Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος Δεύτερος Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου
α’. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτων τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργῳ ἀτιμάζοντες τὴν πίστιν, καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσιν διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν ἡνίκα εἰς τὸ στάδιον τῶν λόγον τούτων καθήκαμεν ἑαυτούς, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως διεδέξαντο ἀγῶνες, καὶ οὐκ ἦν ἀσφαλὲς τὸ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν, οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἄιε καιρὸν ἔχουσι·
τότε δὲ τοὺς ἀῤῥωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ Ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς Ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς, μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον· καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας. Ταῦτα δὲ λέγω καὶ ἀπαριθμοῦμαι, ἵνα μὴ νομίσητε ἐξ ὄκνου τινὸς καὶ ῥᾳθυμίας ἡμῖν γενέσθαι τὴν ἀναβολὴν τῶν ἀγώνων τῶν πρὸς ἐκείνους. Νῦν οὖν ἐπειδὴ καὶ τῆς πρὸς Ἰουδαίους λοιπὸν ἀπηλλάγημεν μάχης, καὶ οἱ πατέρες πρὸς τὰς ἑαυτῶν ἐπανῆλθον πατρίδας, καὶ τῆς εὐλογίας τῶν μαρτύρων ἀπηλαύσαμεν ἱκανῶς, φέρε δὴ λοιπὸν τὴν χρονίαν ὠδῖνα τῆς ἡμετέρας ἀκροάσεως λύσωμεν. Εὖ γὰρ οἱδ’ ὅτι ἐμοῦ τοῦ λέγοντος οὐκ ἔλαττον ἕκαστος ὑμῶν ὠδίνει τοὺς περὶ τούτων ἀκοῦσαι λόγους· τὸ δὲ αἴτιον, φιλόχριστος· ἡμῖν ἄνωθεν ἡ πόλις ἐστί, καὶ πατρῴαν ταύτην διεδέξασθε κληρονομίαν, μηδέποτε περιορᾷν τὰ τῆς εὐσεβείας νοθευόμενα. Πόθεν τοῦτο δῆλον; Κατέβησάν τινες ἀπὸ τῆς Ἰουδαίας ποτὲ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων, ἐπιθολοῦντες τὰ καθαρὰ τῆς ἀποστολικῆς διδασκαλίας δόγματα, καὶ κελεύοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον Μωϋσέως. Ταύτην οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν οἱ τότε τὴν πόλιν ὑμῶν οἰκοῦντες· ἀλλ’ ὥσπερ γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας, καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἐλαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ’ ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.
β’. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν πρὸς ἐκείνους λόγων; Πόθεν ἄλλοθεν ἀλλ’ ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας; Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξῶσθαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πιστήν, οὗ τὶ γένοιτ’ ἂν μεῖζον ἀσεβείας ἔγκλημα; Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, δέχεσθαι χρὴ πιστῶς τὸ λεχθέν, οὐ περιεργάζεσθαι τολμηρῶς. Ὁ βουλόμενος αὐτῶν καλείτω με ἄπιστον, οὐκ ἀγανακτῶ. Διὰ τί; Διὰ γὰρ τῶν ἔργων ἐπιδείκνυμαι τὴν προσηγορίαν. Καὶ τὶ λέγω, καλείτω με ἄπιστον; Καλεῖτο με καὶ μωρὸν ἐν Χριστῷ· καὶ ἐπὶ τούτῳ ὥσπερ ἐπὶ στεφάνῳ πάλιν ἀγάλλομαι· καὶ γὰρ μετὰ Παύλου κοινωνῶ τῆς προσηγορίας ταύτης. Ἐκεῖνος γὰρ φησιν· «Ἡμεῖς μωροὶ διὰ Χριστόν»· πάσης σοφίας αὕτη ἡ μωρία φρονιμωτέρα. Ἃ γὰρ οὐκ ἴσχυσεν ἡ ἔξωθεν εὑρεῖν σοφία, ταῦτα κατώρθωσεν ἡ μωρία ἡ κατὰ Χριστόν· αὕτη τὸ σκότος τῆς οἰκουμένης ἀπήλασεν, αὕτη τὸ φῶς τῆς γνώσεως ἐπανήγαγε. Τὶ δὲ ἐστι μωρία κατὰ Χριστόν; Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὄτα δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν.
Καὶ γὰρ ὅταν ἀποφαίνηταί τι ὁ Θεός, ὃ μὴ δεῖ πολυπραγμονεῖσθαι, πίστει παραδέχεσθαι χρή. Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας, καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης ριψοκίνδυνου ψυχῆς. Καὶ τοῦτο πάλιν ἀπ’ αὐτῶν τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ζαχαρίας τις ἦν ἀνὴρ θαυμαστὸς καὶ μέγας, ἀρχιερωσύνῃ τετιμημένος, παρὰ τοῦ Θεοῦ τὴν προστασίαν ἐμπεπιστευμένος τοῦ δήμου παντός· οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα, ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν ὁρᾷν (καὶ σκόπει πῶς καὶ τοῦ πλήθους παντὸς ἀντίῤῥοπος ἦν, ὡς καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρειν τῷ Θεῷ, καὶ ἵλεω ποιεῖν τὸν Δεσπότην τοῖς οἰκέταις (εἶδες παῤῥησίας μέγεθος;) καθάπερ μεσίτης τις ὧν Θεοῦ καὶ ἀνθρώπων), εἶδεν ἄγγελον, ἔνδον ἑστῶτα, καὶ ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ τέξῃ υἱόν». Καὶ ποία αὕτη ἡ ἀκολουθία; Ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει, «Μὴ φοβοῦ, Ζαχαρία, ἠκούσθη γὰρ ἡ δέησίς σοῦ»· καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται τὸ τεχθήσεσθαι παῖδα αὐτῷ τὸν Ἰωάννην; Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», εἰκότως, φησίν, «Εἰσηκούσθη ἡ δέησις σοῦ, καὶ τέξῃ υἱόν». Τὶ οὖν ἐκεῖνος; Τὸ γὰρ ζητούμενόν τοῦτό ἐστιν, ὅτι τὸ περιεργάζεσθαι τρόπους χρησμῶν θείων ἀσύγγνωστόν ἐστι, τὰς δὲ ἀποφάσεις πίστει δέχεσθαι χρή. Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιάν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός· εἶδεν εἰς τὴν στείρωσιν τῆς γυναικός, καὶ διηπίστησε, καὶ τὸν τρόπον ἐζήτησε μαθεῖν, καὶ εἶπε. «Κατὰ τὶ γνώσομαι τοῦτο»; Πῶς, φησίν, ἔσται τοῦτο; Ἰδοὺ ἐγὼ γεγήρακα καὶ πεπολίωμαι, καὶ ἡ γυνὴ μου στεῖρα προβεβηκυΐα ἐν ταῖς ἡμέραις αὐτῆς· ἡ ἡλικία ἄωρος, ἡ φύσις ἄχρηστος· πῶς ἔχει λόγον τὰ ἐπηγγελμένα; Ἐγὼ ὁ σπείρων ἀσθενής· ἡ ἄρουρα ἄγονος. Ἆρ’ οὐ δοκεῖ τισι συγγνώμης ἄξιος εἶναι πραγμάτων ἀκολουθίαν ἐπιζητῶν, καὶ δοκῶν τι λέγειν εἰκός; Ἀλλ’ οὐ Θεῷ ἔδοξεν ἄξιος εἶναι· καὶ μάλα εἰκότως. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, λογισμοὺς κινεῖν οὐ χρή, οὐδὲ πραγμάτων ἀκολουθίαν, οὐδὲ φύσεως ἀνάγκην προβάλλεσθαι, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· πάντων γὰρ τούτων ἀνωτέρα τῆς ἀποφάσεως ἡ δύναμις οὐδενὶ διακοπτομένη κωλύματι. Τὶ ποιεῖς, ἄνθρωπε; Ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις, καὶ γῆρας προβάλλῃ; Μὴ γὰρ ἰσχυρότερον τὸ γῆρας τῆς ἐπαγγελίας τοῦ Θεοῦ; Μὴ γὰρ δυνατωτέρα ἡ φύσις τοῦ δημιουργοῦ τῆς φύσεως; Οὐκ οἶδας ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ; Ὁ λόγος αὐτοῦ τὸν οὐρανὸν ἔστησεν· ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν· ὁ λόγος αὐτοῦ ἀγγέλους ἐποίησε, καὶ σὺ περὶ γεννήσεως ἀμφιβάλλεις; Διὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω· διὰ ταύτην μὲν οὖν καὶ ἐκολάζετο μειζόνως. Τὸ γὰρ πλέον τῶν ἄλλων εἰς τιμῆς ἔχοντα λόγον καὶ περὶ τὴν πίστιν τῶν ἄλλων πλεονεκτεῖν ἔδει, καὶ τὶς ὁ τρόπος τῆς κολάσεως; «Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλεῖν». Ἡ γλῶσσα σου, φησίν, ἢ διηκόνησε πρὸς τὴν τῶν ῥημάτων ἀπιστίαν, αὕτη δέξεται καὶ τὴν ἐπὶ τῇ ἀπιστίᾳ τιμωρίαν. «Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ λαλῶν, ἕως ἂν γένηται ταῦτα». Ἐννόησον φιλανθρωπίαν Δεσπότου· ἀπιστεῖς μοι, φησί· νῦν δέχου τὴν κόλασιν, καὶ ὅταν διὰ τῶν πραγμάτων παράσχω τὴν ἀπόδειξιν, τότε λύω τὴν ὀργήν· ὅταν μάθῃς, ὅτι δικαίως ἐκολάσθης, τότε σὲ ἀπαλλάττω τῆς τιμωρίας. Ἀκουέτωσαν οἱ Ἀνόμοιοι πῶς ἀγανακτεῖ πολυπραγμονούμενος ὁ Θεός. Εἰ δὲ ἐκεῖνος ἀπιστήσας τῇ θνητῇ γεννήσει κολάζεται, σὺ ὁ τὴν ἀπόῤῥητον καὶ τὴν ἄνω περιεργαζόμενος πῶς διαφεύξῃ τιμωρίαν, εἰπὲ μοι; Ἐκεῖνος οὐκ ἀπεφήνατο, ἀλλὰ μαθεῖν ἠθέλησε, καὶ οὐκ ἔτυχε συγγνώμης· σὺ δὲ ὁ καὶ εἰδέναι διισχυριζόμενος τὰ πᾶσιν ἀθέατα καὶ ἀκατάληπτα, ποίαν ἕξεις ἀπολογίαν; Τίνα δὲ οὐκ ἐπισπάσῃ κατὰ σαυτοῦ τιμωρίαν;
γ’. Ἀλλ’ οἱ μὲν περὶ γεννήσεως λόγοι τοὺς προσήκοντας ἀναμενέτωσαν καιρούς· τέως δὲ ὁδῷ βαδίζωμεν ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ἧς πρώην τὰ λείψανα κατελίπομεν, τὴν ὀλεθρίαν ἐκσπᾶσαι ῥίζαν ἐπιχειροῦντες, τὴν πάντων μητέρα τῶν κακῶν, καὶ ὅθεν αὐτοῖς τὰ δόγματα ταῦτα ἐβλάστησε. Ποία ἡ ῥίζα τῶν κακῶν πάντων; Πιστεύσατε· φρίκη με κατέχει μέλλοντα αὐτὴν ἐκλαλεῖν· ὀκνῶ γὰρ διὰ γλώττης ἐκφέρειν ἃ μελετῶσιν ἐπὶ τῆς διανοίας ἐκεῖνοι διαπαντός. Τὶς οὖν ἐστιν ἡ ῥίζα τούτων τῶν κακῶν; Ἐτόλμησεν ἄνθρωπος εἰπεῖν ὅτι, Θεὸν οἶδα, ὡς αὐτὸς ὁ Θεὸς ἑαυτὸν οἶδε. Ταῦτα οὖν ἐλέγχου δεῖται; Ταῦτα ἀποδείξεως; Οὐκ ἀρκεῖ μόνη ἡ προφορᾷ τὴν ῥημάτων δεῖξαι πᾶσαν αὐτῶν τὴν ἀσέβειαν; Καὶ γὰρ μανίᾳ τὶς ἐστι ταῦτα σαφής, παραπληξία ἀσύγγνωστος, καινότερος ἀσεβείας τρόπος· οὐδεὶς τοιοῦτον οὐδὲν οὐδέποτε οὔτε εἰς νοῦν βαλέσθαι, οὔτε διὰ τῆς γλώττης προσενεγκεῖν ἐτόλμησεν. Ἐννόησον, ἄθλιε καὶ ταλαίπωρε, τὶς εἶ, καὶ τίνα περιεργάζῃ· ἄνθρωπος ὢν Θεὸν πολυπραγμονεῖς; Ἀρκεῖ γὰρ τὰ ὀνόματα ψιλὰ τῆς ἀνοίας δεῖξαι τὴν ὑπερβολήν, ἄνθρωπος γῆ καὶ σποδὸς ὑπάρχων, σὰρξ καὶ αἷμα, χόρτος καὶ ἄνθος χόρτου, σκιὰ καὶ καπνὸς καὶ ματαιότης, καὶ εἲ τι τούτων ἀδρανέστερον καὶ εὐτελέστερον. Καὶ μὴ νομίσητε κατηγορίαν εἶναι τῆς φύσεως τὰ λεγόμενα· οὐδὲ γὰρ ἐγὼ ταῦτα λέγω, ἀλλ’ οἱ προφῆται ταῦτα φιλοσοφοῦσιν, οὐκ ἀτιμάζοντες ἡμῶν τὸ γένος, ἀλλὰ καταστέλλοντες τῶν ἀνοήτων τὸ φύσημα· οὐκ ἐξευτελίζοντες ἡμῶν τὴν φησίν, ἀλλὰ ταπεινοῦντες τῶν μαινομένων τὴν ἀπόνοιαν. Εἰ γὰρ τοσαῦτα καὶ τοιαῦτα εἰρηκότων ἐκείνων ὅμως ἐφάνησάν τινες οἱ τοῦ διαβόλου τὴν μεγαληγορίαν νικήσαντες, εἰ μηδὲν οὕτων εἴρητο, ποῦ οὐκ ἂν ἐξελάκτισαν ἀπονοίας, εἰπὲ μοι. Εἰ ἔχουσι τὸ φάρμακον ἐπικείμενον καὶ ἔτι φλεγμαίνουσιν, ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήνατο περὶ φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι; Ἄκουσον γοῦν τὶ φησιν ὁ δίκαιος πατριάρχης περὶ ἑαυτοῦ· «Ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός». Θεῷ διελέγετο, καὶ οὐκ ἐπῆρεν αὐτὸν ἡ παῤῥησία· αὕτη μὲν οὖν, αὕτη μετριάζειν αὐτὸν ἀνέπειθεν. Οὗτοι δὲ οὐδὲ τῆς σκιᾶς ὄντες ἄξιοι τῆς ἐκείνου, τῶν ἀγγέλων αὐτῶν μείζους ἑαυτοὺς εἶναι νομίζουσιν, ὅπερ ἐσχάτης ἐστὶ μανίας ἀπόδειξις. Θεόν, εἰπὲ μοι, περιεργάζῃ τὸν ἄναρχον, τὸν ἀναλλοίωτον, τὸν ἀσώματον, τὸν ἄφθαρτον, τὸν πανταχοῦ παρόντα, καὶ πάντα ὑπερβαίνοντα καὶ ἀνωτέρω τῆς κτίσεως ἁπάσης ὄντα. Ἄκουσον τὶ φιλοσοφοῦσιν οἱ προφῆται περὶ αὐτοῦ, καὶ φοβήθητι· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν». Εἶδε μόνον καὶ ἐσάλευσεν τὴν τοσαύτην καὶ τηλικαύτην γῆν. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται· ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, καὶ οἱ στῦλοι αὐτῆς σαλεύονται· ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτήν· ὁ λέγων τῇ ἀβύσσῳ ἐρημωθήσῃ. Η θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐνεχώρησεν εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων». Πᾶσα ἡ κτίσις σαλεύεται, δέδοικε, τρέμει· μόνοι δὲ οὗτοι καταφρονοῦσιν, ὑπερορῶσιν, ἐξευτελίζουσι τὴν ἑαυτῶν σωτηρίαν· οὐ γὰρ ἂν εἴποιμι τὸν ἁπάντων Δεσπότην. Πρώην μὲν οὖν αὐτοὺς ἀπὸ τῶν ἄνω δυνάμεων, ἐσωφρονίζομεν, ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβίμ, τῶν Σεραφίμ· νῦν δὲ ἀπὸ τῆς ἀναισθήτου κτίσεως, καὶ οὐδὲν ἐντεῦθεν ἐντρέπονται. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν, πῶς καλός, πῶς μέγας, πῶς τῷ ποικίλῳ τῶν ἄστρων ἐστεφάνωται χορῷ; Πόσον διήρκεσε χρόνον; Πεντακισχίλια γὰρ πλείων λοιπὸν ἔστην ἔτη, καὶ τὸ πλῆθος τοῦ χρόνου οὐκ ἐπήγαγεν αὐτῷ γῆρας ἀλλ’ ὥσπερ σῶμα νέον καὶ σφριγῶν ἀνθοῦσαν ἔχει καὶ ἐνακμάζουσαν αὐτῷ τῆς ἡλικίας τὴν ὥραν· οὕτω δὲ καὶ οὐρανὸς ὅπερ ἐξ ἀρχῆς ἔλαχε κάλλος διετήρησε καὶ οὐδὲν ὑπὸ τοῦ χρόνου γέγονεν ἀσθενέστερος. Ἀλλὰ τοῦτον τὸν καλόν, τὸν μέγαν, τὸν φαιδρόν, τὸν κατηστερωμένον, τὸν διαρκῆ, τὸ ἐπὶ τοσοῦτον ἑστηκότα χρόνον, ὁ Θεὸς οὗτος, ὃν σὺ περιεργάζῃ, καὶ τῇ τῶν οἰκείων λογισμῶν ὑποβάλλεις περιγράφῃ, ὡς ἂν εἰ παίζων τις καλύβην ποιήσειεν, οὕτω μετ’ εὐκολίας εἰργάσατο. Καὶ τοῦτο ἐμφαίνων ὁ Ἠσαΐας ἔλεγεν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς». Ἀλλὰ καὶ τὴν γῆν βούλει ἰδεῖν; Ἀλλὰ καὶ ταύτην ὡς οὐδὲν ἐποίησε. Περὶ μὲν γὰρ ἐκείνου λέγει· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς»· πὲρ δεῖ ταύτης· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν». Ὁρᾷς πῶς οὐδὲν εἶπε τὴν τοσαύτην καὶ τηλικαύτην;
δ’. Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις, καὶ πόσα οἰκοδομημάτων μεγέθη, καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τῶν νώτων φέρει τῶν ἑαυτῆς. Ἀλλ’ ὅμως τὴν τοιαύτην καὶ τοσαύτην οὕτως εὐκόλως ἐποίησεν, ὡς καὶ τὸν προφήτην, μηδὲ παράδειγμα τῆς εὐκολίας δυνάμενον εὑρεῖν, εἰπεῖν, ὅτι γῆν γῆν ἐποίησεν «ὡς οὐδέν». Ἐπειδὴ γὰρ οὐκ ἤρκει τὰ μεγέθη καὶ τὰ κάλλη τῶν ὁρωμένων τοῦ δημιουργοῦ παραστῆσαι τὴν δύναμιν, ἀλλὰ πολλῷ μὲ μέτρῳ ἐλείπετο τοῦ μεγέθους καὶ τῆς ἰσχύος τοῦ πεποιηκότος αὐτὰ ἁπάσης, εὗρον ἕτερον οἱ προφῆται τρόπον, δι’ οὗ κατὰ δύναμιν τὴν ἑαυτῶν ἴσχυσαν παραδηλῶσαί τι πλέον ἡμῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Ποῖον δὴ τοῦτον; Τὸ μὴ τὰ μεγέθη προθεῖναι τῶν κτισμάτων μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας εἰπεῖν, ἳν’ ἑκατέρωθεν, καὶ ἐκ τοῦ μεγέθους τῶν γεγενημένων, καὶ ἐκ τῆς κατὰ τὴν δημιουργίαν εὐκολίας, δυνηθῶμεν ἀξίαν τινὰ κατὰ δύναμιν τὴν ἡμετέραν ἔννοιαν λαβεῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Μὴ τοίνυν τὸ μέγεθος ἐξέταζε μόνον τῶν γεγενημένων, ἀλλὰ καὶ τὴν εὐκολίαν τοῦ πεποιηκότος. Οὐκ ἐπὶ γῆς δὲ τοῦτο ἐνδείκνυται μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων· νῦν μὲν γὰρ φησίν, «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας»· νῦν δὲ φησιν, «Ὡς σταγὼν ἀπὸ κάδου πάντα τὰ ἔθνη ἐναντίον αὐτοῦ». Μὴ ἁπλῶς παρέλθῃς τὸν λόγον, ἀλλ’ ἀνάπτυξον τὸν εἰρημένον καλῶς καὶ ἐξέτασον· ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς ἐὸν Εὔξεινον πόντον οἰκοῦντας, Θράκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοῖς ἐν τοῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ’ ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν Περσῶν οἰκοῦντας γῆν, τὰ ἀλλὰ τὰ ἄπειρα γένη καὶ φῦλα, ὧν οὔτε τὰ ὀνόματα ἴσκεν· ἀλλὰ πάντα ταῦτα τὰ ἔθνη, «Ὡς σταγών, φησίν, ἀπὸ κάδου ἐναντίον αὐτοῦ». Πόσον μέρος εἶ τῆς σταγόνος ταύτης, εἰπὲ μοι, ὅτι περιεργάζῃ τὸν Θεόν, ᾧ πάντα τὰ ἔνθῃ ὡς σταγὼν ἀπὸ κάδου; Καὶ τὶ χρὴ λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ἀνθρώπων φύσεως; Ἀναβῶμεν ὑπὲρ τὸν οὐρανὸν τῷ λόγῳ, καὶ ἐπὶ τοὺς ἀγγέλους ἔλθωμεν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι τῆς κτίσεως τῆς ὁρωμένης ταύτης εἷς ἄγγελος μόνος ἀντίῤῥοπος ἐστι· μᾶλλον δὲ καὶ πολλῷ τιμιώτερος. Εἰ γὰρ ἀνθρώπου δικαίου ἄξιος οὐκ ἂν εἴη πᾶς ὁ κόσμος, καθὼς ὁ Παῦλος δείκνυσι λέγων, «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος»· πολλῷ μᾶλλον ἀγγέλου οὐκ ἂν γένοιτό ποτὲ ἄξιος· πολλῷ γὰρ τῶν δικαίων ἄγγελοι μείζους. Ἀλλ’ ὅμως μυρίαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω, καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων, καὶ θρόνοι, κυριότητες, ἀρχαί, καὶ ἐξουσίαι, ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων, καὶ φῦλα ἀμύθητα, καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε, μεθ’ ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται. Ἤρκεσε γὰρ αὐτῷ τὸ θελῆσαι πρὸς ἅπαντα, καὶ καθάπερ ἡμῖν ἡ βούλησις οὐ παρέχει κάματον, οὕτως οὐδὲ ἐκείνῳ τὸ δημιουργῆσαι τοσαύτας καὶ τηλικαύτας δυνάμεις. Καὶ τοῦτο ὁ προφήτης ἐμφαίνων ἔλεγε· «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ». Ὁρᾷς ὅτι οὐ πρὸς δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη; Ταῦτα οὖν ἀκούων οὐ θρηνεῖς σαυτόν, εἰπὲ μοι, καὶ κατορύττεις πρὸς τοσοῦτον ἀπονοίας ἀρθείς, ὅτι ὃν δοξάζειν χρὴ μόνον καὶ προσκυνεῖν, τοῦτον ὡς ἓν τι τῶν εὐτελεστάτων πραγμάτων περιεργάζεσθαι φιλονεικεῖς καὶ πολυπραγμονεῖν; Διὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ, καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν, καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε· «Μενοῦν γε, ᾧ ἄνθρωπε, σὺ τὶς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Τὶς εἶ»; Ἐννόησόν σου τὴν φύσιν πρότερον· οὐδὲν γὰρ ἔστιν ὄνομα εὑρεῖν δυνάμενον παραστῆσαί σου τὴν εὐτέλειαν.
ε’. Ἀλλ’ ἐρεῖς, ὅτι, Ἄνθρωπος εἰμι ἐλευθερίᾳ τετιμημένος. Ἀλλ’ ἐτιμήθης οὐχ ἵνα εἰς ἀντιλογίαν τῇ ἐλευθερίᾳ, ἀλλ’ ἵνα τῇ τιμῇ πρὸς ὑπακοὴν καταχρήσῃ τοῦ τετιμηκότος. Ἐτίμησέ σε ὁ Θεός, οὐχ ἵνα αὐτὸν ὑβρίζῃς, ἀλλ’ ἵνα δοξάζῃς· ὑβρίζει δὲ ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος. Εἰ γὰρ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτὸν ἐστι, τὸ πολυπραγμονεῖν καὶ διερευνᾷν οὐχὶ τὰς ἀποφάσεις μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν ἀποφηνάμενον ἀτιμάζειν ἐστίν. Ὅτι δὲ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτὸν ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος περὶ τοῦ Ἀβραὰμ καὶ τῆς ὑπακοῆς τῆς ἐκείνου, καὶ τῆς ἐν ἅπασι πίστεως· «Κατενόησε μὲν γάρ, φησί, τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει». Ἡ φύσις καὶ ἡ ἡλικία εἰς ἀπόγνωσιν, φησίν, ἐνέβαλλον, ἡ δὲ πίστις ἐλπίδας ὑπέτεινε χρηστάς. «Ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθείς, ὅτι ὃ ἐπήγγελται, δυνατὸς ἐστι καὶ ποιῆσαι». Ὁρᾷς ὅτι ὁ πληροφορούμενος ὑπὲρ ὧν ἂν ὁ Θεὸς ἀποφαίνηται, δόξαν δίδωσι τῷ Θεῷ; Εἰ τοίνυν δόξαν δίδωσι τῷ Θεῷ ὁ πιστεύων αὐτῷ, ὁ ἀπίστων αὐτῷ τὴν ἀτιμίαν αὐτοῦ εἰς τὴν ἑαυτοῦ περιτρέπει κεφαλήν. «Σὺ τὶς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ»; Εἶτα βουλόμενος δεῖξαι τὸ μέσον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ, ἔδειξεν οὐχ ὅσον ἔδει· πλὴν ἀπὸ τοῦ δοθέντος ὑποδείγματος δυνατὸν καὶ πολλῷ μείζονος διαφορᾶς ἔννοιαν λαβεῖν. Τὶ γὰρ φησί; «Μὴ ἐρεῖ τὸ πλάσμα τὸ πλάσαντι, τὶ με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν»; Τὶ λέγεις; Οὕτως ὀφείλω ὑποκεῖσθαι τῷ Θεῷ ὡς ὁ πηλὸς τῷ κεραμεῖ; Ναί, φησί· τοσοῦτον γὰρ τὸ μέσον ἀνθρώπου καὶ Θεοῦ, ὅσον πηλοῦ καὶ κεραμέως. Μᾶλλον δὲ οὐδὲ τοσοῦτον τὸ μέσον, ἀλλὰ καὶ πολλῷ πλέον. Πηλοῦ μὲν γὰρ καὶ κεραμέως οὐσία μία, καθάπερ καὶ παρὰ τῷ Ἰὼβ εἴρηται· «Ἕω δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας, ἐξ οὗ καὶ αὐτοὶ ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ». Εἰ δὲ ἀμείνων φαίνεται καὶ εὐπρεπέστερος ἐκείνου ὁ ἄνθρωπος, τὴν διαφορὰν οὐχ ἡ ἐναλλαγὴ γῆς φύσεως, ἀλλ’ ἡ σοφία τοῦ τεχνίτου πεποίηκε· ἐπεὶ πηλοῦ οὐδὲν διέστηκας. Εἰ δὲ ἀπιστεῖς, πειθέτωσάν σε αἱ σοροὶ καὶ αἱ λάρνακες· ἐπὶ γὰρ τοὺς τάφους ἀπελθὼν τῶν προγόνων εἴσῃ ὅτι ταῦτα οὕτως ἔχει. Πηλοῦ μὲν οὖν καὶ κεραμέως οὐδὲν τὸ μέσον· Θεοῦ δὲ καὶ ἀνθρώπων τῆς οὐσίας τοσοῦτον τὸ μέσον, ὅσον οὐδὲ λόγος παραστῆσαι δύναται, οὐδὲ ἔννοια μετρῆσαι χωρεῖ. Ὥσπερ οὖν ὁ πηλὸς ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, ᾗπερ ἂν ἐκεῖνος ἕλκη καὶ περιάγῃ· οὕτω καὶ σὺ κατὰ τὸν πηλὸν ἄφωνος ἕσο, ὅταν ὁ Θεὸς οἰκονομεῖν τι βούληται. Οὐδὲ γὰρ ἀφαιρούμενος τὴν ἐξουσίαν ἡμῶν (μὴ γένοιτο), οὐδὲ τῷ αὐτεξουσίῳ λυμαινόμενος, ταῦτα εἴρηκεν ὁ Παῦλος, ἀλλ’ ἐκ πολλῆς τῆς περιουσίας τὴν αὐθάδειαν ἡμῶν ἐπιστομίζων· εἰ δὲ δοκεῖ, καὶ τοῦτο ἴδωμεν. Τὶ ποτε ἄρα ἐβουλήθησαν ἐκεῖνοι μαθεῖν, καὶ οὕτω σφοδρῶς αὐτοὺς ἐπεστόμισεν; Ἆρα οὐσίαν περιειργάζοντο; Οὐδαμῶς· οὐδεὶς γὰρ τοῦτο ἐτόλμησεν οὐδέποτε, ἀλλὰ τὸ πολλῷ ἔλαττον, οἰκονομίας ἐζήτουν τοῦ Θεοῦ· οἷον διὰ τὶ ὁ δεῖνα κολάζεται, καὶ διὰ τὶ ὁ δεῖνα ἐλεεῖται· διὰ τὶ ὁ δεῖνα ἀπαλλάττεται τιμωρίας, ὁ δὲ ἐν δεινοῖς ἐστι· καὶ ὁ μὲν συγγνώμης ἔτυχεν, ὁ δὲ οὐκ ἔτυχε. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐζήτουν. Πόθεν δῆλον τοῦτο; Ἐκ τῶν ἀνωτέρω τούτων· εἰπὼν γάρ, «Ἄρα οὖν ὃν θέλει ἐλέει, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοί· Τὶ ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τὶς ἀνθέστηκε»; Τότε ἐπήγαγε, «Μενοῦν γε, ᾧ ἄνθρωπε, σὺ τὶς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ»; Οἰκονομίας τοίνυν ζητοῦντας περιεργάζεσθαι ἐπιστομίζει ὁ Παῦλος. Εἶτα ἐκείνοις μὲν οὐδὲ ταῦτα ἀφίεται· σὺ δὲ τὴν μακαρίαν οὐσίαν τὴν πάντα οἰκονομοῦσαν πολυπραγμονῶν οὐχ ἡγῇ μυρίων ἄξιος εἶναι σκηπτῶν; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας; Ἄκουσον τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι’ ἐκείνου· «Εἰ πατήρ ἐγώ εἰμι, ποῦ ἔστιν ἡ δόξα μου»; Ὁ γάρ φοβούμενος οὐ περιεργάζεται, ἀλλὰ προσκυνεῖ, οὐ πολυπραγμόνει, ἀλλ’ εὐφήμει καὶ δοξάζει. Διδασκέτωσάν σε ταῦτα καὶ αἱ ἄνω δυνάμεις καὶ ὁ μακάριος Παῦλος· οὐ γὰρ ἑτέροις μὲν ταῦτα ἐπιπλήττει, αὐτὸς δὲ οὐχ οὕτω διάκειται. Ἄκουσον γοῦν τὶ Φιλιππησίοις φησί, δεικνὺς ὅτι μερικὴν ἐπίγνωσιν ἔχει (καθάπερ καὶ Κορινθίοις γράφων ἔλεγεν ὅτι, «Ἐκ μέρους γινώσκομεν»), καὶ τοῦ παντός οὐδέπω· καὶ νῦν ἐπείληπταί· «Ἀδελφοί, ἐγὼ ἐμαυτόν οὐ λογίζομαι κατειληφέναι». Τί ταύτης σαφέστερον τῆς φωνῆς; Σάλπιγγος λαμπρότερον ἐβόησε τὴν οἰκουμένην ἅπασαν παιδεύων ἀγαπᾷν καὶ στέργειν τῷ δοθέντι τῆς γνώσεως μέτρῳ, καὶ μὴ νομίζειν τὸ πᾶν ἐπειληφέναι ποτέ. Τὶ λέγεις, εἰπὲ μοι; Τὸν Χριστὸν ἔχεις ἐν σεαυτῷ λαλοῦντα, καὶ λέγεις ὅτι, «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι»; Διὰ γὰρ αὐτὸ τοῦτο, φησίν, εἶπον, ὅτι τὸν Χριστὸν ἔχω ἐν ἐμαυτῷ λαλοῦντα· αὐτὸς με ταῦτα ἐδίδαξεν. Ὥστε καὶ οὗτοι, εἰ μὴ παντελῶς ἔρημοι τῆς τοῦ Πνεύματος ᾖσαν βοηθείας, καὶ τὴν ἐνέργειαν αὐτοῦ πᾶσαν ἐκ τῆς ἑαυτῶν ἀπώσαντο ψυχῆς, οὐκ ἄν, Παύλου λέγοντος, «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι, αὐτοὶ τοῦ παντὸς ἐπειλῆφθαι ἐνόμισαν».
ς’. Καὶ πόθεν δῆλον, φησίν, ὅτι περὶ πίστεως ταῦτα λέγει καὶ γνώσεως καὶ δογμάτων, καὶ οὐχὶ περὶ βίου καὶ πολιτείας· ὅτι ἀτελῆ ἐμαυτὸν νομίζω ἐν βίῳ καὶ πολιτείας; Μάλιστα μὲν οὖν τοῦτο δῆλον ἐποίησεν εἰπών· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος». Ὁ δὲ τὸν στέφανον μέλλων ἀπολαμβάνειν, καὶ τὸν δρόμον τελέσας, οὐκ ἂν εἶπεν, «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι». Ἄλλως δὲ τὰ πρακτέα, καὶ τᾷ μὴ πρακτέα, οὐδενὶ τῶν ἀνθρώπων ἐστὶν ἀφανῆ, ἀλλὰ πᾶσι δῆλα καὶ γνώριμα, καὶ βαρβάροις καὶ Πέρσαις καὶ παντὶ τῷ τῶν ἀνθρώπων γένει. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, αὐτῆς ἀναγνώσομαι τῆς περικοπῆς ἀκολουθίαν· εἰπὼν γάρ, «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας», καὶ πολλὰ διαλεχθεὶς περὶ τῶν εἰσαγόντων Ἰουδαϊκὰ δόγματα ἀκαίρως, ἐπήγαγε λέγων· «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγήσομαι τὰ πάντα ζημίαν, ἵνα εὑρεθῶ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν ἐκ Θεοῦ δικαιοσύνην, τὴν διὰ τῆς πίστεως Ἰησοῦ Χριστοῦ». Εἶτα λέγει ποίας πίστεως, «Τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ». Τὶ ἐστι, δύναμιν τῆς ἀναστάσεως αὐτοῦ; Καινὸς τις, φησίν, ἀναστάσεως ἐδείχθη τύπος. Πόλοι μὲν γὰρ καὶ πρὸ ἐκείνου πολλάκις ἀνέστησαν νεκροί, οὕτω δὲ οὐδὲ εἶς. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἀναστάντες πάλιν εἰς τὴν γῆν ὑπέστρεφον, καὶ πρὸς καιρὸν ἀπαλλαττόμενοι τῆς τοῦ θανάτου τυραννίδος, ὑπὸ τὴν ἀρχὴν πάλιν ἤγοντο τὴν ἐκείνου· τὸ δὲ σῶμα τὸ δεσποτικὸν ἀναστὰν οὐκ εἰς τὴν γῆν ὑπέστρεψεν, ἀλλ’ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ πᾶσαν τοῦ ἐχθροῦ κατέλυσε τὴν τυραννίδα, καὶ μεθ’ ἑαυτοῦ τὴν οἰκουμένην συνανέστησεν ἅπασαν καὶ νῦν ἐν τῷ θρόνῳ κάθηται τῷ βασιλικῷ. Ταῦτ’ οὖν ἅπαντα ἐννοῶν ὁ Παῦλος καὶ δεικνύς, ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα λογισμὸς μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πίστις δὲ μόνη δύναται διδάξαι καὶ ποιῆσαι σαφῆ, ἔλεγεν, «Ἐπὶ τῇ πίστει τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ γὰρ ἁπλῶς ἀνάστασιν οὐ δύναται παραστῆσαι λογισμὸς (μεῖζον γὰρ τοῦτο τῆς ἀνθρωπίνης φύσεως, καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐστί), τὴν τοσοῦτον τῶν ἄλλων ἀναστάσεων διαφέρουσαν ἀνάστασιν ποῖος δυνήσεται παραστῆσαι λογισμός; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ πίστεως ἡμῖν δεῖ μόνης, ᾗ μέλλοιμεν πείθεσθαι, ὅτι σῶμα θνητὸν καὶ ἀνέστη, καὶ εἰς ζωὴν ἦλθεν ἀθάνατον, πέρας οὐδὲν οὐδὲ τέλος ἔχουσαν· ὅπερ οὖν καὶ ἀλλαχοῦ σημαίνων ἔλεγεν· «Ὁ Χριστὸς ἐγερθεὶς οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». Ὥστε διπλοῦν τὸ θαῦμα, καὶ τὸ ἀναστῆναι, καὶ τὸ οὕτως ἀναστῆναι. Διὰ τοῦτο ἔλεγεν, «Ἐπὶ τῇ πίστει τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ δὲ τὴν ἀνάστασιν οὐ δυνατὸν λογισμοῖς εὑρεῖν, πόσῳ μᾶλλον τὴν γέννησιν τὴν ἄνω; Περὶ δὲ τούτων διαλεγόμενος ὁ Παῦλος καὶ περὶ τοῦ σταυροῦ καὶ τοῦ πάθους λέγων, κἀκεῖνα τῇ τῇς πίστεως ἐπέτρεψε δυνάμει· εἶτα τοῦτον ἅπαντα κινήσας τὸν λόγον, προϊὼν εἶπεν, «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι». Οὐκ εἶπεν, Ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι εἰδέναι, ἀλλὰ «κατειληφέναι». Οὔτε παντελῆ ἄγνοιαν, οὔτε παντελῆ γνῶσιν ἐμαρτύρησεν ἑαυτῷ. Τὸ γὰρ εἰπεῖν, «Οὐ λογίζομαι κατειληφέναι», δηλοῦντός ἐστιν, ὅτι ἐπὶ τῆς ὁδοῦ τέως ἕστηκε, καὶ βαδίζει, καὶ πρόεισι περαιτέρω, τοῦ δὲ τέλους πάντως οὐκ ἐπείληπται. Τοῦτο καὶ ἑτέροις παραινεῖ λέγων οὕτως· «Ὅσοι τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἲ τι ἑτέρως φρονεῖτε, τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει». Οὐ λογισμός, εἶπε, διδάξει, ἀλλ’ ὁ Θεὸς ἀποκαλύψει. Ὁρᾷς ὅτι οὐ περὶ βίου καὶ πολιτείας ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ δογμάτων καὶ πίστεως; Πολιτεία γὰρ καὶ βίος οὐκ ἀποκαλύψεως δεῖται, ἀλλὰ δόγματα καὶ γνῶσις. Κεῖ ἑτέρωθι δὲ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· «Εἲ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν». Οὐκ εἶπεν ἁπλῶς, Οὐδὲν ἔγνωκεν, ἀλλὰ καθὼς δεῖ γνῶναι· ἔχει μὲν γὰρ γνῶσιν, οὐκ ἀκριβῆ δὲ καὶ ἀπηρτισμένην.
ζ’. Καὶ ἵνα μάθῃς, τὶ τοῦτό ἐστιν ἀληθές, μηδὲν περὶ τῶν ἄνω διαλεχθῶμεν, ἀλλ’, εἰ βούλει, κάτω πρὸς τὴν ὁρωμένην κτίσιν τὸν λόγον ἀγάγωμεν. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν; Ὅτι μὲν καμάρας εἰκόνα διασώζει ἴσμεν, καὶ τοῦτο αὐτοῦ οὐκ ἀπὸ λογισμῶν, ἀλλ’ ἀπὸ τῆς θείας Γραφῆς μαθόντες· καὶ ὅτι πᾶσαν περιλαμβάνει τὴν γῆν, καὶ τοῦτο ἴσμεν, ὁμοίως παρ’ ἐκείνης ἀκούσαντες· τὶς δὲ τὴν οὐσίαν ἐστὶν ἀγνοοῦμεν. Εἰ δὲ τις διισχυρίζοιτο καὶ φιλονεικοίη, λεγέτω τὶ τὴν οὐσίαν ἐστὶν ὁ οὐρανός· ἆρα κρύσταλλος πεπηγώς; Ἆρα νέφος πεπυκνωμένον; Ἆρα ἀὴρ παχύτερος; Ἀλλ’ οὐδεὶς ἂν ἔχοι σαφῶς εἰπεῖν· ἔτι οὖν ἀποδείξεως, εἰπὲ μοι, δεῖσθε πρὸς τὸ μαθεῖν τὴν μανίαν τῶν τὸν Θεὸν εἰδέναι λεγόντων; Τοῦ οὐρανοῦ τοῦ ὁρωμένου καθ’ ἡμέραν τὴν φύσιν οὐκ ἔχεις εἰπεῖν, καὶ τοῦ ἀοράτου Θεοῦ μετὰ ἀκριβείας ἐπαγγέλλῃ τὴν οὐσίαν εἰδέναι; Καὶ τὶς οὕτως ἀναίσθητος, ὡς μὴ τὴν ἐσχάτην τῶν ταῦτα λεγόντων καταγινώσκειν μανίαν;
Διὰ δὴ ταῦτα παρακαλῶ πάντας ὑμᾶς καθάπερ τοὺς φρενίτιδι περιπεσόντας νόσῳ καὶ παραπαίοντας κατὰ δύναμιν τὴν ὑμετέραν πειρᾶσθαι θεραπεύειν μετὰ προσηνείας καὶ ἐπιεικείας αὐτοῖς διαλεγομένους· καὶ γὰρ ἐξ ἀπονοίας αὐτοῖς τὸ δόγμα τοῦτο ἐτέχθη, καὶ πολὺ τῆς διανοίας αὐτῶν τὸ φύσημα· τὰ δὲ φλεγμαίνοντα τῶν τραυμάτων οὐδὲ ἐπιβολὴν χειρὸς ἀνέχεται, οὐδὲ ἁφὴν ὑπομένει τραχυτέραν. Διὰ τοῦτο οἱ σοφοὶ τῶν ἰατρῶν μαλακῇ τινι σπογγιᾷ τὰ τοιαῦτα καταψήχουσιν ἕλκη. Ἐπεὶ οὖν καὶ τούτοις ἕλκος ἐστὶν ἐν τῇ ψυχῇ φλεγμαῖνον, ὥσπερ ἀπαλῇ τινι σπογγιᾷ προσηνὲς ὕδωρ καὶ πολύτιμον σπῶντες, οὕτω τὰ εἰρημένα ἅπαντα, καταντλήσαντες πειρώμεθα καταστέλλειν αὐτῶν τὸ φύσημα, καὶ τὸν ὄγκον καθαιρεῖν ἅπαντα· κἂν ὑβρίζωσι, κἂν λακτίζωσι, καὶ ἐμπτύωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ καταλείπῃς τὴν ἰατρείαν, ἀγαπητέ. Τοὺς γὰρ ἄνθρωπον παραπλῆγα θεραπεύοντας ἀνάγκη πολλὰ τοιαῦτα ὑπομένειν· ἀλλ’ ὅμως οὐδὲ οὕτως ἀφίστασθαι χρή, ἀλλὰ δι’ αὐτὰ μὲν οὖν ταῦτα μάλιστα αὐτοὺς ταλανίζειν καὶ δακρύειν χρή, ὅτι τοιοῦτον αὐτῶν τῆς ἀῤῥωστίας ἐστὶ τὸ εἶδος. Ταῦτα πρὸς τοὺς ἰσχυροτέρους λέγω καὶ ἀνεπηρεάστους, καὶ δυναμένους ἐκ τῆς ἐκείνων ὁμιλίας μηδεμίαν παραδέξασθαι βλάβην· ὡς εἲ τις ἀσθενέστερος εἴη, φευγέτω τούτων τὰς συνουσίας ἀποπηδάτω τοὺς συλλόγους, ὥστε μὴ τὴν τῆς φιλίας ὑπόθεσιν ἀφορμὴν ἀσεβείας γενέσθαι. Οὕτω καὶ Παῦλος ποιεῖ, αὐτὸς μὲν τοῖς ἀῤῥωστοῦσιν ἀναμίγνυται καὶ λέγει· «Ἐγενόμην τοῖς Ἰουδαίοις, ὡς ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος»· τοὺς δὲ μαθητὰς καὶ ἀσθενέστερον διακειμένους ἀπάγει παραινῶν οὕτω καὶ διδάσκων· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί»· καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε», λέγει Κύριος. Ὁ μὲν γὰρ ἰατρὸς ἂν ἔλθῃ πρὸς τὸν κάμνοντα, κἀκεῖνον καὶ ἑαυτὸν πολλάκις ὠφέλησεν· ὁ δὲ ἀσθενέστερος καὶ ἑαυτὸν καὶ τὸν ἀῤῥωστοῦντα παρέβλαψε, τοῖς νοσοῦσιν ἀναμιγνύμενος· ἐκεῖνόν τε γὰρ οὐδὲν ὠφελῆσαι δυνήσεται, καὶ αὐτὸς ἐπισπάσεται πολλὴν ἀπὸ τῆς ἀῤῥωστίας τὴν βλάβην. Καὶ ὅπερ οἱ πρὸς τοὺς ὀφθαλμιῶντας ἐκείνης, τοῦτο καὶ οἱ τοῖς βλασφήμοις συναναμιγνύμενοι τούτοις ὑπομένουσιν, ἂν ὦσιν ἀσθενέστεροι, πολὺ τῆς ἀσεβείας πρὸς ἑαυτοὺς ἐπισπώμενοι μέρος. Ἳν’ οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης, καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, ἐπὶ τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Λόγος Τρίτος Περὶ Ἀκαταλήπτου, καὶ ὅτι οὐδὲ ἡ συγκατάβασις τοῦ Θεοῦ φορητὴ τοῖς Σεραφίμ.
α’. Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις, καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διάφθειρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς. Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐπελθών, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσών, καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτό, καὶ εἰς τὴν γῆν ἔῤῥιψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν. Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόῤῥιζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου. Ἤδη γὰρ που καὶ γῆ χερσωθεῖσα, καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας, καὶ ἀκανθῶν πλῆθος, καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκεῖν κόλπων πολλάκις· οὕτω καὶ ἡ γῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχή, καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ παρ’ ἑαυτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν. Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλῶς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ’ ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος ηὔξησε δὲ φιλοδοξίας ἔρως. Καὶ δεῖ τῆς τοῦ Πνεύματος ἡμῖν φλογός, ἵνα μὴ μόνον ἀνασπάσωμεν, ἀλλὰ καὶ κατακαύσωμεν τὴν πονηρὰν ταύτην ῥίζαν. Καλέσωμεν τοίνυν αὐτόν, τὸν ὑπ’ ἐκείνων μὲν βλασφημούμενον, ὑφ’ ἡμῶν δὲ εὐφημούμενον Θεόν, καὶ παρακαλέσωμεν, ὥστε καὶ τὴν γλῶτταν ἡμῶν πρὸς πλείονα διεγείραι δρόμον, καὶ τὴν διάνοιαν ἡμῖν πρὸς σαφεστέραν διανοῖξαι τῶν λεγομένων ἀνάπτυξιν. Ὑπὲρ γὰρ αὐτοῦ καὶ τῆς αὐτοὺς δόξης ἅπας ἡμῖν ὁ πόνος, μᾶλλον δὲ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας.
Τὸν μὲν γὰρ Θεὸν οὐδεὶς οὔτε ἀτιμάζων παραβλάψαι δυνήσεται, οὔτε εὐφημῶν λαμπρότερον ἀποφῆναι· ἀλλ’ ἐπὶ τῆς οἰκείας ἀεὶ μένει δόξης, οὔτε εὐφημίαις αὐξανόμενος, οὔτε ἐλαττούμενος βλασφημίαις· τῶν δὲ ἀνθρώπων οἱ μὲν δοξάζοντες αὐτὸν κατ’ ἀξίαν, μᾶλλον δὲ κατ’ ἀξίαν μὲν οὐδενὶ δυνατόν, εἰς δὲ δύναμιν τὴν ἑαυτῶν, τὴν ἀπὸ τῇ δοξολογίας ὠφέλειαν καρποῦνται· οἱ δὲ βλασφημοῦντες καὶ ἐξευτελίζοντες, τὴν οἰκείαν λυμαίνονται σωτηρίαν. Τὸ γάρ, «Ὁ βαλὼν λίθον ἐς ὕψος, εἰς τὴν κεφαλὴν ἑαυτοῦ ἔβαλε, περὶ τῶν βλασφημούντων τις εἴρηκε». Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου· οὕτω δὴ καὶ ὁ βλασφημῶν τὴν μακαρίαν ἐκείνην οὔσαιν, ἐκείνην μὲν οὐδὲν ἂν παραβλάψειέ ποτε πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν, ἢ ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενον. Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφίμ, τὸν ἀκατανόητον τοῖς Χερουβίμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι, καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ μόνου καὶ Πνεύματος ἁγίου γνωριζόμενον. Καὶ οἶδα μὲν ὅτι ἀλαζονείαν καταγνώσονται τοῦ λόγου, ὅτι καὶ ταῖς ἀνωτέρω δυνάμεσιν ἀκατάληπτον αὐτὸν εἶπον εἶναι· ἐγὼ δὲ διὰ τοῦτο πολλὴν αὐτῶν καταγνώσομαι μανίαν καὶ ἀπόνοιαν. Ἀλαζονεία γὰρ οὐ τὸ λέγειν, ὅτι τῆς τῶν γεννητῶν ἁπάντων καταλήψεως ἀνώτερός ἐστιν ὁ δημιουργός, ἀλλὰ τὸ λέγειν, ὅτι τὸν ταῖς ἄνω δυνάμεσιν ἀκατάληπτον δυνατὸν αὐτοῖς τοῖς χαμαὶ ἐρχομένοις, καὶ τοσοῦτον ἐκείνων ἀφεστηκόσι, τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ περιγράψαι καὶ περιλαβεῖν. Ἐγὼ μὲν οὖν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα· ὑμεῖς δὲ εἰ μετὰ τὸ δεῖξαί με ταῖς ἄνω δυνάμεσιν ὄντα ἀκατάληπτον, διισχυρίζεσθε ἔτι καὶ φιλονεικεῖτε αὐτὸν εἰδέναι, πόσων ἂν εἴητε βαράθρων, πόσων δὲ κρημνῶν ἄξιοι, τὰ ταῖς ἀσωμάτοις δυνάμεσιν ἀπάσαις ἀθέατα ἀλαζονευόμενοι μετὰ ἀκριβείας εἰδέναι;
β’. Φέρε οὖν, ἐπὶ τὰς ἀποδείξεις λοιπὸν αὐτὰς χωρῶμεν, πάλιν ἐπὶ τὴν εὐχὴν τὸν λόγον τρέψαντες· πολλάκις γὰρ αὐτὴ τῆς εὐχῆς ἡ ἀκολουθία παρέξει τῶν ζητουμένων ἡμῖν τὴν ἀπόδειξιν. Καλῶμεν τοίνυν αὐτὸν τὸν «Βασιλέα τῶν βασιλευόντων, καὶ τὸν Κύριον τῶν κυριευόντων, τὸν μόνον ἔχοντα ἀθανασίαν, καὶ φῶς ἀπρόσιτον οἰκοῦντα, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν». Ταῦτα οὐκ ἐμά, ἀλλὰ Παύλου τὰ ῥήματα· σὺ δὲ μοι κατάμαθε αὐτοῦ τῆς ψυχῆς εὐλάβειαν καὶ πόθον ἐῤῥιζωμένον. Μνησθεὶς γὰρ τοῦ Θεοῦ, οὐ πρότερον ἠνέσχετο πρὸς τὴν ἀκολουθίαν ἐκβῆναι τῆς διδασκαλίας, ἕως τὸ ὀφειλόμενον αὐτῷ χρέος ἀπέδωκεν εἰς δοξολογίαν κατακλείσας τὸν λόγον. Εἰ γὰρ «Μνήμη δίκαι μετ’ ἐγκωμίων», πολλῷ μᾶλλον μνήμη Θεοῦ μετ’ εὐφημίας. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν προοιμίοις ἐπιστολῶν· ἀρχόμενος γὰρ ἐπιστολῆς πολλάκις, ἐπειδὰν μνησθῇ τοῦ Θεοῦ, οὐ πρότερον ἐπὶ τὴν διδασκαλίαν πρόεισιν, ἕως ἂν ἀποδῷ τὴν ὀφειλομένην αὐτῷ δοξολογίαν. Ἄκουσον γοῦν Γαλάταις γραφῶν πῶς φησι· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος τοῦ πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Καὶ πάλιν ἀλλαχοῦ· «τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Ἆρα οὖν ἐπὶ τοῦ Πατρὸς αὐτὸ ποιεῖ μόνον, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐχ οὕτως; Ἄκουσον γοῦν πῶς καὶ ἐπὶ τοῦ Μονογενοῦς τὸ αὐτὸ τοῦτο πεποίηκεν· εἰπὼν γὰρ ὅτι, «Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, ἐπήγαγεν· ὧν ἡ υἱοθεσία, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν». Ὥσπερ γὰρ τῷ Πατρί, οὕτω καὶ τῷ Μονογενεῖ τὴν δοξολογίαν πρότερον ἀποδούς, τότε ἐπὶ τὴν ἀκολουθίαν ἦλθε τοῦ λόγου· ἤκουσε γὰρ τοῦ Χριστοῦ λέγοντος· «Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα». Καί, ἵνα μάθητε ὅτι αὐτή ἡμῖν ἡ εὐχὴ παρέξει τὴν ἀπόδειξιν, φέρε αὐτὴν εἰς μέσον ἀγάγωμεν· «Ὁ βασιλεὺς τῶν βασιλευόντων, φησί, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον». Ἐνταῦθα στῆθι, καὶ ἐρώτησον τὸν αἱρετικόν, τὶ ποτὲ ἐστι τοῦτο, τὸ φῶς οἰκῶν ἅπρόσιτον, καὶ πρόσεχε τῇ ἀκριβείᾳ τοῦ Παύλου. Οὐκ εἶπε, Φῶς ὣν ἀπρόσιτον, ἀλλά, «Φῶς οἰκῶν ἀπρόσιτον»· ἵνα μάθῃς ὅτι εἰ ὁ οἶκος ἀπρόσιτος, πόσῳ μᾶλλον ὁ ἐνοικῶν αὐτὸν Θεός. Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα οἶκον καὶ τόπον περὶ Θεὸν ὑποπτεύσῃς, ἀλλ’ ἵνα ἐκ πολλῆς τῆς περιουσίας τὸ ἀκατάληπτον μάθῃς. Ἀλλ’ οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἀκατάληπτον λέγεται, ὅταν ἐρευνηθὲν καὶ ζητηθὲν μὴ καταληφθῇ παρὰ τῶν ζητούντων αὐτό· ἀπρόσιτον δὲ ἐστιν, ὃ μηδὲ ἐρευνᾶσθαι ἀνέχεται τὴν ἀρχήν, μηδὲ ἐγγὺς αὐτοῦ γενέσθαι τις δύναται. Οἷον ἀκατάληπτον λέγεται πέλαγος, εἰς ὃ καθιέντες αὐτοὺς οἱ κολυμβηταί, καὶ πρὸς πόλη καταφερόμενοι βάθος, τὸ πέρας ἀδυνατοῦσιν εὑρεῖν· ἀπρόσιτον δὲ ἐκεῖνο λέγεται, ὃ μήτε τὴν ἀρχὴν ζητηθῆναι δυνατόν, μηδὲ ἐρευνηθῆναι.
γ’. Τὶ πρὸς ταῦτα ἂν εἴποις; Ἀλλὰ ἀνθρώποις, φησίν, ἀκατάληπτον, οὐχὶ δὲ ἀγγέλοις, οὐδὲ ταῖς ἄνω δυνάμεσι. Σὺ μὲν οὖν ἄγγελος εἶ, εἰπὲ μοι, καὶ εἰς τὸν χορὸν τῶν ἀσωμάτων δυνάμεων τελεῖς; Οὐχὶ ἀνθρώπως εἶ, καὶ τῆς αὐτῆς οὐσίας ἐμοί, ἢ καὶ τῆς φύσεως ἐπιλέλησαι; Θῶμεν γὰρ ἀπρόσιτον ἀνθρώποις εἶναι μόνον, καίτοι γε τοῦτο οὐ πρόσκειται, οὐδὲ εἶπεν ὁ Παῦλος· ἄνθρωπος μὲν φῶ οἰκῶν ἀπρόσιτον· πλὴν ἀλλ’, εἰ βούλει, κατὰ συγχώρησιν θῶμεν· οὐχὶ καὶ αὐτὸς ἄνθρωπος εἶ; Τὶ οὖν εἰ καὶ ἀγγέλοις ἀπρόσιτον μὴ ᾗ, τὶ τοῦτο πρὸς σὲ τὸν φιλονεικοῦντα καὶ περιεργαζόμενον καὶ λέγοντα ἀνθρωπίνῃ φύσει καταληπτὴν εἶναι τὴν οὐσίαν ἐκείνην; Ἵνα δὲ μάθῃς, ὅτι οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσιν ἐστιν ἀπρόσιτος, ἄκουσον ὁ Ἠσαΐας τὶ φησιν· ὅταν δὲ εἴπω τὸν Ἠσαΐαν, τοῦ Πνεύματος τὴν ἀπόφασιν λέγω· προφήτης γὰρ πᾶς τὰ τῆς τοῦ Πνεύματος ἐνεργείας φθέγγεται· «Καὶ ἐγένετο τοῦ ἔτους οὐ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας». Τινὸς ἕνεκεν, εἰπὲ μοι, καλύπτουσι τὰ πρόσωπα καὶ προβάλλονται τὰς πτέρυγας; Τινὸς δὲ ἕνεκεν ἑτέρου, ἀλλ’ ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου πηδῶσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας; Καίτοι γε οὐκ αὐτὸ ἄκρατον ἑώρων τὸ φῶς, οὐδ’ αὐτὴν ἀκραιφνῆ τὴν οὐσίαν, ἀλλὰ συγκατάβασις, ἦν τὰ ὁρώμενα. Τὶ δὲ ἐστι συγκατάβασις; Ὄτα μὴ ὡς ἐστιν ὁ Θεὸς φαίνηται, ἀλλ’ ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἶός τὲ ἐστιν, οὕτως ἑαυτῷ δεικνύῃ, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τὴν ἐπίδειξιν. Καὶ ὅτι συγκατάβασις ἦν, ἐξ αὐτῶν τῶν ῥημάτων δῆλον· «Εἶδον γάρ, φησί, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου»· Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμὸς οὗτος· καὶ ἐπὶ θρόνου, Θεὸς δὲ θρόνῳ οὐκ ἐμπεριείληπται, ἀπερίγραπτον γὰρ τὸ θεῖον. Ἀλλ’ ὅμως οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἐνεγκεῖν, καίτοι πλησίον ἑστῶσαι· τὰ γὰρ «Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». Δι’ αὐτὸ μὲν οὖν μάλιστα τοῦτο οὐκ ἴσχυσαν ἰδεῖν, ἐπειδὴ πλησίον ἦσαν· πλησίον δὲ οὐ τόπῳ φησίν, ἀλλὰ δεῖξαι βουλόμενος τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι, καίτοι γὲ ἡμῶν ἐγγύτεραι οὖσαι τῇ οὐσίᾳ ἐκείνῃ, οὐδὲ οὕτως αὐτὴν δύνανται θεωρεῖν, διὰ τοῦτό φησι, «Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», οὐχὶ τόπον πάλιν αἰνιττόμενος, ἀλλὰ τῇ κατὰ τὸν τόπον ἐγγύτητι τὸ ἡμῶν ἐγγυτέρας αὐτὰς εἶναι παραδηλῶν. Τὸ γὰρ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς ἐκεῖναι αἱ δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης φύσεως εἰσί. Καθάπερ γὰρ τὸ τῶν ἡλιακῶν ἀκτίνων ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς ὡς ὁ βλέπων, οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν ὡς ἐκεῖναι. Ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν καὶ ἐκείνων τὸ διάφορον. Ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς, «Εἶδον τὸν Κύριον», μὴ τοῦτο ὑποπτεύσῃς, ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλ’ αὐτὴν τὴν συγκατάβασιν, καὶ ταύτην δὲν ἀμυδρότερον, ἤπερ αἱ ἄνω δυνάμεις τοσοῦτον γὰρ ἰδεῖν οὐκ ἂν ἴσχυσεν, ὅσον τὰ Χερουβίμ.
δ’. Καὶ τὶ λέγω περὶ τῆς μακαρίας ἐκείνης οὐσίας, ὅπου γε οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν; Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παῤῥησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ, καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον Δανιήλ ἵνα, ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ καταπίπτοντα ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι’ ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παῤῥησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται. Οὗτος τοίνυν ὁ Δανιήλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμέων, καὶ ἄρτον ἐπιθυμῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας καὶ σίκερα εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο. Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνη, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τῆς τοιαύτης θεωρίας ὑποδοχήν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικώτερα γενομένη. Καὶ τὶ φησίν; «Ἦρα τοὺς ὀφθαλμοὺς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδὶν, τουτέστι στολὴν ἱεράν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ ἐγὼ μόνος εἶδον τὴν ὀπτασίαν ταύτην, καὶ οἱ μετ’ ἐμοῦ οὐκ εἶδον, ἀλλ’ ἔκστασις μεγάλη ἔπεσεν ἐπ’ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν». Τὶ ἐστιν, «Ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν»; Εὐπρεπὴς ἦν ὁ νεανίας· ἐπεὶ οὖν ὁ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκευάσας τὴν ὠχρίαν, καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας, καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι, «Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν». Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ’ ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπὸ τινος θάμβους καὶ ἀγωνίας κατέχηται· πτοουμένη γάρ, καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ’ ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη· εἶτα ἐκεῖνα, ἐρημωθέντα τῆς κατεχούσης αὐτὰ δυνάμεως, διαπίπτει καὶ περικρούεται· ὅπερ καὶ Δανιὴλ ἔπαθε τότε. Τὶ οὖν ὁ ἄγγελος; Ἀνέστησεν αὐτόν, καὶ φησι, «Δανιήλ, ἄνερ ἐπιθυμῶν, σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ». Ὁ δὲ ἀνέστη ἔντρομος. Καὶ ἀρχομένου πάλιν πρὸς αὐτὸν διαλέγεσθαι τοῦ ἀγγέλου, καὶ λέγειν ὅτι, «Ἀπὸ τῆς ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου κακωθῆναι ἐναντίον τοῦ Θεοῦ ἠκούσθησαν οἱ λόγοι σου, κἀγὼ ἦλθον ἐν τοῖς λόγοις σοῦ», πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· ὅπερ καὶ ἐπὶ τῶν ἐκλυομένων συμβαίνει. Καθάπερ γὰρ ἐκεῖνοι διεγερθέντες, καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες, καὶ διαβλέψαντες κατεχόντων ὑμῶν αὐτούς, καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἀλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀποῤῥῆξαι ἐπειγομένη. Ἀλλ’ ἐκεῖνος ἔτι κατεῖχεν. Ἀκουέτωσαν οἱ τὸν τῶν ἀγγέλων Δεσπότην περιεργαζόμενοι. Δανιήλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, Δανιήλ, ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπιῶν σώματι δυνηθείς, συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ’ ἀπνοῦς ἔκειτο, «Ἐστράφη γάρ, φησί, τὰ ἐντὸς μου ἐν ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί». Οἱ δὲ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου αὐτὴν ὑπισχνοῦνται τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ Δανιὴλ ἰδεῖν οὐκ ἴσχυσεν.
ε’. Ἀλλ’ ἐπαναγάγωμεν τὸν λόγον εἰ τὴν προτέραν ὑπόθεσιν, καὶ δείξωμεν ὅτι καὶ ταῖς ἄνω δυνάμεσιν ἀθέατός ἐστιν ὁ Θεός, καὶ ταῦτα συγκαταβαίνων. Τινὸς γὰρ ἕνεκεν, εἰπὲ μοι, τὰς πτέρυγας προβάλλεται τὰ Σεραφίμ; Δι’ οὐδὲν ἕτερον ἀλλ’ ἢ πάντως ἐκεῖνο τὸ ἀποστολικόν, τό, «Φῶς οἰκῶν ἀπρόσιτον», διὰ τῶν ἔργων αὐτῶν προαναφωνοῦσαι, καὶ οὐκ αὗται μόνον, ἀλλὰ καὶ αἱ τούτων ἀνωτέρω τὰ Χερουβίμ. Αὗται μὲν γὰρ πλησίον ἑστήκασιν· ἐκεῖναι δὲ θρόνοι ὑπάρχουσι τοῦ Θεοῦ, οὐκ ἐπειδὴ θρόνου δεῖται ὁ Θεός, ἀλλ’ ἵνα τούτου τὴν ἀρετὴν τῶν δυνάμεων αὐτῶν μάθῃς. Ἄκουσον γοῦν καὶ ἑτέρου προφήτου περὶ ἐκείνων διαλεγομένου. «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζὶ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ». Καὶ οὗτος παρὰ τὸν ποταμὸν Χοβάρ, κἀκεῖνος παρὰ τὸν ποταμὸν Τίγριν τότε εἱστήκει. Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν τοῖς ἑαυτοῦ δούλοις δεικνύναι ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ’ ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν. Τὶ οὖν οὗτος εἶδεν; «Ἰδοὺ νεφέλη, φησίν, ἀπὸ βοῤῥᾶ ἤρχετο, καὶ φέγγος κύκλῳ, καὶ πῦρ ἀστράπτον, καὶ ἐν μέσῳ αὐτοῦ ὡσεὶ ὅρασις ἠλέκτρου, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὁμοίωμα τεσσάρων ζῴων. Αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς. Καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ ὕψος ἦν αὐτοῖς, φησί, καὶ φοβεροὶ ἦσαν, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν, καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβερόν, ἐκτεταμένον ὑπὲρ κεφαλῆς αὐτῶν ἄνωθεν, καὶ αἱ πτέρυγες αὐτῶν ἑκάστῳ δύο, καλύπτουσαι τὰ σώματα αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος, ὃς ὅρασις λίθου σαπφείρου· καὶ ὁμοίωμα θρόνου ἐπ’ αὐτῷ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ’ αὐτῷ. Καὶ εἶδον ὡς ὅρασιν ἠλέκτρου, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ ὡς ὅρασις τόξου, ὅταν ᾗ ἐν τῇ νεφέλῃ ἐν ἡμέρα ὑετοῦ». Καὶ μετὰ ταῦτα πάντα βουλόμενος δεῖξαι, ὅτι οὔτε ὁ προφήτης, οὔτε ἃ δυνάμεις ἐκεῖναι ἀκράτῳ προσέβαλον αὐτῇ τῇ οὐσίᾳ, φησίν. «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου». Εἶδες κἀκεῖ καὶ ἐνταῦθα συγκατάβασιν; Ἀλλ’ ὅμως καὶ αὐτοὶ αἱ δυνάμεις καλύπτουσιν ἑαυτὰς ταῖς πτέρυξι, δι’ οὐδὲν ἕτερον ἢ διὰ τοῦτο, καίτοι γε σοφώταται καὶ γνωστικώταται καὶ καθαρώταταί εἰσιν αἱ δυνάμεις αὗται. Πόθεν δῆλον; Ἀπ’ αὐτῶν τῶν ὀνομάτων. Ὥσπερ γὰρ ἄγγελος λέγεται, ἐπειδὴ τὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἀναγγέλλει, καὶ ἀρχάγγελος λέγεται, ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτω καὶ αὗται προσηγορίας ἔχουσι τὴν σοφίαν αὐτῶν καὶ καθαρότητα αὐτῶν δηλούσας ἡμῖν· καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος ἐμφαίνουσι τῆς φύσεως (καὶ γὰρ Γαβριὴλ πετόμενος φαίνεται, οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ’ ἵνα μάθῃς, ὅτι ἐκ τῶν ὑψηλοτάτων χωρίων καὶ τῶν ἄνω διατρίβων πρὸς τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν)· οὔτε δὲ καὶ ἐπὶ τούτων οὐδὲν ἄλλο δηλοῖ τὰ πτερά, ἢ τὸ τῆς φύσεως ὕψος. Ὥσπερ οὖν αἱ πτέρυγες τὸ τῆς φύσεως ὑψηλὸν δηλοῦσι, καὶ ὁ θρόνος τὸ τὸν Θεὸν αὐτοῖς ἐπαναπαύεσθαι, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικόν, καὶ τὸ ἐγγὺς εἶναι τοῦ θρόνου καὶ τὸ διαπαντὸς αὐτὸν ἀνυμνεῖν τὸ ἄγρυπνον κεῖ ἐγρηγορός, οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν, τῶν δὲ τῇ καθαρότητα δηλοῖ. Τὶ γὰρ ἐστὶ Χερουβίμ; Πεπληθυσμένη γνῶσις. Τὶ δὲ Σεραφίμ; Ἔμπυρα στόματα. Εἶδες πῶς καὶ τὴν καθαρότητα καὶ τὴν σοφίαν τὰ ὀνόματα παρεδήλωσεν; Εἰ δέ, ἔνθα πεπληθυσμένη γνῶσις, οὐδὲ συγκατάβασιν Θεοῦ δύνανται ἰδεῖν μετὰ ἀκριβείας, ἔνθα μερικὴ γνῶσις, καθὼς Παῦλός φησιν, «Ἐκ μέρους γινώσκομεν», καὶ δι’ ἐσόπτρου, καὶ ἐν αἰνίγματι, πόσης ἀπονοίας ἂν εἴη, τὰ μηδὲ ἐκείνοις θεατά, ταῦτα αὐτοῖς νομίζειν εἶναι γνώριμα καὶ καταφανῆ;
ς’. Ὅτι δὲ οὐ τοῖς Χερουβίμ, οὐδὲ τοῖς Σεραφὶμ μόνον, ἀλλ’ οὐδὲ ἀρχαῖς, οὐδὲ ἐξουσίαις, οὐδὲ ἄλλῃ τινὶ κτίστῃ δυνάμει καταληπτὸς ἐστιν ὁ Θεός, καὶ τοῦτο ἐβουλόμην ἀποδεῖξαι νῦν, ἀλλ’ ἔκαμεν ἡμῖν ἡ διάνοια, οὐ τῷ πλήθει, ἀλλὰ τῇ φρίκη τῶν εἰρημένων. Τρέμει γὰρ καὶ ἐκπέπληκται ἡ ψυχὴ ἐπὶ πολὺ ταῖς ἄνω ἐνδιατρίβουσα θεωρίαις. Διὸ φέρε αὐτὴν ἐκ τῶν οὐρανῶν καταβιβάσωμεν καὶ ψυχαγωγήσωμεν καταπεπληγμένην, ἐπὶ τὴν συνήθη καταφυγόντες παράκλησιν. Τὶς δὲ αὕτη ἐστίν; Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντα ὑγιᾶναί ποτε. Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις, καὶ ὑπὲρ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πόσῳ μᾶλλον ὑπὲρ τούτων; Ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια· ἐκείνη μὲν γὰρ ἔχει συγγνώμην ἡ μανία, αὕτη δὲ πάσης ἀπολογίας ἡ νόσος ἐστέρηται. Ἀλλ’ ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς ἐκκλησίας ἐκκόψαι χαλεπόν. Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν. Τὶ ποτ’ οὖν ἐστι τὸ νόσημα; Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν, καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτης ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμίᾳ τὸν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ Ἐκκλησία γίνεται. Καὶ ποῦ ταῦτα συγγνώμης ἀξία; Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε. Τὶς γὰρ ὑμῶν οὐ καταγνώσεται καὶ ἡμῶν, ὅταν ἴδῃ τὸν καρπὸν τῆς ἀκροάσεως εὐθέως ἡμῖν διαῤῥυέντα; Εἰ γὰρ μετὰ ἀκριβείας προσείχετε τοῖς λεγομένοις, διὰ τῶν ἔργων ἂν ἐπεδείξασθε τὴν σπουδήν· τὸ δὲ εὐθέως ἀκούοντας ἀποπηδᾶν σημεῖόν ἐστι στοῦ μηδὲν δέξασθαι τῶν εἰρημένων καὶ ἐναποθέσθαι τῇ διανοίᾳ. Εἰ γὰρ ἐναπέκειτο τὰ λέγομεν ταῖς ψυχαῖς, πάντως ἂν ὑμᾶς ἔνδον κατέσχε, καὶ πρὸς τὰ φρικωδέστατα μετὰ πλείονος εὐσεβείας παρέπεμψε. Νῦν δὲ ὥσπερ κιθαρῳδοῦ τινος ἀκούσαντες, οὕτως ἔρημοι πάσης ὠφελείας, παυσαμένου τοῦ λέγοντος, ἀναχωρεῖτε. Ἀλλὰ τὶς ἡ ψυχρὰ τῶν πολλῶν ἀπολογίᾳ; Εὔξασθαι, φησί, καὶ ἐπὶ τῆς οἰκίας δύναμαι, ὁμιλίας δὲ ἀκοῦσαι καὶ διδασκαλίας οὐ δυνατὸν ἐπὶ τῆς οἰκίας. Ἀπάτας σαυτόν, ἄνθρωπε· εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατόν, οὕτω δὲ εὔξασθαι ὡς ἐπὶ τῆς ἐκκλησίας ἀδύνατον, ὅπου Πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν Δεσπότην παρακαλῶν, ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γὰρ ἐστὶ τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία, καὶ τῆς ἀγάπης ὁ σύνδεσμος, ἀκὶ αἱ τῶν ἱερέων εὐχαί. Διὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν. Ἄλλας δὲ τὶ γένοιτ’ ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾗ συνεζευγμένῃ; Πρότερον εὐχή, καὶ τότε λόγος· οὕτω καὶ οἱ ἀπόστολοί φασιν· «Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν». Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἳν’ ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς προοδοποιήσει τῷ λόγῳ. Ἐὰν ἐθίσῃς σεαυτὸν εὔχεσθαι μετὰ ἀκριβείας, οὐ δεήσῃ, τῆς παρὰ τῶν συνδούλων διδασκαλίας, αὐτοῦ σοι τοῦ θεοῦ χωρὶς μεσίτου τινὸς καταυγάζοντος τὴν διάνοιαν. Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους· μείζονα γὰρ ταύτης τὰ νεῦρα, καὶ πλείων ἡ παῤῥησίᾳ πολλῷ τῆς ἐν οἰκίᾳ καὶ κατ’ ἰδίαν. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Παύλου λέγοντος ἄκουσον· «Ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται· ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν». Οὕτω καὶ Πέτρος τὸ δεσμωτήριον διέφυγε. Προσευχὴ γὰρ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ γινομένη πρὸς τὸν Θεόν. Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχή, καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπὲ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἄκουσον καὶ αὐτοῦ τοῦ Θεοῦ λέγοντος, ὅτι δυσωπεῖται τὸ πλῆθος μετ’ εὐνοίας αὐτὸν παρακαλοῦν. Πρὸς γὰρ τὸν Ἰωνᾶν ἀπολογούμενος, διὰ τοῦ φυτοῦ τῆς κολοκύντης, φησί· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευῒ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν»; Οὐχ ἁπλῶς τὸ πλῆθος προβάλλεται, ἀλλ’ ἵνα μάθῃς, ὅτι ἡ μετὰ συμφωνίας εὐχὴ μεγάλην ἔχει τὴν δύναμιν. Τοῦτο καὶ ἐξ ἀνθρωπίνης ἱστορίας ὑμῖν ποιῆσαι βούλομαι φανερόν.
ζ’. Πρὸ γὰρ δέκα τούτων ἐτῶν ἑάλωσαν ἐπὶ τυραννίδι τινές, καθάπερ καὶ ὑμεῖς ἴστε. Εἶτα τῶν ἐν δυναστείᾳ τις ὄντων ὑπεύθυνος τοῖς ἐγκλήμασι φανείς, σπαρτίον ἐπὶ τοῦ στόματος λαβών, ἐξήγετο τὴν ἐπὶ θάνατον ὁδόν. Τότε δὴ πᾶσα ἡ πόλις ἐπὶ τὸν ἱππόδρομον ἔτρεχε, καὶ τοὺς ἐκ τῶν ἐργαστηριῶν ἐξῆγον, καὶ κοινῇ πᾶς ὁ δῆμος ἀνελθὼν ἐξήρπασε τῆς βασιλικῆς ὀργῆς τὸν καταδικασθέντα, καὶ οὐδεμιᾶς ἄξιον ὄντα συγγνώμης. Εἶτα βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ παίδων καὶ γυναικῶν συνετρέχετε πάντες, τὸν δὲ τῶν οὐρανῶν βασιλέα μέλλοντες ἵλεω ποιήσειν, καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ οὐχ ἕνα καθάπερ τότε, οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατόν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλούς, καὶ τοὺς δαιμονῶντας ἀπαλλάττειν τῆς τοῦ διαβόλου παγίδος, ἔξω καθέζεσθε, καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθείς, κἀκείνοις ἁφῇ τὴν κόλασιν, καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα; Εἰ γὰρ ἐπ’ ἀγορὰς τύχοις ὣν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαῤῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; Ποίαν ἕξεις σωτηρίας ἐλπίδα, εἰπὲ μοι κατὰ τὸν καιρὸν ἐκεῖνον, ἀγαπητέ; Οὐκ ἄνθρωποι μόνοι βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοήν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ Δεσπότῃ, καὶ ἀρχάγγελοι δέονται. Ἔχουσι καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, τὴν προσφορὰν βοηθοῦσαν. Καὶ καθάπερ οὐ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδω ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν Δεσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι, Ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας. Διὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ’ ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος, καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον, καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας· εὔχεσθαι γὰρ αὐτοὺς μετὰ τοῦ κοινοῦ συλλόγου τῶν ἀδελφῶν οὐ θέμις. Διὰ τοῦτο αὐτοὺς ἵστησιν, ἵνα κατελεήσας αὐτοὺς καὶ τῆς συμφορὰς καὶ τῆς ἀφωνίας, τῇ οἰκείᾳ παῤῥησίᾳ πρὸς τὴν ἐκείνων ἀποχρήσῃ προστασίαν. Ταῦτ’ οὖν ἅπαντα ἐννοῦντες συντρέχομεν κατὰ τὴν ὥρα ἐκείνην, ἵνα ἐπισπασώμεθα ἔλεον, καὶ χάριν εὕρωμεν καὶ εὔκαιρον βοήθειαν. Ἐπῃνέσατε τὰ εἰρημένα· μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε. Ἀλλ’ ὅπως ἡμῖν ἐπὶ τῶν ἔργων ἐπιδείξησθε τοὺς ἐπαίνους, οὐ μακρὸς ὁ χρόνος τῆς ἀποδείξεως τῆς κατὰ τὴν ὑπακοήν. Μετὰ τὴν παραίνεσιν εὐθέως εὐχή. Ἐκεῖνον ζητῶ τὸν ἔπαινον, ἐκεῖνον τὸν κρότον τὸν διὰ τῶν ἔργων αὐτῶν. Παρακελεύεσθε τοίνυν ἀλλήλοις ἑστάναι, καθάπερ ἑστήκατε· κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παῤῥησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου