ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Δευτέρα 24 Οκτωβρίου 2016

Πρός Φιλιπησίους Επιστολήν Υπόθεσις

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62

ΥΠΟΘΕΣΙΣ.

αʹ.  Οἱ  Φιλιππήσιοι   ἀπὸ   πόλεώς   εἰσι   τῆς   Μακεδονίας   Φιλίππων,   οὕτω καλουμένης  ἀπὸ τοῦ οἰκιστοῦ πόλεως  κολωνίας,  καθὼς ὁ Λουκᾶς φησιν· Ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα, καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος  ἐπίστευσεν· ἐνταῦθα  ἐμαστίχθη  ὁ Παῦλος μετὰ τοῦ Σίλα· ἐνταῦθα  οἱ στρατηγοὶ  ἠξίωσαν  αὐτοὺς  ἐξελθεῖν,  καὶ  ἐφοβήθησαν  αὐτούς·  καὶ  λαμπρὰν  ἔσχε τὸ κήρυγμα τὴν ἀρχήν. Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ μεγάλα, στέφανον αὐτοῦ καλῶν  αὐτοὺς, καὶ πολλὰ πεπονθέναι  λέγων· Ὑμῖν γὰρ ἐχαρίσθη, φησὶν, ἀπὸ Θεοῦ οὐ μόνον  τὸ εἰς αὐτὸν πιστεύειν,  ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅτε δὲ ἔγραφε πρὸς  αὐτοὺς,  συνέβη  αὐτὸν  δεδέσθαι.  ∆ιὰ  τοῦτό  φησιν,  Ὥστε τοὺς  δεσμούς  μου φανεροὺς,  ἐν  Χριστῷ γενέσθαι  ἐν  ὅλῳ  τῷ  πραιτωρίῳ·  πραιτώριον  τὰ  βασίλεια  τοῦ Νέρωνος καλῶν. Ἀλλ' ἐδέθη καὶ ἀφείθη, καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσε, λέγων· Ἐν τῇ πρώτῃ  μου ἀπολογίᾳ  οὐδείς μοι συμπαρεγένετο,  ἀλλὰ  πάντες  με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τὰ οὖν δεσμὰ, ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης δείκνυσιν ὄντα. Ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον·

Read More ->>

Αʹ Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62

Αʹ Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ.  Ἐνταῦθα   ἅτε  πρὸς  ὁμοτίμους   ἐπιστέλλων,   οὐ  τίθησιν   αὑτοῦ   τὸ  τῆς διδασκαλίας ἀξίωμα, ἀλλ' ἕτερον καὶ αὐτὸ μέγα. Ποῖον δὴ τοῦτο; ∆οῦλον ἑαυτόν φησι, καὶ οὐκ ἀπόστολον. Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον  τῶν ἀγαθῶν, δοῦλον  εἶναι  Χρι  στοῦ, καὶ μὴ ἁπλῶς  λέγεσθαι. Ὁ τοῦ Χριστοῦ δοῦλος, οὗτος ὄντως ἐλεύθερός ἐστι τῇ ἁμαρτίᾳ, καὶ γνήσιος ὢν δοῦλος, οὐδενὸς ἄλλου καταδέξεται δοῦλος γενέσθαι· ἐπεὶ οὐδ' ἂν οὕτω γένοιτο τοῦ Χριστοῦ δοῦλος, ἀλλ' ἐξ ἡμισείας. Καὶ Ῥωμαίοις  μὲν πάλιν  ἐπιστέλλων  λέγει· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· Κορινθίοις δὲ καὶ Τιμοθέῳ ἐπιστέλλων,  ἀπόστολον ἑαυτὸν καλεῖ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Οὐχ ὅτι  Τιμοθέου αὐτοὶ κρείττους· ἄπαγε· ἀλλὰ μᾶλλον ὅτι αὐτοὺς τιμᾷ καὶ θεραπεύει μάλιστα πάντων, οἷς ἐπέστελλε· καὶ γὰρ καὶ πολλὴν αὐτοῖς ἀρετὴν μαρτυρεῖ.

Read More ->>

∆ʹ Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62

∆ʹ Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλ λον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί στεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.

αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς  μακαριώτερον,  ἐπειδὴ μηδὲ γενναιότερον.  Ἀλλὰ νῦν τὸ ἐναντίον εὔκαιρον εἰπεῖν περὶ πάντων· οὐδὲν ἡμῶν ἀσθενέστερον, οὐδὲ ταλαιπωρότερον. ∆ιὰ τοῦτο πάντες πεφρίκαμεν τὸν θάνατον, οἱ μὲν διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος, ὧν καὶ αὐτὸς εἷς εἰμι, οἱ δὲ διὰ τὴν φιλοψυχίαν καὶ ταλαιπωρίαν, ὧν μήποτε γενοίμην ἐγώ· ψυχικοὶ γὰρ οἱ τοῦτον δεδοικότες τὸν φόβον. Τοῦτο τοίνυν, ὃ πάντες  πεφρίκαμεν,  ἐκεῖνος ηὔχετο, καὶ πρὸς ἐκεῖνον  ἠπείγετο,  Τὸ ἀναλῦσαι, λέγων, πολλῷ  μᾶλλον  κρεῖσσον, καὶ τί αἱρήσομαι, οὐκ οἶδα.

Read More ->>

ΣΤʹ Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


ΣΤʹ Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

αʹ. Ὁ Κύριος ἡμῶν  Ἰησοῦς Χριστὸς πρὸς τὰ μεγάλα  προτρέπων  τοὺς  ἑαυτοῦ μαθητὰς, ἑαυτὸν ὑπόδειγμα τίθησι, καὶ τὸν Πατέρα, καὶ τοὺς προφήτας, ὡς ὅταν λέγῃ· Οὕτω γὰρ ἐποίησαν τοῖς προφήταις τοῖς πρὸ ὑμῶν· καὶ πάλιν, Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι· καὶ πάλιν,  Οἰκτίρμονες γίνεσθε, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ποιεῖ. Προτρέπων γὰρ αὐτοὺς εἰς ταπεινοφροσύνην,  τὸν Χριστὸν εἰς μέσον παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅτε περὶ φιλοπτωχίας διαλέγεται,  οὕτω πώς φησι· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Οὐδὲν γὰρ οὕτω τὴν μεγάλην  καὶ φιλόσοφον  ψυχὴν διανίστησι πρὸς τὴν  τῶν ἀγαθῶν  ἐργασίαν, ὡς τὸ μαθεῖν,  ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁμοιοῦται.

Read More ->>

Ηʹ Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


Ηʹ Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατ εργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια λογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φω στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημαἐμοὶ εἰς ἡμέραν Χριστοῦ.

αʹ.  Τὰς  παραινέσεις   μετὰ  ἐγκωμίων   δεῖ  ποιεῖσθαι·    οὕτω   γὰρ  καὶ εὐπαράδεκτοι  γίνονται,  ὅταν πρὸς τὸν οἰκεῖον  ζῆλον καλῶμεν  τοὺς παραινουμένους·οἷον καὶ Παῦλος ἐνταῦθα  ἐποίησε. Καὶ θέα πῶς συνετῶς· Ὥστε, ἀγαπητοί  μου, φησίν. Οὐκ εἶπεν ἁπλῶς, ὅτι Ὑπακούετε, ἀλλὰ πρότερον ἐπαινέσας καὶ εἰπὼν, Καθὼς πάντοτε ὑπηκούσατε· τουτέστι, Μιμεῖσθαι παρακαλῶ οὐχ ἑτέρους, ἀλλ' ὑμᾶς ἑαυτούς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. ∆ιὰ τί, Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου; Τότε μὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐμὲ τιμὴν  καὶ τὴν αἰδὼ πάντα ποιεῖν,  νυνὶ δὲ οὐκέτι. Ἐὰν οὖν δειχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυται ὅτι καὶ τότε οὐ δι' ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Τί βούλει, εἰπέ. Οὐχ ἵνα ἐμοῦ ἀκούσητε, ἀλλ' ἵνα μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν  σωτηρίαν  κατεργάζησθε· οὐ γὰρ ἔνι τὸν χωρὶς  φόβου ζῶντα  γενναῖόν  τι  καὶ  θαυμαστὸν  ἐπιδείξασθαι.

Read More ->>

Ιʹ Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


Ιʹ Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.

αʹ. Αἱ ἀθυμίαι καὶ αἱ φροντίδες, ὅταν πέρα τοῦ μέτρου τὴν ψυχὴν κατατείνωσι, τῆς οἰκείας αὐτὴν ἀποστεροῦσιν ἰσχύος. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς Φιλιππησίους ἐν πολλῇ ὄντας ἀθυμίᾳ ἀνίστησιν. Ἦσαν δὲ ἐν ἀθυμίᾳ διὰ τὸ μὴ γινώσκειν  πῶς τὰ κατὰ Παῦλον· ἦσαν ἐν ἀθυμίᾳ διὰ τὸ νομίζειν αὐτὸν ἤδη τετελευτηκέναι,  διὰ τὸ κήρυγμα, διὰ Ἐπαφρόδιτον.  Ὑπὲρ  δὴ  τούτων   ἁπάντων   πληροφορῶν   αὐτοὺς  ἐπάγει·  Τὸ  λοιπὸν, ἀδελφοί  μου, χαίρετε. Οὐκ ἔχετε, φησὶ, λοιπὸν  ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον, δι' ὃν ἠλγεῖτε· ἔχετε Τιμόθεον, ἔρχομαι κἀγὼ, τὸ Εὐαγγέλιον ἐπιδίδωσι. Τί ὑμῖν λείπει λοιπόν; Χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ, τούτους δὲ ἀδελφούς. Ὅταν μὲν γὰρ ἢ διορθοῦσθαί  τι  βούληται,  ἢ  φιλοστοργίαν   ἐνδείξασθαι,  τέκνα  καλεῖ·  ὅταν  δὲ  μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶ, χαίρετε ἐν Κυρίῳ.

Read More ->>

ΙΒʹ Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62

ΙΒʹ Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος,  τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.


αʹ. Οὐδὲν οὕτω κενοῖ κατορθώματα  καὶ ἀποφυσᾷ, ὡς μνήμη τῶν εἰργασμένων ἡμῖν ἀγαθῶν. ∆ύο γὰρ τίκτει κακὰ, ῥᾳθυμοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει.∆ιόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν  καταστέλλει  τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων; Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατει  ληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν  μελλόντων· σχολῇ γοῦν ἐκεῖνοι  μηδὲ τὸ πολλοστὸν  αὐτοῦ μέρος κατωρθωκότες  τοῦτο  ἂν ἔπραξαν. Ὃ δὲ λέγει,  τοῦτό  ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦμαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δρομέως εἴποι  τις, Οὔπω κατέλαβεν.  Οὐδέπω τὸ πᾶν  ἤνυσα, φησίν.  Εἰ δὲ λέγει  ἀλλαχοῦ,  Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, καὶ ἐνταῦθα,

Read More ->>

Ι∆ʹ Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


 Ι∆ʹ.Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.


αʹ. Μακάριοι οἱ πενθοῦντες,  καὶ, Οὐαὶ τοῖς γελῶ  σι, φησὶν ὁ Χριστός. Τί οὖν  ὁ Παῦλός φησι,  Χαίρετε ἐν  Κυρίῳ πάντοτε;  οὐκ ἐναντιούμενος τῷ  Χριστῷ· μὴ γένοιτο.  Οὐαὶ γὰρ  τοῖς  γελῶσιν,  εἶπεν  ὁ  Χριστὸς, τὸν  γέλωτα  τοῦ  κόσμου τούτου αἰνιττόμενος,    τὸν   ἐπὶ   τοῖς   παροῦσι   γινόμενον    πράγμασι·   καὶ   τοὺς   πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς  πενθοῦντας  ἐπὶ ταῖς τῶν  οἰκείων  ἀποβολαῖς,  ἀλλὰ  τοὺς κατανενυγμένους, καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, τοὺς τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους,  ἢ καὶ τὰ ἀλλότρια. Οὐκ ἔστι  δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ' ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται· ὁ γὰρ πενθῶν  τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος,  χαίρει. Ἄλλως  δὲ, ἔνεστι πενθεῖν  μὲν ὑπὲρ τῶν  οἰκείων ἁμαρτημάτων,  χαίρειν  δὲ ἐπὶ τῷ  Χριστῷ. Ἐπειδὴ οὖν  συνεθλίβοντο  δι' ὧν  ἔπασχον (Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, οὐ μόνον, τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), διὰ τοῦτο λέγει, Ἐν Κυρίῳ χαίρετε. Ταῦτα γὰρ οὐδέν ἐστιν, ἢ ὅτι Τοιοῦτον ἐπιδείκνυσθε βίον, ὥστε χαίρειν. Ὅταν τοίνυν τὰ κατὰ Θεὸν ὑμῖν μὴ ᾖ ἐμπεποδισμένα, χαίρετε. Ἢ τοίνυν  τοῦτό φησιν, ἢ τὸ, ἐν, ἀντὶ τοῦ, σὺν, ἐστὶν, ὡσεὶ ἔλεγε· Χαίρετε σὺν Κυρίῳ πάντοτε. Πάλιν ἐρῶ, Χαίρετε.

Read More ->>

Κυριακή 23 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων  ἔλεγε· ∆ιὸ καὶ δέδεμαι, ἵνα φανερώσω  αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Ἀλλ' αὕτη  μὲν  δοκεῖ  τῆς  πρὸς  Ῥωμαίους  ὑστέρα  εἶναι.  Ἐκείνην  μὲν  γὰρ  οὐδέπω  ἰδὼν Ῥωμαίους  ἔγραφε, ταύτην  δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν.

Read More ->>

Βʹ ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62



Βʹ ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέ σει πνευματικῇ· περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.

αʹ. ∆ιὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας, εὐέλπιδές ἐσμεν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους  μάλιστα  παρακαλεῖ  τοὺς  τὸ  πλέον  κατωρθωκότας.  Ἀφ' ἧς  ἡμέρας ἠκούσαμεν, φησὶν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι. Οὐ μίαν ἡμέραν ὑπερευχόμεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττεται   ὡς  οὐδέπω  πρὸς  τὸ  τέλος  ἐφθακότας·  τὸ  γὰρ,  Ἵνα  πληρωθῆτε,   τοῦτο δηλοῦντος  ἦν. Καὶ ὅρα μοι τὴν  σύνεσιν  τοῦ μακαρίου  τούτου· οὐδαμοῦ  τοῦ παντὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν  αὐτοὺς πανταχοῦ·  τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ.

Read More ->>

Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας.

αʹ. Τήμερον  ἀποδοῦναι  ἀναγκαῖον  τὸ  ὄφλημα,  ὅπερ χθὲς  ἀνεβαλόμην,  ὥστε ἀκμαζούσαις ὑμῶν προσβαλεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ Υἱοῦ ἀξίας διαλεγόμενος  ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξαμεν· Ὅς ἐστιν εἰκὼν  τοῦ Θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν  εἰκόνα εἶναι; Εἰ μὲν τοῦ Θεοῦ, καλῶς· Θεὸς γὰρ καὶ Θεοῦ Υἱός· Θεοῦ δὲ εἰκὼν τὸ ἀπαράλλακτον  δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου,  εἰπὲ, καὶ ὡς μαινομένου  λοιπὸν  ἀποστήσομαι. ∆ιὰ τί δὲ μηδαμοῦ μήτε εἰκὼν, μήτε υἱὸς, ἄγγελος κέκληται, ἀλλ' ἄνθρωπος ἀμφότερα; ∆ιὰ τί; Ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως  ἀνηρμένον  ταχέως  ἂν τοὺς πολλοὺς  εἰς ταύτην  τὴν  ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα  δὲ τὸ εὐτελὲς  καὶ ταπεινὸν  ἐγγυᾶται  τὴν ἀσφάλειαν,  καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον  κάτω. ∆ιὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ  ταπεινότης,  θαῤῥούντως  ἡ Γραφὴ τίθησι τὴν  τιμήν·  ἔνθα δὲ μείζων  ἡ φύσις, οὐκέτι.

Read More ->>

∆ʹ Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


∆ʹ.Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους  τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους καὶ ἐνώπιον αὐτοῦ.

αʹ. Ἐνταῦθα λοιπὸν δείκνυσιν, ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς  κατήλλαξε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συμφορὰν, ἐν ᾗ ἦσαν. Ἀλλ' ἵνα μὴ ἀκούσας ἐξουσίαν σκότους, ἀνάγκην νομίσῃς εἶναι, ἐπάγει· Καὶ ὑμᾶς ὄντας ἀπηλλοτριωμένους· ὥστε δοκεῖ μὲν τὸ αὐτὸ λέγειν, οὐκ ἔστι δέ· οὐ γάρ ἐστιν ἴσον ἀνάγκῃ   κακῶς  παθόντα,   καὶ  ἑκόντα  τοῦτο  ὑπομείναντα   ἀπαλλάξαι   τῶν   δεινῶν. Ἐκεῖνος  μὲν  γὰρ ἐλεεῖσθαι  ἄξιος, οὗτος  δὲ μισεῖσθαι. Ἀλλ'  ὅμως  ὑμᾶς, φησὶν,  οὐχὶ ἄκοντας  οὐδὲ ἀναγκαζομένους,  ἀλλ' ἑκόντας  καὶ μετὰ τοῦ βούλεσθαι  ἀποπηδῶντας αὐτοῦ,  καὶ  ἀναξίους  ὄντας  ἀπήλλαξε.

Read More ->>

Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν τῷ μεγέθει  τῶν  δοθέντων,  πάλιν  ἑτέραν  ἐπίτασιν  εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν  τις αὐτὸν ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τις κτιστὴ δύναμις,  ἀλλὰ  μόνος  ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει. ∆ιὸ καὶ οὐχ ἁπλῶς  κεκρυμμένον εἶπεν, ἀλλ' Ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δὲ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησὶν,  ἐξ ἀρχῆς. Καὶ μυστήριον  εἰκότως  καλεῖ,  ὃ οὐδεὶς  ᾔδει πλὴν  ὁ Θεός. Καὶ ποῦ κεκρυμμένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος  σὺ εἶ. Νυνὶ δὲ ἐφανερώθη,  φησὶ, τοῖς ἁγίοις αὐτοῦ.

Read More ->>

ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμε νοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισ σεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.

αʹ.  Πάλιν   αὐτοὺς   τῇ  οἰκείᾳ   προκαταλαμβάνει   μαρτυρίᾳ,   λέγων,   Ὡς  οὖν παρελάβετε.   Οὐδὲν   ξένον,   φησὶν,   ἐπεισάγομεν·   οὐκοῦν   μηδὲ   ὑμεῖς.   Ἐν   αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν Πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωμένοι· τουτέστι, πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην,  ἀλλ' ἐῤῥιζωμένοι·  τὸ δὲ ἐῤῥιζωμένον  οὐκ ἄν  ποτε  μετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδομούμενοι,  φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούμενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες  αὐτὸν, καὶ ὡς ἐπὶ θεμέλιον οἰκοδομούμενοι.   ∆είκνυσιν  αὐτοὺς  καταπεσόντας·  τὸ  γὰρ,  Οἰκοδομούμενοι,  τοῦτο δηλοῖ. Οἰκοδομὴ γάρ ἐστιν ὄντως  ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεμελίου  ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς. Ἄν τε γὰρ μὴ ἐπ' ἀσφαλείᾳ τις οἰκοδομήσῃ, σαλεύεται· ἄν τε ἐπ' ἀσφαλείας,  καὶ  μὴ  ἑστήκῃ,  οὐκέτι  ἵσταται.  Καθὼς  ἐδιδάχθητε. 

Read More ->>

Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυ σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορη γούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξη σιν τοῦ Θεοῦ.

αʹ. Πρῶτον αἰνιγματωδῶς εἰπὼν, Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν  κατὰ τὴν  παράδοσιν τῶν  ἀνθρώπων,  καὶ πάλιν  ἀνωτέρω,  Τοῦτο δὲ λέγω,  ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως  τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον  ὕστερον, καί φησι· Μὴ οὖν τις ὑμᾶς κρινέτω  ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει  ἑορτῆς  ἣ  νεομηνίας   ἢ  σαββάτων.  Ὁρᾷς  πῶς   αὐτὰ  καθαιρεῖ;  Εἰ  τοιούτων τετυχήκατε,  φησὶ, τί τοῖς μικροῖς ὑπευθύνους  ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει  λέγων, Ἢ ἐν μέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον  τὰ πρότερα. Ἢ νουμηνίας  ἢ σαββάτων. Οὐκ  εἶπε,  Μὴ  τοίνυν   φυλάττετε,   ἀλλὰ,   Μή  τις  ὑμᾶς  κρινέτω.   Ἔδειξεν  αὐτοὺςπαραβαίνοντας  καὶ  λύοντας,  ἐφ' ἑτέρους  δὲ τὸ  ἔγκλημα  ἤνεγκε.

Read More ->>

Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.

αʹ. Οἶδα πολλοὺς  ἀπεχθανομένους ἐν τῇ πρὸ ταύτης  διαλέξει· ἀλλὰ  τί πάθω; ἠκούσατε  τί  ἐπέταξεν  ὁ ∆εσπότης. Μὴ γὰρ  ἐγὼ  αἴτιος;  τί  ποιήσω;  Οὐχ ὁρᾶτε  τοὺς ἀπαιτοῦντας,   ὅταν   ἀγνωμονῶσιν  οἱ  ὑπεύθυνοι,   πῶς  κλοιὰ  τούτοις   περιτιθέασιν; Ἠκούσατε τί σήμερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.  Τί τῆς τοιαύτης  πλεονεξίας  χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλεγον, ἡ μανία   καὶ  ἡ  βλακεία   ἡ  περὶ  ἄργυρον.   Καὶ  τὴν   πλεονεξίαν,   φησὶν,   ἥτις   ἐστὶν εἰδωλολατρεία·  ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν  οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ' ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ' ὑμῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας  ἐστὶν οὐδὲ ἀξιώματος, ἀλλ' ὀδύνης καὶ ἀλγηδόνος.

Read More ->>

Θʹ.Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62

Θʹ.Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ.

αʹ. Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δείκνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡμεῖς διελέχθημεν  πρὸς ὑμᾶς. Τί λέγων; Ὁ λόγος τοῦ Χριστοῦ  ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην μόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ μὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν,  καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθομεν ὑπομείναντας  ἀναλογίζεσθαι, καὶ εὐχαριστεῖν ὑπὲρ τοῦ μὴ συμβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω  ἐν ὑμῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα ἴδωμεν, οὐδενὶ τῶν δυσχερῶν εἴξομεν. Ἐνοικείτω,  φησὶν, ἐν ὑμῖν πλουσίως, μὴ ἁπλῶς,  ἀλλὰ μετὰ πολλῆς  τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσμικοὶ, καὶ γυναικὸς  καὶ παίδων  προΐστασθε, πῶς  καὶ ὑμῖν  ἐπιτρέπει  μάλιστα τὰς Γραφὰς ἀναγινώσκειν·  καὶ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς.

Read More ->>

Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62

Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ κατ' ὀφθαλμοδουλείαν,ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.


αʹ. ∆ιὰ τί  μὴ πανταχοῦ  καὶ  ἐν  πάσαις ταῖς  ἐπιστολαῖς  ταῦτα  ἐπιτάττει,  ἀλλ' ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιμόθεον, καὶ τῇ πρὸς Τίτον; Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας· ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐμφέρειαν ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλαχοῦ  δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν  εἰρηνεύουσιν,  οὓς ἐχρῆν  περὶ  δογμάτων  μανθάνειν  ὑψηλῶν  ἔτι  ἐλλειπόντων αὐτοῖς,  οὐκ  ἐχρῆν  περὶ τούτων  γράφειν·  ἢ ὅτι παρακληθέντας  ἐπὶ τοῖς πειρασμοῖς περιττὸν  ἦν περὶ τούτων ἀκούειν. Ὥστε στοχάζομαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν Ἐκκλησίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες,  ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν  ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν Θεόν· ἐπειδὴ τοῦτο ὑμᾶς κοσμεῖ, φησὶ, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν  ὑποταγὴν,  οὐδὲ τὴν ἀπὸ φύσεως μόνον, ἀλλὰ τὴν διὰ Θεόν φημι.

Read More ->>

ΙΑʹ.Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62



ΙΑʹ.Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

αʹ. Ὅπερ ὁ Χριστὸς πρὸς τοὺς μαθητὰς ἔλεγε, τοῦτο καὶ νῦν Παῦλος παραινεῖ. Τί δὲ ὁ Χριστὸς ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω  ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.  Γίνεσθε οὖν φρόνιμοι  ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡσεὶ περιστεραί. Τουτέστι, φυλακτικοὶ  γίνεσθε, μηδεμίαν αὐτοῖς λαβὴν διδόντες καθ' ὑμῶν. ∆ιὰ γὰρ τοῦτο πρόσκειται, Πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν,  ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Ἔνθα μὲν γὰρ ἀδελφοὶ, εἰσὶ καὶ συγγνῶμαι  πολλαὶ καὶ ἀγάπαι. ∆εῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν  εἶναι, πολλῷ  δὲ πλέον ἔξω· οὐ γάρ ἐστιν ἴσον μεταξὺ ἐχθρῶν καὶ πολεμίων  εἶναι,  καὶ φίλων.  Εἶτ' ἐπειδὴ  ἐφόβησεν, ὅρα πῶς πάλιν  θαῤῥύνει. Τὸν καιρὸν, φησὶν, ἐξαγοραζόμενοι· τουτέστι, βραχὺς ὁ παρὼν καιρός. Ταῦτα δὲ ἔλεγεν, οὐ ποικίλους  εἶναι βουλόμενος, οὐδὲ ὑποκριτάς· τοῦτο γὰρ οὐ σοφίας, ἀλλὰ ἀνοίας· ἀλλὰ τί;


Read More ->>

ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε πληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ  ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα πόλει.

αʹ. Καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄνδρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωμιά  ζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Ἀγάπην δείκνυσι καὶ ποιεῖ φιλεῖσθαι  καὶ τὸ ὑπερεύχεσθαι. Συνίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ (τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται  ἐπὶ τῷ  ἀνδρὶ,  ἅτε  τοιούτους  φέροντες  ἄνδρας.  Καὶ πάντοτε,  φησὶν,  ἀγωνιζόμενος  ὑπὲρ ὑμῶν  ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς  εἶπεν, Εὐχόμενος, ἀλλ',  Ἀγωνιζόμενος,  τρέμων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ἀξιόπιστος μάρτυς. Ὅτι ἔχει, φησὶ, ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑμᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται  τῷ περὶ ὑμᾶς φίλτρῳ.  Καὶ τῶν  ἐν Λαοδικείᾳ, φησὶ, καὶ τῶν  ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι;

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |