πνευματικόν. Καθάπερ οὖν ἐν ἰατρείῳ πολλοὺς ἔστιν ἰδεῖν τὸν ὀφθαλμὸν ἐκκεκομμένους, πεπηρωμένους τὸ σκέλος, ἄλλο μέλος ἀῤῥωστοῦντας, εἶτα κοινῇ πάντας συγκαθημένους, καὶ τὸν ἰατρὸν ἀναμένοντας· οὕτω δὴ καὶ ἐν ἐκείνῳ τῷ χωρίῳ τὸ πλῆθος τῶν συνεληλυθότων ἦν ἰδεῖν. «Ἐν ταύταις ταῖς στοαῖς ἦν τις ἄνθρωπος τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῆς ἀσθένεια αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι ἤδη πολὺν χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιεῖς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενὴς καὶ εἶπε, Ναί, Κύριε· ἄνθρωπον δὲ οὐκ ἔχων, ἵν’, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει». Τίνος ἕνεκεν τοὺς ἄλλους πάντας παραδραμὼν ὁ Ἰησοῦς, πρὸ τοῦτον ἦλθεν; Ἵνα καὶ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται· τὴν δύναμιν μέν, ὅτι τὸ νόσημα λοιπὸν ἀνίατον ἐγεγόνει, καὶ εἰς ἀμηχανίαν περιειστήκει τὰ τῆς ἀῤῥωστίας αὐτῷ· τὴν δὲ φιλανθρωπίαν, ὅτι τὸν μάλιστα ἄξιον ὄντα ἐλέους καὶ εὐεργεσίας, τοῦτον πρὸ τῶν ἄλλων εἶδεν ὁ κηδεμὼν καὶ φιλάνθρωπος. Μὴ δὲ παραδράμωμεν ἁπλῶς τὸ χωρίον, μηδὲ τὸν ἀριθμὸν τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν, ὧν εἶχεν ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Ἀκουέτωσαν ἅπαντες, ὅσοι πενίᾳ παλαίουσι διηνεκεῖ, ὅσοι καὶ ἀῤῥωστία συζῶσιν, ὅσοι περιστάσεις ὑπομένουσι πραγμάτων βιωτικῶν, ὅσοι χειμῶνα καὶ κλυδώνιον τῶν ἀδοκήτων ὑπέστησαν κακῶν. Κοινὸς οὗτος ὁ παραλυτικὸς κεῖται λιμὴν τῶν ἀνθρωπίνων συμφορῶν. Οὐδεὶς γὰρ οὕτως ἠλίθιος, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος. Ὡς πρὸς τοῦτον ἀφορῶντα, μὴ πάντα τὰ ἐπαγόμενα φέρειν γενναίως καὶ μετὰ προθυμίας ἁπάσης. Εἰ γὰρ εἴκοσιν ἔτη ἦν, εἰ γὰρ δέκα, εἰ γὰρ πέντε μόνον, οὐκ ἦν ἱκανὰ διαλῦσαι αὐτοῦ τὸν τόνον τῆς ψυχῆς; Ὁ δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη μένει, καὶ οὐκ ἀφίσταται, καὶ πολλὴν ἐπιδείκνυται τὴν ὑπομονήν. Τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τοῦ χρόνου τὸ μῆκος, ἀλλ’ ἐὰν ἀκούσητε αὐτῶν τῶν ῥημάτων, τότε μάλιστα εἴσεσθε αὐτοῦ τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν ἅπασαν.
Ἐπέστη ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· «Θέλεις ὑγιὴς γενέσθαι»; Καὶ τὶς ἂν τοῦτο ἠγνόησεν, ὅτι ἐβούλετο γενέσθαι ὑγιής; Τινὸς οὖν ἕνεκεν ἐρωτᾷ; Οὐκ ἀγνοῶν· ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδώς, πολλῷ μᾶλλον τὰ δῆλα καὶ σαφῆ πᾶσιν ἠπίστατο. Τίνος ἕνεκεν ἠρώτα; Ὥσπερ τότε τῷ ἑκατοντάρχῃ φησίν· «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν», οὐκ ἀγνοῶν ἅπερ ἤμελλεν ἐρεῖν, ἀλλὰ προειδὼς καὶ σφόδρα ἀκριβῶς ἐπιστάμενος, καὶ βουλόμενος ἀρχὴν αὐτῷ δοῦναι καὶ πρόφασιν, ὥστε τὴν ἐν σκιᾷ ἐκκαλύψαι πᾶσιν εὐλάβειαν, καὶ εἰπεῖν· «Μὴ Κύριε, οὐ γὰρ εἰμι ἄξιος, ἵνα μοὺ ὑπὸ τὴν στέγην εἰσέλθῃς»· οὕτω καὶ ἐπὶ τοῦ παραλελυμένου τούτου, εἰδὼς ἅπερ ἤμελλεν ἐρεῖν, ἐρωτᾷ εἰ βούλοιτο θεραπευθῆναι, οὐκ ἐπειδὴ ἠγνόει τοῦτο, ἀλλ’ ἵνα παράσχῃ αὐτῷ τινα πρόφασιν καὶ ἀφορμὴν ἐκτραγῳδῆσαι τὴν οἰκείαν συμφοράν, καὶ γενέσθαι διδάσκαλον ὑπομονῆς. Εἰ γὰρ σιγῇ τὸν ἄνθρωπον ἐθεράπευσεν, ἐζημιώθημεν ἂν ἡμεῖς ζημίαν τὴν ἐσχάτην, μὴ μαθόντες αὐτοῦ τῆς ψυχῆς τὴν καρτερίαν. Ὁ δὲ Χριστὸς οὐ τὰ παρὸν διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα πολλῆς ἀξιοῖ τῆς ἐπιμελείας. Διδάσκαλον τοίνυν ὄντα καρτερίας καὶ ὑπομονῆς ἅπασιν ἐξεκάλυψε τοῖς τὴν οἰκουμένην ἀποκρίσεως ἐμβαλών· «Θέλεις ὑγιὴς γενέσθαι»; Τὶ οὖν ἐκεῖνος; Οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ εἶπε πρὸς τὸν ἐρωτήσαντα· ὁρᾷς με παραλελυμένον, τὸν χρόνον ἔγνως τὸν μακρὸν τῆς ἐμῆς ἀῤῥωστίας, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής; Ταῖς ἐμαῖς ἦλθες ἐπιγελάσαι συμφοραῖς, καὶ ἀλλότρια κωμῳδῆσαι κακά; Ἴστε γὰρ ὡς μικρόψυχοι οἱ ἄῤῥωστοί εἰσιν, εἰ καὶ ἐνιαυτὸν μόνον ἐπὶ κλίνης κατακλιθεῖεν· ὅπου δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη τὸ νόσημα παρετάθη, πῶς οὐκ εἰκὸς ἅπασαν ἀνηλῶσθαι φιλοσοφίαν ἐν μακρῷ τῷ χρόνῳ δαπανηθεῖσαν; Ἀλλ’ ὅμως οὐδὲν τοιοῦτον οὔτε εἶπεν, οὔτε ἐνενόησεν ἐκεῖνος, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καὶ φησί· «Ναὶ Κύριε· ἀλλ’ ὅτι ἄνθρωπον οὐκ ἔχω, ἳν’ ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν». Ὅρα πόσα συνῆλθεν ὁμοῦ καὶ τὸν ἄνθρωπον ἐπολιόρκει· νόσος, καὶ πενία, καὶ ἐρημίᾳ τῶν προστησομένων. «Ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει». Τοῦτο πάντων ἐλεεινότερον, καὶ λίθον αὐτὸν ἱκανὸν ἐπικάμψαι. Καὶ γὰρ ὁρᾷν μοι δοκῶ τὸν ἄνθρωπον ἕρποντα καθ’ ἕκαστον ἐνιαυτόν, καὶ πρὸς αὐτὸ τὸ στόμα τῆς κολυμβήθρας γιγνόμενον, καὶ ἐν αὐτῷ τῷ τέλει τῆς χρηστῆς ἐκκρεμάμενον ἐλπίδος καθ’ ἕκαστον ἐνιαυτόν· καὶ τὸ δὴ μεῖζον, ὅτι ταῦτα ὑπέμεινεν οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἔτεσιν, ἀλλ’ ἐπὶ ὀκτὼ καὶ τριάκοντα. Καὶ τὴν μὲν σπουδὴν ἐπεδείκνυτο πᾶσαν, τοῦ δὲ καρποῦ ἐξέπιπτε· καὶ ὁ μὲν δρόμος ἐγίνετο, τούτου δὲ τοῦ δρόμου τὸ βραβεῖον ἑτέρου, ἐπὶ τοῖς πολλοῖς ἐκείνοις ἔτεσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἄλλους ἀπαλλαττομένους ἑώρα. Ἴστε γὰρ δὴ τοῦτο, ὅτι τῶν οἰκείων κακῶν ἀκριβεστέραν αἴσθησιν λαμβάνομεν, ὅταν ἑτέρους τοῖς αὐτοῖς περιπεσόντας δεινοῖς καὶ ἀπαλλαγέντας ἴδωμεν. Διὰ τοῦτο καὶ ὁ πένης, ὅταν ἴδῃ πλουτοῦντα ἕτερον, τότε μᾶλλον τῆς οἰκείας αἰσθάνεται πενίας· καὶ ὁ νοσῶν πλεῖον ὀδυνᾶται, ὅταν πολλοὺς τῶν καμνόντων ἴδῃ τὴν ἀῤῥωστίαν ἀποθεμένους, αὐτὸν δὲ οὐδεμίαν ἔχοντα χρηστὴν ἐλπίδα. Ἐν γὰρ ταῖς ἑταίρων εὐπραγίαις τὰς οἰκείας σαφέστερον καθορῶμεν συμφοράς· ὃ δὴ καὶ τούτῳ τότε συνέβαινεν. Ἀλλ’ ὅμως καὶ νοσήματι καὶ πενίᾳ καὶ ἐρημίᾳ ἐπὶ τοσοῦτον χρόνον παλαιῶν, ἀκὶ ἑτέρους ὁρῶν ἀπαλλαττομένους, καὶ αὐτὸν ἐπιχειρήσαντα μὲν ἀεί, ἰσχύοντα δὲ οὐδέποτε, καὶ οὐδὲ μετὰ ταῦτα πάλιν ἐλπίζων ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, οὐδὲ οὕτως ἀφίστατο, ἀλλὰ κατ’ ἐνιαυτὸν ἔτρεχεν. Ἡμεῖς δὲ ἐὰν ἅπαξ πρὸς τὸν Θεὸν εὐξώμεθα περὶ ὁτιοῦν, καὶ μὴ λάβωμεν, εὐθέως ἀλύομεν, καὶ εἰς ἀκηδίαν ἐσχάτην ἐμπίπτομεν· ὡς τῆς αἰτήσεως ἀφιστάμεθα, ἐκλύομεν τὴν σπουδήν.
Ἆρα ἔστι κατ’ ἀξίαν ἢ τὸν παραλυτικὸν ἐπαινέαι, ἢ τὴν ἡμετέραν κακίσαι ῥαθυμίαν; Ποίας γὰρ ἂν εἴημεν ἀπολογίας ἄξιοι, ποίας δὲ συγγνώμης ὅταν, ἐκείνου τριάκοντα καὶ ὀκτὼ καρτερήσαντος ἔτη, ἡμεῖς οὕτω ταχέως ἀναπίπτωμεν;
γ’. Τὶ οὖν ὁ Χριστός; Ὅτε ἔδειξεν, ὅτι θεραπείας ἄξιός ἐστι, καὶ δίκαις πρὸς τῶν ἄλλων ἐπ’ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· «Ἐγεῖραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει». Ὁρᾷς πῶς οὐδὲν ἀπὸ τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν παρεβλάβη, ἐπειδὴ μεθ’ ὑπομονῆς ἤνεγκε τὸ συμβάν; Ἢ τε γὰρ ψυχὴ φιλοσοφώτερα αὐτῷ ἐν τῷ μακρῷ τοῦτο γέγονε χρόνῳ, ὥσπερ ἐν χωνευτήριο τῇ συμφορᾷ δοκιμαζομένη, τὴν τὲ ἰατρείαν μετὰ πλείονος ἀπελάμβανε δόξης. Οὐ γὰρ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ τῶν ἀγγέλων ἐθεράπευσεν αὐτὸν Δεσπότης. Τίνος δὲ ἕνεκεν καὶ τὴν κλίνην αὐτῷ ἐκέλευσε λαβεῖν; Ἑνὸς μὲν μάλιστα καὶ πρώτου, ἵνα ἀπαλλάξῃ λοιπὸν τοῦ ἰουδαίους τῆς τοῦ νόμου παρατηρήσεως. Τοῦ γὰρ ἡλίου φαίνοντος, οὐκέτι τῷ λύχνῳ προσεδρεύειν ἔδει· τῆς ἀληθείας δειχθείσης, οὐκέτι τὸν τύπον περιέχειν ἐχρῆν. Διὰ τοῦτο, εἲ ποτε τὸ σάββατον ἔλυε, μέγιστον ἐν αὐτῷ σημεῖον εἰργάζετο, ἵνα ἡ τοῦ θαύματος ὑπερβολὴ τοὺς ὁρῶντας ἐκπλήττουσα, τὴν τῆς ἀργίας παρατήρησιν κατὰ μικρὸν ὑποσύρουσα ἐξέλῃ. Δεύτερον δέ, ἵνα ἐπιστομίσῃ αὐτῶν τὰ ἀναίσχυντα στόματα. Ἐπειδὴ γὰρ περὶ τὴν κρίσιν τῶν θαυμάτων ἐκακούργουν, καὶ τῇ δόξῃ τῶν γιγνομένων ἐπηρεάζειν ἐπεχείρουν, ὥσπερ τὶ τρόπαιον καὶ ἔλεγχον ἀναμφισβήτητον τῆς ὑγείας, τὴν φορὰν τῆς κλίνης ἐκέλευεν ἐπιδείκνυσθαι, ἵνα μή, ὅπερ ἐπὶ τοῦ τυφλοῦ ἔλεγον, τοῦτο καὶ ἐπὶ τούτου λέγωσι. Τὶ δὲ ἔλεγον ἐπὶ ἐκείνου; «Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτὸς ἐστιν». Ἵνα μὴ οὖν καὶ ἐπὶ τούτου λέγωσι τὰ τοιαῦτα, ἡ κλίνη κατήγορος αὐτῶν τῆς ἀναισχυντίας γίνεται, ἐφ’ ὕψει φερομένη. Ἔστι τι καὶ τρίτον εἰπεῖν, τῶν εἰρημένων οὐκ ἔλαττον. Ἵνα γὰρ μάθῃς, ὅτι οὐκ ἀνθρωπίνη τέχνη, ἀλλὰ θεῖα δύναμις τὸ πᾶν εἰργάσατο, ἐκέλευσεν αὐτῷ φέρειν τὴν κλίνην, τῆς ἀληθοῦς καὶ εἰλικρινοῦς ὑγιείας μεγίστην παρέχων ἀπόδειξιν σαφῆ, ἵνα μὴ τις τῶν βλασφημῶν ἐκείνων λέγῃ, ὅτι συνυποκρινόμενος ὁ παραλυτικὸς καὶ τῷ Χριστῷ χαριζόμενος, ἐσχηματίσατο βάδισιν ψιλήν.
Διὰ τοῦτο καὶ φορτίον ἐπὶ τῶν ὤμων αὐτοῦ κελεύει φέρειν. Εἰ γὰρ μὴ ἦν πεπηγότα αὐτῷ καλῶς τὰ μέλη, καὶ τὰ ἄρθρα σφιγέντα, οὐκ ἂν ἠδυνήθη βαστάσαι τοσοῦτον ὄγκον ἐπὶ τῶν ὤμων. Καὶ πρὸς τούτοις δὲ ἅπασι κἀκεῖνο ἐδείκνυτο, ὅτι ὑφ’ ἓν ἅπαντα γίνεται, ὅταν ὁ Χριστὸς προστάττῃ, καὶ ἀπαλλαγὴ νόσου, καὶ ὑγιείας ἐπάνοδος. Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ’ ὑφ’ ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ’ ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύσαι τοῦ σώματος καὶ ἐκβαλεῖν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ’ ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ’ ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνή, καὶ τὸν νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο. Καὶ καθάπερ θεράπαινά τις στασιάζουσα, ἐπειδάν, ἴδῃ τὸν ἑαυτῆς δεσπότην, συστέλλεται, καὶ πρὸς εὐταξίαν τὴν προσήκουσαν ἐπανέρχεται οὕτω καὶ ἡ φύσις τοῦ σώματος καθάπερ θεράπαινά τις τότε στασιάσασα, καὶ τὴν πάρεσιν ἐργασαμένη, ἐπειδὴ τὸν Δεσπότην εἶδε τὸν ἑαυτῆς παραγενόμενον, πρὸς τὴν οἰκείαν ἐπανῆλθεν εὐταξίαν, καὶ τὸν πρέποντα κόσμον ἀνέλαβε. Καὶ ταῦτα πάντα ἡ φωνὴ εἰργάσατο· οὐ γὰρ ἦν ψιλὰ τὰ ῥήματα, ἀλλὰ ῥήματα Θεοῦ, περὶ ὧν φησιν, ὅτι «Ἰσχυρὰ ἔργα λόγων αὐτοῦ». Εἰ γὰρ οὐκ ὄντα ἄνθρωπον ἐποίησε, πολλῷ μᾶλλον σαθρωθέντα καὶ διαλυθέντα πάλιν ἐπανώρθωσεν.
Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοῦ πολυπραγμονοῦντας τοῦ Θεοῦ τὴν οὐσίαν, πῶς συνῆλθε τὰ μέλη ἐκεῖνα; Πῶς ἐσφίγγετο τὰ ὀστᾶ; Πῶς ὁ τόνος τῆς γαστρὸς ὁ διαλελυμένος ἐῤῥώννυτο; Πῶς τὰ χαλασθέντα νεῦρα πάλιν ἐτείνοντο, καὶ ἡ καταβληθεῖσα δύναμις ἀνίστατο καὶ ἀνωρθοῦτο; Ἀλλ’ οὐκ ἂν ἔχοιεν τὸ πῶς εἰπεῖν. Οὐκοῦν θαύμαζε τὸ γεγενημένον μόνον, μὴ περιεργάζου τὸν τρόπον. Ἐπειδὴ τοίνυν ἐποίησε τὸ προσταχθέν, καὶ τὴν κλίνην ἔλαβεν, ἰδόντες αὐτὸν οἱ Ἰουδαῖοι λέγουσι· «Σάββατόν ἐστι, καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν Σαββάτῳ». Δέον προσκυνῆσαι τὸν ἐργασάμενον, δέον θαυμάσαι τὸ γεγενημένον, οἱ δὲ περὶ Σαββάτου διαλέγονται, ἀληθῶς οἱ τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες. Τὶ οὖν ἐκεῖνος; «Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει». Ὁρᾷς εὐγνωμοσύνην ἀνθρώπου; Ὁμολογεῖ τὸν ἰατρόν, καὶ ἀξιόπιστόν φησιν εἶναι τοῦ προστάγματος τὸν νομοθέτην· καὶ ὥσπερ αὐτοὺς ὁ τυφλὸς συνελογίσατο, οὕτω καὶ οὗτος. Πῶς δὲ ἐκεῖνος συνελογίσατο; Ἔλεγον αὐτῷ, ὅτι «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ». Τὶ οὖν ἐκεῖνος; «Οἴδαμεν, φησίν, ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· οὗτος δὲ ἤνοιξέ μου τοὺς ὀφθαλμούς». Ὁ δὲ λέγειν τοιοῦτόν ἐστιν· εἰ παρέβη τὸν νόμον, ἥμαρτεν· εἰ δὲ ἥμαρτεν, οὐκ ἂν τοσοῦτον ἴσχυσεν· ἔνθα γὰρ ἁμαρτία ἐπίδειξις δυνάμεως οὐκ ἔστιν· ἀλλὰ μὲν ἴσχυσεν, οὐκ ἄρα ἥμαρτε παραβὰς τὸν νόμον. Οὕτω καὶ οὗτος συλλογίζεται. Τὸ γὰρ εἰπεῖν, «Ὁ ποιήσας με ὑγιῆ», τοῦτο ἠνίξατο, ὅτι εἰ οὗτός ἐστιν ὁ ἐπιδειξάμενος δύναμιν, ὡς οὐκ ἂν εἴη δίκαιος παρανομίας ἐγκλήμασιν ὑπεύθυνος γίνεσθαι. Τὶ οὖν οὗτοι; «Ποῦ ἔστιν ὁ ἄνθρωπος ὁ εἰπὼν σοι, Ἆρον τὸν κράββατον σου, καὶ περιπατεῖ»; Ὅρα τὴν ἀγνωμοσύνην καὶ τὴν ἀναισθησίαν, ὅρα ψυχὴν ἀλαζονείας γέμουσαν.
Οἱ γὰρ τῷ φθονούντων ὀφθαλμοὶ ὑγιὲς μὲν οὐδὲν βλέπουσιν, ὅθεν δὲ ἔστι λαβὴν εὑρεῖν μόνον. Οὕτω καὶ οὗτοι, τοῦ θεραπεύοντος ἀμφότερα ὁμολογήσαντος, καὶ ὅτι ἐθεράπευσε, καὶ ὅτι ἐκέλευσεν ἆραι τὴν κλίνην, τὸ μὰν ἀπέκρυψαν, τὸ δὲ εἶπον· ἀπέκρυψαν μὲν τὸ θαῦμα, προβάλλονται δὲ τὴν τοῦ Σαββάτου παράλυσιν. Οὐ γὰρ εἶπον· Ποῦ ἐστὶν ὁ ποιήσας σε ὑγιῆ; Ἀλλὰ σιγήσαντες ἐκεῖνο, εἶπον, «Ποῦ ἔστιν ὁ εἰπὼν σοι, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε; Οὗτος δὲ οὐκ ᾔδει· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ». Τοῦτο ἀπολογίᾳ τοῦ ἀνθρώπου μεγίστη, τοῦτο τῆς τοῦ Χριστοῦ κηδεμονίας ἀπόδειξις· ἳν’ ὅταν ἀκούσῃς, ὅτι παραγενόμενον αὐτὸν οὐχ ὁμοίως ὑπεδέξατο τῷ ἑκατοντάρχῃ, οὐδὲ εἶπεν, ὅτι «Εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου», μὴ κατηγορήσῃς αὐτοῦ ἀπιστίαν, εἴπερ οὐκ ᾔδει αὐτόν· οὐδὲ γὰρ ᾔδει ὅστις πότε ἦν. Πῶς γὰρ αὐτὸν οὔποτε πρῶτον ἰδὼν ἠπίστατο; Διὰ τοῦτο ἔλεγεν, «Οὐκ ἔχω ἄνθρωπον, ἵνα βάλῃ με εἰς τὴν κολυμβήθραν»· ὡς, εἰ ᾔδει αὐτόν, οὐκ ἂν κολυμβήθρας ἐμνήσθη, οὐδὲ τῆς ἐκεῖ καταβάσεως, ἀλλ’ οὕτως ἂν ἠξίωσε θεραπευθῆναι, ὡς καὶ ἐθεραπεύθη. Ἀλλ’ ἐνόμισεν ἕνα τῶν πολλῶν αὐτὸν εἶναι, καὶ ἄνθρωπον ψιλόν, καὶ διὰ τοῦτο τῆς προτέρας ἐμνήσθη θεραπείας. Ἀπόδειξις δὲ τῆς τοῦ Χριστοῦ κηδεμονίας, πάλιν καταλιπεῖν τὸν ἰαθέντα, καὶ μὴ καταστῆσαι ἐκείνῳ δῆλον ἑαυτόν. Ἵνα γὰρ μὴ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, ὅτι ὑποβολιμαῖος ἦν οὗτος ὁ μάρτυς, καὶ τοῦ Χριστοῦ παρόντος καὶ πείθοντος αὐτὸν τοῦτο ἔλεγεν, ἄγνοιαν καὶ τὸ μὴ παρεῖναι ταύτην ἀνῄρει τὴν ὑποψίαν· εἶπε γὰρ ὁ εὐαγγελιστής, ὅτι «Οὐκ ᾔδει αὐτὸν τὶς ἐστι».
δ’. Διὰ τοῦτο μόνον καὶ καθ’ ἑαυτὸν πέμπει τὸν τεθεραπευμένον, ἵνα ὡς βούλωνται, καταμόνας λαβόντες, βασανίσωσι τὸ γεγενημένον, καὶ λαβόντες ἱκανὴν τοῦ πράγματος ἀπόδειξιν, παύσωνται τῆς ἀκαίρου μανίας. Διὰ τοῦτο αὐτὸς μὲν οὐδὲν φθέγγεται, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτοῖς ἀπόδειξιν παρέχεται, πανταχοῦ φωνὴν σαφεστάτην ἀφείς, καὶ σάλπιγγος λαμπροτέραν ἁπάσης. Οὕτω γὰρ καὶ ἀνύποπτος λοιπὸν ἦν ἡ μαρτυρία, «Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε». Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κῆρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα· ἰατρὸς οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι’ ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν. Σαφῆ γὰρ καὶ ἀναμφισβήτητον ἐπεφέρετο τὴν ἀπόδειξιν, καὶ ὅπερ ἔλεγεν, ἐδείκνυε διὰ τοῦ σώματος. «Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τὶ σοι γένηται». Εἶδες ἰατροῦ σοφίαν; Εἶδες κηδεμονίαν; Οὐκ ἀπήλλαξε τοῦ παρόντος νοσήματος μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀσφαλίζεται· καὶ μάλα εὐκαίρως. Ὅτε μὲν γὰρ ἦν ἐπὶ τῆς κλίνης, οὐδὲν τοιοῦτον εἶπεν, οὐκ ἀνέμνησεν αὐτὸν ἁμαρτημάτων· δυσάρεστος γὰρ πως καὶ ταλαίπωρός ἐστιν ἡ τῶν ἀῤῥωστούντων ψυχή· ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι’ αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος. Τὶ οὖν ἐκεῖνος ἀπελθὼν κατάδηλον ἐποίησεν αὐτὸν τοῖς Ἰουδαίοις; Κοινωνοὺς αὐτοὺς βουλόμενος λαβεῖν τῆς ἀληθοῦς διδασκαλίας. Ἀλλ’ ἐκεῖνοι διὰ τοῦτο ἐμίσουν αὐτόν, φησί, καὶ ἐδίωκον. Ἐνταῦθά μοι προσέχετε· ἐνταῦθα γὰρ ὁ πᾶς ἐστιν ἄγων. «Διὰ τοῦτο ἐδίωκον αὐτόν, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ». Ἴδωμεν οὖν πῶς ἀπολογεῖται· ὁ γὰρ τῆς ἀπολογίας τρόπος δείκνυσιν ἐστίν, εἴτε τῶν διακονουμένων, εἴτε τῶν ἐπιταττόντων. Παρανομία μεγίστη ἐδόκει εἶναι τὸ γεγενημένον· καὶ γὰρ ξύλα ποτὲ τις ἐν Σαββάτῳ συλλέξας ἐλιθάσθη διὰ τοῦτο, ὅτι βαστάγματα ἔφερεν ἐν Σαββάτῳ. Τοῦτο τὸ μέγα ἁμάρτημα ἐνεκαλεῖτο ὁ Χριστός, ὅτι ἔλυσε τὸ σάββατον. Ἴδωμεν οὖν εἰ πρότερον συγγνώμην αἰτεῖ ὡς δοῦλος καὶ ὑποτεταγμένος, ἢ ὡς ἐξουσίαν ἔχων καὶ αὐθεντίαν ἐπιδείκνυται, ὡς Δεσπότης, καὶ ἐπικείμενος τῷ νόμῳ, καὶ τὰς ἐντολὰς αὐτὸς δεδωκώς. Πῶς οὖν ἀπολογεῖται; Φησίν· «Ὁ πατὴρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». Εἶδες αὐθεντίαν; Καίτοι εἰ καταδεέστερος καὶ ἐλάττων ἦν τοῦ Πατρός, οὐκ ἔστι τὸ εἰρημένον ἀπολογίᾳ, ἀλλ’ ἔγκλημα μεῖζον καὶ κατηγορίᾳ χαλεπώτερα. Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν. Ὑπερηφανίας γὰρ καὶ ἀλαζονείας ἐστί, τὸ τοῖς μείζοσι τῆς ἀξίας ἐπιχειρεῖν πράγμασι.
Καὶ ὁ Χριστὸς τοίνυν εἰ καταδεέστερος ἦν, οὐκ ἦν ἀπολογία τὸ λεγόμενον, ἀλλ’ ἔγκλημα μεῖζον· ἐπειδὴ δὲ ἴσος αὐτῷ ἥν, διὰ τοῦτο οὐκ ἔστιν ἔγκλημα. Καὶ εἰ βούλεσθε, ἐπὶ ὑποδείγματος ὃ λέγω ποιήσω φανερόν. Τῷ βασιλεῖ φέρειν ἁλουργίδα, καὶ διάδημα ἔχειν ἐπὶ τῆς κεφαλῆς μόνῳ ἔξεστιν, ἑτέρῳ δὲ οὐδενί. Ἐὰν τοίνυν φανῇ τις τῶν πολλῶν τοῦτο τὸ σχῆμα περικείμενος, εἶτα καὶ εἰς δικαστήριον ἑλκόμενος λέγῃ, ὅτι Ἐπειδὴ ὁ βασιλεὺς τοῦτο τὸ σχῆμα περίκειται, διὰ τοῦτο κἀγὼ περίκειμαι, οὐ μόνον οὐκ ἀφίησιν ἑαυτὸν τῆς κατηγορίας, ἀλλὰ καὶ μείζονος κολάσεως καὶ τιμωρίας καθίστησιν ὑπεύθυνον τῷ τρόπῳ τῆς ἀπολογίας. Πάλιν τὸ τοὺς αἰσχίστους ἀφεῖναι κολάσεως καὶ τιμωρίας, οἷον ἀνδροφόνους λῃστάς, τυμβωρύχους, καὶ τοὺς ἕτερα τοιαῦτα τετολμηκότας, βασιλικῆς ἐστι φιλοτιμίας μόνης. Κἂν τοίνυν τις δικαστής, τὸν καταδικασθέντα χωρὶς βασιλικῆς γνώμης ἀφείς, ἐγκαλεῖται, καὶ λέγει καὶ αὐτός, ὅτι Ἐπειδὴ καὶ βασιλεὺς ἀφίησι, κἀγὼ ἀφίημι, οὐ μόνον οὐκ ἀπαλλάττεται τούτῳ τῷ τρόπῳ, ἀλλὰ κεῖ μείζονα ἐξάπτει καθ’ ἑαυτοῦ τὴν ὀργήν· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ δίκαιον ἐν ταῖς παροινίαις ἐπὶ τὴν τῶν μειζόνων αὐθεντίαν ἀναβαίνοντας τοὺς ὑποδεεστέρους, ἐκεῖθεν ἑαυτοῖς πορίζεσθαι τὴν ἀπολογίαν, ἐπειδὴ τοῦτο ὕβρις μείζων ἐστὶν εἰς τοῦ ἐγχειρίσαντας αὐτοῖς τὴν ἀρχήν. Διὰ τοῦτο ἂν μὲν ὑποδεέστερος ᾗ τις, οὐδέποτε τοῦτον ἀπολογήσεται τὸν τρόπον· ἐὰν δὲ βασιλεὺς καὶ τῆς αὐτῆς ὢν ἀξίας, μετὰ παῤῥησίας τοῦτο ἐρεῖ. Ὡς γὰρ ἡ ἀρχῆς μία ὑπεροχή, οὕτω καὶ ἡ ἐξουσία μία γένοιτο ἂν εἰκότως. Ὥστε ἂν φανῇ τις οὕτως ἀπολογούμενος, ἀνάγκη πᾶσα τῆς αὐτῆς ἀξίας εἶναι ἐκείνῳ, οὗ τὴν ἐξουσίαν ὑπὲρ ἑαυτοῦ προβάλλεται. Οὐκοῦν ἐπειδὴ καὶ ὁ Χριστὸς οὕτως ἐδικαιολογήσατο πρὸς ἰουδαίους, ἀναμφισβητήτως ἡμῖν ἀπέδειξεν, ὅτι τῆς αὐτῆς ἀξίας ἐστὶ τῷ Πατρί. Καὶ μεταγάγωμεν, εἰ δοκεῖ, τὸ ὑπόδειγμα ἐπὶ τὰ ῥήματα τοῦ Χριστοῦ, καὶ τὸν ἔργον ὅπερ εἰργάσατο. Ἔστων τοίνυν τὸ μετ’ ἐξουσίας λῦσαι τὸ σάββατον, ὅπερ ἡ ἁλουργὶς καὶ τὸ διάδημα καὶ τὸ ἀφιέναι τοὺς ὑπευθύνους.
Ὥσπερ οὖν ἐκεῖνα τῷ βασιλεῖ μόνῳ ἔξεστιν, οὐδενὶ δὲ ἄλλῳ τῶν ὑποκειμένων, ἐὰν δὲ φανῇ τις ποιῶν αὐτά, καὶ δικαίως ποιῶν, ἀνάγκη κἀκεῖνον βασιλέα εἶναι· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ φαίνεται μετ’ αὐθεντίας ταῦτα ποιῶν ὁ Χριστός, εἶτα ἐγκαλούμενος τὸν Πατέρα προβάλλεται λέγων, Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, ἀνάγκη πᾶσα καὶ τοῦτον ἴσον εἶναι ἐκείνῳ τῷ μετὰ αὐθεντίας ποιοῦντι. Οὐ γὰρ ἄν, εἰ μὴ ἴσος ἦν αὐτῷ, τούτῳ τῆς δικαιολογίας ἐχρήσατο τῷ τρόπῳ. Καὶ ἵνα σαφέστερον μάθητε τὸ λεγόμενον, ἔλυσαν τὸ σάββατόν ποτε οἱ μαθηταὶ ἐν τῷ τίλλειν τοὺς στάχυας καὶ ἐσθίειν ἐν Σαββάτῳ· ἔλυσε καὶ αὐτὸς νῦν· ἐνεκάλεσαν κἀκείνοις οἱ Ἰουδαῖοι, ἐνεκάλεσαν καὶ τούτῳ. Ἴδωμεν πῶς μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖται, πῶς δὲ ὑπὲρ ἑαυτοῦ· ἵνα ἐκ τῆς διαφορᾶς τὴν ὑπεροχὴν καὶ τὴν ἀπολογίαν αὐτοῦ μάθῃς. Πῶς οὖν ὑπὲρ ἐκείνων ἀπολογεῖται; «Οὐκ ἀνέγνωτε τὶ ἐποίησε Δαυΐδ, ὅτε ἐπείνασεν»; Ὅταν μὲν γὰρ ὑπὲρ τῶν δούλων ἀπολογῆται, ἐπὶ τὸν σύνδουλον αὐτῶν καταφεύγει Δαυΐδ· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν λόγον· «Ὁ Πατὴρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι». Καὶ ποίαν ἐργασίαν λέγει; Ἴσως ἂν εἴποι τις ἄν· «Ἐν γὰρ ἐξ ἡμέραις κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ»· τὴν καθημερινὴν πρόνοιαν. Οὐ γὰρ παρήγαγε μόνον τὴν κτίσιν, ἀλλὰ καὶ παραχθεῖσαν αὐτὴν συγκροτεῖ· κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰς ἀῶν δυνάμεις, κἂν πάντα ἁπλῶς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τῆς προνοίας ἀπολαύει τῆς ἐκείνου· κἂν ἔρημα γένηται τῆς ἐνεργείας ἐκείνης, οἴχεται καὶ διαῤῥεῖ καὶ ἀπόλλυται. Βουλόμενος τοίνυν δεῖξαι ὁ Χριστός, ὅτι τῶν προνοούντων ἐστί, καὶ οὐχὶ τῶν προνοουμένων, τῶν ἐνεργούντων, οὐχὶ τῶν ἐνεργουμένων, εἶπεν, «Ὁ Πατὴρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι»· τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον ἐπιδεῖξαι βουλόμενος.
ε’. Ταῦτα δὲ μέμνησθε, καὶ φυλάττετε μετὰ ἀκριβείας ἁπάσης, καὶ τὴν ἀπὸ τῆς πολιτείας φιλοσοφίαν τῇ τῶν δογμάτων ὀρθότητι συνυφαίνετε· ὃ καὶ πρώην παρεκάλεσα, καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι· πολιτείαν δὲ καὶ φιλοσοφίαν οὐδὲν οὕτως, ὡς ἡ ἐνταῦθα ποιεῖ διατριβή. Καθάπερ γὰρ ἡ χερσουμένη γῆ, μηδένα τὸν ἀρδεύοντα ἔχουσα, γέμει ἀκανθῶν καὶ τριβόλων, ἡ δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ· οὕτω δὴ καὶ ἡ ψυχή, ἡ μὲν τῆς ἀρδείας τῶν θείων ἀπολαύουσα λογίων, τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ τοῦ Πνεύματος· ἡ δὲ ἐν αὐχμῷ καὶ ἀμέλειᾳ καὶ σπάνει τῆς τοιαύτης ἀρδείας καθεστῶσα ἐρημοῦται καὶ ὑλομανεῖ καὶ ἀκάνθας ἐκφέρει πολλάς, τῆς ἁμαρτίας τὴν φύσιν. Ἔνθα δὲ ἄκανθαι, ἐκεῖ δράκοντες καὶ ὄφεις καὶ σκορπίοι καὶ πᾶσα ἡ δύναμις τοῦ διαβόλου. Καὶ εἰ ἀπιστεῖς τῷ λόγῳ, φέρε, τοὺς ἀπολειφθέντας καὶ ἡμᾶς παραβάλωμεν, καὶ ὄψεσθε τότε πολὺ τὸ μέσον· μᾶλλον δὲ ἡμεῖς ἡμᾶς αὐτοὺς ἐξετάσωμεν, τινὲς μὲν ἐσμεν θείας ἀπολαύοντες διδασκαλίας, τινὲς δὲ ἐπὶ πλεῖον ταύτης ἀποστερούμενοι τῆς ὠφελείας τυγχάνομεν. Μὴ τοίνυν προδῶμεν κέρδος τοσοῦτον. Ἡ γὰρ ἐνταῦθα διατριβὴ πάντων ὑπόθεσις ἐστι τῶν ἀγαθῶν· ἐντεῦθεν ἀναχωρῶν καὶ ἀνὴρ γυναικὶ φανεῖται τιμιώτερος, καὶ γυνὴ ἀνδρὶ ποθεινοτέρα. Γυναῖκα γὰρ ἐπέραστον οὐκ εὐμορφία ποιεῖ σώματος, ἀλλὰ ψυχῆς ἀρετή, οὐκ ἐπιτρίμματα καὶ ὑπογραφαί, οὐδὲ χρυσίον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ σωφροσύνη καὶ ἐπιεικείᾳ καὶ φόβος ἐρειδόμενος πρὸς Θεόν. Καὶ τὸ νοητὸν κάλλος οὐκ ἐστιν ἀλλαχοῦ πρὸς ἀκρίβειαν ἀσκηθῆναι, ἀλλ’ ἢ ἐν τῷ θαυμαστῷ καὶ θείῳ τούτῳ χωρίῳ, τῶν ἀποστόλων, καὶ προφητῶν ἀποσμηχόντων, καλλωπιζόντων, ἀποξυόντων τῆς ἁμαρτίας τὸ γῆρας, ἐπαγόντων τῆς νεότητος τὴν ἀκμήν, πᾶσαν κηλῖδα, πᾶσαν ῥυτίδα, πᾶν σπίλον ἐκβαλλόντων τῆς ψυχῆς τῆς ἡμετέρας. Τοῦτο τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες σπουδάσωμεν ἑαυτοῖς ἐγκατοικίσαι τὸ κάλλος. Τὸ μὲν γὰρ τοῦ σώματος καὶ νόσος ἐμάρανε, καὶ πλῆθος χρόνου διέφθειρε, καὶ γῆρας ἔσβεσε, καὶ θάνατος ἐπελθὼν ἀνεῖλεν ἅπαν· τὸ δὲ τῆς ψυχῆς οὐ χρόνος, οὐ νόσος, οὐ γῆρας, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων λυμήνασθαι δύναται, ἀλλὰ μένει διηνεκῶς ἀνθοῦν. Καὶ τὸ μὲν τοῦ σώματος τοὺς ὁρῶντας εἰς ἀκολασίαν ἐκκαλεῖται πολλάκις, τὸ δὲ τῆς ψυχῆς κάλλος αὐτὸν τὸν Θεὸν πρὸς τὸν ἔρωτα ἐπισπᾶται τὸν οἰκεῖον· καθάπερ καὶ ὁ προφήτης φησί, πρὸς τὴν ἐκκλησίαν διαλεγόμενος· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὓς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». Ἵνα οὖν, ἀγαπητοί, γενώμεθα φίλοι τῷ Θεῷ, τοῦτο καθ’ ἑκάστην ἡμέραν ἐξασκῶμεν τὸ κάλλος, τῇ τῶν Γραφῶν ἀναγνώσει πᾶσα κηλῖδα ἀποσμήχοντες, ταῖς εὐχαῖς, ταῖς ἐλεημοσύναις, τῇ πρὸς ἀλλήλους ὁμόνοια· ἵνα ὁ βασιλεὺς ἐρασθεὶς ἡμῶν τῆς κατὰ τὴν ψυχὴν εὐμορφίας, τῆς βασιλείας τῶν οὐρανῶν ἡμᾶς καταξιώσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου