Τρίτη 14 Ιουνίου 2016
16.Είς το Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ακύλαν
Ελληνική Πατρολογία Τόμος
51
16.Είς το Aσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν,καὶ τὰ ἑξῆς, λόγος
αʹ
αʹ. Πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἐπὶ τὴν περικοπὴν τῆς ἀποστολικῆς ἀναγνώσεως ταύτης, μᾶλλον δὲ
πάρεργον ἡγεῖσθαι καὶ περιττὸν τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος, διὰ τὸ
προσρήσεις ἔχειν μόνον συνεχεῖς
καὶ ἐπαλλήλους. ∆ιὸ δὴ
καὶ αὐτὸς ἑτέρωσε τήμερον ὡρμημένος,
ἀποστὰς ἐκείνης τῆς ὑποθέσεως, εἰς ταύτην καθεῖναι παρασκευάζομαι, ἵνα μάθητε, ὅτι τῶν
θείων Γραφῶν οὐδὲν περιττὸν, οὐδὲν πάρεργόν
ἐστι, κἂν ἰῶτα ἓν, κἂν
μία κεραία ᾖ, ἀλλὰ καὶ ψιλὴ
πρόσρησις πολὺ πέλαγος ἡμῖν ἀνοίγει νοημάτων. Καὶ τί λέγω, ψιλὴ πρόσρησις;
Πολλάκις καὶ ἑνὸς στοιχείου προσθήκη ὁλόκληρον
νοημάτων εἰσήγαγε δύναμιν. Καὶ τοῦτο ἐπὶ τῆς τοῦ Ἀβραὰμ προσηγορίας ἔστιν
ἰδεῖν. Πῶς γὰρ οὐκ ἄτοπον παρὰ φίλου μὲν ἐπιστολὴν δεχόμενον, μὴ τὸ σῶμα τῆς ἐπιστολῆς ἀναγινώσκειν
μόνον, ἀλλὰ καὶ τὴν κάτω
κειμένην πρόσρησιν, κἀκεῖθεν μάλιστα
στοχάζεσθαι τὴν τοῦ γεγραφότος διάθεσιν,
Παύλου δὲ γράφοντος, μᾶλλον δὲ οὐ
τοῦ Παύλου, ἀλλὰ τῆς τοῦ
Πνεύματος χάριτος τὴν ἐπιστολὴν ὑπαγορευούσης ὁλοκλήρῳ πόλει
καὶ δήμῳ τοσούτῳ,
καὶ δι' ἐκείνων τῇ οἰκουμένῃ πάσῃ, νομίζειν περιττόν τι εἶναι τῶν ἐγκειμένων, καὶ παρατρέχειν ἁπλῶς, καὶ μὴ ἐννοεῖν, ὅτι ταῦτα πάντα τὰ ἄνω κάτω πεποίηκε; Τοῦτο γάρ
ἐστι, τοῦτο, ὃ πολλῆς ῥᾳθυμίας ἡμᾶς ἐνέπλησε, τὸ μὴ πάσας ἐπιέναι
τὰς Γραφὰς, ἀλλ' ἃ νομίζομεν
εἶναι σαφέστερα, ταῦτα ἐκλεγομένους, τῶν ἄλλων μηδένα ποιεῖσθαι
λόγον. Τοῦτο καὶ τὰς αἱρέσεις εἰσήγαγε, τὸ μὴ βούλεσθαι ἅπαν ἐπιέναι τὸ σῶμα, τὸ νομίζειν εἶναί τι περιττὸν καὶ πάρεργον. ∆ιὰ τοῦτο τὰ μὲν ἄλλα ἅπαντα
ἡμῖν διεσπούδασται, οὐχὶ τὰ περιττὰ
μόνον, ἀλλὰ καὶ τὰ ἀνόνητα καὶ βλαβερά· τῶν Γραφῶν δὲ ἡ ἐμπειρία ἠμέληται καὶ παρῶπται· καὶ οἱ μὲν πρὸς τὴν θεωρίαν τῆς
τῶν ἵππων ἁμίλλης ἐπτοημένοι, καὶ ὀνόματα, καὶ ἀγέλην, καὶ γένος,
καὶ πατρίδα, καὶ ἀνατροφὴν τῶν ἵππων ἔχουσιν
εἰπεῖν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἔτη ζωῆς, καὶ ἐνεργείας δρόμων,
καὶ τίς τίνι συνταττόμενος
τὴν νίκην ἁρπάσεται, καὶ ποῖος ἵππος
ἐκ ποίας ἀφεθεὶς βαλβῖδος, καὶ τίνα ἔχων ἡνίοχον, περιέσται τοῦ δρόμου, καὶ τὸν
ἀντίτεχνον παραδραμεῖται. Καὶ οἱ περὶ τὴν ὀρχήστραν δὲ ἐσχολακότες, οὐκ ἐλάττω τούτων,
ἀλλὰ καὶ πλείω μανίαν περὶ τοὺς ἐν τοῖς θεάτροις ἀσχημονοῦντας ἐπιδείκνυνται, μίμους
λέγω καὶ ὀρχηστρίας,
καὶ γένος αὐτῶν,
καὶ πατρίδα, καὶ ἀνατροφὴν,
καὶ τὰ ἄλλα πάντα καταλέγοντες· ἡμεῖς
δὲ ἐρωτώμενοι, ὁπόσαι, καὶ τίνες
εἰσὶν αἱ Παύλου ἐπιστολαὶ, οὐδὲ τὸν ἀριθμὸν ἴσμεν εἰπεῖν. Εἰ δέ τινες καὶ εἶεν
τὸν ἀριθμὸν ἐπιστάμενοι, ἀλλὰ τὰς πόλεις, αἳ τὰς ἐπιστολὰς ἐδέξαντο, ταύτας ἐρωτώμενοι
διαποροῦσι πρὸς τὴν ἐρώτησιν. Καὶ ἄνθρωπος μὲν εὐνοῦχος καὶ βάρβαρος, μυρίαις φροντίσιν
ὑπὸ μυρίων ἑλκόμενος πραγμάτων,
οὕτω προσέκειτο βιβλίοις, ὡς μηδὲ
κατὰ τὸν καιρὸν
τῆς ὁδοιπορίας ἡσυχάζειν,
ἀλλ' ἐπ' ὀχήματος
καθήμενος, ἐγκεῖσθαι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ τῶν θείων Γραφῶν ἀναγνώσει·
ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν μέρος
τῆς ἀσχολίας ἔχοντες
τῆς ἐκείνου, καὶ πρὸς τὰ ὀνόματα τῶν ἐπιστολῶν
ξενιζόμεθα, καὶ ταῦτα καθ' ἑκάστην κυριακὴν ἐνταῦθα
συλλεγόμενοι, καὶ θείας ἀπολαύοντες
ἀκροάσεως. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον εἰς ἐπιτίμησιν τὸν λόγον ἀναλώσωμεν, φέρε,
τὴν πρόσρησιν αὐτὴν
τὴν δοκοῦσαν εἶναι
περιττὴν καὶ παρενοχλεῖν, εἰς μέσον ἀγάγωμεν. Ἀναπτυσσομένης γὰρ αὐτῆς
καὶ δεικνυμένου τοῦ κέρδους ὅσον
παρέχει τοῖς προσέχουσιν
αὐτῇ μετὰ ἀκριβείας,
τότε μείζων ἔσται
κατηγορία τοῖς ἀμελοῦσι τοσούτων θη 51.189 σαυρῶν, καὶ τὸν πνευματικὸν ἀπὸ τῶν χειρῶν ῥίπτουσι πλοῦτον. Τίς οὖν ἐστιν
ἡ πρόσρησις; Ἀσπάζεσθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς
συνεργούς μου ἐν Κυρίῳ. Ἆρα οὐ δοκεῖ ψιλή τις εἶναι πρόσρησις, καὶ μηδὲν μέγα, μηδὲ γενναῖον ἡμῖν ἐνδείκνυσθαι; Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν
τὴν διάλεξιν ἀναλώσωμεν, μᾶλλον
δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα
ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμήσασθαι σπουδάσαντες ὑμῖν νοήματα,
ἀλλὰ ἀνάγκη καὶ εἰς ἑτέραν ὑμῖν ἡμέραν
ταμιευθῆναι τὴν τῶν
θεωρημάτων περιουσίαν, τῶν
τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως. Οὐδὲ γὰρ ἅπασαν αὐτὴν ἐπελθεῖν
παρασκευάζομαι, ἀλλὰ μέρος αὐτῆς καὶ ἀρχὴν καὶ προοίμιον μόνον· Ἀσπάσασθε Πρίσκιλλαν
καὶ Ἀκύλαν.
βʹ. Πρῶτόν ἐστιν ἐκπλαγῆναι τοῦ
Παύλου τὴν ἀρετὴν,
ὅτι τὴν οἰκουμένην ἅπασαν ἐγκεχειρισμένος, καὶ γῆν καὶ θάλατταν, καὶ τὰς ὑφ' ἡλίῳ πόλεις ἁπάσας, καὶ βαρβάρους,
καὶ Ἕλληνας, καὶ δήμους τοσούτους ἐν ἑαυτῷ περιφέρων, ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς
τοσαύτην ἐποιεῖτο φροντίδα·
καὶ δεύτερον τοῦτο
θαυμάσαι, πῶς ἄγρυπνόν τε καὶ
μεμεριμνημένην εἶχε ψυχὴν, οὐχὶ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ μεμνημένος ἑκάστου τῶν δοκίμων καὶ γενναίων.
Νῦν μὲν γὰρ οὐδὲν θαυμαστὸν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας τοῦτο ποιεῖν,
τῷ καὶ τοὺς θορύβους κατεστάλθαι ἐκείνους, καὶ μιᾶς πόλεως ἀναδεδέχθαι
πρόνοιαν μόνον· τότε δὲ οὐ τὸ τῶν κινδύνων
μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆθος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ
συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ
πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους. Ἀλλ' οὐκ ἐξέβαλε τούτους. Πῶς οὖν οὐκ ἐξεβλήθησαν;
∆ιὰ τὴν τοῦ Παύλου μεγαλοψυχίαν, καὶ τὴν
θερμὴν αὐτοῦ καὶ γνησίαν ἀγάπην. Οὕτω γὰρ
αὐτοὺς εἶχεν ἐν διανοίᾳ, ὡς καὶ ἐν ἐπιστολαῖς αὐτῶν μεμνῆσθαι πολλάκις. Ἀλλ' ἴδωμεν
τίνες καὶ ὁποῖοι ἦσαν οὗτοι, οἱ τὸν
Παῦλον οὕτω χειρωσάμενοι, καὶ πρὸς τὸν οἰκεῖον
ἐπισπασάμενοι πόθον. Ἆρα ὕπατοί
τινες καὶ στρατηγοὶ ἦσαν, καὶ ὕπαρχοι,
ἢ ἄλλην τινὰ περιφάνειαν κεκτημένοι, ἢ
πλοῦτον πολὺν περιβεβλημένοι, καὶ τῶν τὴν πόλιν
ἀγόντων; Οὐδὲν τούτων
ἔστιν εἰπεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, πτωχοὶ καὶ πένητες, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ζῶντες. Ἦσαν γὰρ, φησὶ, σκηνοποιοὶ τῇ
τέχνῃ· καὶ οὐκ ᾐσχύνετο ὁ Παῦλος, οὐδὲ ὄνειδος εἶναι ἐνόμιζε βασιλικωτάτῃ πόλει
καὶ δήμῳ μέγα φρονοῦντι, κελεύων
τοὺς χειροτέχνας ἐκείνους ἀσπάζεσθαι, οὐδὲ καθυβρίζειν αὐτοὺς ἡγεῖτο
τῇ πρὸς ἐκείνους φιλίᾳ· οὕτως ἦν ἅπαντας πεπαιδευκὼς τότε φιλοσοφεῖν. Καίτοι γε
ἡμεῖς πολλάκις συγγενεῖς ἔχοντες πενεστέρους ὀλίγῳ, τῆς πρὸς αὐτοὺς οἰκειότητος
ἀλλοτριούμεθα, καὶ ὄνειδος εἶναι
νομίζομεν, εἰ φωραθείημέν ποτε ἐκείνοις προσήκοντες· ὁ δὲ Παῦλος οὐχ οὕτως,
ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ πράγματι, καὶ οὐ τοῖς τότε μόνον, ἀλλὰ καὶ τοῖς μετὰ
ταῦτα πᾶσι δῆλον ἐποίησεν, ὅτι εἰς τοὺς
πρώτους αὐτῷ τὴν
φιλίαν ἐτέλουν ἐκεῖνοι
οἱ σκηνοποιοί. Καὶ μή μοι λεγέτω τις, Καὶ τί γὰρ μέγα καὶ θαυμαστὸν, καὶ
αὐτὸν, ἀπὸ τῆς αὐτῆς ὄντα τέχνης,
μὴ ἐπαισχύνεσθαι τοῖς ὁμοτέχνοις; Τί λέγεις;
Τοῦτο γὰρ αὐτὸ μέγιστόν ἐστι καὶ θαυμαστόν. Οὐ γὰρ οὕτως
οἱ προγόνων ἔχοντες εἰπεῖν
περιφάνειαν ἐπαισχύνονται τοῖς
καταδεεστέροις, ὡς οἱ γενόμενοί ποτε ἐπὶ τῆς αὐτῆς εὐτελείας, εἶτα ἀθρόον εἰς
λαμπρότητά τινα καὶ περιφάνειαν ἀναβάντες.
Ὅτι δὲ Παύλου λαμπρότερον οὐδὲν ἦν, οὐδὲ περιφανέστερον, ἀλλὰ καὶ αὐτῶν τῶν
βασιλέων ἐπισημότερος ἦν, παντί που δῆλόν ἐστιν. Ὁ γὰρ δαίμοσιν ἐπιτάττων, καὶ νεκροὺς ἐγείρων, καὶ ἐξ ἐπιτάγματος καὶ
πηρῶσαι, καὶ θεραπεῦσαι τοὺς πεπηρωμένους
δυνάμενος, οὗ τὰ ἱμάτια καὶ αἱ σκιαὶ ἅπαν νοσημάτων εἶδος ἔλυον, εὔδηλον
ὅτι οὐδὲ ἄνθρωπος λοιπὸν εἶναι ἐνομίζετο, ἀλλ' ἄγγελός τις ἐξ οὐρανοῦ καταβάς. Ἀλλ'
ὅμως τοσαύτης ἀπολαύων δόξης, καὶ
πανταχοῦ θαυμαζόμενος, καὶ ὅπουπερ ἂν φανείη πάντας ἐπιστρέφων, οὐκ ἐπῃσχύνετο
τὸν σκηνοποιὸν, οὐδὲ ἐλαττοῦσθαι ἐνόμιζε
τοὺς ἐν τοσούτοις ἀξιώμασιν
ὄντας. Καὶ γὰρ εἰκὸς ἐν τῇ Ἐκκλησίᾳ
τῇ Ῥωμαίων πολλοὺς
εἶναι περιφανεῖς, οὓς ἠνάγκαζε τοὺς πτωχοὺς
ἐκείνους ἀσπάσασθαι. Ἤδει γὰρ, ᾔδει σαφῶς,
ὅτι εὐγένειαν οὐ
πλούτου περιφάνεια, οὐδὲ χρημάτων περιουσία, ἀλλὰ τρόπων ἐπιείκεια ποιεῖν εἴωθεν·
ὡς οἵ γε ταύτης μὲν ἀπεστερημένοι, ἀπὸ δὲ τῆς τῶν γεγεννηκότων αὐτοὺς δόξης
μεγαλοφρονοῦντες, ὀνόματι μόνον
εὐγενείας ψιλῷ, ἀλλ' οὐχὶ πράγματι καλλωπίζονται· μᾶλλον δὲ αὐτὸ τὸ ὄνομα
φωρᾶται πολλάκις, εἰ τις ἐπὶ τοὺς ἀνωτέρω προγόνους τῶν εὐγενῶν ἀναβαίη τούτων. Τὸν γὰρ περιφανῆ καὶ λαμπρὸν, καὶ πατέρα ἔχοντα ἐπίσημον
εἰπεῖν καὶ πάππον, ἂν μετὰ ἀκριβείας ἐξετάσῃς, πολλάκις εὑρήσεις ἐπίπαππον εὐτελῆ
τινα καὶ ἀνώνυμον
ἐσχηκότα· καθάπερ τῶν
εὐτελῶν εἶναι δοκούντων ἂν τὸ γένος
ἅπαν ἀναβαίνοντες κατὰ μικρὸν διερευνησώμεθα,
ὑπάρχους καὶ στρατηγοὺς εὑρήσομεν αὐτῶν πολλάκις τοὺς ἀνωτέρω προγόνους, καὶ εἰς
ἱπποφορβοὺς καὶ συοφορβοὺς εὕροι τις ἂν γεγενημένους. Ἅπερ οὖν ἅπαντα Παῦλος εἰδὼς, τούτων μὲν οὐ πολὺν
ἐποιεῖτο λόγον, ψυχῆς
δὲ εὐγένειαν ἐζήτει, καὶ τοὺς ἄλλους
ταύτην θαυμάζειν ἐπαίδευσεν. Οὐ μικρὸν οὖν τοῦτο τέως ἐντεῦθεν καρπούμεθα,
τὸ μηδενὶ τῶν εὐτελεστέρων ἐπαισχύνεσθαι, τὸ ψυχῆς
ἀρετὴν ἐπιζητεῖν, τὸ πάντα
τὰ ἔξωθεν ἡμῖν περικείμενα περιττὰ
εἶναι νομίζειν καὶ ἀνόνητα.
γʹ. Ἔστι καὶ ἕτερον οὐκ ἔλαττον τούτου καρπώσασθαι κέρδος ἐντεῦθεν, καὶ ὃ μάλιστα συνέχει ἡμῶν τὴν ζωὴν κατορθωθέν.
Τί δὲ τοῦτό ἐστι; Τὸ μὴ κατηγορεῖν τοῦ γάμου,
μηδὲ νομίζειν ἐμπόδισμα εἶναι καὶ κώλυμα τῆς εἰς ἀρετὴν φερούσης ὁδοῦ, τὸ
γυναῖκα ἔχειν, καὶ παῖδας τρέφειν, καὶ οἰκίας προΐστασθαι, καὶ τέχνην μεταχειρίζειν. Ἰδοὺ καὶ ἐνταῦθα ἀνὴρ ἦν καὶ
γυνὴ, καὶ ἐργαστηρίων προειστήκεσαν, καὶ τέχνην μετεχειρίζοντο, καὶ τῶν ἐν
μοναστηρίοις ζώντων ἀκριβεστέραν ἐπεδείξαντο πολλῷ τὴν φιλοσοφίαν. Πόθεν τοῦτο δῆλον; Ἀφ' ὧν προσεῖπεν αὐτοὺς ὁ
Παῦλος, μᾶλλον δὲ οὐκ ἀφ' ὧν
προσεῖπεν, ἀλλὰ καὶ ἀφ' ὧν μετὰ ταῦτα ἐμαρτύρησεν. Εἰπὼν
γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν, προσέθηκεν αὐτῶν καὶ τὸ ἀξίωμα. Ποῖον
δὴ τοῦτο; Οὐκ εἶπε τοὺς πλουσίους, τοὺς περιφανεῖς, τοὺς εὐπάτριδας· ἀλλὰ τί; Τοὺς συνεργούς μου ἐν
Κυρίῳ. Τούτου δὲ οὐδὲν ἴσον εἰς ἀρετῆς γένοιτ'
ἂν λόγον· καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ
καὶ ἐξ ὧν παρ' αὐτοῖς ἔμεινεν,
οὐχὶ ἡμέραν μίαν,
δύο καὶ τρεῖς, ἀλλ' ἐνιαυτοὺς ὁλοκλήρους
δύο, τὴν αὐτῶν ἔστιν ἀρετὴν ἰδεῖν. Ὥσπερ
γὰρ οἱ τῶν ἔξωθεν ἄρχοντες οὐκ ἂν ἕλοιντο παρ' εὐτελέσι καὶ ταπεινοῖς καταχθῆναί ποτε, ἀλλ' ἐπιζητοῦσι λαμπρὰς οἰκίας
ἐπισήμων ἀνδρῶν τινων,
ὥστε μὴ τὴν τῶν ὑποδεχομένων
αὐτοὺς εὐτέλειαν τῷ μεγέθει τῆς ἀξίας
λυμήνασθαι· οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν· οὐ πρὸς τυχόντας κατήγοντο,
ἀλλ' ὥσπερ ἐκεῖνοι οἰκίας λαμπρότητα, οὕτω τῆς ψυχῆς ἀρετὴν ἐπεζήτουν οὗτοι,
καὶ μετὰ ἀκριβείας διερευνώμενοι
τοὺς ἐπιτηδείους αὐτοῖς,
πρὸς ἐκείνους κατήγοντο. Καὶ γὰρ καὶ νόμος παρὰ τοῦ Χριστοῦ τοῦτο κελεύων
ἔκειτο. Εἰς ἣν γὰρ πόλιν, φησὶν, ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐν αὐτῇ ἄξιός
ἐστι, κἀκεῖ μείνατε. Ὥστε ἄξιοι Παύλου ἦσαν οὗτοι· εἰ δὲ ἄξιοι Παύλου, τῶν ἀγγέλων ἦσαν ἄξιοι. Ἐγὼ τὸ δωμάτιον ἐκεῖνο,
καὶ οὐρανὸν καὶ Ἐκκλησίαν θαῤῥῶν
ἂν προσείποιμι. Ὅπου γὰρ
Παῦλος ἦν, ἐκεῖ καὶ ὁ Χριστὸς ἦν. Εἰ δοκιμὴν ἐπιζητεῖτε, φησὶ, τοῦ ἐν ἐμοὶ λαλοῦντος
Χριστοῦ; Ὅπου δὲ Χριστὸς ἦν, ἐκεῖ καὶ ἄγγελοι συνεχῶς ἐφοίτων. Οἱ δὲ καὶ πρὸ τούτου παρασχόντες ἑαυτοὺς ἀξίους
τῆς τοῦ Παύλου θεραπείας, ἐννόησον τίνες ἐγένοντο, ἔτεσι δύο συνοικοῦντες αὐτῷ, καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ
τρόπον στολῆς, καὶ εἰσόδους καὶ ἐξόδους, καὶ τἄλλα πάντα
παρατηροῦντες. Ἐπὶ γὰρ τῶν ἁγίων
οὐχὶ τὰ ῥήματα ταῦτα μόνον, οὐδὲ αἱ διδασκαλίαι καὶ αἱ
παραινέσεις, ἀλλὰ καὶ ἡ λοιπὴ τοῦ βίου πᾶσα
ἀναστροφὴ ἀρκοῦσα γένοιτ'
ἂν τοῖς προσέχουσι
διδασκαλία φιλοσοφίας. Ἐννόησον ἡλίκον
ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ
εὐχόμενον, καὶ δακρύοντα,
ἐξιόντα καὶ εἰσιόντα.
Εἰ γὰρ δεκατέσσαρας ἐπιστολὰς ἔχοντες
μόνον, πανταχοῦ τῆς οἰκουμένης αὐτὰς
περιφέρομεν, οἱ τὴν πηγὴν τῶν ἐπιστολῶν ἔχοντες,
οἱ τὴν γλῶτταν τῆς οἰκουμένης, οἱ τὸ φῶς
τῶν Ἐκκλησιῶν, οἱ τὸν θεμέλιον τῆς πίστεως, οἱ τὸν στῦλον καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας,
τίνες οὐκ ἂν ἐγένοντο ἀγγέλῳ τοιούτῳ συζῶντες; Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ δαίμοσιν
ἦν φοβερὰ, καὶ τοσαύτην εἶχον ἰσχὺν, ἡ συνοίκησις αὐτοῦ πόσην οὐκ ἂν ἐπεσπάσατο
Πνεύματος χάριν; Τὸ γὰρ τὴν κλίνην ὁρᾷν τὴν Παύλου, τὸ γὰρ τὴν στρωμνὴν, τὸ γὰρ
τὰ ὑποδήματα, οὐκ ἂν ἤρκεσεν αὐτοῖς
εἰς ὑπόθεσιν κατανύξεως
διηνεκοῦς; Εἰ γὰρ οἱ δαίμονες ὁρῶντες αὐτοῦ τὰ ἱμάτια ἔφριττον, πολλῷ
μᾶλλον οἱ πιστοὶ καὶ συζήσαντες αὐτῷ
κατενύσσοντο βλέποντες αὐτά. Ἄξιον δὲ κἀκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν, προσαγορεύων, τὴν Πρίσκιλλαν προτέθεικε
τοῦ ἀνδρός. Οὐ γὰρ
εἶπεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, ἀλλὰ,
Πρίσκιλλαν καὶ Ἀκύλαν.
Οὐδὲ γὰρ τοῦτο ἁπλῶς
ἐποίησεν, ἀλλ' ἐμοὶ δοκεῖ πλείονα αὐτῇ
συνειδέναι τοῦ ἀνδρὸς εὐλάβειαν. Καὶ ὅτι
οὐ στοχασμὸς τὸ εἰρημένον, ἔξεστι καὶ ἀπὸ
τῶν Πράξεων τοῦτο μαθεῖν. Τὸν γὰρ Ἀπολλὼ, ἄνδρα λόγιον ὄντα καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, καὶ τὸ βάπτισμα Ἰωάννου μόνον εἰδότα,
αὕτη λαβοῦσα κατήχησε
τὴν ὁδὸν τοῦ
Θεοῦ, καὶ διδάσκαλον ἀπηρτισμένον ἐποίησεν. Οὐ γὰρ αἱ ἐπὶ
τῶν ἀποστόλων γυναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογραφαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς
γείτονος καὶ τῆς ὁμοτίμου πολυτελεστέραν
ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους
χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θεραπαινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν
τὴν καταγέλαστον φαντασίαν·
ἀλλὰ ταῦτα πάντα ἀποσεισάμεναι, καὶ τὸν κοσμικὸν
ἀποβαλοῦσαι τῦφον, ἓν μόνον ἐζήτουν,
ὅπως κοινωνοὶ γένωνται τῶν ἀποστόλων, καὶ τῆς θήρας αὐτῶν μετάσχοιεν
τῆς αὐτῆς. ∆ιὰ τοῦτο οὐκ αὐτὴ μόνη τοιαύτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι. Καὶ
γὰρ περὶ Περσίδος τινός φησιν, Ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς, καὶ
Μαρίαν καὶ Τρύφαιναν
ἀπὸ τούτων θαυμάζει τῶν πόνων, ὅτι
ἐκοπίων μετὰ τῶν ἀποστόλων, καὶ πρὸς τοὺς αὐτοὺς ἀγῶνας ἀπεδύσαντο. Καὶ πῶς
Τιμοθέῳ γράφων φησὶ, Γυναικὶ δὲ διδάσκειν
οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός;
Ὅταν καὶ ὁ ἀνὴρ εὐλαβὴς ᾖ, καὶ τὴν αὐτὴν πίστιν κεκτημένος, καὶ τῆς αὐτῆς σοφίας
μετέχων· ὅταν δὲ ἄπιστος ᾖ καὶ πεπλανημένος,
οὐκ ἀποστερεῖ τὴν αὐθεντίαν τῆς
διδασκαλίας αὐτήν. Κορινθίοις γοῦν ἐπιστέλλων
λέγει· Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον,
μὴ ἀφιέτω αὐτόν. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πῶς δὲ ἂν ἔσωσεν ἡ
πιστὴ γυνὴ τὸν ἄνδρα τὸν ἄπιστον; Κατηχοῦσα δηλονότι καὶ διδάσκουσα καὶ ἐνάγουσα πρὸς τὴν πίστιν, ὥσπερ
οὖν καὶ αὕτη Ἀπολλὼ ἡ Πρίσκιλλα. Ἄλλως δὲ,
ὅταν λέγῃ, Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, περὶ τῆς ἐν τῷ βήματι διδασκαλίας λέγει,
περὶ τῆς ἐν κοινῷ διαλέξεως, καὶ τῆς κατὰ τὸν ἱερωσύνης λόγον· ἰδίᾳ δὲ παραινεῖν
καὶ συμβουλεύειν οὐκ ἐκώλυσεν. Οὐ γὰρ ἂν, εἰ κεκωλυμένον ἦν, ταύτην
ἐπῄνεσε τοῦτο ποιοῦσαν.
δʹ. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν ταῦτα καὶ γυναῖκες·
ἐκεῖναι μὲν, ἵνα τὴν ὁμόφυλον καὶ συγγενῆ μιμήσωνται· οὗτοι δὲ, ἵνα μὴ γυναικὸς
ἀσθενέστεροι φαίνωνται. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν γυναικῶν
τοσαύτην προθυμίαν ἐπιδεικνυμένων καὶ
τοσαύτην φιλοσοφίαν, ἡμεῖς
τοῖς τοῦ κόσμου πράγμασιν ὦμεν συνδεδεμένοι διηνεκῶς; Ταῦτα καὶ ἄρχοντες μανθανέτωσαν, καὶ ἀρχόμενοι,
καὶ ἱερεῖς, καὶ οἱ τῶν λαϊκῶν τὴν τάξιν ἔχοντες,
ἵν' ἐκεῖνοι μὲν μὴ τοὺς
πλουτοῦντας θαυμάζωσι, μηδὲ τὰς
περιφανεῖς διώκωσιν οἰκίας, ἀλλ' ἀρετὴν μετὰ πενίας ζητῶσι, καὶ τοῖς πτωχοτέροις
τῶν ἀδελφῶν μὴ ἐπαισχύνωνται, μηδὲ τὸν
σκηνοποιὸν, καὶ τὸν βυρσοδέψην, καὶ τὸν πορφυροπώλην, καὶ τὸν χαλκοτύπον
παρατρέχοντες, τοὺς ἐν
δυναστείαις θεραπεύσωσιν· οἱ δὲ ἀρχόμενοι, ἵνα μὴ νομίζωσιν εἶναι κώλυμα
πρὸς τὴν ὑποδοχὴν τῶν ἁγίων, ἀλλ' ἐννοοῦντες τὴν χήραν, ἢ τὸν Ἠλίαν ὑπεδέξατο,
δράκα ἀλεύρου μόνον ἔχουσα, καὶ τούτους, οἳ τὸν Παῦλον διετίαν ἐξένισαν,
τὰς οἰκίας διανοίγωσι τοῖς δεομένοις, καὶ
πάντα τοῖς ξένοις ὦσι κοινὰ κεκτημένοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οἰκέτας οὐκ ἔχεις
διακονουμένους. Κἂν γὰρ μυρίους ἔχῃς, ὁ Θεός σε κελεύει διὰ σαυτοῦ τῆς φιλοξενίας τὸν καρπὸν τρυγᾷν. ∆ιὰ τοῦτο Παῦλος χήρᾳ
γυναικὶ διαλεγόμενος, καὶ κελεύων αὐτὴν
ξενοδοχεῖν, οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἑαυτῆς τοῦτο ἐπέταττεν. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν,
ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνιψεν. Οὐκ εἶπεν, εἰ χρήματα ἐδαπάνησεν, οὐδὲ, εἰ τοῖς
οἰκέταις ἐκέλευσε τοῦτο ποιῆσαι, ἀλλ', εἰ δι' ἑαυτῆς τοῦτο εἰργάσατο. ∆ιὰ τοῦτο
καὶ ὁ Ἀβραὰμ τριακοσίους ὀκτὼ καὶ δέκα οἰκογενεῖς ἔχων, αὐτὸς ἐπὶ τὴν ἀγέλην ἔτρεχε, καὶ τὸν μόσχον
ἐβάσταζε, καὶ τὰ ἄλλα ἅπαντα διηκόνει,
καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει
τῶν τῆς φιλοξενίας καρπῶν.
∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἐν φάτνῃ τίκτεται, καὶ ἐν
οἰκίᾳ τικτόμενος τρέφεται, καὶ αὐξηθεὶς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν
κλίνῃ, ἵνα σε παιδεύσῃ διὰ πάντων μὴ πρὸς τὰ λαμπρὰ τοῦ βίου τούτου κεχηνέναι
πράγματα, ἀλλ' εὐτελείας εἶναι ἐραστὴν πανταχοῦ,
καὶ πτωχείαν διώκειν, καὶ
περιουσίαν φεύγειν, καὶ ἔσωθεν καλλωπίζεσθαι. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, φησὶν, ἔσωθεν. Ἐὰν ἔχῃς προαίρεσιν
φιλόξενον, ἅπασαν τῆς φιλοξενίας ἔχεις τὴν θήκην, κἂν ὀβολὸν ᾖς κεκτημένος μόνον·
ἂν δὲ μισάνθρωπος ᾖς καὶ μισόξενος, κἂν τὰ
πάντα ᾖς περιβεβλημένος πράγματα,
ἐστενοχώρηταί σοι τοῖς ξένοις ἡ οἰκία.
Οὐκ εἶχεν αὕτη κλίνας ἀργυρενδέτους, ἀλλ'
εἶχε σωφροσύνην πολλήν· οὐκ εἶχε στρωμνὴν, ἀλλὰ προαίρεσιν ἐκέκτητο προσηνῆ καὶ
φιλόξενον· οὐκ εἶχε κίονας ἀπαστράπτοντας, ἀλλ' εἶχε
ψυχῆς κάλλος ἀπολάμπον·
οὐκ εἶχε τοίχους
μαρμάροις περιβεβλημένους, οὐδὲ ἔδαφος
ψηφῖσι διηνθισμένον, ἀλλ' ἦν αὐτὴ ναὸς
τοῦ Πνεύματος. Ταῦτα ἐπῄνεσεν ὁ Παῦλος, τούτων ἠράσθη· διὰ ταῦτα ἔτη δύο
μείνας ἐπὶ τῆς οἰκίας οὐκ ἀπανίστατο· διὰ ταῦτα αὐτῶν μέμνηται διηνεκῶς, καὶ ἐγκώμιον
αὐτοῖς συντίθησι μέγα καὶ θαυμαστὸν, οὐχ ἵνα αὐτοὺς λαμπροτέρους ἐργάσηται, ἀλλ'
ἵνα τοὺς λοιποὺς εἰς τὸν αὐτὸν ἀγάγῃ ζῆλον, καὶ πείσῃ μακαρίζειν, οὐχὶ τοὺς
πλουτοῦντας, οὐδὲ τοὺς ἐν ἀρχαῖς ὄντας, ἀλλὰ
τοὺς φιλοξένους, τοὺς ἐλεήμονας, τοὺς φιλανθρώπους, τοὺς πολλὴν περὶ τοὺς ἁγίους
φιλοφροσύνην ἐπιδεικνυμένους.
εʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἀπὸ
τῆς προσρήσεως ταύτης μαθόντες, διὰ τῶν
ἔργων αὐτῶν ἐπιδειξώμεθα· καὶ μήτε τοὺς
πλουτοῦντας ἁπλῶς μακαρίζωμεν,
μήτε τοὺς πτωχοὺς ἐξευτελίζωμεν, μηδὲ ἐπαισχυνώμεθα τέχναις,
μηδὲ ὄνειδος εἶναι νομίζωμεν ἐργασίαν, ἀλλὰ ἀργίαν, καὶ τὸ μὴ ἔχειν τι
ποιεῖν. Εἰ γὰρ ὄνειδος ἦν τὸ ἐργάζεσθαι, οὐκ ἂν αὐτὸ μετῆλθεν ὁ Παῦλος, οὐκ ἂν ἐπ'
αὐτῷ μεῖζον ἐφρόνησεν, οὕτω λέγων· Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα.
Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Εἰ δὲ τέχνη ὄνειδος
ἦν, οὐκ ἂν τοὺς μὴ ἐργαζομένους ἐκέλευσε μηδὲ ἐσθίειν. Ἁμαρτία
γὰρ μόνον ἐστὶν ὄνειδος· ταύτην
δὲ ἀργία τίκτειν εἴωθε, καὶ οὐ μίαν καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν
πονηρίαν. ∆ιὰ τοῦτο καί τις σοφὸς δεικνὺς, ὅτι πᾶσαν τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία,
καὶ περὶ οἰκετῶν διαλεγόμενός φησιν· Ἔμβαλε αὐτὸν εἰς ἔργον, ἵνα μὴ ἀργῇ. Ὅπερ γάρ ἐστιν ὁ χαλινὸς τῷ ἵππῳ, τοῦτο τὸ ἔργον τῇ φύσει τῇ ἡμετέρᾳ.
Εἰ καλὸν ἦν ἡ ἀργία, πάντα ἂν ἄσπαρτα καὶ
ἀνήροτα ἡ γῆ ἀνεβλάστανεν· ἀλλ' οὐδὲν τοιοῦτον ἐργάζεται. Πρώην μὲν οὖν ἐκέλευσεν ἀνήροτα πάντα
ἐκβαλεῖν ὁ Θεός· νυνὶ δὲ οὐκ ἐποίησεν οὕτως, ἀλλὰ καὶ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι,
καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβάλλειν, καὶ ἑτέροις πολλοῖς τρόποις
θεραπεῦσαι καὶ ἄμπελον καὶ δένδρα καὶ σπέρματα
τοῖς ἀνθρώποις ἐνομοθέτησεν,
ἵν' ἡ τῆς ἐργασίας
ἀσχολία πάσης ἀπάγῃ πονηρίας τὴν τῶν ἐργαζομένων
διάνοιαν. Ἐξ ἀρχῆς
μὲν οὖν, ἵνα τὴν δύναμιν ἐπιδείξηται τὴν ἑαυτοῦ, χωρὶς τῶν πόνων τῶν ἡμετέρων ἅπαντα
ἀναδοθῆναι παρεσκεύασε· Βλαστησάτω γὰρ ἡ γῆ βοτάνην χόρτου, φησί· καὶ πάντα ἐκόμα εὐθέως· μετὰ δὲ ταῦτα οὐχ οὕτως· ἀλλὰ
καὶ διὰ τῶν ἡμετέρων αὐτὰ πόνων ἐκφέρεσθαι ἐκέλευσεν ἐκ τῆς γῆς, ἵνα μάθῃς ὅτι διὰ τὸ χρήσιμον ἡμῖν καὶ λυσιτελὲς
τὸν πόνον εἰσήγαγε. Καὶ δοκεῖ μὲν εἶναι κόλασις καὶ τιμωρία τὸ ἀκοῦσαι, Ἐν
ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον
σου· τὸ δὲ ἀληθὲς, νουθεσία τίς ἐστι καὶ σωφρονισμὸς, καὶ τῶν τραυμάτων τῶν ἀπὸ τῆς ἁμαρτίας γενομένων
φάρμακον. ∆ιὰ ταῦτα
καὶ Παῦλος εἰργάζετο διηνεκῶς,
οὐκ ἐν ἡμέρᾳ μόνῃ, ἀλλὰ καὶ ἐν αὐτῇ
τῇ νυκτί· καὶ τοῦτο βοᾷ λέγων· Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι,
πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Καὶ οὐχ ἁπλῶς
τέρψεως ἕνεκεν καὶ
ψυχαγωγίας τὸ ἔργον
μετῄει, καθάπερ πολλοὶ
τῶν ἀδελφῶν, ἀλλὰ τοσοῦτον ἐπεδείκνυτο περὶ αὐτὸ πόνον, ὡς καὶ ἑτέροις
δυνηθῆναι ἐπικουρῆσαι. Ταῖς γὰρ χρείαις μου, φησὶ, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν
αἱ χεῖρες αὗται. Ἄνθρωπος δαίμοσιν ἐπιτάττων, τῆς οἰκουμένης διδάσκαλος ὢν, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας
ἐπιτραπεὶς, καὶ τὰς ὑφ'
ἡλίῳ κειμένας Ἐκκλησίας
ἁπάσας, καὶ δήμους καὶ ἔθνη καὶ πόλεις
μετὰ πολλῆς θεραπεύων ἐπιμελείας,
νύκτα καὶ ἡμέραν εἰργάζετο, καὶ οὐδὲ
μικρὸν ἀνέπνει τῶν πόνων ἐκείνων.
Ἡμεῖς δὲ, οὐδὲ τὸ μυριοστὸν τῆς ἐκείνου φροντίδος
μετιόντες, μᾶλλον δὲ οὐδὲ εἰς νοῦν λαβεῖν
δυνάμενοι, διατελοῦμεν ἐν ἀργίᾳ
ζῶντες διηνεκῶς. Καὶ
ποίαν ἕξομεν ἀπολογίαν,
ἢ τίνα συγγνώμην, εἰπέ μοι; Ἐντεῦθεν ἅπαντα εἰς τὸν βίον εἰσενήνεκται τὰ κακὰ, ὅτι πολλοὶ μεγίστην ἀξίαν εἶναι
νομίζουσι, τὸ μὴ τὰς ἑαυτῶν
μεταχειρίζειν τέχνας, καὶ ἐσχάτην κατηγορίαν, τὸ φανῆναί
τι τοιοῦτον εἰδότας. Καὶ Παῦλος μὲν
οὐκ ᾐσχύνετο ὁμοῦ καὶ σμίλην μεταχειρίζων,
καὶ δέρματα ῥάπτων, καὶ τοῖς ἐν ἀξιώμασι
διαλεγόμενος, ἀλλὰ καὶ ἐνεκαλλωπίζετο τῷ
πράγματι, μυρίων πρὸς αὐτὸν λαμπρῶν καὶ ἐπισήμων ἀφικνουμένων ἀνθρώπων.
Καὶ οὐ μόνον οὐκ ἐπῃσχύνετο ταῦτα
ποιῶν, ἀλλὰ καὶ καθάπερ ἐν στήλῃ χαλκῇ ταῖς ἐπιστολαῖς ἐξεπόμπευσεν ἑαυτοῦ τὸ ἐπιτήδευμα. Ὅπερ οὖν ἐξ
ἀρχῆς ἔμαθε, καὶ μετὰ ταῦτα αὐτὸ μετεχείριζε,
καὶ τότε μετὰ τὸ εἰς οὐρανὸν τρίτον ἁρπαγῆναι, μετὰ τὸ εἰς παράδεισον ἀπενεχθῆναι, μετὰ τὸ κοινωνῆσαι ῥημάτων ἀποῤῥήτων τῷ Θεῷ· ἡμεῖς δὲ, οὐδὲ τῶν ὑποδημάτων ὄντες ἄξιοι τῶν ἐκείνου, αἰσχυνόμεθα τούτοις,
ἐφ' οἷς ἐκεῖνος ἐνηβρύνετο· καὶ καθ' ἑκάστην μὲν ἡμέραν πλημμελοῦντες, οὐδὲ ἐπιστρεφόμεθα, οὐδὲ ὄνειδος εἶναι νομίζομεν·
τὸ δὲ ἐκ δικαίων πόνων ζῇν, ὡς αἰσχρὸν καὶ καταγέλαστον φεύγομεν. Τίνα οὖν ἕξομεν
ἐλπίδα σωτηρίας, εἰπέ μοι; Τὸν γὰρ αἰσχυνόμενον, ἁμαρτίαν αἰσχύνεσθαι δεῖ, καὶ
τὸ τῷ Θεῷ προσκροῦσαι, καὶ τὸ ποιῆσαί τι τῶν οὐ δεόντων, ἐπὶ δὲ τέχναις καὶ ἐργασίαις
καὶ ἐναβρύνεσθαι. Οὕτω γὰρ καὶ πονηρὰν ἔννοιαν τῇ τῆς ἐργασίας ἀσχολίᾳ τῆς
διανοίας ἐκβαλοῦμεν ῥᾳδίως, καὶ τοῖς δεομένοις ἐπικουρήσομεν, καὶ τὰς ἑτέρων οὐκ
ἐνοχλήσομεν θύρας, καὶ τὸν νόμον τοῦ
Χριστοῦ πληρώσομεν τὸν εἰπόντα· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. ∆ιὰ γὰρ
τοῦτο χεῖρας ἔχομεν, ἵνα ἑαυτοῖς βοηθῶμεν, καὶ τοῖς τὰ σώματα πεπηρωμένοις ἐκ τῶν
ἡμετέρων εἰσφέρωμεν τὰ κατὰ δύναμιν ἅπαντα· ὡς ἐάν τις ἀργῶν διατελῇ,
κἂν ὑγιαίνῃ, τῶν πυρεττόντων ἐστὶν ἀθλιώτερος· οἱ μὲν γὰρ παρὰ
τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν
ἂν ἐλέου· οὗτοι δὲ καταισχύνοντες
τὴν τοῦ σώματος εὐεξίαν, εἰκότως ἂν παρὰ πάντων μισοῦνται, ὡς καὶ τοὺς τοῦ Θεοῦ παραβαίνοντες νόμους, καὶ τῇ τραπέζῃ τῶν ἀσθενούντων λυμαινόμενοι,
καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν φαυλοτέραν ποιοῦντες. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ
τὸ δεινὸν, ὅτι δέον οἴκοθεν καὶ παρ' ἑαυτῶν τρέφεσθαι, τὰς ἑτέρων ἐνοχλοῦσιν οἰκίας, ἀλλ' ὅτι καὶ πάντων αὐτοὶ γίνονται χείρους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι
τῶν πάντων οὐδὲν, ὃ μὴ διὰ τῆς ἀργίας ἀπόλλυται.
Καὶ γὰρ ὕδωρ, τὸ μὲν ἑστηκὸς σήπεται, τὸ δὲ τρέχον καὶ πανταχοῦ πλανώμενον τὴν ἀρετὴν
διασώζει τὴν ἑαυτοῦ·
καὶ σίδηρος, ὁ μὲν ἐν ἀργίᾳ κείμενος,
ἁπαλώτερός τε καὶ φαυλότερος, ἰῷ πολλῷ δαπανώμενος, γίνεται·
ὁ δὲ ἐν ἐργασίαις ὢν, πολὺ χρησιμώτερος καὶ
εὐπρεπέστερος, ἀργύρου παντὸς
οὐδὲν ἔλαττον ἀποστίλβων.
Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν,
ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους
καὶ ἄκαρπα δένδρα,
τὴν δὲ ἐργασίας
ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν. Καὶ ἕκαστον δὲ τῶν ὄντων, ὡς
εἰπεῖν ἁπλῶς, ὑπὸ μὲν τῆς ἀργίας φθείρεται, ὑπὸ
δὲ τῆς οἰκείας ἐργασίας χρησιμώτερον γίνεται.
Ταῦτα οὖν εἰδότες ἅπαντα,
καὶ πόσον μὲν ἀπὸ τῆς ἀργίας τὸ βλάβος, πόσον δὲ ἀπὸ τῆς ἐργασίας τὸ κέρδος,
τὴν μὲν φεύγωμεν, τὴν δὲ διώκωμεν, ἵνα καὶ τὸν
παρόντα βίον εὐσχημόνως
ζήσωμεν, καὶ δεομένοις ἐκ τῶν ἐνόντων ἐπικουρήσωμεν, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀμείνω
κατασκευάσαντες τύχωμεν τῶν αἰωνίων ἀγαθῶν·
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων
απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64) στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων
,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου