ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί Ιερωσύνης Λόγος Έκτος

Τετάρτη 1 Ιουνίου 2016

Περί Ιερωσύνης Λόγος Έκτος



Ιωάννης Χρυσόστομος
Τόμος 48

Περί Ιερωσύνης
Λόγος Ἕκτος

Τάδε ἔνεστιν ἐν τῷ Ἕκτῳ Λόγῳ.
α. Ὅτι καὶ ταῖς εὐθύναις τῶν ἑτέροις ἁμαρτανομένων ὑπόκεινται οἱ ἱερεῖς.
β. Ὅτι τῶν μοναζόντων ἀκριβείας δέον αἱ πλείονος.
γ. Ὅτε πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν ἐκκλησίας προεστῶτα.
δ. Ὅτι τῆς οἰκουμένης τὴν προστασίαν ἐμπεπίστευται ὁ ἱερεὺς ἕτερα πράγματα φρικτά.
ε. Ὅτι πρὸς πάντα ἐπιτήδειον εἶναι χρὴ τὸν ἱερέα.
ς. Ὅτι οὐχ οὕτω τὸ μονάζειν, ὡς τὸ πλήθους προεστάναι καλῶς, καρτερίας σημεῖον.
ζ. Ὅτι οὐχ ὑπὲρ τῶν αὐτῶν, τῷ τε καθ’ ἑαυτὸν ὄντι, καὶ τῷ ἐν μέσῳ στρεφομένῳ ἡ ἄσκησις ἐστιν.
η. Ὅτι εὐκολώτερον τὴν ἀρετὴν οἱ καθ’ ἑαυτοὺς ὄντες, ἢ οἱ πολλῶν φροντίζοντες κατορθοῦσιν.
θ. Ὅτι οὐ χρὴ καταφρονεῖ τῆς τῶν πολλῶν ὑπολήψεως, κἂν ψευδὴς οὖσα τύχῃ.
ι. Ὅτι οὐ μέγα σῶσαι ἑαυτόν. ια. Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα, ἢ τὰ τῶν ἰδιωτῶν.
ιβ. Ἐκ παραδειγμάτων παράστασις καὶ τῆς ὀδύνης τῆς διὰ τὴν προσδοκίαν τῆς ἱερωσύνης γενομένης, καὶ τοῦ φόβου.
ιγ. Ὅτι παντὸς πολέμου χαλεπώτερος ὁ τοῦ διαβόλου πειρασμός.



α’. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα, οἷάπερ ἤκουσας· τὰ δὲ ἐκεῖ πῶς οἴσομεν, ὅταν καθ’ ἕκαστον τῶν πιστευθέντων ἀναγκαζώμεθα τὰς εὐθύνας ὑπέχειν; Οὐ γὰρ μέχρις αἰσχύνης ἡ ζημία, ἀλλὰ καὶ αἰώνιος ἐκδέχεται κόλασις. Τὸ γάρ, «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες», εἰ καὶ πρότερον εἶπον, ἀλλ’ οὐδὲν νῦν σιωπήσομαι· ὁ γὰρ φόβος ταύτης τῆς ἀπειλῆς συνεχῶς κατασείει μου τὴν ψυχήν. Εἰ γὰρ τῷ μόνον ἕνα σκανδαλίζοντι καὶ ἐλάχιστον, συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν, καὶ πάντες οἱ τὴν συνείδησιν τῶν ἀδελφῶν τύπτοντες, εἰς αὐτὸν ἁμαρτάνουσι τὸν Χριστόν· οἱ μὴ μόνον ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ πλήθη τοσαῦτα ἀπολλύντες, τὶ ποτε ἄρα πείσονται, καὶ ποίαν δώσουσι δίκην; Οὐδὲ γὰρ ἀπειρίαν ἐστὶν αἰτιάσασθαι, οὐδὲ εἰς ἄγνοιαν καταφυγεῖν, οὐδὲ ἀνάγκην προβαλέσθαι καὶ βίαν· ἀλλὰ θᾶττον ἂν τις τῶν ἀρχομένων, εἲ γε ἐνῆν, ἐν ταῖς οἰκείας ἁμαρτίαις ἐχρήσατο ταύτῃ τῇ καταφυγῇ, ἢ ἐν ταῖς ἑτέρων οἱ προεστῶτες. Τὶ δήποτε; Ὅτι ὁ ταχθεὶς τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῦν, καὶ τὸν διαβολικὸν πόλεμον προμηνύειν ἐρχόμενον, οὐ δυνήσεται προβαλέσθαι τὴν ἄγνοιαν, οὐδὲ εἰπεῖν, Οὐκ ἤκουσα τῆς σάλπιγγος, οὐ προῄδειν τὸν πόλεμον. Ἐπὶ τούτῳ γὰρ ἐκάθισεν, ὡς ὁ Ἰεζεκιήλ φησιν, ἵνα καὶ τοῖς ἄλλοις σαλπίζῃ, καὶ προμηνύῃ τὰ μέλλοντα δυσχερῆ. Καὶ διὰ τοῦτο ἀπαραίτητος ἡ κόλασις, κἂν εἷς ὢν ὁ ἀπολωλὼς τύχῃ. Ἐὰν γάρ, τῆς ῥομφαίας ἐρχομένης, μὴ σαλπίσῃ τῷ λαῷ, μηδὲ σημάνῃ, φησίν, ὁ σκοπός, καὶ ἐλθοῦσαν ἡ ῥομφαίᾳ λάβῃ ψυχήν, αὕτη μὲν διὰ τὴν ἀνομίαν αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. Παῦσαι τοίνυν ἡμᾶς ὠθῶν εἰς οὕτως ἄφυκτον δίκην. Οὐ γὰρ ὑπὲρ στρατηγίας, οὐδὲ ὑπὲρ βασιλείας ἡμῖν ὁ λόγος, ἀλλ’ ὑπὲρ πράγματος ἀγγελικῆς ἀρετῆς δεομένου.


β’. Καὶ γὰρ τῶν ἀκτίνων αὐτῶν καθαρωτέραν τῷ ἱερεῖ τὴν ψυχὴν εἶναι δεῖ, ἵνα μηδέποτε ἔρημον αὐτὸν καταλιμπάνῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα δύνηται λέγειν, «Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες, καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων, καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαῤῥεῖν, τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ καὶ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες, ἵνα μετὰ παῤῥησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται· πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας, ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχήν, καὶ ἀσινὲς τὸν πνευματικὸν τηρῆσαι κάλλος; Καὶ γὰρ πολλῷ μείζονος αὐτῷ δεῖ καθαρότητος, ἢ ἐκείνοις· καὶ ᾧ μείζονος δεῖ, οὗτος πλείοσιν ἀνάγκαις ἐκείνων ὑπόκειται ταῖς δυναμέναις αὐτὸν ῥυποῦν, ἣν μὴ τῇ διηνεκεῖ νίψει καὶ τῷ πολλῷ τόνῳ χρησάμενος, ἄβατον αὐταῖς ἐργάσηται τὴν ψυχήν. Καὶ γὰρ προσώπων εὐμορφίαν, καὶ κινημάτων διάθρυψις, καὶ βαδίσεως ἐπιτήδευσις, καὶ φωνῆς διάκλασις, καὶ ὀφθαλμῶν ὑπογραφαί, καὶ παρειῶν ἐπιγραφαί, καὶ πλεγμάτων συνθέσεις, καὶ τριχῶν βαφαί, καὶ ἱματίων πολυτελείᾳ, καὶ χρυσίων ποικιλία, καὶ λίθων κάλλος, καὶ μύρων εὐωδία, καὶ τἄλλα πάντα, ἃ τὸ γυναικεῖον ἐπιτηδεύει γένος, ἱκανὰ θορυβῆσαι ψυχήν, ἣν μὴ πολλῇ τῇ τῆς σωφροσύνης αὐστηρότητι ἀπεσκληκυΐα τύχῃ. Ἀλλὰ τὸ μὲν ὑπὸ τούτων ταράττεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ διὰ τῶν τούτοις ἐναντίων δύνασθαι βάλλειν τὸν διάβολον καὶ κατατοξεύειν τὰς τῶν ἀνθρώπων ψυχάς, τοῦτο ἔστι τὸ πολλῆς ἐκπλήξεως καὶ ἀπορίας μεστόν. Ἤδη γὰρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν. Καὶ γὰρ καὶ ἠμελημένη ὄψις, καὶ αὐχμῶσα κόμη, καὶ ῥυπῶσα στολή, καὶ σχῆμα ἀνεπίπλαστον, καὶ ἦθος ἁπλοῦν, καὶ ῥῆμα ἀφελές, καὶ βάδισις ἀνεπιτήδευτος, καὶ ἀσχημάτιστος φωνή, καὶ τὸ πενίᾳ συζῇν, καὶ τὸ καταφρονεῖσθαι, καὶ τὸ ἀπροστάτευτον, καὶ ἡ μόνωσις, πρῶτον μὲν εἰς ἔλεον τὸν ὁρῶντα, ἀπ’ ἐκείνου δὲ εἰς τὸν ἔσχατον ἤγαγεν ὄλεθρον.


γ’. Καὶ πολλοὶ τὰ πρότερα ἐκφυγόντες δίκτυα, τὰ διὰ τῶν χρυσίων, καὶ τῶν μύρων, καὶ τῶν ἱματίων, καὶ τῶν λοιπῶν, ὧν εἶπον συγκείμενα, τούτοις τοῖς τοσοῦτον αὐτῶν ἀφεστηκόσι εὐκόλως ἐνέπεσον καὶ ἀπώλοντο. Ὅταν οὖν καὶ διὰ πενίας, καὶ διὰ πλούτου, καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῆ κειμένου, καὶ διὰ τρόπων τῶν τὲ ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων, καὶ διὰ πάντων ἁπλῶς ὧν ἀπηριθμησάμην, ὁ πόλεμος ἀναῤῥιπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν· πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων; Ποίαν κατάδυσιν εὑρεῖν, οὐ λέγω πρὸς τὸ μὴ κατὰ κράτος ἁλῶναι (τοῦτο μὲν γὰρ οὐ πάνυ χαλεπόν), ἀλλὰ καὶ πρὸς τὸ ἀτάραχον τῶν μιαρῶν λογισμῶν τὴν ἑαυτοῦ φυλάξαι ψυχήν; Καὶ παρίημι τὰς τιμάς, τὰς τῶν μυρίων αἰτίας κακῶν. Αἱ μὲν γὰρ παρὰ τῶν γυναικῶν γινόμεναι, τῷ τῆς σωφροσύνης λυμαίνονται τόνῳ, καὶ καταβάλλουσι δὲ πολλάκις, ὅταν τις μὴ διαπαντὸς ἀγρυπνεῖν εἴδη πρὸς τὰς τοιαύτας ἐπιβουλάς· τὰς δὲ παρὰ τῶν ἀνδρῶν εἰ μὴ μετὰ πολλῆς τις δέξηται τῆς μεγαλοψυχίας, δύο τοῖς ἐναντίοις ἁλίσκεται πάθεσι, τῇ τε τῆς θωπείας δουλοπρεπείᾳ, καὶ τῇ τῆς ἀλαζονείας ἀνοίᾳ, τοῖς μὲν θεραπεύουσιν αὐτὸν ὑποκύπτειν ἀναγκαζόμενος, διὰ δὲ τὰς παρ’ ἐκείνων τιμὰς κατὰ τῶν ἐλαττόνων ἐξογκούμενος, καὶ εἰς τὸ τῆς ἀπονοίας ὠθούμενος βάραθρον. Ταῦτα εἴρηται μὲν παρ’ ἡμῶν· ὅσην δὲ ἔχει τὴν βλάβην οὐκ ἂν τις ἄνευ τῆς πείρας μάθοι καλῶς. Οὐ γὰρ δὴ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τούτων πολλῷ πλείονα καὶ σφαλερώτερα τῷ ἐν μέσῳ στρεφομένῳ συμπίπτειν ἀνάγκη γένοιτ’ ἄν. Ὁ δὲ τὴν ἐρημίαν στέργων, πάντων μὲν ἔχει τὴν ἀτέλειαν· εἰ δὲ ποτε αὐτῷ καὶ λογισμὸς ἄτοπος ὑπογράψειέ τι τοιοῦτον, ἀλλ’ ἀσθενὴς ἡ φαντασία, καὶ ταχέως σβεσθῆναι δυναμένη, διὰ τὸ μὴ προσκεῖσθαι ἔξωθεν τὴν ἀπὸ τῆς θεωρίας ὕλην τῇ φλογί. Καὶ ὁ μὲν μοναχὸς ὑπὲρ ἑαυτοῦ μόνου δέδοικεν· εἰ δὲ καὶ ἑτέρων φροντίζειν ἀναγκασθείη, ἀλλ’ εὐαριθμήτων λίαν· εἰ δὲ καὶ πλείονες εἶεν, ἀλλὰ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλάττους τὲ εἰσι, καὶ τὰς ὑπὲρ ἑαυτῶν φροντίδας πολλῷ κουφοτέρας παρέχουσι τῷ προεστῶτι οὐ διὰ τὴν ὀλιγότητα μόνον, ἀλλ’ ὅτι καὶ πάντες τῶν κοσμικῶν εἰσιν ἀπηλλαγμένοι πραγμάτων, καὶ οὔτε παῖδας, οὔτε γυναῖκα, οὔτε ἄλλο τι μεριμνᾶν ἔχουσι τοιοῦτο. Τοῦτο δὲ αὐτοὺς λίαν τε εἶναι εὐπειθεῖς τοῖς ἡγουμένοις καὶ τὸ κοινὴν τὴν οἴκησιν ἔχειν ἐποίησεν, ὡς δύνασθαι αὐτῶν τὰ πταίσματα ἀκριβῶς συνορᾷν τε καὶ ἐπανορθοῦν, ὅπερ οὐ μικρὸν πρὸς ἀρετῆς ἐπίδοσιν, ἐπιστασία διδασκάλων διηνεκής.


δ’. Τῶν δὲ ὑπὸ τῷ ἱερεῖ τεταγμένων τὸ πλέον βιωτικαῖς πεπέδηται φροντίσι, καὶ τοῦτο αὐτοὺς ἀργοτέρους πρὸς τὴν τῶν πνευματικῶν ἐργασίαν καθίστησιν. Ὅθεν ἀνάγκη τῷ διδασκάλῳ σπείρειν καθ’ ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν, ἵνα τῇ γοῦν συνεχείᾳ δυνηθῇ κρατηθῆναι παρὰ τοῖς ἀκούουσι τῆς διδασκαλίας ὁ λόγος. Καὶ γὰρ πλοῦτος ὑπέρογκος, καὶ δυναστείας μέγεθος, καὶ ῥᾳθυμία ἀπὸ τρυφῆς προσγινομένη, καὶ πολλὰ ἕτερα πρὸς τούτοις, συμπνίγει τὰ καταβαλλόμενα σπέρματα· πολλάκις δὲ ἡ τῶν ἀκανθῶν πυκνότης οὐδὲ μέχρι τῆς ἐπιφανείας ἀφίησι τὸ σπειρόμενον πεσεῖν. Ἤδη δὲ καὶ θλίψεως ὑπερβολή, καὶ πενίας ἀνάγκη, καὶ ἐπήρειαι συνεχεῖς, καὶ ἀλλὰ τοιαῦτα τοῖς προτέροις ἐναντία, ἀπάγει τῆς περὶ τὰ θεῖα σπουδῆς· τῶν δὲ ἁμαρτημάτων οὐδὲ τὸ πολλοστὸν αὐτοῖς μέρος δυνατὸν γενέσθαι καταφανές· πῶς γάρ, ὧν τοὺς πλείονας οὐδὲ ἐκ προσόψεως ἴσασι; Καὶ τὰ μὲν πρὸς τὸν λαὸν αὐτῷ τοσαύτην ἔχει τὴν ἀμηχανίαν· εἰ δὲ τις τὰ πρὸς τὸν Θεὸν ἐξετάσειεν, οὐδὲν ὄντα εὑρήσει ταῦτα· οὕτω μείζονος καὶ ἀκριβεστέρας ἐκεῖνα δεῖται τῆς σπουδῆς. Τὸν γὰρ ὑπὲρ ὅλης τῆς πόλεως, καὶ τὶ λέγω πόλεως; Πάσης μὲν οὖν τῆς οἰκουμένης πρεσβεύοντα, καὶ δεόμενον ταῖς ἁπάντων ἁμαρτίαις ἵλεων γενέσθαι τὸν Θεόν, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀπελθόντων, ὁποῖόν τινα εἶναι χρή;


Ἐγὼ μὲν γὰρ καὶ τὴν Μώσεως καὶ τὴν Ἡλίου παῤῥησίαν οὐδέπω πρὸς τὴν τοσαύτην ἱκετηρίαν ἀρκεῖν ἡγοῦμαι. Καὶ γὰρ ὥσπερ τὸν ἅπαντα κόσμον πεπιστευμένος, καὶ αὐτὸς ὢν ἁπάντων πατήρ, οὕτω πρόσεισι τῷ Θεῷ, δεόμενος τοὺς ἁπανταχοῦ πολέμους σβεσθῆναι, λυθῆναι ἴτας ταραχάς, εἰρήνην, εὐετηρίαν, πάντων τῶν ἑκάστῳ κακῶν ἐπικειμένων καὶ ἰδίᾳ καὶ δημοσίᾳ ταχεῖαν αἰτῶν ἀπαλλαγήν. Δεῖ δὲ πάντων αὐτόν, ὑπὲρ ὧν δεῖται, τοσοῦτο διαφέρειν ἐν ἅπασιν, ὅσον τὸν προεστῶτα τῶν προστατευομένων εἰκός.


Ὅταν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον καλῇ καὶ τὴν φρικωδεστάτην ἐπιτελῇ θυσίαν, καὶ τοῦ κοινοῦ πάντων συνεχῶς ἐφάπτηται Δεσπότου, ποῦ τάξομεν αὐτόν, εἰπὲ μοι; Πόσην δὲ αὐτὸν ἀπαιτήσομεν καθαρότητα, καὶ πόσην εὐλάβειαν; Ἐννόησον γὰρ ὁποίας τὰς ταῦτα διακονουμένας χεῖρας εἶναι χρή, ὁποίαν τὴν γλῶτταν τὴν ἐκεῖνα προχέουσαν τὰ ῥήματα, τίνος δὲ οὐ καθαρωτέραν καὶ ἁγιωτέραν τὴν τοσοῦτον πνεῦμα ὑποδεξαμένην ψυχήν. Τότε καὶ ἄγγελοι παρεστήκασι τῷ ἱερεῖ, καὶ οὐρανίων δυνάμεων ἅπαν τάγμα βοᾷ, καὶ ὁ περὶ τὸ θυσιαστήριον πληροῦται τόπος εἰς τιμὴν τοῦ κειμένου. Καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἐξ αὐτῶν πεισθῆναι τῶν ἐπιτελουμένων τότε. Ἐγὼ δὲ καὶ τινος ἤκουσα διηγουμένου ποτέ, ὅτι αὐτῷ τις πρεσβύτης, θαυμαστὸς ἀνήρ, καὶ ἀποκαλύψεις ὁρᾷν εἰωθώς, ἔλεγεν ὄψεως ἠξιῶσθαι τοιαύτης ποτέ, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἄφνω πλῆθος ἀγγέλων ἰδεῖν, ὡς αὐτῷ δυνατὸν ἦν, στολὰς ἀναβεβλημένων λαμπράς, καὶ τὸ θυσιαστήριον κυκλούντων, καὶ κάτω νευόντων, ὡς ἂν εἲ τις στρατιώτας παρόντος βασιλέως ἑστηκότας ἴδοι. Καὶ ἔγωγε πείθομαι. Καὶ ἕτερος δὲ τις ἐμοὶ διηγήσατο, οὐ παρ’ ἑτέρου μαθών, ἀλλ’ αὐτὸς ἰδεῖν ἀξιωθεὶς καὶ ἀκοῦσαι, ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες ἐν καθαρᾷ συνειδήσει, ὅταν ἀποπνεῖν μέλλωσι, δορυφοροῦντες αὐτοὺς δι’ ἐκεῖνο τὸ ληφθὲν ἀπάγουσιν ἐνθένδε ἄγγελοι. Σὺ δὲ οὔπω φρίττεις εἰς οὕτως ἱερὰν τελετὴν τοιαύτην εἰσάγων ψυχήν, καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια εἰς τὸ τῶν ἱερέων ἀναφέρων ἀξίωμα, ὃν καὶ τοῦ λοιποῦ τῶν δαιτυμόνων χοροῦ ἐξέωσεν ὁ Χριστός; Φωτὸς γὰρ δίκην τὴν οἰκουμένην καταυγάζοντος, λάμπειν δεῖ τοῦ ἱερέως τὴν ψυχήν· ἡ δὲ ἡμετέρα τοσοῦτον ἔχει περικείμενον αὐτῇ σκότος ἐκ τῆς πονηρᾶς συνειδήσεως, ὡς ἀεὶ καταδύεσθαι καὶ μηδέποτε δύνασθαι μετὰ παῤῥησίας εἰς τὸν αὐτῆς ἀτενίσαι Δεσπότην. Οἱ ἱερεῖς τῆς γῆς εἰσιν ἅλες· τὴν δὲ ἡμετέραν ἄνοιαν καὶ τὴν ἐν ἅπασιν ἀπειρίαν τὶς ἂν ἐνέγκοι ῥᾳδίως, πλὴν ὑμῶν τῶν καθ’ ὑπερβολὴν ἡμᾶς ἀγαπᾷν εἰθισμένων; Οὐ γὰρ μόνον καθαρὸν οὕτως, ὡς τηλικαύτης ἠξιωμένον διακονίας, ἀλλὰ καὶ λίαν συνετὸν καὶ πολλῶν ἔμπειρον εἶναι δεῖ, καὶ πάντα μὲν εἰδέναι τὰ βιωτικὰ τῶν ἐν μέσῳ στρεφομένων οὐχ ἧττον, πάντων δὲ ἀπηλλάχθαι μᾶλλον τῶν τὰ ὄρη κατειληφότων μοναχῶν. Ἐπειδὴ γὰρ ἀνδράσιν αὐτὸν ὁμιλεῖν ἀνάγκη, καὶ γυναῖκας ἔχουσι, καὶ παῖδας τρέφουσι, καὶ θεραπεύοντας κεκτημένοις, καὶ πλοῦτον περιβεβλημένοις πολύν, καὶ δημόσια πράττουσι, καὶ ἐν δυναστείαις οὖσι, ποικίλον αὐτὸν εἶναι δεῖ· ποικίλον δὲ λέγω, οὐχ ὕπουλον, οὐ κόλακα, οὐχ ὑποκριτήν, ἀλλὰ πολλῆς μὲν ἐλευθερίας καὶ παῤῥησίας ἀνάμεστον, εἰδότα δὲ καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις τοῦτο ἀπαιτῇ, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. Οὐ γὰρ ἐστιν ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασιν· ἐπειδὴ μηδὲ ἰατρῶν παισὶν ἑνὶ νόμῳ τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. Καὶ γὰρ καὶ ταύτην τὴν ναῦν συνεχεῖς περιστοιχίζονται χειμῶνες· οἱ δὲ χειμῶνες οὗτοι οὐκ ἔξωθεν προσβάλλουσι μόνον, ἀλλὰ καὶ ἔνδοθεν τίκτονται· καὶ πολλῆς χρεία καὶ συγκαταβάσεως καὶ ἀκριβείας.


ε’. Πάντα δὲ ταῦτα τὰ διάφορα εἰς ἓν τέλος ὁρᾷ, τοῦ Θεοῦ τὴν δόξαν, τῆς ἐκκλησίας τὴν οἰκοδομήν. Μέγας ὁ τῶν μοναχῶν ἀγών, καὶ πολὺς ὁ μόχθος· ἀλλ’ εἲ τις τῇ καλῶς διοικουμένῃ ἱερωσύνῃ τοὺς ἐκεῖθεν ἱδρῶτας παραβάλοι, τοσοῦτον εὑρήσει τὸ διάφορον, ὅσον ἰδιώτου καὶ βασιλέως τὸ μέσον.ἐκεῖ μὲν γὰρ εἰ καὶ πολὺς ὁ πόνος, ἀλλὰ κοινὸν τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ἀγώνισμα· μᾶλλον δὲ τὸ πλέον τῇ τοῦ σώματος κατορθοῦται κατασκευῇ· κἂν μὴ τοῦτο ἰσχυρὸν ᾗ, μένει καθ’ ἑαυτὴν ἡ προθυμία, οὐκ ἔχουσα εἰς ἔργον ἐξελθεῖν. Καὶ γὰρ καὶ νηστεία σύντονος, καὶ χαμευνία, καὶ ἀγρυπνία, καὶ ἀλουσία, καὶ ὁ πολὺς ἱδρώς, καὶ τὰ λοιπά, ὅσα πρὸς τὴν τοῦ σώματος ἐπιτηδεύουσι ταλαιπωρίαν, πάντα οἴχεται, τοῦ κολάζεσθαι μέλλοντος οὐκ ὄντος ἰσχυροῦ. Ἐνταῦθα δὲ καθαρὰ τῆς ψυχῆς ἡ τέχνη, καὶ οὐδὲν τῆς τοῦ σώματος εὐεξίας προσδεῖται, ὥστε δεῖξαι τὴν αὐτῆς ἀρετήν. Τὶ γὰρ ἡμῖν ἡ τοῦ σώματος ἰσχὺς συμβάλλεται πρὸς τὸ μήτε αὐθάδεις εἶναι, μήτε ὀργίλους, μήτε προπετεῖς, ἀλλὰ νηφαλίους καὶ σώφρονας καὶ κοσμίους, καὶ τἄλλα πάντα, δι’ ὧν ἡμῖν ὁ μακάριος Παῦλος τὴν τοῦ ἀρίστου ἱερέως ἀνεπλήρωσεν εἰκόνα; Ἀλλ’ οὐκ ἐπὶ τῆς τοῦ μονάζοντος ἀρετῆς ἔχοι τις ἂν τοῦτο εἰπεῖν· ἀλλὰ καθάπερ τοῖς μὲν θαυματοποιοῖς ὀργάνων δεῖ πολλῶν καὶ τροχῶν καὶ σχοινίων καὶ μαχαιρῶν, ὁ δὲ φιλόσοφος ἅπασαν ἐν τῇ ψυχῇ κειμένην ἔχει τὴν τέχνην, τῶν ἔξωθεν οὐδὲν δεόμενος· οὕτω δὴ καὶ ἐνταῦθα. Ὁ μὲν γὰρ μοναχὸς ὁ τῆς σωματικῆς εὐπαθείας προσδεῖται καὶ τόπων πρὸς τὴν διαγωγὴν ἐπιτηδείων, ἵνα μήτε ἄγαν ἀπῳκισμένοι τῆς τῶν ἀνθρώπων ὦσιν ὁμιλίας, καὶ τὴν ἀπὸ τῆς ἐρημίας ἔχωσιν ἡσυχίαν, ἔτι δὲ καὶ τῆς ἀρίστης μὴ ἀμοιρῶσι κράσεως τῶν ὡρῶν· οὐδὲν γὰρ οὕτως ἀφόρητον τῷ κατατρυχομένῳ νηστείαις ὡς ἡ τῶν ἀέρων ἀνωμαλία.


ς’. Τῆς δὲ τῶν ἱματίων κατασκευῆς καὶ διαίτης ἕνεκεν, ὅσα πράγματα ἔχειν ἀναγκάζονται, πάντα αὐτουργεῖν αὐτοὶ φιλονεικοῦντες, οὐδὲν δέομαι λέγειν νῦν. Ὁ δὲ ἱερεὺς οὐδενὸς τούτων εἰς τὴν ἑαυτοῦ δεήσεται χρείαν, ἀλλ’ ἀπερίεργος καὶ κοινὸς ἐν ἅπασιν ἐστι τοῖς οὐκ ἔχουσι βλάβην, τὴν ἐπιστήμην ἅπασαν ἐν τοῖς τῆς ψυχῆς θησαυροῖς ἀποκειμένην ἔχων. Εἰ δὲ τις τὸ μένειν ἐφ’ ἑαυτῷ καὶ τὰς τῶν πολλῶν ὁμιλίας ἐκτρέπεσθαι θαυμάζοι, τῆς καρτερίας μὲν τοῦτο δεῖγμα καὶ αὐτὸς εἶναι φαίην ἄν, οὐ μὴν ἁπάσης τῆς ἀνδρείας τῆς ἐν τῇ ψυχῇ τεκμήριον ἱκανόν. Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος, οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον· τὸν δὲ ἐν μέσῳ τῷ πελάγει ἀκριβῆ δίδωσι βάσανον· τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν εἶναι φαίη κυβερνήτην ἄριστον.


ζ’. Οὐ τοίνυν ἡμῖν οὐδὲ τὸν μοναχὸν θαυμαστέον ἂν εἴη λίαν καὶ μεθ’ ὑπερβολῆς, ὅτι μένων ἐφ’ ἑαυτοῦ οὐ ταράττεται, οὐδὲ διαμαρτάνει πολλὰ καὶ μεγάλα ἁμαρτήματα· οὐδὲ γὰρ ἔχει τὰ παρακνίζοντα καὶ διεγείροντα τὴν ψυχήν. Ἀλλ’ εἲ τις πλήθεσιν ὅλοις ἑαυτὸν ἐνδεδωκώς, καὶ τὰς τῶν πολλῶν φέρειν ἁμαρτίας ἀναγκασθείς, ἔμεινεν ἀκλινὴς καὶ στεῤῥός, ὥσπερ ἐν γαλήνῃ τῷ χειμῶνι τὴν ψυχὴν διακυβερνῶν, οὗτος κροτεῖσθαι καὶ θαυμάζεσθαι παρὰ πάντων ἂν εἴη δίκαιος· ἱκανὴν γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο. Μὴ τοίνυν μηδὲ αὐτὸς θαυμάσῃς, εἰ τὴν ἀγορὰν φεύγοντες ἡμεῖς, καὶ τὰς τῶν πολλῶν συνουσίας, οὐκ ἔχομεν τοὺς κατηγοροῦντας πολλούς· οὐδὲ γὰρ εἰ καθεύδων οὐχ ἡμάρτανον, οὐδ’ εἰ μὴ παλαίων οὐκ ἔπιπτον, οὐδ’ εἰ μὴ μαχόμενος οὐκ ἐκβαλλόμην, θαυμάζειν ἐχρῆν. Τὶς γάρ, εἰπέ, τὶς δυνήσεται κατειπεῖν καὶ ἀποκαλύψαι τὴν μοχθηρίαν τὴν ἐμήν; Ὁ ὄροφος οὗτος καὶ ὁ οἰκίσκος; Ἀλλ’ οὐκ ἂν δύναιντο ῥῆξαι φωνήν. Ἀλλ’ ἡ μήτηρ ἡ μάλιστα πάντων εἰδυῖα τὰ ἐμά; Μάλιστα μὲν οὐδὲ πρὸς αὐτὴν ἐστὶ μοὶ τι κοινόν, οὐδὲ εἰς φιλονεικίαν ἤλθομεν πώποτε. Εἰ δὲ καὶ τοῦτο ἦν συμβάν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος, ὡς τοῦτον, ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινός, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν. Ἐπεὶ ὅτι γε, εἲ τις τὴν ἡμετέραν πρὸς ἀκρίβειαν ἐθέλοι βασανίζειν ψυχήν, πολλὰ αὐτῆς εὑρήσει τὰ σαθρά, οὐδὲ αὐτὸς ἀγνοεῖς ὁ μάλιστα πάντων ἡμᾶς τοῖς ἐγκωμίοις ἐπαίρειν παρὰ πᾶσιν εἰωθώς. Καὶ ὅτι γὲ οὐ μετριάζων ταῦτα λέγω νῦν, ἀνάμνησον σαυτόν, ὁσάκις εἶπον πρὸς σέ, λόγου τοιούτου γενομένου πολλάκις ἡμῖν· ὅτι, εἲ τις αἵρεσίν μοι προυτίθει, ποῦ μᾶλλον βουλοίμην εὐδοκιμεῖν, ἐν τῇ τῆς ἐκκλησίας προστασίᾳ, ἢ κατὰ τὸν τῶν μοναχῶν βίον, μυρίαις ἂν ψήφοις τὸ πρότερον ἐδεξάμην ἔγωγε. Οὐ γὰρ διέλιπόν ποτε μακαρίζων πρὸς σὲ τοὺς ἐκείνης τῆς διακονίας προστῆναι δυνηθέντας καλῶς. Ὅτι δὲ ὅπερ ἐμακάριζον, οὐκ ἂν ἔφυγον, ἱκανῶς ἔχων μετελθεῖν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ τὶ πάθω; Οὐδὲν γὰρ οὕτως ἄχρηστον εἰς ἐκκλησίας προστασίαν ὡς αὐτὴ ἡ ἀργία καὶ ἡ ἀμελετησία, ἣν ἕτεροι μὲν ἄσκησίν τινα θαυμαστὴν εἶναι νομίζουσιν· ἐγὼ δὲ αὐτὴν ὡσπερεὶ παραπέτασμα τῆς οἰκείας ἔχω φαυλότητος, τὰ πλείονα τῶν ἐλαττωμάτων τῶν ἐμαυτοῦ ταύτῃ συγκαλύπτων, καὶ οὐκ ἐῶν φαίνεσθαι. Ὁ γὰρ ἐνεθισθεὶς τοσαύτης ἀπολαύειν ἀπραγμοσύνης, καὶ ἐν ἡσυχίᾳ διάγειν πολλῇ, κἂν μεγάλης ᾗ φύσεως, ὑπὸ τῆς ἀνασκησίας θορυβεῖται καὶ ταράττεται, καὶ τῆς οἰκείας δυνάμεως περικόπτει μέρος οὐ μικρὸν τὸ ἀγύμναστον. Ὅταν δὲ ὁμοῦ καὶ βραδείας ᾗ διανοίας, καὶ τῶν τοιούτων λόγων καὶ ἀγώνων ἄπειρος, τοῦτο δὴ τὸ ἡμέτερον, τῶν λιθίνων οὐδὲν διοίσει, ταύτην δεξάμενος τὴν οἰκονομίαν. Διὰ τοῦτο τῶν ἐξ ἐκείνης ἐρχομένων τῆς παλαίστρας εἰς τοὺς ἀγῶνας τούτους ὀλίγοι διαφαίνονται· οἱ δὲ πλείους ἐλέγχονται καὶ καταπίπτουσι, καὶ πράγματα ὑπομένουσιν ἀηδῆ καὶ χαλεπά. Καὶ οὐδὲν ἀπεικός. Ὅταν γὰρ μὴ περὶ τῶν αὐτῶν οἱ τε ἀγῶνες ὦσι καὶ τὰ γυμνάσια, τῶν ἀγυμνάστων ὁ ἀγωνιζόμενος οὐδὲν διενήνοχε. Δόξης μάλιστα δεῖ καταφρονεῖν τὸν εἰς τοῦτο ἐρχόμενον ὁ στάδιον, ὀργῆς ἀνώτερον εἶναι, συνέσεως ἔμπλεων πολλῆς. Τούτῳ δὲ τῷ τὸν μονήρη στέργοντι βίον οὐδεμία γυμνασίας ὑπόθεσις πρόκειται. Οὔτε γὰρ τοὺς παροξύνοντας ἔχει πολλούς, ἵνα μελετήσῃ κολάζειν τοῦ θυμοῦ τὴν δύναμιν· οὔτε τοὺς μακαρίζοντας καὶ κροτοῦντας, ἵνα παιδευθῇ τοὺς παρὰ τῶν πολλῶν διαπτύειν ὧδε ἐπαίνους· τῆς τε ἐν ταῖς ἐκκλησίαις ἀπαιτουμένης συνέσεως οὐ πολὺς αὐτοῖς ὁ λόγος. Ὅταν οὖν ἔλθωσιν εἰς τοὺς ἀγῶνας, ὧν μὴ μεμελετήκασι τὴν πεῖραν ἀποροῦνται, ἰλιγγιῶσιν, εἰς ἀμηχανίαν ἐκπίπτουσι, καὶ πρὸς τῷ μηδὲν ἐπιδοῦναι πρὸς ἀρετήν, καὶ ἅπερ ἔχοντες ἦλθον πολλοὶ πολλάκις ἀπώλεσαν.


η’. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ. Τὶ οὖν; Τοὺς ἐν τῷ μέσῳ στρεφομένους, καὶ πραγμάτων φροντίζοντας βιωτικῶν, καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας, καὶ μυρίας δεινότητος γέμοντας, καὶ τρυφᾷν εἰδότας, ἐπιστήσομεν τῇ τῆς ἐκκλησίας οἰκονομίᾳ; ΧΡΥΣ. Εὐφήμει, ἔφην, ὦ μακάριε σύ. Τούτους γὰρ οὐδ’ εἰς νοῦν βάλλεσθαι δεῖ, ὅταν ἱερέων ἐξέτασις ᾗ· ἀλλ’ εἲ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τὴν τε ἁγιωσύνην καὶ τὴν καρτερίαν καὶ νῆψιν, καὶ τὰ ἀλλὰ τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθά, φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων· ὡς ὃ γε πολλὰ μὲν ἔχων ἐλαττώματα, δυνάμενος δὲ αὐτὰ τῇ μονώσει καλύπτειν καὶ ποιεῖν ἄπρακτα τῷ μηδενὶ καταμιγνύναι ἑαυτόν· οὗτος εἰς μέσον ἐλθών, οὐδὲν ἕτερον ἢ τὸ καταγέλαστος γενέσθαι κερδανεῖ, καὶ κινδυνεύσει μειζόνως· ὃ μικροῦ δεῖν ἐπάθομεν ἂν ἡμεῖς, εἰ μὴ ἡ τοῦ Θεοῦ κηδεμονία τὸ πῦρ ταχέως ἀνέσχε τῆς ἡμετέρας κεφαλῆς. Οὐ γὰρ ἔστι λαθεῖν τὸν οὕτω διακείμενον, ὅταν ἐν τῷ φανερῷ καταστῇ, ἀλλὰ πάντοτε ἐλέγχεται, καὶ καθάπερ τὰς μεταλλικὰς ὕλας δοκιμάζει τὸ πῦρ, οὕτω καὶ ἡ τοῦ κλήρου βάσανος τὰς τῶν ἀνθρώπων διακρίνει ψυχάς, κἂν ὀργίλος τις ᾗ, κἂν μικρόψυχος, κἂν φιλόδοξος, κἂν ἀλαζών, κἂν ὃ τι δήποτε ἕτερον, ἅπαντα ἐκκαλύπτει, καὶ γυμνοὶ ταχέως τὰ ἐλαττώματα· οὐ γυμνοὶ δὲ μόνον, ἀλλὰ καὶ χαλεπώτερα καὶ ἰσχυρότερα αὐτὰ καθίστησι. Καὶ γὰρ τὰ τοῦ σώματος τραύματα προστριβόμενα δυσίατα γίνεται, καὶ τὰ τῆς ψυχῆς πάθη κνιζόμενα καὶ παροξυνόμενα μᾶλλον ἀγριαίνεσθαι πέφυκε, καὶ τοὺς ἔχοντας αὐτὰ πλείονα ἁμαρτάνειν βιάζεται. Καὶ γὰρ εἰς ἔρωτα δόξης ἐπαίρει τὸν μὴ προσέχοντα, καὶ εἰς ἀλαζονείαν, καὶ εἰς χρημάτων ἐπιθυμίαν· ὑποσύρει δὲ καὶ εἰς τρυφὴν καὶ εἰς ἄνεσιν καὶ ῥᾳθυμίαν, καὶ κατὰ μικρὸν εἰς τὰ περαιτέρω τούτων, καὶ ἐκ τούτων τικτόμενα κακά. Πολλὰ γὰρ ἐστιν ἐν τῷ μέσῳ τὰ δυνάμενα ψυχῆς ἀκρίβειαν ἐκλῦσαι, καὶ τὸν ἐπὶ Θεὸν διακόψαι δρόμον· καὶ πρῶτον ἁπάντων αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι. Οὐδὲ γὰρ ἔστι τὸν προεστῶτα καὶ παντὸς τοῦ ποιμνίου κηδόμενον τοῦ μὲν τῶν ἀνδρῶν ἐπιμελεῖσθαι μέρους, τὸ δὲ τῶν γυναικῶν παρορᾷν· ὃ μάλιστα δεῖται προνοίας πλείονος διὰ τὸ πρὸς τὰς ἁμαρτίας εὐόλισθον· ἀλλὰ δεῖ καὶ τῆς τούτων ὑγιείας, εἰ καὶ μὴ ἐκ πλείονος, ἀλλ’ οὖν ἐξ ἴσης φροντίζειν τῆς μοίρας τὸν λαχόντα τὴν ἐπισκοπὴν διοικεῖν. Καὶ γὰρ ἐπισκοπεῖσθαι αὐτὰς ἡνίκα ἂν κάμνωσι, καὶ παρακαλεῖν ἡνίκα ἂν πενθῶσι, καὶ ἐπιπλήττειν ῥαθυμούσαις, καὶ βοηθεῖν καταπονουμέναις ἀνάγκῃ. Τούτων δὲ γινομένων, πολλὰς ἂν εὕροι τὰς παρεισδύσεις ὁ πονηρός, εἰ μὴ ἠκριβωμένῃ τις ἑαυτὸν τειχίσειε φυλακῇ. Καὶ γὰρ ὁ ὀφθαλμὸς βάλλει καὶ θορυβεῖ ψυχήν, οὐχ ὁ τῆς ἀκολάστου μόνον, ἀλλὰ καὶ ὁ τῆς σώφρονος, καὶ κολακεῖαι μαλάσσουσι, καὶ τιμαὶ καταδουλοῦνται· καὶ ἀγάπη ζέουσα, τοῦτο δὴ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, μυρίων αἴτιον γέγονε κακῶν τοῖς οὐκ ὀρθῶς χρησαμένοις αὐτῇ. Ἤδη δὲ καὶ φροντίδες συνεχεῖς ἤμβλυναν τὸ τῆς διανοίας ὀξύ, καὶ μολίβδου βαρύτερον τὸν πτηνὸν ἀπειργάσαντο· καὶ θυμὸς δὲ καὶ προσπεσὼν καπνοῦ δίκην τὰ ἔνδον κατέσχεν ἅπαντα. Τὶ ἂν τις λέγοι τὰς λοιπὰς βλάβας, τὰς ὕβρεις, τὰς ἐπηρείας, τὰς μέμψεις, τὰς παρὰ τῶν μειζόνων, τὰς παρὰ τῶν ἐλαττόνων, τὰς παρὰ τῶν συνετῶν, τὰς παρὰ τῶν ἀσυνέτων;


θ’. Τοῦτο γὰρ δὴ μάλιστα τὸ γένος τῶν ὀρθῆς ἀπεστερημένων κρίσεως μεμψίμοιρόν τὲ ἐστι,καὶ οὐκ ἂν εὐκόλως ἀπολογίας ἀνάσχοιτό ποτε. Τὸν δὲ προεστῶτα καλῶς οὐδὲ τούτων δεῖ καταφρονεῖν, ἀλλὰ πρὸς ἅπαντας περὶ ὧν ἂν ἐγκαλῶσι, διαλύεσθαι μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ πραότητος, συγγινώσκοντα μᾶλλον αὐτοῖς τῆς ἀλόγου μέμψεως ἢ ἀγανακτοῦντα καὶ ὀργιζόμενον. Εἰ γὰρ ὁ μακάριος Παῦλος, μὴ κλοπῆς ὑπόνοιαν λάβῃ παρὰ τοῖς μαθηταῖς, ἔδεισε, καὶ διὰ τοῦτο προσέλαβε καὶ ἑτέρους εἰς τὴν τῶν χρημάτων διακονίαν, «Ἵνα μὴ τις ἡμᾶς μωμήσεται, φησίν, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν»· πῶς ἡμᾶς οὐ πάντα δεῖ ποιεῖν ὥστε τὰς πονηρὰς ἀναιρεῖν ὑποψίας, κἂν ψευδεῖς, κἂν ἀλόγιστοι τυγχάνωσιν οὖσαι, κἂν σφόδρα τῆς ἡμετέρας ἀπέχωσι δόξης; Οὐδενὸς γὰρ ἁμαρτήματος τοσοῦτον ἡμεῖς ἀφεστήκαμεν, ὅσον κλοπῆς ὁ Παῦλος. Ἀλλ’ ὅμως καὶ τοσοῦτον ἀφεστηκὼς τῆς πονηρᾶς ταύτης πράξεως, οὐδὲ οὕτως ἠμέλησε τῆς τῶν πολλῶν ὑπονοίας, καίτοι λίαν οὔσης ἀλόγου καὶ μανιώδους· μανία γὰρ ἦν τοιοῦτον ὑποπτεῦσαί τι περὶ τῆς μακαρίας καὶ θαυμαστῆς ἐκείνης κεφαλῆς. Ἀλλ’ ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας τῆς οὕτως ἀλόγου, καὶ ἦν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε, πόῤῥωθεν ἀναιρεῖ τὰς αἰτίας· καὶ οὐ διέπτυσε τὴν τῶν πολλῶν ἄνοιαν, οὐδὲ εἶπε· Τίνι γὰρ ἂν ἐπέλθοι ποτὲ τοιαῦτα περὶ ἡμῶν ὑπονοεῖν, καὶ ἀπὸ τῶν σημείων καὶ ἀπὸ τῆς ἐπιεικείας τῆς ἐν τῷ βίῳ πάντων ἡμᾶς καὶ τιμώντων καὶ θαυμαζόντων; Ἀλλ’ ἅπαν τοὐναντίον, καὶ ὑπείδετο καὶ προσεδόκησε ταύτην τὴν πονηρὰν ὑπόνοιαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασε, μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἀφῆκε. Διὰ τί; «Προνοοῦμεν γάρ, φησί, καλά, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων». Τοσαύτῃ δεῖ, μᾶλλον δὲ καὶ πλεῖον κεχρῆσθαι σπουδῇ, ὥστε μὴ μόνον αἰρομένας κατασπᾷν καὶ κωλύειν τὰς φήμας τὰς οὐκ ἀγαθάς, ἀλλὰ καὶ πόῤῥωθεν ὅθεν ἂν γένοιντο προορᾷν, καὶ τὰς προφάσεις ἐξ ὧν τίκτονται προαναιρεῖν, καὶ μὴ περιμένειν αὐτὰς συστῆναι, καὶ ἐν τοῖς τῶν πολλῶν διαθρυλληθῆναι στόμασι. Τηνικαῦτα γὰρ οὔτε εὔπορον αὐτὰς ἀφανίσαι λοιπόν, ἀλλὰ καὶ λίαν δυσχερές, τάχα δὲ καὶ ἀδύνατον· οὔτε ἀζήμιον τῷ μετὰ τὴν τῶν πολλῶν βλάβην τοῦτο γενέσθαι. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Τὸ γὰρ ἁπάσας τὰς ἐκεῖ δυσχερείας καταλέγειν, οὐδὲν ἕτερόν ἐστιν ἢ πέλαγος ἀναμετρεῖν. Καὶ γὰρ ὅταν τις αὐτὸς παντὸς καθαρεύσῃ πάθους, ὃ τῶν ἀδυνάτων ἐστίν, ἵνα τὰ τῶν ἄλλων ἐπανορθώσῃ πταίσματα, μυρία ὑπομένειν ἀναγκάζεται δεινά· προστεθέντων δὲ καὶ τῶν οἰκείων νοσημάτων, θέα τὴν ἄβυσσον τῶν πόνων καὶ τῶν φροντίδων, καὶ ὅσα πάσχειν ἀνάγκη τῶν τε οἰκείων καὶ τῶν ἀλλοτρίων βουλόμενον περιγενέσθαι κακῶν.


ι’. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ, Νῦν δέ, φησίν, οὐδεὶς σοι τῶν πόνων τούτων ἀγών, οὐδὲ φροντίδας ἔχεις, κατὰ σαυτὸν ὢν. ΧΡΥΣΟΣΤ. Ἔχω μέν, ἔφην, καὶ νῦν· πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας; Ἀλλ’ οὐκ ἔστιν ἴσον εἰς πέλαγος ἄπειρον ἐμπεσεῖν, καὶ ποταμὸν παραπλεῖν· τοσοῦτον γὰρ τούτων κἀκείνων τῶν φροντίδων τὸ μέσον. Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτός, καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς· εἰ δὲ οὐκ ἔστιν ἕτερον ὀνῆσαι, ἐμαυτὸν οὖν ἐὰν ἐγγένηται διασῶσαι καὶ τοῦ κλύδωνος ἐξελεῖν, ἀρκεσθήσομαι τούτῳ. Εἶτα, τοῦτο οἴει μέγα, φησίν, εἶναι, ὁ ΒΑΣΙΛΕΙΟΣ, ὅλως δὲ καὶ σωθήσεσθαι νομίζεις, ἑτέρων μηδενὶ γενόμενος χρήσιμος; ΧΡΥΣΟΣΤ. Εὖ καὶ καλῶς, ἔφην, εἴρηκας· οὐδὲ γὰρ αὐτὸς τοῦτο πιστεύειν ἔχω, ὅτι σώζεσθαι ἔνεστι τὸν οὐδὲν εἰς τὴν τοῦ πλησίον κάμνοντα σωτηρίαν. Οὐδὲ γὰρ ἐκεῖνο τὸ δείλαιον ὤνησέ τὸ μὴ πλεονάσαι καὶ διπλοῦν προσενεγκεῖν. Πλὴν ἀλλ’ ἐπιεικεστέραν μοι τὴν τιμωρίαν οἶμαι ἔσεσθαι ἐγκαλουμένῳ διὰ τὶ μὴ καὶ ἑτέρους ἔσωσα, ἢ εἰ καὶ ἑτέρους καὶ ἐμαυτὸν καὶ ἐμαυτὸν προσαπώλεσα, πολὺ χειρῶν γενόμενος μετὰ τὴν τοσαύτην τιμήν. Νῦν μὲν γὰρ τοσαύτην ἔσεσθαί μοι πιστεύω τὴν κόλασιν, ὅσην ἀπαιτεῖ τῶν ἁμαρτημάτων τὸ μέγεθος· μετὰ δὲ τὸ δέξασθαι τὴν ἀρχήν, οὐ διπλῆν μόνον καὶ τριπλῆν, ἀλλὰ καὶ πολλαπλασίονα, τῷ τε πλείονας σκανδαλίσαι, καὶ τῷ μετὰ μείζονα τιμὴν προσκροῦσαι τῷ τετιμηκότι Θεῷ.


ια’. Διὰ τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν σφοδρότερον κατηγορῶν, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰ παρ’ αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων· «Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ’ ὑμᾶς τὰς ἀσεβείας ὑμῶν»· ποτὲ δέ· «Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν». Καὶ πρὸ τῶν προφητῶν ἐπὶ τῶν θυσιῶν δεῖξαι βουλόμενος ὅτι τὰ ἁμαρτήματα μείζονα ἐκδέχεται πολλῷ τὴν τιμωρίαν, ὅταν ὑπὸ τῶν ἱερέων γίνηται, ἢ ὅταν ὑπὸ τῶν ἰδιωτῶν, προστάττει τοσαύτην ὑπὲρ τῶν ἱερέων προσάγεσθαι τὴν θυσίαν, ὅσην ὑπὲρ παντὸς τοῦ λαοῦ. Τοῦτο δὲ οὐδὲν ἕτερον δηλοῦντός ἐστιν ἢ ὅτι μείζονος βοηθείας δεῖται τὰ τοῦ ἱερέως τραύματα, καὶ τοσαύτης, ὅσης ὁμοῦ τὰ παντὸς τοῦ λαοῦ· μείζονος δὲ οὐκ ἂν ἐδεῖτο, εἰ μὴ χαλεπώτερα ἦν· χαλεπώτερα δὲ γίνεται, οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀξίᾳ τοῦ τολμῶντος αὐτὰ ἱερέως βαρούμενα. Καὶ τὶ λέγω τοὺς ἄνδρας τοὺς τὴν λειτουργίαν μετιόντας; Αἱ γὰρ θυγατέρες τῶν ἱερέων, αἷς οὐδεὶς πρὸς τὴν ἱερωσύνης λόγος, ὅμως διὰ τὸ πατρικὸν ἀξίωμα τῶν αὐτῶν ἁμαρτημάτων πολὺ πικροτέραν ὑπέχουσι τὴν τιμωρίαν· καὶ τὸ μὲν πλημμέλημα ἴσον αὐταῖς καὶ ταῖς τῶν ἰδιωτῶν θυγατράσι, πορνεία γὰρ ἀμφότερα, τὸ δὲ ἐπιτίμιον πολλῷ τούτων χαλεπώτερον.


ιβ’. Ὁρᾷς μεθ’ ὅσης σοι δείκνυσιν ὑπερβολῆς ὁ Θεὸς ὅτι πολλῷ πλείονα τῶν ἀρχομένων ἀπαιτεῖ τὸν ἄρχοντα τιμωρίαν; Οὐ γὰρ δήπου ὁ τὴν ἐκείνου θυγατέρα δι’ ἐκεῖνον μειζόνως τῶν ἄλλῳ κολάζων, τὸν καὶ ἐκείνῃ τῆς προσθήκης τῶν βασάνων αἴτιον ἴσην τοῖς πολλοῖς εἰσπράξεται δίκην, ἀλλὰ πολλῷ μείζονα· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς αὐτὸν περιίσταται μόνον ἡ ζημία, ἀλλὰ καὶ τὰς τῶν ἀσθενεστέρων καὶ εἰς αὐτὸν βλεπόντων καταβάλλει ψυχάς. Τοῦτο καὶ ὁ Ἰεζεκιὴλ διδάξαι βουλόμενος, διίστησιν ἀπ’ ἀλλήλων τὴν τῶν κριῶν καὶ τὴν τῶν προβάτων κρίσιν. Ἆρά σοι δοκοῦμεν λόγον ἔχοντα πεφοβῆσθαι φόβον; Πρὸς γὰρ τοῖς εἰρημένοις νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ’ ὅμως ἀνέχομαι τὸν πόνον, καὶ οὐ φεύγω τὸν ἀγῶνα. Καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλίσκομαι μὲν καὶ νῦν, ἀναφέρω δὲ πολλάκις, καὶ ὅτι ἑάλων συνορῶ· ἔστι δὲ ὅτε καὶ ἐπιτιμῶ τῇ δουλωθείσῃ ψυχῇ. Ἐπιθυμίαι μοι προσπίπτουσι μὲν ἄτοποι καὶ νῦν, ἀλλ’ ἀργοτέραν ἀνάπτουσι τὴν φλόγα, τῶν ὀφθαλμῶν τῶν ἔξωθεν οὐκ ἐχόντων ἐπιλαβέσθαι τῆς τοῦ πυρὸς ὕλης· τοῦ δὲ κακῶς τὸν δεῖνα λέγειν, καὶ λεγόμενον ἀκούειν, ἀπήλλαγμαι παντελῶς, τῶν διαλεγομένων οὐ παρόντων· οὐ γὰρ δὴ οὗτοι οἱ τοῖχοι δύναιτ’ ἂν ἀφεῖναι φωνήν. Ἀλλ’ οὐχὶ καὶ τὴν ὀργὴν ὁμοίως δυνατὸν διαφυγεῖν, καίτοι γε τῶν παροξυνόντων οὐκ ὄντων. Μνήμη γὰρ πολλάκις ἀνδρῶν ἀτόπων προσπεσοῦσα, καὶ τῶν ὑπ’ αὐτῶν γενομένων ἐξοιδεῖν μοι τὴν καρδίαν ποιεῖ, πλὴν ἀλλ’ οὐκ εἰς τέλος· ταχέως γὰρ αὐτὴν φλεγμαίνουσαν καταστέλλομεν, καὶ πείθομεν ἡσυχάζειν εἰπόντες ὅτι λίαν ἀσύμφωνον καὶ τῆς ἐσχάτης ἀθλιότητος, τὰ οἰκεῖα ἀφέντας κακά, τὰ τῶν πλησίον περιεργάζεσθαι. Ἀλλ’ οὐκ εἰς τὸ πλῆθος ἐλθών, καὶ ταῖς μυρίαις ἀποληφθεὶς ταραχαῖς, δυνήσομαι ταύτης ἀπολαύειν τῆς νουθεσίας, οὐδὲ τοὺς ταῦτα παιδαγωγοῦντας λογισμοὺς εὑρεῖν· ἀλλ’ ὥσπερ οἱ κατὰ κρημνῶν ὑπὸ τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι τὴν μὲν ἀπώλειαν, εἰς ἦν τελευτῶσι, προορᾷν δύνανται, βοήθειαν δὲ τινα ἐπινοεῖν οὐκ ἔχουσιν· οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσών, τὴν μὲν κόλασιν καθ’ ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνήσομαι συνορᾷν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ καὶ νῦν, καὶ ἐπιτιμήσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις, οὐκ ἔτι ὁμοίως εὔπορον ἐμοί, καθάπερ καὶ πρότερον. Ἐμοὶ γὰρ ψυχὴ τὶς ἐστιν ἀσθενὴς καὶ μικρὰ καὶ εὐχείρωτος οὐ τούτοις μόνον τοῖς πάθεσιν, ἀλλὰ καὶ τῷ πάντων πικροτέρῳ φθόνῳ, καὶ οὔτε ὕβρεις οὔτε τιμὰς μετρίως ἐπίσταται φέρειν, ἀλλὰ μεθ’ ὑπερβολῆς ἐκεῖναί τε ἐπαίρουσιν αὐτήν, καὶ ταπεινοῦσιν αὗται. Ὥσπερ οὖν θηρία χαλεπά, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δὲ τις αὐτὰ λιμῷ κατατήξειε, τὸν τε θυμὸν αὐτοῖς ἐκοίμισε, καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον· οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν, ὑποχείρια τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς· ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὐτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην, καὶ οὕτως αὐτῷ φοβερὰ ἀπεργάζεται, ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν. Τὶς οὖν τῶν θηρίων τούτων ἡ τροφή; Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσίας καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερόν ἑτέρου. Πάντα δὲ ταῦτα εἰς μὲν τὸ μέσον ἐλθόντι σφοδρῶς ἐπιθήσεται, καὶ σπαράξει μοι τὸν πρὸς ταῦτα ποιήσει πόλεμον. Ἐνταῦθα δὲ καθημένῳ μετὰ πολλῆς μὲν καὶ οὕτως ὑποταγήσεται βίας, ὑποταγήσεται δ’ οὖν ὅμως τῇ τοῦ Θεοῦ χάριτι, καὶ τῆς ὑλακῆς αὐτοῖς οὐδὲν ἔσται πλέον. Διὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόϊτος καὶ ἀκοινώνητός εἰμι καὶ ἀσυνουσίαστος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι· ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν. Οὐδὲ γὰρ εὔπορόν μοι, ὁμιλητικὸν τε ὁμοῦ γενέσθαι, καὶ ἐπὶ τῆς παρούσης ἀσφαλείας μένειν. Δι’ ὃ καὶ αὐτὸν σε παρακαλῶ, τὸν ὑπὸ τοσαύτης δυσχερείας ἐπειλημμένον ἐλεεῖν μᾶλλον ἢ διαβάλλειν· ἀλλ’ οὐδέπω σε πείθομεν. Οὐκοῦν ὥρα μοι λοιπόν, ὃ μόνον εἶχον ἀπόῤῥητον, πρὸς σὲ καὶ τοῦτο ἐκβαλεῖν. Καὶ ἴσως μὲν ἄπιστον εἶναι δόξει πολλοῖς· ἐγὼ δὲ αὐτὸ οὐδὲ οὕτως εἰς μέσον ἐνεγκεῖν αἰσχυνθήσομαι. Εἰ γὰρ καὶ πονηρᾶς συνειδήσεως καὶ μυρίων ἁμαρτημάτων ἔλεγχος τὸ λεγόμενον ᾗ, τοῦ μέλλοντος ἡμᾶς κρίνειν Θεοῦ πάντα εἰδότος ἀκριβῶς, τὶ πλέον ἡμῖν ἐκ τῆς τῶν ἀνθρώπων ἀγνοίας ἐγγενέσθαι δυνήσεται; Τὶ οὖν ἐστι τὸ ἀπόῤῥητον; Ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ ταύτην ἐνέθηκάς μοι τὴν ὑποψίαν, πολλάκις ἐκινδύνευσέ μοι παραλυθῆναι τὸ σῶμα τέλεον· τοσοῦτος μὲν φόβος, τοσαύτη δὲ ἀθυμία κατέσχε μου τὴν ψυχήν. Τῆς γὰρ Χριστοῦ νύμφης τὴν δόξαν ἐννοῶν, τὴν ἁγιωσύνην, τὸ κάλλος τὸ πνευματικόν, τὴν σύνεσιν, τὴν εὐκοσμίαν, καὶ τὰ ἐμαυτοῦ λογιζόμενος κακά, οὐ διελίμπανον ἐκείνην τε πενθῶν, καὶ ἐμαυτὸν ταλανίζων, καὶ στένων συνεχῶς καὶ διαπορῶν πρὸς ἐμαυτὸν ἔλεγον ταῦτα· τὶς ἄρα ταῦτα συνεβούλευσε; Τὶ τοσοῦτον ἥμαρτεν ἡ τοῦ Θεοῦ ἐκκλησία; Τὶ τηλικοῦτον παρώξυνε τὸν αὐτῆς Δεσπότην, ὡς τῷ πάντων ἀτιμοτάτῳ παραδοθῆναι ἐμοί, καὶ τοσαύτην ὑπομεῖναι αἰσχύνην; Ταῦτα πολλάκις κατ’ ἐμαυτὸν λογιζόμενος, καὶ τοῦ λίαν ἀτόπου μηδὲ τὴν ἐνθύμησιν δυνάμενος ἐνεγκεῖν, ὥσπερ οἱ παραπλῆγες ἐκείμην ἀχανής, οὔτε ὁρᾷν, οὔτε ἀκούειν τι δυνάμενος. Τῆς δὲ ἀμηχανίας με τῆς τοσαύτης ἀφείσης (καὶ γὰρ ἐστιν ὅτε καὶ ὑπεξίστατο), διεδέχετο δάκρυα καὶ ἀθυμία· καὶ μετὰ τὸν τῶν δακρύων κόρον ἀντεισῄει πάλιν ὁ φόβος, ταράττων καὶ θορύβων καὶ διασείων μοι τὴν διάνοιαν. Τοσαύτῃ ζάλη τὸν παρελθόντα συνέζων χρόνον· σὺ δὲ ἠγνόεις, καὶ ἐν γαλήνῃ μὲ διάγειν ἐνόμιζες. Ἀλλὰ νῦν σοι ἀποκαλύψαι πειράσομαι τὸν χειμῶνα τῆς ἐμῆς ψυχῆς· τάχα γὰρ μοι καὶ ἀπὸ τούτου συγγνώσῃ, τὰ ἐγκλήματα ἀφείς. Πῶς οὖν σοι, πῶς αὐτὸν ἐκκαλύψωμεν; Εἰ μὲν σαφῶς ἐθέλοις ἰδεῖν, ἑτέρως οὐκ ἂν εἴη, ἀλλ’ ἢ τὴν καρδίαν γυμνώσαντα τὴν ἐμήν· ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, δι’ ἀμυδρᾶς τινοσ εἰκόνος, ὡς ἂν οἶός τε ᾧ, πειράσομαι σοι τὸν τῆς ἀθυμίας τέως ὑποδεῖξαι καπνόν· σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνον. Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ’ ἥλιον κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον, οἷον καὶ τὴν ἀνθρωπίνην ὑπερβαίνειν φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾷν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ ἀνδρῶν γένος, τῶν τε γενομένων, τῶν τε ἐσομένων ποτέ, πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι· καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὄρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει· τὸν δὲ ταύτης μνηστῆρα, μὴ διὰ ταῦτα μόνον περικαίεσθαι τῆς παρθένου, ἀλλὰ καὶ χωρὶς τούτων πάσχειν τι πρὸς αὐτήν, καὶ τῷ πάθει τούτῳ τοὺς μανικωτάτους τῶν πώποτε γενομένων ἀποκρύψαι ἐραστῶν· εἶτα μεταξὺ τῷ φίλτρῳ καιόμενον καὶ ἀκοῦσαί πόθεν· ὅτι τὴν θαυμαστὴν ἐρωμένην ἐκείνην τῶν εὐτελῶν τις καὶ ἀπεῤῥιμμένων ἀνδρῶν, καὶ δυσγενὴς καὶ τὸ σῶμα ἀνάπηρος, καὶ πάντων τῶν ὄντων μοχθηρότατος μέλλοι πρὸς γάμον ἄγεσθαι. Ἆρά σοι μικρὸν τι μέρος τῆς ἡμετέρας ὀδύνης παρεστήκαμεν, καὶ ἀρκεῖ μέχρι τούτου στῆσαι τὴν εἰκόνα; Τῆς μὲν ἀθυμίας ἕνεκεν ἀρκεῖν οἶμαι· καὶ γὰρ διὰ τοῦτο μόνον αὐτὴν παρειλήφαμεν· ἵνα δὲ σοι καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως ὑποδείξω τὸ μέτρον, ἐφ’ ἑτέραν πάλιν ἴωμεν ὑπογραφήν. Καὶ ἔστω στρατόπεδον ἐκ πεζῶν καὶ ἱππέων καὶ ναυμάχων συνειλεγμένον ἀνδρῶν, καὶ καλυπτέτω μὲν τὴν θάλατταν ὁ τῶν τριήρων ἀριθμός, καλυπτέτωσαν δὲ τὰ τῶν πεδίων πλήθη καὶ τὰς τῶν ὁρῶν κορυφὰς αἱ τῶν πεζῶν καὶ ἱππέων φάλαγγες· καὶ ἀντιλαμπέτω μὲν ἡλίῳ τῶν ὅπλων ὁ χαλκός, καὶ ταῖς ἐκεῖθεν πεμπομέναις ἀκτῖσιν ἡ τῶν περικεφαλαίων καὶ τῶν ἀσπίδων ἀνταφιέσθω μαρμαρυγή· ὁ δὲ τῶν δοράτων κτύπος καὶ ὁ τῶν ἵππων χρεμετισμὸς πρὸς αὐτὸν φερέσθω τὸν οὐρανόν· καὶ μήτε θάλασσα φαινέσθω μήτε γῇ, ἀλλὰ χαλκὸς καὶ σίδηρος πανταχοῦ· ἀντιπαραταττέσθωσαν δὲ αὐτοῖς καὶ πολέμιοι, ἄγριοί τινες ἄνδρες καὶ ἀνήμεροι· ἐνεστηκέτω δὲ ἤδη καὶ ὁ τῆς συμβουλῆς καιρός· εἶτα ἁρπάσας τὶς ἐξαίφνης μειράκιον τῶν ἐν ἀγρῷ τραφέντων καὶ τῆς πηκτίδος καὶ τῆς καλαύροπος πλέον εἰδότων οὐδέν, καθοπλιζέτω μὲν αὐτὸ ὅπλοις χαλκοῖς, περιαγέτω δὲ τὸ στρατόπεδον ἅπαν, καὶ δεικνύτω λόχους καὶ λοχαγούς, τοξότας, σφενδονήτας, ταξιάρχους, στρατηγούς, ὁπλίτας, ἱππέας, ἀκοντιστάς, τριήρεις, τριηράρχους, τοὺς ἐκεῖ πεφραγμένους στρατιώτας, τῶν ἐν ταῖς ναυσὶν ἀποκειμένων μηχανημάτων τὸ πλῆθος· δεικνύτω δὲ καὶ τὴν τῶν πολεμίων παράταξιν ἅπασαν, καὶ ὄψεις ἀποτροπαίους τινάς, καὶ σκευὴν ὅπλων ἐξηλλαγμένην, καὶ πλῆθος ἄπειρον, καὶ φάραγγας καὶ κρημνοὺς βαθεῖς καὶ δυσχωρίας ὁρῶν· δεικνύτω δὲ ἔτι παρὰ τοῖς ἐναντίοις καὶ πετομένους ἵππους διὰ τινος μαγγανείας, καὶ ὁπλίτας, δι’ ἀέρος φερομένους, καὶ πάσης γοητείας δύναμίν τε καὶ ἰδέαν· καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, καὶ τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην, καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα, ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάῤῥους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῷ κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας, καὶ βραχίονας καὶ τράχηλον, καὶ κνημῖδα, καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην, καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον· καταλεγέτω καὶ τὰ τοῦ ναυτικοῦ πάθη, τριήρεις τὰς μὲν ἐν μέσοις ἀναπτομένας τοῖς ὕδασι, τὰς δὲ αὐτοῖς ὁπλίταις καταδυομένας, τὸν τῶν ὑδάτων ἦχον, τὸν τῶν ναυτῶν θόρυβον, τὴν τῶν στρατιωτῶν βοήν, τὸν τῶν κυμάτων καὶ τῶν αἱμάτων ὁμοῦ μιγνύμενον ἄφρον καὶ ὁμοῦ τοῖς πλοίοις ἐπεισιόντα πᾶσι, τοὺς ἐπὶ τῶν καταστρωμάτων νεκρούς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοῦ αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους, καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν· καὶ πάσας ἀκριβῶς διδάξας τὰς τοῦ πολέμου τραγῳδίας, προστιθέτω καὶ τὰ τῆς αἰχμαλωσίας δεινά, καὶ τὴν παντὸς θανάτου χαλεπωτέραν δουλείαν· καὶ ταῦτα εἰπών, κελευέτω τὸν ἵππον ἀναβαίνειν εὐθέως, καὶ τοῦ στρατοπέδου παντὸς ἐκείνου στρατηγεῖν. Ἆρα οἴει πρὸς τὴν διήγησιν μόνην ἀρκέσειν τὸν μειρακίσκον ἐκεῖνον, ἀλλ’ οὐκ ἀπὸ πρώτης ὄψεως εὐθέως ἀφήσειν τὴν ψυχήν;


ιγ’. Καὶ μήτοι με νομίσῃς ἐπαίρειν τὸ πρᾶγμα τῷ λόγῳ· μηδ’ ὅτι τῷ σώματι τούτῳ καθάπερ τινὶ δεσμωτηρίῳ κατακλεισθέντες τῶν ἀοράτων οὐδὲν δυνάμεθα ἰδεῖν, μεγάλα τὰ εἰρημένα εἶναι νομίσῃς. Πολὺ γὰρ ταύτης τῆς μάχης μείζονα καὶ φρικωδεστέραν εἶδες ἄν, εἰ τοῦ διαβόλου τὴν ζοφωδεστάτην παράταξιν καὶ τὴν μανιώδη συμβολὴν τούτοις τοῖς ὀφθαλμοῖς ἰδεῖν ἠδυνήθης ποτέ. Οὐ γὰρ χαλκὸς ἐκεῖ καὶ σίδηρος, οὐδὲ ἵπποι καὶ ἅρματα καὶ τροχοί, οὐδὲ πῦρ καὶ βέλη, οὐδὲ ταῦτα τὰ ὁρατά, ἀλλ’ ἕτερα πολὺ τούτων φοβερώτερα μηχανήματα. Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων· ἀλλ’ ἀρκεῖ μόνῃ ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι τὴν ψυχήν, ἣν μὴ λίαν οὖσα γενναῖα τύχῃ, καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας. Καὶ εἲ γε ἦν δυνατόν, τὸ σῶμα ἀποδύντα τοῦτο, ἢ καὶ μετὰ αὐτοῦ τοῦ σώματος δυνηθῆναι καθαρῶς καὶ ἀφόβως ἅπασαν τὴν ἐκείνου παράταξιν καὶ τὸν πρὸς ἡμᾶς πόλεμον ὀφθαλμοφανῶς ἰδεῖν, εἶδες ἂν οὐ χειμάῤῥους αἱμάτων, οὐδὲ σώματα νεκρά, ἀλλὰ ψυχῶν πτώματα τοσαῦτα, καὶ τραύματα οὕτω χαλεπά, ὡς ἅπασαν ἐκείνην τοῦ πολέμου τὴν ὑπογραφήν, ἣν ἄρτι διῆλθον πρὸς σε, παίδων τινῶν ἀθύρματα εἶναι νόμισα, καὶ παιδιὰν μᾶλλον ἢ πόλεμον· τοσοῦτοι οἱ καθ’ ἑκάστην πληττόμενοι τὴν ἡμέραν. Τὰ δὲ τραύματα οὐκ ἴσην ἐργάζεται τὴν νέκρωσιν, ἀλλ’ ὅσον ψυχῆς καὶ σώματος τὸ μέσον, τοσοῦτον ἐκείνης καὶ ταύτης τὸ διάφορον. Ὅταν γὰρ λάβῃ τὴν πληγὴν ἡ ψυχὴ καὶ πέσῃ, οὐ κεῖται καθάπερ τὸ σῶμα ἀνεπαισθήτως, ἀλλὰ βασανίζεται μὲν ἐντεῦθεν ἤδη τῇ πονηρὰ συνειδήσει τηκομένη· μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγήν, κατὰ τὸν τῆς κρίσεως καιρὸν ἀθανάτῳ παραδίδοται τιμωρίᾳ. Εἰ δὲ τις ἀναλγήτως ἔχοι πρὸς τὰς τοῦ διαβόλου πληγάς, μεῖζον ὑπὸ τῆς ἀναισθησίας ἐκείνῳ γίνεται τὸ δεινόν· ὁ γὰρ ἐπὶ τῆς προτέρᾳ πληγῇ μὴ δειχθείς, εὔκολος δέχεται καὶ δευτέραν, καὶ μετ’ ἐκείνην ἑτέραν. Οὐ γὰρ διαλιμπάνει μέχρι καὶ τῆς ἐσχάτης ἀναπνοῆς παίων ὁ μιαρός, ὅταν εὕρῃ ψυχὴν ὑπτίαν, καὶ τῶν προτέρων καταφρονοῦσαν πληγῶν. Εἰ δὲ καὶ τῆς συμβολῆς τὸν τρόπον ἐξετάζειν ἐθέλοις, πολὺ ταύτην σφοδροτέραν καὶ ποικιλωτέραν ἴδοις ἄν. Οὔτε γὰρ κλοπῆς καὶ δόλου τοσαύτας τις οἶδεν ἰδέας, ὅσας ἐκεῖνος ὁ μιαρός· ταύτῃ γοῦν τὴν πλεῖον κέκτηται δύναμιν· οὔτε ἔχθραν τις οὕτως ἀκήρυκτον δύναται ἔχειν πρὸς τοὺς ἄγαν πολεμιωτάτους αὐτῷ, ὅσην πρὸς τὴν ἀνθρωπείαν φύσιν ὁ πονηρὸς δαίμων ἐκεῖνος. Καὶ τὴν προθυμίαν δὲ εἲ τις ἐξετάζει, μεθ’ ἧς μάχεται ἐκεῖνος, ἀνθρώποις μὲν ἐνταῦθα καὶ γελοῖον περιβαλεῖν· εἰ δὲ τις ὀργιλώτατα καὶ ἀπηνέστατα τῶν θηρίων ἐκλεξάμενος ἀντιτίθεται θέλοι τῇ τούτου μανίᾳ, πραότατα ὄντα καὶ ἡμερώτατα εὑρήσει τῇ παραβολῇ· τοσοῦτον οὗτος πνεῖ θυμόν, ταῖς ἡμετέραις προσβάλλων ψυχαῖς. Καὶ ὁ τῆς μάχης δὲ χρόνος ἐνταῦθα μὲν βραχύς, καὶ ἐν τῷ βραχεῖ δὲ αὐτῷ πολλαὶ αἱ ἀνακωχαί. Καὶ γὰρ καὶ νὺξ ἐπελθοῦσα, καὶ ὁ τοῦ σφάζειν κάματος, καὶ τροφῆς καιρός, καὶ πολλὰ ἕτερα διαναπαύειν τὸν στρατιώτην πέφυκεν, ὡς καὶ ἀποδύναι τὴν παντευχίαν, καὶ ἀναπνεῦσαι μικρόν, καὶ σίτῳ καὶ ποτῷ καταψύξαι, καὶ ἑτέροις πολλοῖς τὴν προτέραν ἀνακτήσασθαι δύναμιν. Ἐπὶ δὲ τοῦ πονηροῦ οὐκ ἔστι τὰ ὅπλα καταθέσθαι ποτέ, οὐκ ἔστιν ὕπνον ἄρασθαι τὸν βουλόμενον ἄτρωτον μένειν διαπαντός. Ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ πεσεῖν καὶ ἀπολέσθαι γυμνωθέντα, ἢ διὰ παντὸς καθωπλισμένον ἑστῶτα καὶ ἐγρηγορότα εἶναι. Καὶ γὰρ ἐκεῖνος διαπαντὸς ἕστηκε μετὰ τῆς αὐτοὺς παρατάξεως, τὰς ἡμετέρας ῥᾳθυμίας παρατηρῶν, πλείονα τε εἰσφέρων σπουδὴν εἰς τὴν ἡμετέραν ἀπώλειαν, ἢ εἰς τὴν σωτηρίαν ἡμεῖς τὴν ἑαυτῶν. Καὶ τὸ μὴ ὁρᾶσθαι δὲ αὐτὸν ὑφ’ ἡμῶν, καὶ τὸ ἐξαπίνης ἐπιτίθεσθαι (ἃ μάλιστα τῶν μυρίων ἐστὶν αἴτια κακῶν) τοῖς οὐκ ἐγρηγοροῦσι διαπαντὸς πολὺ τοῦτον ἀπορώτερον ἐκείνου δείκνυσι τὸν πόλεμον. Ἐνταῦθα οὖν ἡμᾶς ἤθελες στρατηγεῖν τοῖς στρατιώταις τοῦ Χριστοῦ; Ἀλλὰ τῷ διαβόλῳ τοῦτο ἦν στρατηγεῖν. Ὅταν γὰρ ὁ διατάττειν καὶ διακοσμεῖν τοὺς λοιποὺς ὀφείλων, πάντων ἀπειρότατος καὶ ἀσθενέστατος ᾗ, προδοὺς ὑπὸ τῆς ἀπειρίας τοὺς πιστευθέντας, τῷ διαβόλῳ μᾶλλον ἐστρατήγησεν ἢ τῷ Χριστῷ. Ἀλλὰ τὶ στένεις, τὶ δακρύεις; Οὐ γὰρ θρήνων ἄξια τὰ κατ’ ἐμὲ νῦν, ἀλλ’ εὐφροσύνης καὶ χαρᾶς. ΒΑΣΙΛΕΙΟΣ. Ἀλλ’ οὐχὶ καὶ τὰ ἐμά, φησίν, ἀλλὰ μυρίων ἄξια ταῦτα κοπετῶν· νῦν γὰρ μόλις ἠδυνήθην συνιδεῖν οἷ τῶν κακῶν μὲ ἤγαγες. Ἐγὼ μὲν γὰρ εἰσῆλθον πρὸς σέ, ὃ τι πότε ὑπὲρ σοῦ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογήσομαι, δεόμενος μαθεῖν· σὺ δὲ με ἐκπέμπεις ἑτέραν ἀνθ’ ἑτέρας φροντίδα ἐνθείς. Οὐ γὰρ ἔτι μοι μέλλει, τὶ πρὸς ἐκείνους ὑπὲρ σοῦ, ἀλλὰ τὶ πρὸς τὸν Θεὸν ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν ἀπολογήσομαι κακῶν. Πλὴν ἀλλὰ σοῦ δέομαι καὶ ἀντιβολῶ, εἲ τι σοὶ μέλει τῶν ἐμῶν, εἲ τις παράκλησις ἐν Χριστῷ, εἲ τι παραμύθιον ἀγάπης, εἲ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ (καὶ γὰρ οἶδας, ὅτι με μάλιστα πάντων αὐτὸς εἰς τοῦτον τὸν κίνδυνον ἤγαγες), χεῖρα ὄρεξον, καὶ λέγων καὶ πράττων τὰ δυνάμενα ἡμᾶς ἀνορθοῦν· μηδὲ ἀνάσχῃ πρὸς γοῦν τὸ βραχύτατον ἡμᾶς ἀπολιπεῖν, ἀλλὰ νῦν μᾶλλον ἣ πρότερον κοινὰς ποιεῖσθαι τὰς διατριβάς. ΧΡΥΣΟΣΤ. Ἐγὼ δὲ μειδιάσας, Καὶ τὶ συμβαλέσθαι, ἔφην, τὶ δὲ σε ὀνῆσαι δυνήσομαι πρὸς τοσοῦτον πραγμάτων ὄγκον; Πλὴν ἀλλ’ ἐπειδὴ σοι τοῦτο ἡδύ, θαῤῥεῖ, ὦ φίλη κεφαλή· τὸν γὰρ καιρὸν καθ’ ὃν ἂν ἐξῇ σοι τῶν ἐκεῖθεν φροντίδων ἀναπνεῖν, καὶ παρέσομαι, καὶ παρακαλέσω, καὶ τῶν εἰς δύναμιν τὴν ἐμὴν ἐλλείψω οὐδέν. Ἐπὶ τούτοις πλέον ἐκεῖνος δακρύσας ἀνίσταται· ἐγὼ δὲ αὐτῷ περιχυθείς, καὶ καταφιλήσας τὴν κεφαλήν, προὔπεμπον, παρακαλῶν γενναίως φέρειν τὸ συμβεβηκός. Πιστεύω γάρ, ἔφην, τῷ καλέσαντί σε Χριστῷ, καὶ τοῖς ἰδίοις ἐπιστήσαντι προβάτοις, ὅτι τοσαύτην ἐκ τῆς διακονίας ταύτης κτήσῃ τὴν παῤῥησίαν, ὡς καὶ ἡμᾶς κατὰ τὴν ἡμέραν ἐκείνην κινδυνεύοντας εἰς τὴν αἰώνιον σου δέξασθαι σκηνήν.


Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο

Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

 http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |