ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Δεύτερος Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Δεύτερος Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν



Ιωάννης Χρυσόστομος
Τόμος 48
Λόγος Δεύτερος

Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης

α’. Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾗ, πάντων ἐστὶν ἐναργέστερον. Ἡ μὲν οὖν παράνομος αὐτῶν νηστεία μετὰ πέντε λοιπὸν ἡμέρας ἐφίσταται· ἐγὼ δὲ πρὸ δέκα ἡμερῶν, ἢ καὶ πλειόνων, προλαβὼν ἐποιησάμην πρὸς ὑμᾶς τὴν παραίνεσιν, ὥστε ἀσφαλίσασθαι τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, ὅτι πρὸ τοσούτων ἡμερῶν αὐτὸν προεβαλόμεθα. Καὶ γὰρ πυρετοῦ προσδοκωμένου, ἢ καὶ ἑτέρου τινὸς νοσήματος, προλαμβάνοντες τὸ τοῦ μέλλοντος ἁλώσεσθαι σῶμα πολλαῖς ἀσφαλίζονται θεραπείαις, ἐπειγόμενοι πρὸ τῆς πείρας τῆς ἐφόδου τῶν μελλόντων αὐτὸ ἐξαρπάσαι δεινῶν.


 Ἐπεὶ οὖν καὶ ἡμεῖς ὁρῶμεν νόσον χαλεπωτάτην προσιέναι μέλλουσαν, ἄνωθεν καὶ πρὸ πολλοῦ διεμαρτυράμεθα τοῦ χρόνου, ὥστε πρὸς τῆς πείρας τοῦ κακοῦ τὴν διόρθωσιν. Διὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ’ ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι. Οὕτω που καὶ οἱ γάμους ἐπιτελοῦντες, καὶ δεῖπνα πολυτελῆ κατασκευάζοντες ποιοῦσιν· οὐ παρ’ αὐτὰς τὰς ἡμέρας, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου ἁλιεῦσιν ἰχθύων καὶ ὀρνίθων θηραταῖς διαλέγονται, ἵνα μηδὲν αὐτοῖς ἀπὸ τῆς τοῦ καιροῦ στενοχωρίας γένηται κώλυμα πρὸς τὴν τῆς τραπέζης παρασκευήν. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐμέλλομεν ὑμῖν παρατιθέναι τράπεζαν κατὰ τῆς Ἰουδαίων ἀναισθησίας, προλαβόντες ὑμῖν τοῖς ἁλιεῦσι διελέχθημεν, ἵνα σαγηνεύσητε τῶν ἀδελφῶν τῶν ὑμετέρων τοὺς ἀσθενεστέρους, καὶ πρὸς τὴν ἀκρόασιν τῶν ἡμετέρων ἀγάγητε λόγων. Ὅσοι μὲν οὖν ἡλιεύσατε, καὶ εἴσω τῶν δικτύων ἔχετε μετὰ ἀσφαλείας, μείνατε ἐπισφίγγοντες αὐτοὺς τῷ λόγῳ τῆς παραινέσεως· ὅσοι δὲ μηδέπω τῆς καλῆς ταύτης ἐκρατήσατε θήρας, ἱκανὴν ἔχετε προθεσμίαν, τὰς πέντε ταύτας ἡμέρας, ὥστε περιγενέσθαι τῆς ἄγρας. Ἀναπετάσωμεν τοίνυν τὰ δίκτυα τῆς διδασκαλίας, περιστῶμεν κύκλῳ, καθάπερ κύνες θηρατικοί, πάντοθεν αὐτοὺς συνελαύνοντες εἰς τοὺς τῆς ἐκκλησίας νόμους. Ἐπαγάγωμεν δὲ αὐτοῖς, εἰ δοκεῖ, ὥσπερ τινὰ κυνηγέτην ἄριστον, τὸν μακάριον Παῦλον βοῶντα καὶ λέγοντα· «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Καὶ γὰρ πολλὰ τῶν ἀνημέρων ζῴων καὶ ἐξηγριωμένων, ἐπειδὰν ὑπὸ θάμνον κρυπτομένα τύχη τῆς τοῦ κυνηγέτου φωνῆς ἀκούσαντα, ἐξάλλεται μὲν ἀπὸ τοῦ φόβου, συνελαυνόμενα δὲ τῆς τῆς φωνῆς ἀνάγκη, καὶ ἄκοντα πολλάκις ὑπὸ τῆς βοῆς συνωθούμεθα, εἰς αὐτὰ ἐμπίπτει τὰ θήρατρα· οὕτω καὶ οἱ ἀδελφοὶ οἱ ὑμέτεροι, οἱ καθάπερ ἐν θάμνῳ τινί, τῷ ἰουδαϊσμῷ, κρυπτόμενοι, ἂν τῆς Παύλου φωνῆς ἀκούσωσιν, εὖ οἱδ’ ὅτι ῥᾳδίως εἰς τὰ τῆς σωτηρίας ἐμπεσοῦνται δίκτυα, καὶ πᾶσαν τὴν Ἰουδαϊκὴν ἀποθήσονται πλάνην. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ’ ὁ Χριστὸς ὁ κινῶν τὴν ἐκείνου ψυχήν. Ὥστε ὅταν ἀκούσῃς αὐτοῦ βοῶντος καὶ λέγοντος, «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», τὴν φωνὴν εἶναι Παύλου μόνην νόμιζε, τὸ νόημα δὲ καὶ τὸ δόγμα τοῦ ἔνδοθεν αὐτῷ ἐνηχοῦντος Χριστοῦ.
Ἀλλ’ ἴσως εἴποι τις ἄν, καὶ τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, ὡς πᾶσαν ἀνόνητον ποιῆσαι τοῦ Χριστοῦ τὴν οἰκονομίαν; Ναί, τοσαύτην τῆς περιτομῆς ἡ βλάβη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην. Ἦν ποτε καιρός, ὅτε χρήσιμος ἦν καὶ ἀναγκαῖος ὁ νόμος· νῦν οὖν ἐπαύσατο καὶ ἀργεῖ. Ἂν τοίνυν ἀκαίρως αὐτὸν ἐπισπάσῃ, ἀνόνητόν σοι ποιεῖ τοῦ θεοῦ τὴν δωρεάν. Διὰ τοῦτο Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, ἐπειδὴ μὴ βούλεσθε προσελθεῖν. Καὶ γὰρ εἲ τις ἐπὶ μοιχεία καὶ τοῖς αἰσχίστοις ἁλοὺς τὸ δεσμωτήριον οἰκοίη, εἶτα μελλούσης αὐτῷ τῆς δίκης εἰσάγεσθαι, καὶ τῆς καταδικαζούσης φέρεσθαι ψήφου, ἔλθοι βασιλέως ἐπιστολὴ τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἀφεῖσα ἄνευ λόγου τινὸς καὶ ἐξετάσεως, ὁ δὲ μὴ βουληθεὶς ἀπολαῦσαι τῆς δωρεᾶς, ἕλοιτο καὶ φιλονεικοίη δικάζεσθαι μᾶλλον καὶ λόγους καὶ εὐθύνας ὑπέχειν, οὐ δυνήσεται λοιπὸν ἀπολαῦσαι τῆς χάριτος· ὑπεύθυνον γὰρ ἑαυτὸν δικαστηρίῳ καὶ ψήφῳ καὶ ἐξετάσει ποιήσας, ἑκὼν τῆς δωρεᾶς ἑαυτὸν ἐξέβαλε τῆς βασιλικῆς. Οὕτω καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Σκοπεῖτε δὲ ἑάλω πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἐπὶ τοῖς αἰσχίστοις κακοῖς· «Πάντες γὰρ ἥμαρτον», φησί· καὶ ὥσπερ ἐν δεσμωτηρίῳ, τῇ κατάρᾳ τῆς παρανομίας ἦσαν συγκεκλεισμένοι· ἔμελλεν ἀπόφασις κατ’ αὐτῶν φέρεσθαι ψήφου· ἦλθεν ἐπιστολὴ βασιλέως ἐκ τῶν οὐρανῶν, μᾶλλον δὲ αὐτὸς ὁ βασιλεὺς ἦλθεν, ἄνευ ἐξετάσεως καὶ τοῦ τὰς εὐθύνας λαβεῖν, πάντας τῶν δεσμῶν τῆς ἁμαρτίας ἀφιείς.


β’. Οἱ μὲν οὖν προσδραμόντες ἅπαντες ἀπολαύουσι τῆς δωρεᾶς, σῳζόμενοι χάριτι· οἱ δὲ ἀπὸ νόμου δικαιοῦσθαι θέλοντες, καὶ τῆς χάριτος ἐκπεσοῦνται. Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς, οἴκοθεν φιλονεικοῦντες σωθῆναι, καὶ τὴν ἐκ τοῦ νόμου κατάραν καθ’ ἑαυτῶν ἐπισπάσονται, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Διὰ τοῦτο λέγει· «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Ὁ γὰρ ἐξ ἔργων νομικῶν σωθῆναι φιλονεικῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὴν χάριν. Ὅπερ οὖν καὶ αὐτὸ Παῦλος αἰνιττόμενος ἔλεγεν· «Εἰ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔστι χάρις· εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον». Καὶ πάλιν· «Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε». Καὶ πάλιν· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε». Ἐθανατώθης τῷ νόμῳ, νεκρὸς γέγονας, οὐκέτι λοιπὸν ἐπὶ τὸν ζυγόν, οὐδὲ ὑπὸ τὴν ἀνάγκην εἶ τὴν ἐκείνου. Τὶ τοίνυν φιλονεικεῖς σαυτῷ πράγματα παρέχειν εἰκῆ καὶ μάτην; Ἀλλὰ γὰρ καὶ τίνος ἕνεκεν τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν ὁ Παῦλος ἐνταῦθα, καὶ οὐκ εἶπεν ἁπλῶς· Ἴδε ἐγὼ λέγω ὑμῖν; Ἀναμνῆσαι βουλόμενος αὐτοὺς τῆς σπουδῆς ἧς περὶ τὸν ἰουδαϊσμὸν ἐπεδείξατο. Εἰ μὲν γὰρ ἤμην, φησίν, ἐξ ἐθνῶν, καὶ ἀγνοῶν τὰ Ἰουδαϊκά, ἴσως ἂν τις εἴπει ὅτι διὰ τὸ μὴ μετεσχηκέναι με της πολιτείας ἐκείνης, ἀγνοῶν τῆς περιτομῆς τὴν ἰσχύν, ἐκβάλλω τῶν τῆς ἐκκλησίας δογμάτων αὐτήν. Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ τέθεικεν, εἰς μνήμην ἄγων αὐτοὺς ὧν ἐποίησεν ὑπὲρ τοῦ νόμου· μονονουχὶ λέγων· Οὐκ ἀπεχθείᾳ τῆς περιτομῆς τοῦτο ποιῶ, ἀλλ’ ἐν ἐπιγνώσει τῆς ἀληθείας. Ἐγὼ Παῦλος τοῦτο λέγω, Παῦλος ἐκεῖνος ὁ ἐν περιτομὴ ὀκταήμερος, ὁ ἐκ γένους Ἰσραηλίτης, Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ φυλῆς Βενιαμίν, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, ὁ εἰσπορευόμενος εἰς τὰς οἰκίας καὶ σύρων ἄνδρας καὶ γυναῖκας, καὶ παραδιδοὺς εἰς φυλακήν· ἅπερ ἅπαντα καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι δύναιτ’ ἄν, ὡς οὐκ ἔχθρᾳ τινί, οὐδὲ ἄγνοια τῶν Ἰουδαϊκῶν, ἀλλ’ ἐπιγνώσει τῆς ἀληθείας τῆς ὑπερεχούσης τοῦ Χριστοῦ, τοῦτον τέθεικα τὸν νόμον. «Μαρτύρομαι δὲ πάλιν, φησί, παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». Διὰ τὶ οὐκ εἶπε· Παραγγέλλω δέ, ἢ ἐντέλλομαι δέ, ἢ λέγω δέ, ἀλλά, Μαρτύρομαι; Ἵνα διὰ τοῦ ῥήματος τούτου τοῦ δικαστηρίου τοῦ μέλλοντος ἡμᾶς ἀνάμνηση· ὅπου γὰρ μάρτυρες, ἐκεῖ δικαστήριον καὶ ψῆφος. Φοβεῖ τοίνυν τὸν ἀκροατήν, ἀναμιμνήσκων τοῦ βασιλικοῦ θρόνου, καὶ δεικνὺς ὅτι οὗτοι οἱ λόγοι μάρτυρες ἔσονται αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἕκαστος τῶν ἑαυτῷ πεπραγμένων, καὶ ὧν εἶπε καὶ ὧν ἤκουσεν, ὑπέχῃ λόγον. Ταῦτα ἤκουον μὲν τότε Γαλάται, ἀκουέτωσαν δὲ καὶ νῦν οἱ τὰ Γαλάτων νοσοῦντες, εἰ καὶ μὴ πάρεισιν· ἀλλὰ δι’ ὑμῶν ἀκουέτωσαν βοῶντος Παύλου καὶ λέγοντος· «Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι».
Μὴ γὰρ μοι εἴπῃς ὅτι μία ἐντολὴ ἐστιν ἡ περιτομή· ἡ μία ἐντολὴ ἐκείνη ὁλόκληρον ἐπιτίθησί σοι τοῦ νόμου τὸν ζυγόν. Ὅταν γὰρ διὰ τοῦ μέρους εἰσάγῃς σαυτὸν εἰς τὴν τοῦ νόμου δεσποτείαν, ἀνάγκη καὶ τὰ λοιπὰ πείθεσθαι ἐπιτάττοντι· μὴ πληροῦντα δὲ ἀνάγκη πᾶσα κολάζεσθαι καὶ τὴν ἀρὰν ἕλκειν. Καὶ καθάπερ εἰς παγίδα ἐμπεσόντος στρουθοῦ, κἂν ὁ ποὺς κατέχηται μόνον, καὶ τὸ λοιπὸν ἅπαν ἑάλω σῶμα· οὕτω καὶ ὁ μίαν ἐντολὴν τοῦ νόμου πληρῶν, κἂν περιτομήν, κἂν νηστείαν, ἅπασαν ἑαυτοῦ τὴν ἐξουσίαν διὰ τῆς μιᾶς ταύτης τῷ νόμῳ παρέδωκε, καὶ οὐ δυνήσεται διαφυγεῖν, ἕως ἂν αὐτῷ κἂν ἐκ μέρους πείθεσθαι βούληται. Ταῦτα οὐ κατηγοροῦντες τοῦ νόμου λέγομεν, μὴ γένοιτο! Ἀλλὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Χριστοῦ χάριτος δεῖξαι βουλόμενοι. Οὐ γὰρ ἐστιν ὁ νόμος ἐναντίος τῷ Χριστῷ· πῶς γὰρ ὁ ὑπ’ αὐτοῦ δοθείς, ὁ πρὸς αὐτὸν ἡμᾶς παιδαγωγῶν; Ἀλλὰ διὰ τὴν ἄκαιρον φιλονεικίαν τῶν οὐκ εἰς δέον αὐτῷ χρωμένων πάντα ταῦτα λέγειν ἀναγκαζόμεθα. Ἐκεῖνοι γὰρ εἰσιν οἱ τὸν νόμον ὑβρίζοντες, οἱ κελεύοντες ἀποστῆναι καθάπαξ αὐτοῦ, καὶ τῷ Χριστῷ προσελθεῖν, καὶ ἀντεχόμενοι πάλιν αὐτοῦ. Ἐπεὶ ὅτι μέγιστα τὴν φύσιν ὠφέλησε τὴν ἡμετέραν ὁ νόμος, ὁμολογῶ κἀγώ, καὶ οὐκ ἂν ἀρνηθείην ποτέ. Ἀλλ’ ὁ παρὰ καιρὸν ἀντεχόμενος αὐτοῦ σὺ οὐ συγχωρεῖς φανῆναι τῆς ὠφελείας αὐτοῦ τὸ μέγεθος. Καθάπερ γὰρ παιδαγωγοῦ μέγιστον ἐγκώμιον γένοιτ’ ἂν τὸ μηκέτι δεῖσθαι τῆς πὰρ’ αὐτοῦ φυλακῆς εἰς σωφροσύνην τὸν ὑπ’ αὐτοῦ παιδαγωγηθέντα νέον, εἰς μείζονα ἐπιδόντα ἀρετήν· οὕτω καὶ νόμῳ μέγιστος ἔπαινος γένοιτ’ ἄν, τὸ μηκέτι χρείαν ἔχειν ἡμᾶς τῆς παρ’ αὐτοῦ βοηθείας. Αὐτὸ γὰρ δὴ τοῦτο παρὰ τοῦ νόμου γέγονεν ἡμῖν, τὸ πρὸς μείζονος φιλοσοφίας ὑποδοχὴν ἐπιτηδειοτέραν ἡμῖν γενέσθαι τὴν ψυχήν. Ὥστε ὁ μὲν ἔτι παρακαθήμενος αὐτῷ, καὶ μὴ δυνάμενος μεῖζόν τι τῶν ἐκεῖ γεγραμμένων ἰδεῖν, οὐδὲν ἐκέρδανε παρ’ αὐτοῦ μέγα.Λ ἐγὼ δὲ ὁ τοῦτον μὲν ἀφείς, πρὸς δὲ τὰ ὑψηλοτέρα τοῦ Χριστοῦ δόγματα δραμών, μάλιστα ἂν αὐτὸν δυναίμην σεμνύνειν, ὅτι με τοιοῦτον εἰργάσατο, ὡς δυνηθῆναι τῶν ἐν αὐτῷ γεγραμμένων τὴν σμικρότητα ὑπερβάντα, πρὸς τὸ τῆς διδασκαλίας ὕψος ἀναβῆναι τῆς παρὰ τοῦ Χριστοῦ γενομένης ἡμῖν.
Μεγάλα τὴν φύσιν τὴν ἡμετέραν ὠφέλησεν ὁ νόμος, ἀλλ’ ἐὰν τῷ Χριστῷ προσαγάγῃ γνησίως· ὡς ἐὰν μὴ τοῦτο ᾗ, καὶ κατέβλαψε, μειζόνων ἀποστερήσας ἡμᾶς τῇ τῶν ἐλαττόνων προσεδρίᾳ, καὶ τῷ πάλιν ἐν τοῖς μυρίοις τῶν παραβάσεως τραύμασιν ἔτι κατέχειν. Καὶ γὰρ εἰ δυοῖν παραβάσεων τραύμασιν ἔτι κατέχειν. Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων ὀδύνης τὸν ἄῤῥωστον... (λείπει)...


γ’. ... «Ὁ ἀδελφὸς σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν προσέφερε τὸ δῶρόν σου». Οὐκ εἶπε, Σύστειλον τὴν θυσίαν, καὶ τότε ἄπελθε, ἀλλ’, Ἄφες μένειν ἀπλήρωτον, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου. Καὶ ἐνταῦθα τοῦτο μόνον ἐποίησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐὰν μὲν γὰρ ἄπιστον ἔχῃ γυναῖκά τις, τουτέστιν, Ἑλληνικά, οὐκ ἀναγκάζεται ἐκβαλεῖν. «Εἲ τις γάρ, φησίν, ἔχει γυναῖκα ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν»· ἂν δὲ πόρνην καὶ μοιχαλίδα, οὐ κωλύεται ἐκβάλλειν· «Ὃς γὰρ ἄν, φησίν, ἀπολύσει τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι». Ὥστε ἐπὶ λόγου πορνείας ἔξεστιν ἀπολῦσαι. Εἶδες φιλανθρωπίαν Θεοῦ καὶ κηδεμονίαν. Ἂν Ἑλληνὶς ᾗ, φησίν, ἡ γυνή, μὴ ἐκβάλλῃς· ἂν δὲ πόρνη, οὐ κωλύω τοῦτο ποιῆσαι. Ἂν εἰς ἐμέ, φησίν, ἀσεβήσῃ, μὴ ἐκβάλλῃς· ἂν δὲ εἰς σὲ ὑβρίσῃ, οὐδεὶς ὁ κωλύων ἐκβαλεῖν. Εἶτα ὁ μὲν Θεὸς τοσαύτη τιμῇ κέχρηται πρὸς ἡμᾶς, ἡμεῖς δὲ οὐδὲ τῶν ἴσων αὐτὸν ἀξιώσομεν, ἀλλ’ ὑβριζόμενον αὐτὸν παρὰ τῶν ἡμετέρων περιοψόμεθα γυναικῶν, καὶ ταῦτα εἰδότες, ὅτι μεγίστη κόλασις ἡμῖν ἀποκείσεται καὶ τιμωρία, ὅταν τῆς τῶν γυναικῶν ὑπερορῶμεν σωτηρίας; Διὰ γὰρ τοῦτο κεφαλὴν σε τῆς γυναικὸς ἐποίησε, διὰ τοῦτο καὶ ὁ Παῦλος ἐκέλευσεν· «Εἲ τι μαθεῖν θέλουσιν αἱ γυναῖκες, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτᾶν, ἵνα ὥσπερ διδάσκαλος καὶ κηδεμὼν καὶ προστάτης, εἰς εὐσέβειαν αὐτὴν ἐνάγῃς». Ὑμεῖς δέ, ὅταν μὲν καιρὸς συνάξεως πρὸς τὴν ἐκκλησίαν καλῇ, ῥᾳθυμούσας οὐ διεγείρετε· τοῦ δὲ διαβόλου πρὸς τὰς σάλπιγγας αὐτὰς καλοῦντος, ἑτοίμως ἐπακούσας οὐκ κατέχετε, ἀλλὰ περιορᾶτε τοῖς τῆς ἀσεβείας ἐγκλήμασιν ἁλισκομένας, καὶ πρὸς ἀκολασίαν ἐξελκομένας. Καὶ γὰρ πόρναι καὶ μαλακοὶ καὶ πᾶς ὁ τῆς ὀρχήστρας χορὸς ἐκεῖ συντρέχειν εἰώθασι.
Καὶ τὶ λέγω πορνείας τὰς γινομένας; Οὐ δέδοικας μὴ δαίμονα λαβοῦσα ἐκεῖθεν ἐπανέλθῃ ἡ γυνή; Οὐκ ἤκουσας ἐν τῇ προτέρα διαλέξει σαφῶς ἀποδείξαντος ἡμῖν τοῦ λόγου, ὅτι καὶ τὰς ψυχὰς αὐτὰς τῶν Ἰουδαίων καὶ τοὺς τόπους, ἐν οἷς συλλέγονται, δαίμονες κατοικοῦσι; Πῶς οὖν, εἰπὲ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν; Πῶς δὲ οὐ φρίττεις ἀπελθὼν καὶ κοινωνήσας ἐκείνοις τοῖς τὸ αἷμα ἐκχέασι τοῦ Χριστοῦ, ἐλθεῖν καὶ κοινωνῆσαι τῆς ἱερᾶς τραπέζης, καὶ τοῦ αἵματος μετασχεῖν τοῦ τιμίου; Οὐ φρίττεις, οὐ δέδοικας τοιαῦτα παρανόμων; Τὴν τράπεζαν αὐτὴν οὐκ ἀιδῆ; Ταῦτα πρὸς ὑμᾶς ἐγὼ διελέχθην, ταῦτα πρὸς ἐκείνους ὑμεῖς, κἀκεῖνοι πρὸς τὰς ἑαυτῶν γυναῖκας· «Εἷς τὸν ἕνα οἰκοδομεῖτε». Κἂν μὲν κατηχούμενος ᾗ ὁ τὰ τοιαῦτα νοσῶν, τῶν προθύμων εἰργέσθω· ἂν δὲ πιστὸς καὶ μεμυημένος, τῆς ἱερᾶς τραπέζης ἀπελαυνέσθω. Οὐ γὰρ πάντα τὰ ἁμαρτήματα παραινέσεως δεῖται καὶ συμβουλῆς, ἀλλ’ ἔστιν ἃ τομῇ συντόμῳ καὶ ὀξυτάτῃ διορθοῦσθαι πέφυκε. Καὶ καθάπερ τῶν τραυμάτων τὰ μὲν ἀνεκτοτέρα προσηνεστέροις εἴκει φαρμάκοις, τὰ δὲ σεσηπότα καὶ ἀνίατα καὶ τὸ λοιπὸν ἐπινεμόμενα σῶμα, αἰχμῆς σιδήρου δεῖται καὶ φλογός· οὕτω δὴ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὰ μὲν παραινέσεως μακροτέρας χρείαν ἔχοντα, τὰ δὲ ἐλέγχων ἀποτόμων. Διόπερ καὶ ὁ Παῦλος ἐκέλευσε μὴ πάντα παραινεῖν, ἀλλὰ καὶ ἐλέγχειν ἀποτόμως, οὕτω λέγων· «Δι’ ἢν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως». Ἐλέγξω μὲν οὖν αὐτοὺς ἀποτόμως νῦν, ἵνα ἐπὶ τοῖς φθάσασιν αἰσχυνθέντες καὶ καταγνόντες ἑαυτῶν, μηκέτι τὴν ἀπὸ τῆς παρανόμου νηστείας δέξωνται λύμην. Διὰ ταῦτα καὶ ἐγὼ τὴν παραίνεσιν λοιπὸν ἀφείς, μαρτύρομαι καὶ βοῶ· «Εἲ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἔστω ἀνάθεμα»· τοῦ δὲ μὴ φιλεῖν τὸν Κύριον τὶ μεῖζον ἂν γένοιτο τεκμήριον, ἀλλ’ ἢ ὅταν τοὺς ἀποκτείνοντας αὐτὸν κοινωνοὺς ἔχῃ τις τῆς ἑορτῆς. Τούτους οὐκ ἐγὼ ἀνεθεμάτισα, ἀλλὰ Παῦλος· μᾶλλον δὲ οὐδὲ Παῦλος, ἀλλ’ ὁ Χριστός, ὁ δι’ ἐκείνου λαλῶν, καὶ ὁ ἐν τοῖς ἔμπροσθεν εἰπών, ὅτι «Ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐξέπεσον». Ταῦτα εἴπατε πρὸς αὐτοὺς τὰ ῥήματα, καὶ τὰς ἀποφάσεις αὐτοῖς ἀναγνῶτε, καὶ μετὰ πάσης σπουδῆς αὐτοὺς διασώσαντες, καὶ τῆς τοῦ διαβόλου φάρυγγος ἐξαρπάσαντες, ἀγάγετε τῇ ἡμέρᾳ τῆς νηστείας ἡμῖν, ἵνα καὶ τὴν λείπουσαν ὑμῖν ὑπόσχεσιν ἀποδόντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι μετὰ τῶν ἀδελφῶν τῶν ἡμετέρων δοξάσωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |