ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη

Κυριακή 23 Οκτωβρίου 2016

Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη




Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν τῷ μεγέθει  τῶν  δοθέντων,  πάλιν  ἑτέραν  ἐπίτασιν  εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν  τις αὐτὸν ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τις κτιστὴ δύναμις,  ἀλλὰ  μόνος  ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει. ∆ιὸ καὶ οὐχ ἁπλῶς  κεκρυμμένον εἶπεν, ἀλλ' Ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δὲ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησὶν,  ἐξ ἀρχῆς. Καὶ μυστήριον  εἰκότως  καλεῖ,  ὃ οὐδεὶς  ᾔδει πλὴν  ὁ Θεός. Καὶ ποῦ κεκρυμμένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος  σὺ εἶ. Νυνὶ δὲ ἐφανερώθη,  φησὶ, τοῖς ἁγίοις αὐτοῦ.


Ὥστε τῆς τοῦ Θεοῦ οἰκονομίας ἐστὶ τὸ ὅλον. Νυνὶ δὲ, φησὶν, ἐφανερώθη. Οὐκ εἶπεν, Ἐγένετο, ἀλλ', Ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ. Ὥστε καὶ νῦν ἔτι κρύπτεται, εἴπερ τοῖς ἁγίοις ἐφανερώθη μόνοις. Μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασι, διὰ τί μόνοις, Οἷς ἠθέλησε, φησίν. Ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν. Οἷς ἠθέλησεν ὁ Θεὸς, φησὶ, γνωρίσαι. Τὸ δὲ θέλειν  αὐτοῦ, οὐκ ἄλογον. Τοῦτο δὲ εἶπε, χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι μέγα φρονεῖν. Τίς ὁ πλοῦτος  τῆς  δόξης τοῦ μυστηρίου τούτου  ἐν  τοῖς  ἔθνεσι. Σεμνῶς  εἶπε, καὶ ὄγκον ἐπέθηκεν,  ἀπὸ  πολλῆς  διαθέσεως  ἐπιτάσεις  ζητῶν  ἐπιτάσεων.  Καὶ γὰρ  καὶ  τοῦτο ἐπιτάσεως,  τὸ ἀορίστως εἰπεῖν,  Ὁ Πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου  ἐν τοῖς ἔθνεσι. Μάλιστα μὲν γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται,  καθὼς καὶ ἀλλαχοῦ φησι, Τὰ δὲ ἔθνη ὑπὲρ  ἐλέους δοξάσαι τὸν Θεόν· φαίνεται  δὲ καὶ ἐν ἑτέροις, πολλῷ  δὲ πλέον ἐν τούτοις  ἡ πολλὴ  τοῦ μυστηρίου δόξα. Τὸ γὰρ ἀθρόως  ἀνθρώπους  λίθων ἀναισθητοτέρους  εἰς ἀγγέλων  ἀγαγεῖν ἀξίωμα ἁπλῶς διὰ ψιλῶν  ῥημάτων καὶ πίστεως μόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· ὥσπερ ἂν εἴ τις κύνα λιμῷ καὶ ψώρᾳ διεφθαρμένον,  αἰσχρόν τινα καὶ δυσειδῆ καὶ οὐδὲ κινεῖσθαι δυνάμενον, ἀλλ' ἐῤῥιμμένον,  ἐξαίφνης  καὶ  ἄνθρωπον  ποιήσειε,  καὶ  ἐπὶ  τοῦ  θρόνου  δείξειε  τοῦ βασιλικοῦ. Ὅρα γάρ· τοὺς λίθους προσεκύνουν, καὶ τὴν γῆν· ἔμαθον ὅτι καὶ οὐρανοῦ καὶ ἡλίου ἀμείνους εἰσὶ, καὶ ὁ κόσμος ἅπας αὐτοῖς δουλεύει· αἰχμάλωτοι  καὶ δεσμῶται ἦσαν τοῦ διαβόλου· ἀθρόον γεγόνασιν  αὐτοῦ τῆς κεφαλῆς  ἐπάνω  καὶ ἐπέταττον  αὐτῷ, καὶ ἐμάστιζον αὐτόν· δαιμόνων  ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων  ∆εσπότου καὶ τῶν ἀρχαγγέλων  γεγόνασι σῶμα· οὐδὲ τί ἐστι Θεὸς εἰδότες, γεγόνασιν ἐξαίφνης καὶ
σύνθρονοι τοῦ Θεοῦ. Βούλει μυρίους ἰδεῖν ἀναβαθμοὺς, οὓς ὑπερεπήδησαν; Ἔδει μαθεῖν πρῶτον,  ὅτι οἱ λίθοι  οὐ θεοί· δεύτερον,  ὅτι οὐ μόνον  οὐ θεοὶ, ἀλλὰ  καὶ ἀνθρώπων ἐλάττους· τρίτον,  ὅτι  καὶ  ἀλόγων·  τέταρτον,  ὅτι  καὶ  φυτῶν·  πέμπτον,  ὅτι  τὰ  ἄκρα συνήγαγον  εἰς ταυτὸν,  ὅτι οὐ μόνον  λίθοι,  ἀλλ' οὐδὲ γῆ, οὐδὲ ζῶα, οὐδὲ φυτὰ, οὐδὲ ἄνθρωπος, οὐδὲ οὐρανός· ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτὰ, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος,  οὐ δαίμονες,  οὐκ ἄγγελοι,  οὐκ ἀρχάγγελοι,  οὐχ ἑτέρα  τις  τῶν  ἄνω  δυνάμεων  ἐκείνων  ὑπὸ  τῆς  ἀνθρωπίνης   φύσεως  θεραπεύεσθαι ὀφείλει.  Καθάπερ ἀπό τινος  βυθοῦ ἀνιμωμένους  ἔδει μαθεῖν, ὅτι ὁ πάντων  ∆εσπότης οὗτος Θεός ἐστιν, ὅτι θεραπεύειν αὐτὸν μόνον χρὴ, ὅτι καλὸν ἡ θαυμαστὴ πολιτεία, ὅτι ὁ παρὼν θάνατος οὐ θάνατος, ὅτι ἡ ζωὴ οὐ ζωὴ, ὅτι τὸ σῶμα ἀνίσταται, ὅτι ἄφθαρτον γίνεται,   ὅτι  εἰς  οὐρανοὺς  ἄνεισιν,  ὅτι  ἀθανασίας  ἐπιτυγχάνει,   ὅτι  μετὰ  ἀγγέλων ἕστηκεν, ὅτι μεθίσταται. Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα, ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων  καὶ τῶν ἀρχαγγέλων  καὶ τῶν θρόνων  καὶ τῶν κυριοτήτων  ποιήσας κυριώτερον  τὸν ὑποκάτω  λίθων  ὄντα. Ὄντως καλῶς  εἶπε, Τίς ὁ πλοῦτος   τῆς  δόξης  τοῦ   μυστηρίου  τούτου.  Ὥσπερ  ἂν  εἴ  τις  μωρόν  τινα φιλόσοφον ἐξαίφνης δείξειε· μᾶλλον δὲ ὅσα ἂν εἴποι τις, οὐδὲν ἐρεῖ· καὶ γὰρ καὶ τὰ τοῦ Παύλου ἀόριστά ἐστι. Τίς ὁ πλοῦτος,  φησὶ, τῆς δόξης τοῦ μυστηρίου τούτου  ἐν τοῖς ἔθνεσιν,  ὅς  ἐστι  Χριστὸς ἐν  ὑμῖν.  Πάλιν  ἔδει  μαθεῖν,  ὅτι  ὁ πάντων  ἀνώτερος,  καὶ ἀγγέλων   ἄρχων,   καὶ  τῶν   ἄλλων   ἁπασῶν  δυνάμεων   κρατῶν,   κατέβη  κάτω,  καὶ ἄνθρωπος γέγονε, καὶ μυρία ἔπαθε, καὶ ἀνέστη καὶ ἀνελήφθη.

βʹ. Ταῦτα πάντα μυστηρίου ἦν, καὶ μετ' ἐγκωμίου τίθησι λέγων, Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Εἰ δὲ ἐν ὑμῖν ἐστι, τί ἀγγέλους  ζητεῖτε διδασκάλους; Τοῦ μυστηρίου τούτου. Ἔστι γὰρ καὶ ἄλλο  μυστήριον. Ἀλλὰ τοῦτο  ὄντως  μυστήριον, ὃ οὐδεὶς οἶδεν,  ὅ ἐστι θαυμαστὸν,  ὃ παρὰ τὴν  κοινὴν  προσδοκίαν,  ὃ ἐκρύπτετο.  Ὅς ἐστι Χριστὸς ἐν  ὑμῖν, φησὶν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν,  ἄνωθεν  αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ ἄγγελοι· διδάσκοντες καὶ νουθετοῦντες,  οὐκ ἐπιτακτικῶς  οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς  προσάγεσθαι. Ἐπειδὴ τὸ,
∆ιδάσκοντες, μέγα ἦν, ἐπήγαγε, Νουθετοῦντες, ὅπερ ἦν μᾶλλον πατρὸς, ἢ διδασκάλου.Ὃν  ἡμεῖς,  φησὶ,  καταγγέλλομεν,   νουθετοῦντες   πάντα  ἄνθρωπον,   καὶ  διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ· τουτέστι, μετὰ πάσης σοφίας καὶ συνέσεως, ἢ πάντα ἐν σοφίᾳ λέγοντες.  Ὥστε σοφίας δεῖ πάσης· τὸ γὰρ τὰ τοιαῦτα δυνηθῆναι  μαθεῖν, οὐ τῶν τυχόντων ἐστίν. Ἵνα  παραστήσωμεν  πάντα  ἄνθρωπον  τέλειον  ἐν  Χριστῷ Ἰησοῦ. Τί λέγεις, Πάντα ἄνθρωπον; Ναὶ, φησὶ, τοῦτο σπουδάζομεν. Τί γάρ; εἰ καὶ μὴ γίνεται τοῦτο, ἔσπευδεν ὁ μακάριος Παῦλος τέλειον  ποιῆσαι. Ἄρα τοῦτο τελειότης, ἐκεῖνο δὲ ἀτελές· ὥστε κἂν μὴ πᾶσάν τις ἔχῃ τὴν σοφίαν, ἀτελής ἐστι. Τέλειον ἐν Χριστῷ Ἰησοῦ. Οὐκ ἐν νόμῳ οὐδὲ ἐν ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον. Ἐν Χριστῷ, τουτέστιν, ἐν τῇ γνώσει τοῦ Χριστοῦ. Ὁ εἰδὼς τί ἐποίησεν ὁ Χριστὸς, μεῖζον φρονήσει ἀγγέλων.  Ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ  ἀγωνιζόμενος.  Οὐχ ἁπλῶς  σπουδάζω, φησὶν,  οὐδὲ ὡς ἔτυχεν,  ἀλλὰ, Κοπιῶ ἀγωνιζόμενος,  μετὰ πολλῆς τῆς σπουδῆς, τουτέστι, μετὰ πολλῆς τῆς ἀγρυπνίας. Εἰ ἐγὼ ὑπὲρ τῶν  ὑμετέρων  ἀγαθῶν  οὕτως  ἀγρυπνῶ,  πολλῷ  μᾶλλον  ὑμεῖς ὀφείλετε. Εἶτα πάλιν  δεικνὺς  θεῖον  ὂν, Κατὰ τὴν  ἐνέργειαν  αὐτοῦ, φησὶ, τὴν  ἐνεργουμένην  ἐν ἐμοὶ ἐν δυνάμει. ∆είκνυσιν ὅτι τοῦ Θεοῦ τοῦτο ἔργον ἐστίν. Ὁ τοίνυν ἰσχυρόν με ποιῶν εἰς τοῦτο,  δῆλον  ὅτι τοῦτο  βούλεται·  διὸ καὶ ἀρχόμενός  φησι, ∆ιὰ θελήματος  Θεοῦ. Ὥστε οὐ μόνον μετριάζων αὐτὸ τέθεικεν, ἀλλὰ καὶ ἐπαληθεύων  τῷ λόγῳ, καὶ ἀγωνιζόμενος.   Τοῦτο  εἰπὼν,   δείκνυσιν   ὅτι  πολλοὶ   μάχονται   πρὸς  αὐτόν.  Εἶτα  ἡ
φιλοστοργία  πολλή· Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ. Εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας εἶναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω.  Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί. Θείως δείκνυσιν ἐνταῦθα, ὅτι ἑώρων συνεχῶς ἐν πνεύματι. Μαρτυρεῖ δὲ αὐ  τοῖς ἀγάπην πολλήν· διὸ καὶ ἐπήγαγεν· Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα  πλοῦτον  τῆς πληροφορίας  τῆς συνέσεως, εἰς ἐπίγνωσιν  τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Χριστοῦ· ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν  σπεύδει καὶ ὠδίνει  ἐμβαλεῖν  εἰς τὸ δόγμα, οὔτε κατηγορῶν, οὔτε ἀπαλλάττων αὐτοὺς τῆς κατηγορίας. Ἀγῶνα, φησὶν, ἔχω. Ἵνα τί γένηται; Ἵνασυμβιβασθῶμεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει. Ἀλλ' οὐ τίθησιν  οὕτως,  ἀλλ' ὑποτέμνεται  τὰ  τῆς  κατηγορίας.  Τουτέστιν,  ἵνα  ἑνωθῶσι  μετὰ ἀγάπης,  οὐδὲ μετὰ  ἀνάγκης,  οὐδὲ μετὰ  βίας. Ὅπερ γὰρ εἶπον,  Ἀνεπαχθής  ἐστιν  ἀεὶ αὐτοῖς ἐπιτρέπων, καὶ διὰ τοῦτό φησιν· Ἀγωνιῶ, ἐπειδὴ μετὰ ἀγάπης, καὶ ἑκόντας βούλομαι. Οὐ γὰρ ἁπλῶς  τὴν συναγωγὴν  βούλομαι γίνεσθαι, οὐχ ἁπλῶς  τῷ στόματι, ἀλλ' ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι. Συμβιβασθέντων ἐν ἀγάπῃ εἰς πάντα πλοῦτον τῆς πληροφορίας  τῆς συνέσεως. Τουτέστιν, ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλλωσιν,  ἵν' ὑπὲρ πάντων  πεπληροφορημένοι  ὦσι. Πληροφορίαν δὲ εἶπε τὴν διὰ πίστεως· ἔστι γὰρ πληροφορία  καὶ ἡ διὰ λογισμῶν,  ἀλλ' οὐδενὸς  λόγου  ἐκείνη  ἀξία. Οἶδα, φησὶν,  ὅτι πιστεύετε, ἀλλὰ πληροφορηθῆναι  ὑμᾶς βούλομαι, οὐκ εἰς τὸν πλοῦτον μόνον, ἀλλ' Εἰς πάντα τὸν πλοῦτον, ἵνα καὶ ἐν πᾶσι καὶ ἐπιτεταμένως  πεπληροφορημένοι  ἦτε. Καὶ θέα τὴν   σύνεσιν   τοῦ   μακαρίου   τούτου.   Οὐκ   εἶπεν,   ὅτι   Κακῶς   ποιεῖτε,   ὅτι   Οὐ πεπληροφόρησθε, καὶ κατηγόρησεν· ἀλλ', Οὐκ ἴστε πῶς σπουδάζω, ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, καὶ οὐχ ἁπλῶς. Ἐπειδὴ γὰρ εἶπε πίστιν, Μὴ νομίσητε, φησὶν, ὅτι ἁπλῶς καὶ ἀνονήτως  εἶπον, ἀλλὰ μετὰ συνέσεως, μετὰ ἀγάπης. Εἰς ἐπίγνωσιν  τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ Χριστοῦ. Ὥστε τοῦ Θεοῦ τοῦτό ἐστι τὸ μυστήριον, τὸ διὰ τοῦ Υἱοῦ προσάγεσθαι. Καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως  ἀπόκρυφοι. Εἰ δὲ ἐν αὐτῷ εἰσιν, ἄρα σοφῶς καὶ νῦν ἦλθε. Τίνος οὖν ἕνεκεν ἐγκαλοῦσί  τινες  τῶν  ἀνοήτων; Ὅρα πῶς  τοῖς  ἁπλουστέροις  διαλέγεται·  Ἐν  ᾧ  εἰσι πάντες  οἱ θησαυροί. Αὐτὸς πάντα οἶδεν. Ἀπόκρυφοι. Μὴ γὰρ δὴ νομίσητε ἤδη τὸ πᾶν ἔχειν·  ἀπόκρυφοί  εἰσι καὶ ἀπὸ ἀγγέλων,  οὐκ ἀφ'  ὑμῶν  μόνον·  ὥστε παρ'  αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν. Τῷ μὲν οὖν, Θησαυροὶ, εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ, Πάντες, τὸ μηδὲ ἀγνοεῖν· τῷ δὲ, Ἀπόκρυφοι, τὸ μόνος εἰδέναι. Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.


γʹ. Ὁρᾷς ὅτι  διὰ  τοῦτο  εἶπον,  φησὶ,  ταῦτα,  ἵνα  μὴ  παρὰ  ἀνθρώπων   ζητῆτε.Παραλογίζηται, φησὶν, ἐν πιθανολογίᾳ.  Τί γὰρ, εἰ πιθανῶς λέγει; Εἰ γὰρ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι  σὺν ὑμῖν εἰμι. Τὸ ἀκόλουθον  τοῦτο ἦν εἰπεῖν· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ' ὅμως οἶδα τοὺς ἀπατεῶνας·  νῦν  δὲ εἰς ἐγκώμιον  κατέληξε.  Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τὴν τάξιν, τὴν εὐταξίαν, φησί. Καὶ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Ταῦτα ἐγκωμίων  μᾶλλόν  ἐστι. Καὶ οὐκ  εἶπε,  τὴν  πίστιν,  ἀλλὰ,  Τὸ στερέωμα, καθάπερ  πρὸς  στρατιώτας  εὐτάκτως ἑστῶτας  καὶ  βεβαίως.  Τὸ στεῤῥὸν οὐκ ἀπάτη,  οὐ πειρασμὸς δια   σαλεύει.  Οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ' οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεέ τις. Ἐπέστησεν ἑαυτὸν αὐτοῖς, ἵνα ὡς παρόντα φοβῶνται· ἡ γὰρ τάξις οὕτω φυλάττεται.  Ἀπὸ τοῦ στερεώματος τὸ πεπυκνωμένον· οὕτω γὰρ γίνεται  στερέωμα, ὅτε πολλὰ  συναγαγὼν  συγκολλήσεις πυκνῶς καὶ ἀδιασπάστως· τότε στερέωμα γίνεται, οἷον ἐπὶ τοίχου. Τοῦτο δὲ τῆς ἀγάπης
ἔργον  ἐστί·  τοὺς  γὰρ  καθ'  ἑαυτοὺς  ὄντας,  ὅταν  ἀκριβῶς  συγκολλήσῃ  καὶ  συνάψῃ, στεῤῥοὺς  ἐργάζεται.  Καὶ  ἡ  πίστις  πάλιν   τὸ  αὐτὸ  ποιεῖ,  ὅταν  μὴ  ἀφῇ  λογισμοὺς ἐπεισελθεῖν. Ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσι, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι  ποιεῖ. Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἀνθρώπινον  λογισμὸν εὐηργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως  τὴν  πίστιν  ἐπεισήγαγεν.  Οὐκ ἔστι  γὰρ  εἶναι  στεῤῥὸν  τὸν  λογισμοὺς ἀπαιτοῦντα.  Ἰδοὺ γὰρ τὰ σεμνὰ ἡμῶν πάντα πῶς ἔρημα λογισμῶν, καὶ πίστεως ἔχεται μόνης. Οὐκ ἔστιν οὐδαμοῦ ὁ Θεὸς, καὶ πανταχοῦ ἐστι. Τί τούτου ἀλογώτερον; Ἕκαστον καθ' ἑαυτὸ ἀπορίας γέμει. Οὐ γὰρ δὴ ἐν τόπῳ ἐστὶν, οὐδὲ τόπος ἐστί τις ἐν ᾧ ἐστιν. Οὐκ ἐγένετο, οὐχ ἑαυτὸν ἐποίησεν, οὐκ ἤρξατο τοῦ εἶναι. Ποῖος ταῦτα λογισμὸς καταδέξεται, ἂν μὴ πίστις ᾖ; ἢ οὐχὶ κατάγελως εἶναι δοκεῖ, καὶ αἰνίγματος μᾶλλον οὐκ ἔχει τέλος; Τὸ μὲν οὖν ἄναρχον αὐτοῦ καὶ ἀγέννητον  καὶ ἀπερίγραφον καὶ ἄπειρον, οὕτως ἄπορον· τὸ δὲ ἀσώματον ἴδωμεν, μήποτε λογισμῷ ἐξετάσαι δυνώμεθα. Ἀσώματός ἐστιν ὁ Θεός. Τί ἐστιν ἀσώματος; Ῥῆμα ψιλὸν  μόνον·  ἡ γὰρ ἔννοια  οὐδὲν  ἐδέξατο, οὐδὲ ἐνετύπωσεν ἑαυτῇ· κἂν γὰρ ἀνατυπώσῃ, εἰς φύσιν ἔρχεται, καὶ τὰ τοῦ σώματος ποιητικά. Ὥστε λέγει μὲν τὸ στόμα, οὐκ οἶδε δὲ ἡ διάνοια τί λέγει, ἢ ἓν μόνον, ὅτι οὐκ ἔστι σῶμα· τοῦτο μόνον οἶδε. Καὶ τί λέγω  ἐπὶ Θεοῦ; ἐπὶ γὰρ ψυχῆς  τί ἐστι τὸ ἀσώματον,  τῆς γενομένης,  τῆς ἐγκεκλεισμένης, τῆς περιγραφομένης; εἰπὲ, δεῖξον. Ἀλλ' οὐκ ἂν ἔχοις. Ἀήρ ἐστιν; Ἀλλ' ὁ ἀὴρ σῶμα, εἰ καὶ μὴ ναστὸν, καὶ πολλαχόθεν  δῆλον ὅτι σῶμά ἐστι χαῦνον. Πῦρ δέ; Ἀλλὰ τὸ πῦρ σῶμά ἐστιν, ἡ δὲ ἐνέργεια. τῆς ψυχῆς ἀσώματον. ∆ιὰ τί; Ὅτι πανταχοῦ διήκει. Εἰ δὲ αὐτὴ σῶμά ἐστιν, ἐν τόπῳ τὸ ἀσώματον· οὐκοῦν καὶ περιγράφεται· τὸ δὲ περιγραφόμενον,  ἐν σχήματί ἐστι, τὰ δὲ σχήματα ἀπὸ γραμμῆς, αἱ δὲ γραμμαὶ σωμάτων. Πάλιν τὸ ἀσχημάτιστον ποίαν ἔννοιαν  ἔχει; Οὐ σχῆμα ἔχει, οὐκ εἶδος, οὐ τύπον. Ὁρᾷς πῶς  ἰλιγγιᾷ  ἡ διάνοια;  Πάλιν ἄδεκτος  ἡ φύσις  κακῶν  ἐκείνη· ἀλλὰ  καὶ ἑκών  ἐστιν ἀγαθός· οὐκοῦν δεκτική. Ἀλλ' οὐκ ἔστιν εἰπεῖν· μὴ γένοιτο.  Πάλιν θέλων  εἰς τὸ εἶναι παρήχθη, ἢ μὴ θέλων; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Πάλιν περιγράφει τὴν οἰκουμένην, ἢ οὔ; Εἰ μὲν γὰρ μὴ περιγράφει, αὐτὸς περιγράφεται· εἰ δὲ περιγράφει, ἄπειρός ἐστι τῇ φύσει. Πάλιν ἑαυτὸν περιγράφει; Ἀλλ' εἰ περιγράφει  ἑαυτὸν, ἄρα οὐκ ἄναρχος ἑαυτῷ, ἀλλ' ἡμῖν· οὐκοῦν οὐ φύσει ἄναρχος. Πανταχοῦ τὰ ἐναντία δεῖ δοῦναι. Ὁρᾷς τὸν ζόφον ὅσος, καὶ ὅτι πανταχοῦ  πίστεως  δεῖ; Αὕτη ἐστὶν ἡ στεῤῥά. Ἀλλ',  εἰ βούλεσθε, ἐπὶ τὰ τούτων  ἐλάττω  ἔλθωμεν.  Ἔχει ἐνέργειαν  ἐκείνη  ἡ οὐσία. Καὶ τί  ἐστιν  ἐνέργεια  ἐπ' αὐτοῦ; ἆρα κίνησίς  τις; Οὐκοῦν οὐκ ἄτρεπτος·  τὸ γὰρ κινούμενον  οὐκ ἄτρεπτον·  ἐξ ἀκινησίας  γὰρ  κινεῖται.   Ἀλλ' ὅμως  κινεῖται,  καὶ  οὐδέποτε  ἵσταται.  Ποίαν δὲ κίνησιν, εἰπέ μοι; παρὰ γὰρ ἡμῖν ἑπτά τινές εἰσιν, ἡ κάτω, ἡ ἄνω, ἡ ἐντὸς, ἡ ἐκτὸς, ἡ δεξιὰ, ἡ ἀριστερὰ, ἡ κυκλοφορικῶς·  ἢ εἰ μὴ τοῦτο, αὔξησις, μείωσις, γένεσις, φθορὰ, ἀλλοίωσις.  Ἀλλ' οὐδεμίαν  τούτων  κινεῖται,  ἀλλ' οἵαν  ὁ νοῦς  κίνησιν  κινεῖται;  Ἀλλ' οὐδὲ τοῦτο· μὴ γένοιτο·  πολλὰ  γὰρ καὶ  ἀτόπως  ὁ νοῦς  κινεῖται.  Τὸ θέλειν  ἐστὶ τὸ ἐνεργεῖν; πάντας δὲ ἀνθρώπους θέλει ἀγαθοὺς εἶναι καὶ σωθῆναι· πῶς οὐ γίνεται; Ἀλλ' ἕτερον τὸ θέλειν, ἄλλο δὲ τὸ ἐνεργεῖν; Οὐκοῦν οὐκ ἀρκεῖ πρὸς ἐνέργειαν τὸ θέλειν· πῶς οὖν λέγει ἡ Γραφὴ, Πάντα, ὅσα ἠθέλησεν, ἐποίησε; καὶ πάλιν ὁ λεπρός φησι τῷ Χριστῷ· Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι; Βούλεσθε καὶ ἄλλο εἴπω; πῶς ἐξ οὐκ ὄντων τὰ ὄντα γέγονε; πῶς εἰς τὸ μηδὲν ἀναλύεται;  τί ἀνώτερον  τοῦ οὐρανοῦ; κἀκείνου δὲ πάλιν τί; κἀκείνου τί; καὶ μετ' ἐκεῖνο τί; καὶ τοῦτο ἐπ' ἄπειρον. Τί κατώτερον  τῆς γῆς; θάλαττα· καὶ μετὰ ταύτην  τί; καὶ μετ' ἐκεῖνο πάλιν τί; Ἀλλ' εἰς τὰ δεξιὰ, εἰς τὰ ἀριστερὰ, οὐχ ἡ αὐτὴ  ἀπορία; δʹ. Ἀλλὰ  ταῦτα  μὲν  ἀόρατα. Βούλεσθε ἐπὶ  τῶν  ὁρωμένων  ἀγάγω  τὸν λόγον; ἐπὶ τῶν ἤδη συμβάντων; Εἰπέ μοι, πῶς τὸ θηρίον τὸν Ἰωνᾶν  εἶχε ἐν τῇ γαστρὶ,
καὶ οὐκ ἀπώλλυτο; οὐχὶ ἄλογόν ἐστιν; οὐχὶ ἁπλῶς κινεῖται; πῶς ἐφείσατο τοῦ δικαίου; πῶς αὐτὸν οὐκ ἀπέπνιξεν  ἡ θέρμη; πῶς οὐκ ἔσηψεν; Εἰ γὰρ τὸ ἐν βυθῷ εἶναι  μόνον ἄπορον, τὸ καὶ ἐν σπλάγχνοις  καὶ τῇ θέρμῃ ἐκείνῃ, πολλῷ  μᾶλλον  ἀπορώτερον. Πῶς γὰρ τὸν ἐκεῖθεν ἀέρα ἀνέπνει; πῶς ἤρκει δύο ζώοις ἡ ἀναπνοή; πῶς δὲ αὐτὸν καὶ ἤμεσεν ἀσινῆ; πῶς δὲ καὶ ἐφθέγγετο; πῶς δὲ καὶ ἐν ἑαυτῷ ἦν, καὶ προσηύχετο; ἆρα ταῦτα οὐκ ἄπιστα; Ἂν λογισμῷ ἐξετάζωμεν, ἄπιστα· ἂν δὲ πίστει, σφόδρα πιστά. Εἴπω τι τούτου πλέον; Ὁ σῖτος ἐν τῷ κόλπῳ τῆς γῆς φθείρεται, καὶ ἀνίσταται. Ὅρα τὰ θαύματα ἐναντία, καὶ ἄλληλα νικῶντα· θαυμαστὸν τὸ μὴ σαπῆναι, θαυμαστὸν τὸ σαπέντα ἀναστῆναι. Ποῦ εἰσιν   οἱ  τῇ  ἀναστάσει  διαπιστοῦντες   καὶ  λέγοντες,   Τόδε  τὸ  ὀστοῦν   πῶς   τῷδε συγκολλᾶται; καὶ μυθώδη τοιαῦτα εἰσάγοντες; Εἰπέ μοι, πῶς ὁ Ἠλίας ἀνῆλθεν  ἐν πυρὸς ἅρματι; Τὸ πῦρ καίειν εἴωθεν, οὐκ ἀνάγειν. Πῶς τοσοῦτον ζῇ χρόνον; ἐν τίνι τόπῳ ἐστί; διὰ τί τοῦτο γέγονε; Ποῦ δὲ Ἐνὼχ μετετέθη; τροφῆς ἀπολαύει οἵας καὶ ἡμεῖς; καὶ τί τὸ κωλύον  ἐνταῦθα  αὐτὸν εἶναι; Ἀλλ' οὐκ ἀπολαύει· καὶ διὰ τί μετετέθη; Ὅρα τὸν Θεὸν κατὰ  μικρὸν   ἡμᾶς  παιδαγωγοῦντα.  Μετέθηκε  τὸν   Ἐνώχ·  οὐ  πάνυ   μέγα  τοῦτο. Ἐπαίδευσεν ἡμᾶς τοῦτο εἰς τὴν ἀναγωγὴν  τοῦ Ἠλία. Πάλιν ἐναπέκλεισε  τὸν Νῶε τῇ κιβωτῷ· οὐ πάνυ  μέγα  οὐδὲ τοῦτο.  Ἐπαίδευσεν ἡμᾶς  τοῦτο  εἰς  τὴν  ἀπόκλεισιν  τοῦ προφήτου τὴν ἐν τῷ κήτει. Οὕτω καὶ τὰ παλαιὰ προδρόμων ἐδεήθη καὶ τύπων. Καθάπερ γὰρ ἐπὶ κλίμακος ὁ πρῶτος βαθμὸς παραπέμπει τῷ δευτέρῳ, ἀπὸ δὲ τοῦ πρώτου οὐκ ἔνι ἐπὶ τὸν τέταρτον  ἐλθεῖν, καὶ οὗτος ἐκείνῳ, ἵνα ἐκεῖνος τούτῳ γένηται  ὁδός· οὐδὲ πρὸ τοῦ  πρώτου  δυνατὸν  ἐπὶ  τὸν  δεύτερον  ἐλθεῖν·  οὕτω  καὶ  ἐνταῦθα.  Καὶ θέα  σημεῖα σημείων· καὶ ὄψει  τοῦτο  ἐπὶ  τῆς  κλίμακος,  ἣν  εἶδεν  Ἰακώβ·  Ἄνω,  φησὶν,  ὁ Κύριος ἐπεστήρικτο, κάτω δὲ ἄγγελοι ἀνέβαινον καὶ κατέβαινον. Προεφητεύετο ὅτι Υἱὸν ἔχει ὁ Πατήρ· ἔδει τοῦτο πιστευθῆναι. Πόθεν θέλεις αὐτοῦ τὰ σημεῖα δείξω; ἄνωθεν  κάτω, ἢ κάτωθεν  ἄνω; Ἔδει γνωσθῆναι  ὅτι ἀπαθῶς γεννᾷ· διὰ τοῦτο ἐγέννησε πρῶτον στεῖρα. Μᾶλλον δὲ ἀνω  τέρω ἀγάγωμεν  τὸν λόγον· ἔδει πιστευθῆναι,  ὅτι ἐξ αὐτοῦ· τί οὖν;  Γίνεται  τοῦτο,  ἀμυδρῶς  μὲν,  ἅτε  ἐν  τύπῳ  καὶ  σκιᾷ, πλὴν  γίνεται·  καὶ  προϊὸν σαφέστερόν  πως  γίνεται.  Ἐξ ἀνθρώπου  μόνου  γυνὴ,  καὶ  μένει  ἐκεῖνος  ὁλόκληρος. Πάλιν τῆς ἐκ Παρθένου κυήσεως ἔδει γενέσθαι τι τεκμήριον. Τίκτει στεῖρα οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις. Τῆς μὲν οὖν ἐκ Παρθένου γεννήσεως τύπος ἡ στεῖρα· καὶ αὕτη παραπέμπει τῇ πίστει τὴν διάνοιαν. Πάλιν τοῦτο τύπος ἐγένετο τοῦ μόνον  δύνασθαι γεννῆσαι  τὸν Θεόν. Εἰ γὰρ κυριώτερον  ἄνθρωπος,  καὶ χωρὶς  τούτου τίκτεται,  πολλῷ  μᾶλλον  ἐκ τοῦ  κυριωτέρου  γεννᾶται.  Ἔστι καὶ  ἄλλη  γέννησις  τῆς ἀληθείας  τύπος, ἡ ἡμετέρα ἡ ἐκ Πνεύματος. Ταύτης πάλιν  ἡ στεῖρα τύπος, ὅτι οὐκ ἐξ αἱμάτων· αὕτη τῆς ἄνω γεννήσεως.  Ἡ μὲν οὖν αὐτῆς τὸ ἀπαθὲς δείκνυσιν, ἡ δὲ τὸ ἐκ μόνου δύνασθαι γεννᾶσθαι. Ἔστι Χριστὸς ἄνω πάντων κρατῶν· ἔδει πιστευθῆναι τοῦτο. Γίνεται τοῦτο ἐν τῇ γῇ ἐπὶ τοῦ ἀνθρώπου. Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ καθίσταται ἐπὶ τῆς ἀρχῆς τῶν ἀλόγων πάντων. Οὕτως οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ὑμᾶς ἐπαίδευσε. Τὸ ἀνακεχωρηκὸς τῆς φύσεως ὁ παράδεισος  ἐδήλου,  καὶ  τὸ  πάντων   εἶναι   βελτιώτατον   τὸν  ἄνθρωπον.   Ἔμελλεν ἀνίστασθαι ὁ Χριστός· ὅρα λοιπὸν πόσα τοιούτου τεκμήρια· ὁ Ἐνὼχ, ὁ Ἠλίας, ὁ Ἰωνᾶς, τὰ ἐν τῇ καμίνῳ, τὸ ἐπὶ  τοῦ Νῶε τὸ βάπτισμα, τὰ σπέρματα, τὰ φυτὰ, ἡ γέννησις ἡ ἡμετέρα, ἡ τῶν ζώων πάντων. Ἐπειδὴ γὰρ ἐν τούτῳ πάντα ἐκινδυνεύετο, τοῦτο μάλιστα πάντων  πολλοὺς ἔσχε τοὺς τύπους. Ὅτι οὐκ ἀπρονόητα τὰ πάντα ἐστὶν, ἀπὸ τῶν παρ' ἡμῖν δυνατὸν στοχάσασθαι· οὐδὲν γὰρ ἀπρονόητον μένει, ἀλλὰ καὶ ἀγέλαι καὶ τὰ ἄλλα πάντα ἀρχῆς δεῖται. Καὶ ὅτι οὐκ αὐτόματα γέγονε τὰ πάντα, δείκνυσιν ἡ γέεννα, ἔδειξε
δὲ ὁ κατακλυσμὸς ὁ ἐπὶ Νῶε, τὸ πῦρ, ὁ καταποντισμὸς ὁ τῶν Αἰγυπτίων, τὰ ἐν τῇ ἐρήμῳ. Ἔδει καὶ τοῦ βαπτίσματος πολλὰ προηγήσασθαι· γέγονεν, ὅσα ἐν ὕδατι, καὶ μυρία ἄλλα, οἷον τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῇ κολυμβήθρᾳ, τὸ τὸν μὴ ὑγιαίνοντα  καθαίρεσθαι, αὐτὸς ὁ κατακλυσμὸς, τὸ βάπτισμα Ἰωάννου. Ἔδει πιστευθῆναι ὅτι τὸν Υἱὸν αὑτοῦ ἐκδίδωσιν ὁ Θεός· προλαβὼν  ἐποίησε τοῦτο ἄνθρωπος.  Τίς οὗτος; Ἀβραὰμ ὁ πατριάρχης.  Πάντων οὖν  τούτων  τύπους,  ἂν  θέλωμεν,  εὑρήσομεν,  ἂν  ζητῶμεν  ἐν  τῇ  Γραφῇ. Ἀλλὰ  μὴ ἀποκάμωμεν,  ἀλλ' ἐν  τούτοις  ῥυθμίζωμεν  ἑαυτούς· στεῤῥὰν ἔχωμεν  τὴν  πίστιν,  καὶ ἀκρίβειαν πολιτείας ἐπιδειξώμεθα, ἵνα διὰ πάντων εὐχαριστήσαντες τῷ Θεῷ, καταξιωθῶμεν    τῶν   ἐπηγγελμένων   ἀγαθῶν    τοῖς   ἀγαπῶσιν    αὐτὸν,   χάριτι   καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |