ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 1. Εις την παραβολην τού τὰ μύρια τάλαντα ὀφείλοντος,

Τρίτη 14 Ιουνίου 2016

1. Εις την παραβολην τού τὰ μύρια τάλαντα ὀφείλοντος,



patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
1. Εις την παραβολην τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντος, καὶ ὅτι παντὸς ἁμαρτήματος τὸ μνησικακεῖν χεῖρον.

αʹ. Ὡς ἐκ μακρᾶς ἀποδημίας ἐπανελθὼν  πρὸς ὑμᾶς, οὕτω διάκειμαι τήμερον· τοῖς γὰρ φιλοῦσιν, ὅταν μὴ δύνωνται  συγγενέσθαι τοῖς φιλουμένοις,  οὐδὲν ὄφελός ἐστι τῆς παρουσίας. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς ἐνδημοῦντες,  τῶν  ἀποδημούντων οὐδὲν ἄμεινον διακείμεθα,  ἐπειδὴ  τὸν  παρελθόντα  χρόνον  διαλεχθῆναι   πρὸς  ὑμᾶς  οὐκ  ἰσχύσαμεν· ἀλλὰ σύγγνωτε· οὐδὲ γὰρ ῥᾳθυμίας, ἀλλὰ ἀσθενείας ἦν ἡ σιγή. Ὑμεῖς μὲν οὖν χαίρετε νῦν, ἐπειδὴ τῆς ἀῤῥωστίας ἀπηλλάγημεν·  ἐγὼ δὲ χαίρω, ἐπειδὴ τὴν ὑμετέραν ἀπέλαβον ἀγάπην. Ἐπεὶ καὶ ἡνίκα ἠσθένουν, τῆς νόσου μοι χαλεπώτερον  ἦν τὸ μὴ δύνασθαι τοῦ ἀγαπητοῦ  τούτου  μετέχειν  συλλόγου·  καὶ νῦν  ἐπειδὴ  τὴν  ἀῤῥωστίαν  ἀπεθέμην,  τῆς ὑγιείας μοι ποθεινότερον  γέγονε τὸ μετὰ ἀδείας ἔχειν ἐντρυφᾷν  ὑμῶν τῇ ἀγάπῃ. Οὐδὲ γὰρ οὕτω πυρετὸς σώματος φύσει κατακαίειν εἴωθε τοὺς πυρέττοντας, ὡς τὰς ἡμετέρας ψυχὰς  τὸ κεχωρίσθαι  τῶν  φιλουμένων· καὶ καθάπερ ἐκεῖνοι  φιάλας  καὶ ποτήρια καὶ ψυχρὰ  νάματα  ἐπιζητοῦσιν,  οὕτως  οὗτοι  τῶν  ποθουμένων   τὰς  ὄψεις.  Ἴσασι ταῦτα καλῶς   ὅσοι  φιλεῖν   εἰώθασι.  Φέρε  οὖν,  ἐπειδὴ  τὴν  ἀῤῥωστίαν  ἀπεθέμεθα,  πάλιν ἀλλήλων   ἐμφορηθῶμεν,  εἴγε  δυνατὸν  ἐμφορηθῆναί  ποτε· ἡ  γὰρ  τῆς  ἀγάπης  φύσις κόρον οὐκ οἶδεν, ἀλλ' ἀεὶ τῶν ἀγαπωμένων ἀπολαύουσα, πρὸς μείζονα αἴρεται φλόγα. Καὶ τοῦτο ὁ τῆς ἀγάπης τρόφιμος Παῦλος εἰδὼς ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν  ἀλλήλους.  Τοῦτο γὰρ μόνον  τὸ ὄφλημα  ἀεὶ μὲν καταβάλλεται,  οὐδέποτε  δὲ ἀποδίδοται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφείλειν  καλὸν καὶ ἐπαίνων  ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων   τοὺς  μηδὲν  ὀφείλοντας   ἐπαινοῦμεν,  ἐπὶ  δὲ  τῆς  ἀγάπης  τοὺς  διηνεκῶς ὀφείλοντας  ἀποδεχόμεθα καὶ θαυμάζομεν· καὶ ὅπερ ἀγνωμοσύνης  ἐκεῖ, τοῦτο ἐνταῦθα εὐγνωμοσύνης σημεῖόν ἐστι, τὸ μηδέποτε διαλύεσθαι τὸ τῆς ἀγάπης ὄφλημα. Μὴ δυσχεράνητε δὲ πρὸς τὸ μῆκος τῶν μελλόντων ῥηθήσεσθαι· καὶ γὰρ κιθαρῳδίαν  ὑμᾶς τινα θαυμαστὴν διδάξαι βούλομαι, οὐχὶ λύραν νεκρὰν μεταχειρισάμενος, ἀλλὰ τὰς τῶν Γραφῶν  ἱστορίας  καὶ  τὰς  τοῦ  Θεοῦ ἐντολὰς  ἀντὶ  νευρῶν  ἀνατείνας.  Καὶ καθάπερ κιθαρῳδοὶ  τοὺς  δακτύλους  τῶν  μαθητευομένων  λαμβάνοντες,  ἠρέμα τοῖς  φθόγγοις προσάγουσι, καὶ διαψηλαφᾷν μετ' ἐμπειρίας διδάσκοντες, ἐκ τῶν ἀφώνων  φθόγγων  τε καὶ  νευρῶν  πάσης  φωνῆς  ἡδίω  καὶ  γλυκυτέραν   παιδεύουσι  κατασκευάζειν φωνήν·  οὕτω δὴ καὶ ἡμεῖς ποιήσομεν, ἀντὶ δακτύλων  τὴν διάνοιαν  ὑμῶν μεταχειρισάμενοι,  καὶ ταῖς  ἐντολαῖς  τοῦ Θεοῦ προσαγαγόντες,  μετ' ἐμπειρίας  αὐτῶν ἅπτεσθαι παρακαλέσομεν τὴν ὑμετέραν ἀγάπην, οὐχ ἵνα ἀνθρώπων  θέατρον, ἀλλ' ἵνα τῶν ἀγγέλων τὸν δῆμον διὰ ταύτης τῆς ἡδονῆς ἀναστήσητε. Οὐ γὰρ ἀρκεῖ τὰ θεῖα λόγια ἐπελθεῖν  μόνον,  ἀλλὰ  δεῖ καὶ τῆς  ἀπὸ τῶν  ἔργων  ἐπιδείξεως.  Καὶ καθάπερ  ἐπὶ  τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης  τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος, ἀλλ' ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ  καὶ τέρπει, καίτοι  γε οἱ αὐτοὶ δάκτυλοι  καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ' οὐχ ἡ αὐτὴ ἐμπειρία· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, ἐπέρχονται μὲν πολλοὶ  τὰ θεῖα λόγια,  ἀλλ' οὐ πάντες  κερδαίνουσιν,  οὐδὲ καρποῦνται  πάντες·  τὸ δὲ αἴτιον,  ἐπειδὴ  μήτε  τοῖς  εἰρημένοις   ἐμβαθύνουσι,  μήτε  μετὰ  τέχνης   τῆς  κιθάρας ἅπτονται· ὅπερ γὰρ ἐπὶ τῆς κιθαρῳδίας  ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων  ἡ διὰ τῶν   ἔργων   ἐπίδειξις.   Ἤδη   μὲν   οὖν   μίαν   ἐκρούσαμεν   νευρὰν   δι'  ὅλης   τῆς Τεσσαρακοστῆς, τὸν περὶ τῶν ὅρκων νόμον ὑμῖν ἀναγινώσκοντες, καὶ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλὰ στόματα τῶν ἀκροατῶν ἡμῖν ἐπαιδεύθη τὴν τοῦ νόμου μελῳδίαν ἐκείνου, καὶ τὴν πονηρὰν ἀπελάσαντες συνήθειαν ἀντὶ τοῦ τὸν Θεὸν ὀμνύναι, τὸ Ναὶ, καὶ τὸ Οὒ, καὶ  τὸ  Πίστευσον, ἐπὶ  τοῦ  στόματος  φέρουσι  διηνεκῶς  ἐπὶ  διαλέξεως  ἁπάσης· κἂν μυρίων  πραγμάτων  ἀνάγκη  βιάζηται,  περαιτέρω  προελθεῖν  οὐκ  ἂν  ἀνάσχοιντο. 
βʹ. Ἐπειδὴ δὲ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μιᾶς ἐντολῆς ὑποδοχὴ, φέρε τήμερον καὶ ἐπὶ ἑτέραν ὑμᾶς μεταγάγωμεν·  καὶ γὰρ καὶ εἰ μὴ πάντες κατώρθωσαν τὸν πρότερον νόμον, ἀλλά γε τοῦ χρόνου προϊόντος τοὺς φθάσαντας οἱ ὑστερήσαντες καταλήψονται.Καὶ γὰρ ἔγνων, ὡς τοσαύτη τοῦ πράγματος γίνεται σπουδὴ, ὡς καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ τραπέζης ἀνδράσι πρὸς γυναῖκας, δούλοις πρὸς ἐλευθέρους ἅμιλλαν  εἶναι περὶ τῆς ἐντολῆς  ταύτης, καὶ ἐμακάρισα τοὺς οὕτως ἑστιωμένους. Τί γὰρ τῆς τραπέζης ἐκείνης ἁγιώτερον  γένοιτ'  ἂν,  ἔνθα  μέθη  μὲν  καὶ  ἀδηφαγία  καὶ  πᾶσα ἀσωτία  ἀπελήλαται, θαυμαστὴ δέ τις ἀντεισενήνεκται περὶ τῆς φυλακῆς  τῶν τοῦ Θεοῦ νόμων  ἅμιλλα, καὶ παρατηρεῖ μὲν ἀνὴρ τὴν γυναῖκα, ὅπως εἰς τὰ τῆς ἐπιορκίας μηδέποτε ἐμπέσῃ βάραθρα, φυλάττει   δὲ  γυνὴ   τὸν   ἄνδρα,  καὶ  καταδίκη   τῷ  παραβάντι   κεῖται   μεγίστη·  οὐκ ἐπαισχύνεται δὲ οὐδὲ ὑπὸ τῶν δούλων ὁ δεσπότης ἐλέγχεσθαι, οὐδὲ τοὺς οἰκέτας αὐτοῦ ἐπὶ τούτοις διορθοῦν; Οὐκ ἄν τις ἁμάρτοι τὴν τοιαύτην  οἰκίαν ἐκκλησίαν Θεοῦ προσειπών. Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς  μεριμνᾷν  ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον, ὅτι δαίμων μὲν ἅπας καὶ πονηρὰ δύναμις ἀπελήλαται, Χριστὸς δὲ πάρεστι χαίρων  ἐπὶ τῇ καλῇ τῶν δούλων  φιλονεικίᾳ,  πᾶσαν αὐτοῖς ἐπιδαψιλευόμενος εὐλογίαν.  ∆ιὰ δὴ ταῦτα ταύτην  ἀφεὶς  λοιπὸν  τὴν  ἐντολὴν  οἶδα γὰρ ὅτι Θεοῦ χάριτι πᾶσαν ἐπιδραμεῖται τὴν πόλιν ὑμῖν θερμὰ προοίμια ἀναλαβοῦσι καὶ ἀρχὴν ἰσχυρὰν, ἐφ' ἑτέραν μεταβήσομαι· τὴν τῆς ὀργῆς ὑπεροψίαν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ  προσήκοντος·  οὕτω  καὶ  ἐπὶ  τῆς  κατὰ  ψυχὴν  ἀρετῆς  οὐκ  ἀρκεῖ  μόνος  ἡμῖν  εἰς σωτηρίαν  εἷς νόμος, καθάπερ ἔφθην  εἰπὼν,  ἀλλὰ  δεῖ πάντας  αὐτοὺς  μετὰ ἀκριβείας φυλάττειν,  εἰ δὴ μέλλοιμεν  τὴν  ἁπάσης ἁρμονίας  ἡδίω  καὶ χρησιμωτέραν  μελῳδίαν ἐργάζεσθαι. Ἔμαθέ σου τὸ στόμα μὴ ὀμνύναι; ἐπαιδεύθη  ἡ γλῶττα  Ναὶ καὶ Οὒ λέγειν πανταχοῦ;  Μαθέτω  καὶ  λοιδορίαν   ἀποστρέφεσθαι  ἅπασαν,  καὶ  πλείονα   περὶ  τὴν ἐντολὴν  ταύτην  εἰσφέρειν σπουδὴν, ἐπειδὴ καὶ πλείονος  ἡμῖν δεῖται καὶ πόνου. Ἐκεῖ μὲν  γὰρ συνηθείας  περιγενέσθαι  μόνον  ἔδει, ἐπὶ  δὲ τῆς  ὀργῆς  εὐτονωτέρας  δεῖ τῆς σπουδῆς· τυραννικὸν  γὰρ τὸ πάθος, καὶ πολλάκις παρασύρει τοὺς νήφοντας, καὶ πρὸς τὸ βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας.  Ἀνάσχεσθε τοίνυν  τοῦ μήκους τῶν λόγων.  Καὶ γὰρ ἄτοπον καθ' ἑκάστην ἡμέραν τραυματιζομένους  ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκετῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων   λογισμῶν,   μηδὲ  ἅπαξ  τῆς   ἑβδομάδος   ἁπάσης  ὑπὲρ  τῆς   θεραπείας   τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος. Οὐδὲ γὰρ  τὸ  σιδήριον  ἐν  τῇ  χειρὶ  κατέχω  νῦν,  ἀλλὰ  λόγον  ἀντὶ  σιδηρίου μεταχειρίζομαι,   σιδηρίου  μὲν   παντὸς   ὄντα   τομώτερον,   καὶ  πᾶσαν  τῆς  ἁμαρτίας ἐκκόπτοντα τὴν σηπεδόνα, οὐ παρέχοντα δὲ ὀδύνην τῷ τεμνομένῳ. Οὐκ ἔχω πῦρ ἐν τῇ δεξιᾷ, ἀλλ' ἔχω διδασκαλίαν πυρὸς σφοδροτέραν, οὐ καυτῆρα ἐπάγουσαν, ἀλλ' ἀναστέλλουσαν  μὲν τὴν νομὴν τῆς κακίας, ἀντὶ δὲ ἀλγηδόνος  πολλὴν  τῷ τῆς κακίας ἀπαλλαττομένῳ παρέχουσαν τὴν ἡδονήν. Οὐ χρεία χρόνων  ἐνταῦθα, οὐ χρεία πόνων, οὐ χρεία χρημάτων·  ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται· κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν  καὶ παραίνεσιν· οὐδὲ γὰρ οἴκοθεν  φθεγγόμεθα,  ἀλλ' ἐπὶ τὸν νομοθέτην ἅπαντας  ὑμᾶς ἄγομεν.  Ἕπεσθε τοίνυν,  τῶν  θείων  ἀκούετε  νόμων.  Ποῦ τοίνυν  περὶ ὀργῆς καὶ τοῦ μνησικακεῖν  διελέχθη; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ,  μάλιστα δὲ διὰ τῆς παραβολῆς ἐκείνης,  ἣν πρὸς τοὺς μαθητὰς ἔλεγεν,  οὑτωσί πως ἀρξάμενος· ∆ιὰ τοῦτο ὡμοιώθη  ἡ βασιλεία τῶν  οὐρανῶν  ἀνθρώπῳ  βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν  δούλων  αὑτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν  προσηνέχθη  αὐτῷ εἷς ὀφειλέτης   μυρίων  ταλάντων.   Μὴ  ἔχοντος  δὲ  αὐτοῦ  ἀποδοῦναι,  ἐκέλευσεν  αὐτὸν πραθῆναι  καὶ τὴν γυναῖκα  αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα  ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος  ἐκεῖνος  εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει  αὐτὸν,  λέγων·  Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων  αὐτοῦ, ὃς ὤφειλεν  αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας ἔπνιγεν  αὐτὸν λέγων· Ἀπόδος μοι ὅ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει  αὐτὸν λέγων·  Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα  σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελεν,  ἀλλὰ  ἀπελθὼν  ἔβαλεν  αὐτὸν  εἰς φυλακὴν,  ἕως  οὗ ἀποδῷ  τὸ ὀφειλόμενον. Ἰδόντες  δὲ  οἱ  σύνδουλοι  αὐτοῦ  ἠγανάκτησαν,  καὶ  ἐλθόντες  διεσάφησαν  τῷ  κυρίῳ αὐτῶν.  Τότε καλέσας αὐτὸν  ὁ κύριος αὐτοῦ εἶπε· ∆οῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην  ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Τότε παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον  αὐτῷ.  Οὕτω καὶ ὁ Πατήρ μου ὁ οὐράνιος  ποιήσει ὑμῖν,  ἐὰν  μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν
.γʹ. Ἡ  μὲν  παραβολὴ  αὕτη·  δεῖ  δὲ  εἰπεῖν,  τίνος  ἕνεκεν  μετὰ  αἰτίας  αὐτὴν προτέθεικεν· οὐ γὰρ ἁπλῶς εἶπεν, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ, ∆ιὰ τοῦτο ὡμοιώθη     βασιλεία  τῶν   οὐρανῶν.   Τίνος  οὖν  ἕνεκεν     αἰτία  πρόσκειται;  Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ' ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων  μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου  τοῖς  μαθηταῖς  καὶ φιλοσοφεῖν  διδάσκοντος,  Πέτρος, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος, τὸ στόμα τῶν μαθητῶν,  ὁ στῦλος τῆς Ἐκκλησίας, τὸ στερέωμα τῆς πίστεως, ὁ τῆς ὁμολογίας θεμέλιος, ὁ τῆς οἰκουμένης ἁλιεὺς, ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης  εἰς τὸν οὐρανὸν ἀναγαγὼν,  ὁ πανταχοῦ  θερμὸς καὶ παῤῥησίας γέμων, μᾶλλον δὲ ἀγάπης, ἢ παῤῥησίας, σιγώντων  ἁπάντων  προσελθὼν τῷ διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται,  καὶ πρὶν μάθῃ, φιλοτιμεῖται.  Τὴν γὰρ γνώμην  τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει, καὶ πλέον ἐκεῖνος μάλιστα πάντων  αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων  τὰ ἁμαρτήματα τῶν πλησίον παρατρέχων  καὶ μὴ πικρῶς ἐξετάζων, βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος,  τί δὲ Θεὸς, καὶ πῶς  ἡ τούτου  φιλοτιμία,  ὅπουπερ ἂν ἀφίκηται,  πρὸς τὴν εὐπορίαν  τὴν  ἐκείνου  συγκρινομένη,  πενίας  ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν  πρὸς πέλαγος  ἄπειρον,  τοσοῦτον  ἡμῶν  ἡ ἀγαθότης  πρὸς τὴν  ἄφατον  αὐτοῦ φιλανθρωπίαν,  εἰπόντος  αὐτοῦ,  Ἕως  ἑπτάκις;  καὶ  νομίσαντος  αὐτοῦ  μεγάλα φιλοτιμεῖσθαι,  καὶ δαψιλεύεσθαι, ἄκουσον τί φησιν· Οὐ λέγω σοι, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις  ἑπτά· τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νομίζουσιν, οὐκ ἔστι δέ· ἀλλὰ παρολίγον   πεντακοσιοστόν   ἐστι·  τὸ   γὰρ   ἑπτάκις   ἑβδομήκοντα,   τετρακόσια   καὶ ἐννενήκοντά ἐστι. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα, ἀγαπητέ. Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας, κἂν σφόδρα ᾖ λίθινος, κἂν αὐτῶν τῶν δαιμόνων  ἀγριώτερος ὁ λελυπηκὼς, οὐκ ἔσται οὕτως ἀναίσθητος, ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, ἀλλὰ  τῇ πυκνότητι  τῆς συγχωρήσεως  σωφρονισθεὶς,  βελτίων ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων,  ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυκνότητι  τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι  παρὰ τῶν  τοῦ πέλας ἁμαρτημάτων. Ταῦτα ἀκούσας ὁ Πέτρος, ἀχανὴς εἱστήκει, οὐχ ὑπὲρ ἑαυτοῦ φροντίζων  μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν  μελλόντων αὐτῷ ἐμπιστεύεσθαι. Ἵνα οὖν μὴ τὸ αὐτὸ ποιήσῃ, ὅπερ καὶ ἐφ' ἑτέρων ἐντολῶν  ἐποίησε, προλαβὼν  ἀπέκλεισεν  αὐτῷ πᾶσαν ἐρώτησιν. Τί δὲ ἐπὶ τῶν λοιπῶν  ἐντολῶν  ἐποίησεν; Εἴ ποτέ τι τοιοῦτον  ὁ Χριστὸς ἐπέταττεν,  ὃ δυσκολίαν τινὰ ἔχειν ἐδόκει, προπηδῶν  τῶν ἄλλων  ἠρώτα καὶ ἐπυνθάνετο  περὶ τῆς ἐντολῆς. Καὶ γὰρ ὅτε προσελθὼν ὁ πλούσιος περὶ τῆς αἰωνίου  ζωῆς τὸν Χριστὸν ἠρώτα, καὶ μαθὼν  τὰ ποιητικὰ τῆς τελειότητος, ἀπῄει λυπούμενος ὑπὸ τῶν χρημάτων, εἰπόντος τοῦ Χριστοῦ, ὅτι εὐκοπώτερόν  ἐστι κάμηλον  διὰ τρυμαλιᾶς  ῥαφίδος  διελθεῖν,  ἢ πλούσιον  εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ὁ Πέτρος, καίτοι πάντων ἑαυτὸν γυμνώσας, καὶ οὐδὲ τὸ ἄγκιστρον  κατέχων  λοιπὸν,  ἀλλὰ  καὶ τῆς τέχνης  καὶ τοῦ ἀκατίου καταφρονήσας, προσελθὼν ἔλεγε τῷ Χριστῷ· Καὶ τίς δύναται σωθῆναι; Καὶ ὅρα καὶ ἐπιείκειαν μαθητοῦ, καὶ θερμότητα· οὔτε γὰρ εἶπεν· Ἀδύνατα ἐπιτάττεις,  δύσκολον τὸ ἐπίταγμα, χαλεπὸς ὁ νόμος· οὔτε ἐσίγησεν, ἀλλὰ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν  κηδεμονίαν  ἐπεδείξατο, καὶ τὴν διδασκάλῳ παρὰ μαθητοῦ τιμὴν ὀφειλομένην ἀπένειμεν, οὕτως εἰπών· Καὶ τίς δύναται σωθῆναι; καὶ μηδέπω γενόμενος  ποιμὴν, ποιμένος εἶχε ψυχὴν, καὶ μηδέπω τὴν ἀρχὴν ἐγχειρισθεὶς,  τὴν  πρέπουσαν  ἄρχοντι  κηδεμονίαν  ἐφύλαττεν,   ὑπὲρ  τῆς  οἰκουμένης ἁπάσης φροντίζων.  Εἰ μὲν γὰρ πλούσιος ἦν, καὶ πολλὰ χρήματα περιβεβλημένος, ἴσως εἶπέ τις  ἂν, ὅτι οὐ τῶν  λοιπῶν,  ἀλλ' ἑαυτοῦ  κηδόμενος,  καὶ ὑπὲρ τῶν  καθ' ἑαυτὸν πραγμάτων  φροντίζων,  ταύτην  προσῆγε τὴν  πεῦσιν· νυνὶ  δὲ ἡ πενία  ταύτης  αὐτὸν ἀπαλλάττει  τῆς ὑποψίας, καὶ δείκνυσιν  ὡς τῆς ἑτέρων κηδόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτηρίας ὁδόν.∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς αὐτὸν παραθαῤῥύνων λέγει· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, παρὰ τῷ Θεῷ δυνατά ἐστι.Μὴ γὰρ νομίσῃς, φησὶν, ὑμᾶς ἐρήμους ἐγκαταλιμπάνεσθαι·  ἐγὼ συνεφάπτομαι ταύτης  ὑμῖν τῆς σπουδῆς, καὶ τὰ ἄπορα ποιῶ ῥᾴδια γενέσθαι  καὶ εὔκολα. Πάλιν περὶ γάμου καὶ γυναικὸς  διαλεγομένου  τοῦ Χριστοῦ καὶ λέγοντος,  ὅτι Ὁ ἀπολύων  γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ πᾶσαν κακίαν γυναικὸς παραινοῦντος    φέρειν   πλὴν   πορνείας   μόνης,      Πέτρος,  τῶν   ἄλλων   σιγώντων, προσελθὼν  ἔλεγε  τῷ  Χριστῷ·  Εἰ οὕτως  ἐστὶν  ἡ αἰτία  τοῦ ἀνθρώπου  μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Ὅρα καὶ ἐνταῦθα πῶς καὶ τὴν πρέπουσαν διδασκάλῳ τιμὴν ἐφύλαξε, καὶ τῆς τῶν λοιπῶν  ἐφρόντισε σωτηρίας, οὐδὲ ἐνταῦθα ὑπὲρ τῶν καθ' ἑαυτὸν  μεριμνῶν.  Ἵνα  οὖν  μὴ  καὶ  ἐνταῦθα  εἴπῃ  τι  τοιοῦτον,  προλαβὼν  διὰ  τῆς παραβολῆς προανεῖλεν  αὐτοῦ τὴν ἀντίῤῥησιν. Τούτου χάριν καὶ ὁ εὐαγγελιστὴς  εἶπε· ∆ιὰ τοῦτο ὡμοιώθη  ἡ βασιλεία τῶν  οὐρανῶν  ἀνθρώπῳ  βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὑτοῦ· δεικνὺς ὅτι διὰ τοῦτο λέγει τὴν παραβολὴν ταύτην, ἵνα μάθῃς  ὅτι  κἂν  ἑβδομηκοντάκις  ἑπτὰ  ἀφῇς  τῆς  ἡμέρας  τῷ  ἀδελφῷ  τὰ  ἁμαρτήματα, οὐδέπω οὐδὲν μέγα εἰργάσω, ἀλλὰ πολὺ καὶ ἄφατον ἀπολείπῃ τῆς δεσποτικῆς φιλανθρωπίας, καὶ οὐ τοσοῦτον δίδως ὅσον λαμβάνεις
.δʹ. Ἐπακούσωμεν τοίνυν  τῆς παραβολῆς· εἰ γὰρ δοκεῖ καὶ αὐτόθεν εἶναι σαφὴς, ἀλλ'  ἔχει  καὶ  ἐναποκεκρυμμένον   τινὰ  θησαυρὸν  νοημάτων   ἄφατον.   Ὡμοιώθη   ἡ βασιλεία  τῶν  οὐρανῶν  ἀνθρώπῳ  βασιλεῖ,  ὅστις  ἠθέλησε  συνᾶραι  λόγον  μετὰ  τῶν δούλων   αὐτοῦ.  Μὴ  παραδράμῃς  ἁπλῶς   τὴν  ῥῆσιν,  ἀλλὰ   καὶ  ἀνάπτυξόν   μοι  τὸ δικαστήριον   ἐκεῖνο,   καὶ   εἰς   τὸ   συνειδὸς   εἰσελθὼν   τὸ   σεαυτοῦ,  ἀναλόγισαι   τὰ πεπραγμένα σοι παρὰ πᾶσαν τὴν ζωήν· καὶ ὅταν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ βασιλεῖς, καὶ στρατηγοὺς, καὶ ἐπάρχους, καὶ πλουσίους καὶ πένητας, καὶ δούλους καὶ ἐλευθέρους, καὶ πάντας  ἀναλογίζου· Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Κἂν πλούσιος ᾖς, ἐννόησον ὅτι δώσεις λόγον, πότερον εἰς πόρνας, ἢ εἰς πένητας  τὰ χρήματα κατηνάλωσας,  πότερον εἰς παρασίτους καὶ κόλακας, ἢ εἰς τοὺς δεομένους, πότερον εἰς ἀσέλγειαν ἢ εἰς φιλανθρωπίαν, πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων  βοήθειαν. Οὐχ ὑπὲρ τῆς  δαπάνης  δὲ μόνον,  ἀλλὰ  καὶ  ὑπὲρ τῆς  κτήσεως  ἀπαιτηθήσῃ  λόγον,  πότερον  ἐκ δικαίων πόνων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συνέλεξας, πότερον κλῆρον διαδεξάμενος πατρῷον,  ἢ τὰς  τῶν  ὀρφανῶν  καταστρέψας  οἰκίας,  καὶ  τὰς  τῶν  χηρῶν  διαρπάσας οὐσίας. Καὶ καθάπερ  ἡμεῖς  τοῖς  οἰκέταις  τοῖς  ἡμετέροις  οὐχὶ  τῆς ἐξόδου μόνον  τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο τὰ χρήματα, καὶ παρὰ τίνων,  καὶ πῶς, καὶ πόσα· οὕτω δὴ καὶ ὁ Θεὸς οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἡμᾶς ἀπαιτεῖ τὰς εὐθύνας. Οὐχ ὁ πλούσιος δὲ μόνον, ἀλλὰ καὶ ὁ πένης τῆς πενίας δίδωσι λόγον· εἰ γενναίως  καὶ εὐχαρίστως τὴν πενίαν ἤνεγκεν, εἰ μὴ ἀπεδυσπέτησεν,  εἰ μὴ ἐδυσχέρανεν,  εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἕτερον  ὁρῶν  τρυφῶντα  καὶ  σπαταλῶντα,  ἑαυτὸν  δὲ  ὄντα  ἐν  ἐνδείᾳ.  Ὥσπερ γὰρ  ὁ πλούσιος τῆς ἐλεημοσύνης, οὕτω καὶ ὁ πένης τῆς ὑπομονῆς ἀπαιτεῖται  λόγον· μᾶλλον δὲ οὐδὲ τῆς ὑπομονῆς  μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ἐλεημοσύνης· οὐ γάρ ἐστι κώλυμα πρὸς ἐλεημοσύνην  ἡ πενία. Καὶ μάρτυς ἡ χήρα ἡ τὰ δύο καταβαλοῦσα λεπτὰ, καὶ τοὺς  πολλὰ   καταθέντας   ὑπερακοντίσασα  διὰ  τῆς  μικρᾶς  ἐκείνης   καταβολῆς.   Οὐ πλούσιοι  δὲ  καὶ  πένητες   μόνον,   ἀλλὰ   καὶ  ἄρχοντες   καὶ  δικασταὶ  μετὰ  πολλῆς ἐξετάζονται  τῆς ἀκριβείας, εἰ μὴ διέφθειραν  τὸ δίκαιον, εἰ μὴ πρὸς χάριν, εἰ μὴ πρὸς ἀπέχθειαν  ἐψηφίσαντο  τοῖς δικαζομένοις,  εἰ μὴ κολακευθέντες  ἔδωκαν  παρὰ τὸ δέον τὴν ψῆφον, εἰ μὴ μνησικακοῦντες  ἐπηρέασαν τοῖς οὐδὲν ἠδικηκόσιν Οὐχ οἱ ἔξωθεν δὲ μόνον ἄρχοντες, ἀλλὰ καὶ οἱ τῶν Ἐκκλησιῶν προεστῶτες τῆς οἰκείας ἀρχῆς ὑφέξουσι τὸν  λόγον·  καὶ  μάλιστα  οὗτοί  εἰσιν  οἱ  ἐπὶ  πλέον  τὰς  πικρὰς  καὶ  βαρείας  εὐθύνας ὑπέχοντες.  Καὶ γὰρ ὁ τοῦ λόγου  τὴν  διακονίαν  ἐγκεχειρισμένος  ἐξετασθήσεται μετὰ ἀκριβείας ἐκεῖ, εἰ μήτε ὄκνῳ, μήτε φθόνῳ  παρεῖδέ τι τῶν δεόντων  εἰπεῖν, καὶ διὰ τῶν ἔργων ἐπέδειξεν, ὅτι πάντα διεστείλατο, καὶ οὐδὲν ἔκρυψε τῶν συμφερόντων.  Πάλιν ὁ τὴν ἐπισκοπὴν λαχὼν, ὅσῳ πρὸς μείζονα ὄγκον ἀναβέβηκε, τοσούτῳ πλείονα ἀπαιτηθήσεται  λόγον,  οὐχὶ  διδασκαλίας  μόνον  καὶ  πενήτων   προστασίας, ἀλλὰ  καὶ χειροτονιῶν δοκιμασίας καὶ μυρίων  ἑτέρων. Καὶ ταῦτα δηλῶν  ὁ Παῦλος τῷ Τιμοθέῳ ἔγραφε·  Χεῖρας  ταχέως   μηδενὶ  ἐπιτίθει,  μηδὲ  κοινώνει   ἁμαρτίαις  ἀλλοτρίαις·  καὶ Ἑβραίοις δὲ περὶ τῶν αὐτῶν ἀρχόντων παραινῶν, ἑτέρως ἐφόβει οὕτω λέγων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον  ἀποδώσοντες.  Τότε οὐχὶ  πραγμάτων  δὲ μόνων,  ἀλλὰ  καὶ ῥημάτων  παρέξομεν εὐθύνας. Καθάπερ γὰρ καὶ ἡμεῖς ἀργύρια τοῖς οἰκέταις ἐμπιστεύσαντες, ἁπάντων ἀπαιτοῦμεν  αὐτοὺς  λόγον,  οὕτω  καὶ ὁ Θεὸς, ῥήματα  ἡμῖν  ἐμπιστεύσας, ζητήσει τῆς δαπάνης αὐτῶν τὸν τρόπον. Ἀπαιτούμεθα δὲ καὶ ἐξεταζόμεθα μετὰ ἀκριβείας, εἰ μὴ εἰκῆ μηδὲ μάτην αὐτὰ ἀναλώσαμεν· οὐ γὰρ οὕτως ἀργύριον ἁπλῶς ἀναλωθὲν  ἔβλαψεν, ὡς ῥήματα εἰκῆ καὶ μάτην ἐξενεχθέντα καὶ εἰς οὐδὲν δέον. Ἀργύριον μὲν γὰρ μάτην δαπανηθὲν ἐν χρήμασι πολλάκις τὴν ζημίαν ἤνεγκε, λόγος δὲ ἁπλῶς προενεχθεὶς ὁλοκλήρους   ἀνέτρεψεν   οἰκίας,  καὶ  ψυχὰς   ἀπώλεσε  καὶ  κατέλυσε·  καὶ  τῶν   μὲν χρημάτων   τὴν   ζημίαν   διορθῶσαι   πάλιν   ἔνι,   λόγον   δὲ   ἐκπηδήσαντα   καθάπαξ ἀνακτήσασθαι πάλιν οὐκ ἔνι. Καὶ ὅτι λόγων δίδομεν δίκας, ἄκουσον τί φησιν ὁ Χριστός· Λέγω  δὲ  ὑμῖν,  ὅτι  πᾶν  ῥῆμα  ἀργὸν,    ἐὰν  λαλήσωσιν  οἱ  ἄνθρωποι  ἐπὶ  τῆς  γῆς, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων  σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων  σου κατακριθήσῃ. Οὐ ῥημάτων δὲ μόνον δίδομεν εὐθύνας, ἀλλὰ καὶ ἀκουσμάτων· οἷον εἰ παραδέξω κατηγορίαν κατὰ τοῦ πλησίον ψευδῆ λεγομένην· Ἀκοὴν γὰρ, φησὶ, ματαίαν  μὴ παραδέξῃ. Εἰ δὲ οἱ δεχόμενοι  ματαίαν  ἀκοὴν οὐκ ἂν τύχοιεν συγγνώμης, οἱ διαβάλλοντες  καὶ κατηγοροῦντες ποίαν ἕξουσιν ἀπολογίαν;
εʹ. Καὶ τί λέγω ῥήματα καὶ ἀκοὴν, ὅπου γε καὶ ἐνθυμημάτων  εὐθύνας ὑπέχομεν; Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δηλῶν  ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.  Καὶ ὁ Ψαλμῳδὸς δέ φησιν, ὅτι Ἐνθύμιον  ἀνθρώπου  ἐξομολογήσεταί  σοι. Τί ἐστιν,  Ἐνθύμιον  ἀνθρώπου  ἐξομολογήσεταί  σοι;  Οἷον, εἰ  μετὰ  δόλου  καὶ  πονηρᾶς γνώμης  πρὸς  τὸν  ἀδελφὸν  διελέχθης,  εἰ  διὰ  τοῦ  στόματος  αὐτὸν  ἐπαινῶν  καὶ  τῆς γλώττης,  κατὰ  διάνοιαν  ἐκάκωσας  καὶ  ἐφθόνησας  αὐτῷ.  Πάλιν  γὰρ  τοῦτο  αὐτὸ  ὁ Χριστὸς αἰνιττόμενος,  ὅτι οὐχὶ ἔργων  μόνον,  ἀλλὰ  καὶ ἐνθυμημάτων  δίδομεν  δίκην, ἔλεγεν· Ὁ ἐμβλέψας  γυναικὶ  πρὸς τὸ ἐπιθυμῆσαι  αὐτῆς, ἤδη ἐμοίχευσεν  αὐτὴν  ἐν τῇ καρδίᾳ αὑτοῦ. Καίτοι οὐ προῆλθεν εἰς ἔργον ἡ ἁμαρτία, ἀλλ' ἐν διανοίᾳ τέως ἐστίν· ἀλλ' οὐδὲ οὕτως ἀνέγκλητος  δύναται μεῖναι ὁ διὰ τοῦτο περισκοπῶν κάλλη γυναικῶν,  ἵνα ἀνάψῃ πορνείας ἐπιθυμίαν.  Ὅταν οὖν ἀκούσῃς, ὅτι συναίρει λόγον  μετὰ τῶν δούλων αὐτοῦ, μὴ παρέλθῃς  ἁπλῶς  τὴν  ῥῆσιν, ἀλλ' ἐννόησον  πᾶσαν ἀξίαν,  πᾶσαν ἡλικίαν, ἑκατέραν τὴν φύσιν, τῶν  τε ἀνδρῶν,  τῶν  τε γυναικῶν·  ἐννόησον  οἷον ἔσται τότε τὸ δικαστήριον, ἀναλόγισαι τὰ ἡμαρτημένα σοι πάντα. Κἂν γὰρ αὐτὸς ἐπιλάθῃ τῶν πεπλημμελημένων, Θεὸς οὐδέποτε ἐπιλήσεται, ἀλλὰ πάντα πρὸ τῶν ὀφθαλμῶν  στήσει τῶν ἡμετέρων, ἂν μὴ προλαβόντες αὐτὰ καταλύσωμεν νῦν διὰ μετανοίας καὶ ἐξομολογήσεως, καὶ τοῦ μηδέποτε μνησικακεῖν  τοῖς πλησίον. Τίνος δὲ ἕνεκεν ποιεῖ τὸ λογοθέσιον; Οὐχ ὡς αὐτὸς ἀγνοῶν,  πῶς γὰρ, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν; ἀλλ' ἵνα σε πείσῃ τὸν οἰκέτην, ὅτι δικαίως ὀφείλεις,  ὅπερ ἂν ὀφείλῃς· μᾶλλον  δὲ οὐχ ἵνα μάθῃς μόνον, ἀλλ' ἵνα καὶ ἀπονίψῃ·  ἐπεὶ καὶ τῷ προφήτῃ  διὰ τοῦτο ἐκέλευσε τὰ ἁμαρτήματα λέγειν τῶν Ἰουδαίων. Λέγε γὰρ, φησὶ, τὰς ἀνομίας αὐτῶν τῷ οἴκῳ Ἰακὼβ, καὶ  τὰς  ἁμαρτίας  αὐτῶν   τῷ  οἴκῳ  Ἰσραήλ·  οὐχ  ἵνα   ἀκούσωσι  μόνον,   ἀλλ'  ἵνα διορθώσωνται. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.  Ἆρα πόσα ἐνεπιστεύθη,  ὅτι τοσαῦτα κατέφαγε;  Μέγας ὁ τῶν  ὀφλημάτων ὄγκος·  καὶ  οὐχὶ  μόνον  τοῦτο  ἦν  τὸ  χαλεπὸν,  ἀλλ' ὅτι  καὶ  πρῶτος  προσηνέχθη  τῷ δεσπότῃ. Εἰ μὲν γὰρ μετὰ πολλοὺς  ἑτέρους εὐγνωμονήσαντας οὗτος προσηνέχθη, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παροξυνθῆναι τὸν δεσπότην· ἡ γὰρ τῶν φθασάντων εὐγνωμοσύνη  τοῖς μετὰ ταῦτα ἠγνωμονηκόσιν ἡμερώτερον αὐτὸν ἔμελλε ποιεῖν. Τὸ δὲ πρῶτον    εἰσαχθέντα     ἀγνώμονα     φανῆναι,     καὶ    οὕτως    ἀγνώμονα     γενόμενον, φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον. Ἄνθρωποι μὲν οὖν, ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας,  ὥσπερ θήραν καὶ ἄγραν εὑρόντες, οὕτω γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀπαιτήσωσι· κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν  τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων  ὀργὴν εἰς τὸ ταλαίπωρον  σῶμα τῶν ἀθλίων  ἐκχέουσιν, αἰκίζοντες  καὶ τύπτοντες  καὶ μυρία αὐτῷ διατιθέντες  κακά. Ὁ δὲ Θεὸς τοὐναντίον ἅπαντα ἐκίνει καὶ ἐπραγματεύετο, ὅπως αὐτὸν ἀπαλλάξῃ  τῶν ὀφλημάτων. Ἐπὶ γὰρ ἡμῶν τὸ ἀπαιτῆσαι, πλοῦτος· ἐπὶ δὲ Θεοῦ τὸ συγχωρῆσαι, πλοῦτος· ἡμεῖς ἐπειδὰν λάβωμεν τὰ ὀφειλόμενα,  τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς ἐπειδὰν συγχωρήσῃ  τὰ  πλημμελήματα,  τότε  μάλιστα  πλουτεῖ·  πλοῦτος  γὰρ  Θεοῦ  τῶν ἀνθρώπων  ἡ σωτηρία, καθάπερ ὁ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους  αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ πῶς ὁ βουλόμενος ἀφεῖναι καὶ συγχωρῆσαι τὰ ἐγκλήματα,  ἐκέλευσεν αὐτὸν  πραθῆναι; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ τὴν φιλανθρωπίαν δείκνυσιν. Ἀλλὰ μὴ ἐπειγώμεθα, ἀλλὰ τάξει προβαίνωμεν ἐπὶ τὴν  τῆς  παραβολῆς  διήγησιν.  Μὴ ἔχοντος  δὲ  αὐτοῦ  ἀποδοῦναι,  φησί.  Τί ἐστι,  Μὴ ἔχοντος  αὐτοῦ ἀποδοῦναι;  Πάλιν ἐπίτασις ἀγνωμοσύνης·  ὅταν  γὰρ εἴπῃ, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι,  οὐδὲν ἄλλο λέγει, ἀλλ' ἢ ὅτι κατορθωμάτων  ἔρημος ἦν, καὶ οὐδὲν εἶχεν  ἔργον  ἀγαθὸν,  ὥστε λογισθῆναι  αὐτῷ  εἰς  τὴν  τῶν  ἁμαρτημάτων  ἀπαλλαγήν· λογίζεται   γὰρ,  λογίζεται   πάντως   ἡμῖν  ἐπὶ  ἁμαρτημάτων   ἀπαλλαγῇ   κατορθώματα, καθάπερ οὖν καὶ πίστις εἰς δικαιοσύνην. Τῷ γὰρ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καὶ τί λέγω πίστιν καὶ κατορθώματα,  ὅπου γε καὶ θλίψεις  λογίζονται  ἡμῖν  εἰς ἁμαρτημάτων  ἀνάλυσιν;  Καὶ τοῦτο  δηλοῖ  μὲν  ὁ Χριστὸς διὰ  τῆς  τοῦ  Λαζάρου παραβολῆς,  εἰσάγων  τὸν  Ἀβραὰμ λέγοντα  πρὸς τὸν πλούσιον, ὅτι Λάζαρος ἀπέλαβεν  ἐν τῇ ζωῇ αὐτοῦ τὰ κακὰ, καὶ διὰ τοῦτο ὧδε παρακαλεῖται. ∆ηλοῖ δὲ καὶ ὁ Παῦλος Κορινθίοις ἐπιστέλλων  περὶ τοῦ πεπορνευκότος,  καὶ λέγων  οὕτω· Παράδοτε τὸν τοιοῦτον  τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα  τὸ  πνεῦμα  σωθῇ.  Καὶ ἑτέρους  δὲ  ἡμαρτηκότας  παραμυθούμενος  οὕτως ἔλεγε· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ  ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται  ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ  κόσμῳ κατακριθῶμεν.  Εἰ δὲ πειρασμὸς, καὶ νόσος, καὶ ἀσθένεια, καὶ σαρκὸς ὄλεθρος, ἅπερ ἀβουλήτως ὑπομένομεν, οὐκ αὐτοὶ κατασκευάζοντες, λογίζεται ἡμῖν εἰς ἁμαρτίας διάλυσιν, πολλῷ μᾶλλον κατορθώματα, ἅπερ ἑκόντες καὶ σπουδάζοντες μετερχόμεθα.  Ἀλλ' οὗτος  ἔρημος  μὲν  ἀγαθοῦ  παντὸς  ἦν,  φορτίον  δὲ ἁμαρτημάτων ἀφόρητον   εἶχε·  διὰ  τοῦτό  φησι·  Μὴ  ἔχοντος   αὐτοῦ  ἀποδοῦναι,  ἐκέλευσεν  αὐτὸν πραθῆναι· ὅθεν μάλιστα ἔστι τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν καταμαθεῖν,  ὅτι καὶ τὸ λογοθέσιον  ἐποίησε, καὶ πραθῆναι  ἐκέλευσεν· ἀμφότερα  γὰρ ταῦτα  εἰργάσατο, ὥστε αὐτὸν  μὴ  πραθῆναι.  Πόθεν  τοῦτο  δῆλον;  Ἀπὸ τοῦ  τέλους·  εἰ  γὰρ  πραθῆναι  αὐτὸν ἐβούλετο, τίς ὁ κωλύων ἦν; τίς ὁ ἐμποδίζων;ςʹ. Τίνος οὖν ἕνεκεν ἐκέλευσε, μὴ μέλλων ποιεῖν; Ἵνα αὐξήσῃ τὸν φόβον· τὸν δὲ φόβον ηὔξησε διὰ τῆς ἀπειλῆς, ἵνα αὐτὸν εἰς ἱκετηρίαν ἐμβάλῃ· εἰς ἱκετηρίαν δὲ αὐτὸν ἐνέβαλεν,   ἵνα   ἀφορμὴν   λάβῃ   συγχωρήσεως.   Ἠδύνατο   μὲν   γὰρ   καὶ   πρὸ   τῆς παρακλήσεως  αὐτὸν  ἀφεῖναι,  ἀλλ' ἵνα  μὴ  χείρονα  ἐργάσηται,  τοῦτο  οὐκ  ἐποίησεν. Ἠδύνατο  καὶ πρὸ τοῦ  λογοθεσίου  ποιῆσαι  τὴν  συγχώρησιν,  ἀλλ' ἵνα  μὴ τὸν  ὄγκον ἀγνοῶν  τῶν ἁμαρτημάτων, ἀπανθρωπότερος  γένηται καὶ ὠμότερος περὶ τοὺς πλησίον, διὰ τοῦτο αὐτὸν πρότερον ἐδίδαξε τὸ μέγεθος τοῦ χρέους, καὶ τότε ἀφῆκεν ἅπαν. Εἰ γὰρ τοῦ   λογοθεσίου   γενομένου,   καὶ   τοῦ   ὀφειλήματος   δειχθέντος,   καὶ   τῆς   ἀπειλῆς ἐπενεχθείσης,  καὶ τῆς  καταδίκης  γενομένης  δήλης,  ἣν  ὑπομεῖναι  δίκαιος  ἦν,  οὕτως ἄγριος καὶ ὠμὸς περὶ τὸν σύνδουλον ἐγένετο· εἰ μηδὲν τούτων ἐξέβη, ποῦ οὐκ ἂν ἐξώλισθεν  ἀγριότητος;  ∆ιὰ  τοῦτο  ταῦτα  πάντα    Θεὸς ἐποίει  καὶ  ἐπραγματεύετο, προαναστέλλων  αὐτοῦ τὴν ἀπήνειαν  ἐκείνην. Εἰ δὲ μηδενὶ διωρθώθη τούτων, οὐ παρὰ τὸν διδάσκαλον, ἀλλὰ παρ' ἐκεῖνον τὸν μὴ δεξάμενον τὴν διόρθωσιν ἡ αἰτία. Πλὴν ἀλλ' ἴδωμεν  πῶς  αὐτῷ  μεθοδεύει  τὸ  ἕλκος.  Πεσὼν οὖν,  φησὶ,  παρὰ  τοὺς  πόδας  αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Καὶ μὴ μὴν εἶπεν,  ὅτι οὐκ εἶχεν  ἀποδοῦναι·  ἀλλὰ  τοιοῦτον  τῶν  ὀφειλόντων τὸ ἔθος, κἂν μηδὲν ἔχωσιν ἀποδοῦναι, ἐπαγγέλλονται, ὥστε τῶν παρόντων  ἀπαλλαγῆναι δεινῶν. Ἀκούσωμεν  ὅσοι  ῥᾳθυμοῦμεν  εὐχῆς,  πόση  τῶν  δεήσεων    δύναμις.  Οὐ νηστείαν ἐπεδείξατο οὗτος, οὐκ ἀκτημοσύνην, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἔρημος ὢν καὶ γυμνὸς πάσης ἀρετῆς, ἐπειδὴ παρεκάλεσε τὸν δεσπότην μόνον, ἴσχυσεν αὐτὸν ἐπισπάσασθαι πρὸς ἔλεον. Μὴ τοίνυν  ἀπαγορεύωμεν  ἐν ταῖς δεήσεσι. Τίς γὰρ τούτου γένοιτ' ἂν ἁμαρτωλότερος, ὃς τοσούτοις μὲν ἐγκλήμασιν ὑπεύθυνος ἦν, κατόρθωμα δὲ οὐ μικρὸν, οὐ μέγα ἐκέκτητο; Ἀλλ' ὅμως οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπαῤῥησίαστός εἰμι, αἰσχύνης  γέμω,  πῶς  δύναμαι  προσελθεῖν;  πῶς  δύναμαι  παρακαλέσαι; ὃ πολλοὶ  τῶν ἁμαρτανόντων  λέγουσι, διαβολικὴν νοσοῦντες εὐλάβειαν. Ἀπαῤῥησίαστος εἶ; ∆ιὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ μέλλων  σοι καταλλάττεσθαι,  ἵνα αἰσχυνθῇς καὶ ἐρυθριάσῃς; Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι  σε τῶν  ἐγκλημάτων·  οὐχ  οὕτω  σὺ τῆς σεαυτοῦ ἀσφαλείας  ἐπιθυμεῖς,  ὡς ἐκεῖνος ἐφίεταί σου τῆς σωτηρίας· καὶ τοῦτο δι' αὐτῶν τῶν ἔργων ἡμᾶς ἐπαίδευσεν. Οὐκ ἔχεις παῤῥησίαν; ∆ιὰ τοῦτο δυνήσῃ παῤῥησίαν ἔχειν, ὅτι οὕτω διάκεισαι· μεγίστη γὰρ παῤῥησία, τὸ μὴ νομίζειν  ἔχειν  παῤῥησίαν· ὥσπερ οὖν αἰσχύνη  μεγίστη, τὸ δικαιοῦν ἑαυτὸν ἐνώπιον Κυρίου. Ἐκεῖνος ἀκάθαρτός ἐστι, κἂν ἁπάντων ἀνθρώπων ἁγιώτερος ᾖ· ὥσπερ οὖν δίκαιος γίνεται  ὁ πείσας ἑαυτὸν πάντων  ἔσχατον εἶναι. Καὶ μάρτυρες τῶν λεγομένων  ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Μὴ τοίνυν ἀπογινώσκωμεν  ἐν τοῖς ἁμαρτήμασι, μηδὲ ἀπαγορεύωμεν, ἀλλὰ προσερχώμεθα τῷ Θεῷ, προσπίπτωμεν, παρακαλῶμεν, ὅπερ οὗτος ἐποίησε, μέχρι τούτου καλῇ τῇ γνώμῃ χρησάμενος. Τό τε μὴ ἀπαγορεῦσαι, τό τε μὴ ἀπογνῶναι,  τό τε ὁμολογῆσαι  τὰ ἡμαρτημένα,  τό τε αἰτῆσαι  ἀναβολήν  τινα  καὶ μέλλησιν, ταῦτα πάντα καλὰ, καὶ διανοίας συντετριμμένης, καὶ τεταπεινωμένης ψυχῆς. Τὰ δὲ ἐντεῦθεν  οὐκ ἔτι ὅμοια τοῖς προτέροις· ἅπερ γὰρ διὰ τῆς ἱκετηρίας  συνήγαγε, ταῦτα ἀθρόον ἐξέχεεν ἅπαντα διὰ τῆς εἰς τὸν πλησίον ὀργῆς. Ἀλλὰ τέως ἐπὶ τὸν τρόπον τῆς συγχωρήσεως  ἔλθωμεν· ἴδωμεν  πῶς  αὐτὸν  ἀφῆκε,  καὶ πόθεν  ἐπὶ τοῦτο  ἦλθεν  ὁ δεσπότης.  Σπλαγχνισθεὶς     κύριος  αὐτοῦ,  φησὶν,  ἀπέλυσεν  αὐτὸν,  καὶ  τὸ  δάνειον ἀφῆκεν  αὐτῷ.  Ἐκεῖνος μέλλησιν  ᾔτησεν, οὗτος συγχώρησιν  ἔδωκεν·  ὥστε πλέον  οὗ ᾔτησεν, ἔλαβεν  ἐκεῖνος. ∆ιὸ καὶ Παῦλός φησι· Τῷ δυναμένῳ  πάντα  ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Οὐδὲ γὰρ ἰσχύεις ἐννοῆσαι τοσαῦτα, ὅσα ἐκεῖνός σοι παρεσκεύασται δοῦναι.  Μὴ τοίνυν  αἰσχυνθῇς,  μηδὲ ἐρυθριάσῃς· μᾶλλον  δὲ αἰσχύνου  μὲν ἐπὶ τοῖς  ἁμαρτήμασι, μὴ ἀπογίνωσκε  δὲ, μηδὲ ἀφίστασο τῆς εὐχῆς,  ἀλλὰ πρόσελθε καὶ ἁμαρτωλὸς  ὢν, ἵνα καταλλάξῃς  σου τὸν ∆εσπότην, ἵνα  δῷς αὐτῷ  τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχωρήσει τῶν ἁμαρτιῶν τῶν σῶν ἐπιδείξασθαι· ὡς ἐὰν φοβηθῇς   προσελθεῖν   ἐνεπόδισας   αὐτοῦ   τῇ   ἀγαθότητι,    διεκώλυσας   αὐτοῦ   τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον. Μὴ τοίνυν ἀναπίπτωμεν,  μηδὲ ὀκνῶμεν ἐν  ταῖς  εὐχαῖς.  Κἂν γὰρ πρὸς αὐτὸ  τῆς  κακίας  κατενεχθῶμεν τὸ βάραθρον, ταχέως ἐκεῖθεν ἡμᾶς ἀνασπάσαι δυνήσεται.Οὐδεὶς τοσαῦτα ἥμαρτεν, ὅσα οὗτος· καὶ γὰρ ἅπαν εἶδος πονηρίας  ἐπῆλθε· καὶ τοῦτο δηλοῖ τὰ μύρια τάλαντα· οὐδεὶς ἔρημος οὕτως ἦν, ὡς οὗτος· τοῦτο γὰρ δηλοῖ τὸ μὴ ἔχειν αὐτὸν ἀποτῖσαι. Ἀλλ' ὅμως τὸν πάντοθεν προδοθέντα ἴσχυσεν εὐχῆς ἐξαρπάσαι δύναμις. Καὶ τοσοῦτον δύναται, φησὶν, εὐχὴ, ὡς τὸν δι' ἔργων καὶ μυρίων πραγμάτων προσκρούσαντα τῷ ∆εσπότῃ ἀπαλλάξαι κολάσεως καὶ τιμωρίας; Ναὶ, τοσοῦτον δύναται, ἄνθρωπε. Οὐδὲ γὰρ αὕτη μόνη ἐστὶν ἡ τὸ πᾶν ἀνύουσα, ἀλλ' ἔχει σύμμαχον καὶ βοηθὸν μέγιστον  τὴν  φιλανθρωπίαν  τοῦ  δεχομένου  τὴν  εὐχὴν  Θεοῦ, ἥτις  ἐνταῦθα  τὸ  πᾶν εἰργάσατο, καὶ τὴν εὐχὴν ἐποίησε δυνατήν. Τοῦτο γοῦν καὶ αἰνιττόμενος ἔλεγε· Σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ· ἵνα μάθῃς ὅτι μετὰ τῆς εὐχῆς, καὶ πρὸ τῆς εὐχῆς, τοῦ δεσπότου τὰ σπλάγχνα  τὸ πᾶν ἐποίησεν. Ἐξελθὼν  δὲ  ἐκεῖνος  εὗρεν  ἕνα  τῶν  συνδούλων   αὑτοῦ,  ὃς  ὤφειλεν   αὐτῷ  ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Ἆρα τί τούτου γένοιτ' ἂν μιαρώτερον; Ἔναυλον  ἔχων  τὴν  εὐεργεσίαν, ἐπελήσθη  τῆς τοῦ δεσπότου φιλανθρωπίας.
ζʹ. Ὁρᾷς  ὅσον  ἐστὶν  ἀγαθὸν   ἁμαρτημάτων   μεμνῆσθαι;  Καὶ  γὰρ  οὗτος,  εἰ διηνεκῶς  τούτων  ἐμέμνητο, οὐκ ἂν οὕτως ἄγριος ἐγένετο καὶ ἀπάνθρωπος.  ∆ιὰ τοῦτο συνεχῶς  λέγω,  καὶ  λέγων   οὐ  παύσομαι,  ὅτι  χρήσιμον  σφόδρα  καὶ  ἀναγκαῖον   τὸ διηνεκῶς  μνημονεύειν  ἡμᾶς τῶν  πεπλημμελημένων ἡμῖν  ἁπάντων·  οὐδὲν γὰρ οὕτω φιλόσοφον  καὶ ἐπιεικῆ καὶ πρᾶον τὴν ψυχὴν  ἐργάσασθαι δύναται, ὡς ἡ διηνεκὴς  τῶν ἁμαρτημάτων μνήμη. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὐ μόνον τῶν μετὰ τὸ λουτρὸν, ἀλλὰ καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἁμαρτημάτων ἐμέμνητο, καίτοι γε ἀφανισθέντων καθάπαξ. Εἰ δὲ  ἐκεῖνος  τῶν  πρὸ  τοῦ  βαπτίσματος  ἐμέμνητο,  πολλῷ  μᾶλλον  ἡμᾶς  τῶν  μετὰ  τὸ βάπτισμα μεμνῆσθαι δεῖ· οὐ γὰρ δὴ μόνον  αὐτὰ διαλύομεν  τῇ μνήμῃ, ἀλλὰ καὶ πρὸς ἅπαντας  ἀνθρώπους  ἐπιεικέστερον  διακεισόμεθα, καὶ τῷ Θεῷ μετὰ πλείονος δουλεύσομεν  τῆς  εὐνοίας,  τὴν  ἄφατον  αὐτοῦ  φιλανθρωπίαν ἐκ τῆς  τούτων  μνήμης καταμανθάνοντες. Ὅπερ οὗτος  οὐκ ἐποίησεν,  ἀλλ' ἐπιλαθόμενος  τοῦ  μεγέθους  τῶν ὀφλημάτων,  καὶ τῆς εὐεργεσίας ἐπελάθετο· τῆς δὲ εὐεργεσίας ἐπιλαθόμενος,  πονηρὸς περὶ τὸν σύνδουλον ἐγένετο, καὶ διὰ τῆς εἰς ἐκεῖνον πονηρίας ἅπαντα, ἅπερ ἐκέρδανεν ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἀπώλεσε. Κρατήσας γὰρ αὐτὸν ἔπνιγε λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Οὐκ εἶπεν, Ἀπόδος μοι τὰ ἑκατὸν δηνάρια· ᾐσχύνετο γὰρ τοῦ χρέους τὴν  εὐτέλειαν·  ἀλλ',  Ἀπόδος,  εἴ  τι  ὀφείλεις.    δὲ  πεσὼν  ἐπὶ  τοὺς  πόδας  αὐτοῦ, παρεκάλει  αὐτὸν, λέγων·  Μακροθύμησον ἐπ' ἐμοῦ, καὶ πάντα σοι ἀποδώσω. ∆ιὰ τῶν  ῥημάτων,  δι' ὧν  ἐκεῖνος  εὕρετο  τὴν  συγχώρησιν,  διὰ  τούτων  καὶ  οὗτος  ἀξιοῖ σωθῆναι. Ὁ δὲ ὑπὸ τῆς ἄγαν ὠμότητος  οὐδὲ τούτοις  τοῖς λόγοις  κατεκάμπτετο,  οὐδὲ ἐνενόησεν,  ὅτι διὰ τούτων  ἐσώθη τῶν  ῥημάτων.  Καίτοι γε καὶ εἰ συνεχώρησεν, οὐδὲ οὕτω φιλανθρωπία τὸ πρᾶγμα λοιπὸν  ἦν, ἀλλ' ὀφειλὴ  καὶ χρέος. Εἰ μὲν γὰρ, πρὶν ἢ γενέσθαι τὸ λογοθέσιον, καὶ τὴν ψῆφον ἐξενεχθῆναι  ἐκείνην, καὶ τοσαύτης ἀπολαῦσαι εὐεργεσίας,  τοῦτο  ἐποίησεν,  οἰκείας  μεγαλοψυχίας   ἦν  τὸ  γινόμενον·  νυνὶ  δὲ  μετὰ τοσαύτην   δωρεὰν   καὶ   τοσούτων   ἁμαρτημάτων   ἄφεσιν,   ὥσπερ  ἀναγκαίου   τινὸς ὀφλήματος λοιπὸν ὑπεύθυνος ἦν τῆς περὶ τὸν σύνδουλον ἀνεξικακίας. Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἐποίησεν, οὐδὲ ἐνενόησεν ὅσον τὸ μέσον ἦν τῆς ἀφέσεως, ἧς τε αὐτὸς ἀπήλαυσε, καὶ  ἣν  περὶ  τὸν  σύνδουλον  ἐπιδείκνυσθαι   ἔμελλεν·  οὐ  γὰρ  δὴ  τῇ  ποσότητι  τῶν ὀφλημάτων, οὐδὲ τῷ ἀξιώματι τῶν προσώπων μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ τρόπῳ πολλὴν τὴν διαφορὰν ἴδοι τις ἄν. Ἐκεῖνα μὲν γὰρ μύρια τάλαντα ἦν, ταῦτα δὲ ἑκατὸν δηνάρια· καὶ οὗτος μὲν εἰς τὸν δεσπότην ὕβρισεν, ὁ δὲ ὀφείλων  αὐτῷ εἰς τὸν σύνδουλον·  καὶ οὗτος μὲν εὖ παθὼν  ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μικρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ'  αὐτοῦ  γενόμενον,  πάντα  ἀφῆκεν.  Ἀλλ'  ὅμως  οὐδὲν  τούτων  ἐνενόησεν,  ἀλλὰ καθάπαξ  ὑπὸ  τῆς  ὀργῆς  πηρωθεὶς  ἦγχεν  αὐτὸν,  καὶ  εἰς  τὸ  δεσμωτήριον  ἐνέβαλεν. Ἰδόντες   δὲ  οἱ  σύνδουλοι   αὐτοῦ,  φησὶν,  ἠγανάκτησαν,   καὶ  πρὸ  τοῦ  δεσπότου  οἱ σύνδουλοι καταψηφίζονται, ἵνα μάθῃς τοῦ δεσπότου τὸ ἥμερον. Ἀκούσας δὲ ὁ δεσπότης αὐτοῦ, καὶ καλέσας αὐτὸν, πάλιν κρίνεται πρὸς αὐτὸν, καὶ οὐδὲ οὕτως ἁπλῶς ἐκφέρει τὴν καταδίκην,  ἀλλὰ πρότερον δικαιολογεῖται.  Καὶ τί φησι; ∆οῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν  ἐκείνην  ἀφῆκά σοι. Τί τούτου γένοιτ' ἂν ἀγαθώτερον  τοῦ δεσπότου; Ὅτε μὲν αὐτῷ ὤφειλε  τὰ μύρια τάλαντα,  οὐδὲ μέχρι ῥήματος αὐτὸν  ἐλύπησεν, οὐδὲ πονηρὸν ἐκάλεσεν, ἀλλὰ πραθῆναι μόνον ἐκέλευσε· καὶ τοῦτο, ἵνα ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπειδὴ δὲ εἰς τὸν  σύνδουλον  πονηρὸς  ἐγένετο,  τότε ὀργίζεται  καὶ παροξύνεται,  ἵνα μάθῃς ὅτι εὐκολώτερον  τὰ εἰς αὐτὸν ἀφίησιν, ἢ τὰ εἰς τοὺς πλησίον ἁμαρτήματα. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι  τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ὁρᾷς πῶς πανταχοῦ  τῶν αὑτοῦ τὰ ἡμέτερα προτιμᾷ, καὶ τῆς εἰρήνης καὶ τῆς ἀγάπης τῆς εἰς τὸν πλησίον οὐδὲν ἀνώτερον  τίθησιν; Καὶ πάλιν ἀλλαχοῦ· Ὁ ἀπολύων  τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.  ∆ιὰ δὲ Παύλου οὕτως ἐνομοθέτει· Εἴ τις ἀνὴρ γυναῖκα  ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν  μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ἂν μὲν γὰρ πορνεύσῃ, φησὶν, ἔκβαλε· ἂν δὲ ἄπιστος ᾖ, μὴ ἐκβάλῃς· ἐὰν εἰς σὲ ἁμάρτῃ, φησὶν, ἀπόκοψον· ἐὰν δὲ εἰς ἐμὲ ἁμάρτῃ, κάτεχε. Οὕτω καὶ ἐνταῦθα, ὅτε μὲν εἰς αὐ51.29 τὸν  ἥμαρτεν  ἁμαρτήματα  τοσαῦτα, συνεχώρησεν·  ὅτε δὲ εἰς τὸν  σύνδουλον ἥμαρτεν  ἐλάττονα   πολλῷ   καὶ  βραχίω  τῶν  εἰς  τὸν  δεσπότην,  οὐκ  ἀφῆκεν,   ἀλλ' ἐπεξῆλθε·  καὶ  ἐνταῦθα  μὲν  πονηρὸν  ἐκάλεσεν,  ἐκεῖ  δὲ  οὐδὲ  μέχρι  ῥήματος  αὐτὸν ἐλύπησε. ∆ιὰ τοῦτο μὲν καὶ ἐνταῦθα  καὶ τοῦτο πρόσκειται, ὅτι ὀργισθεὶς παρέδωκεν αὐτὸν  τοῖς βασανισταῖς· ἡνίκα  δὲ αὐτὸν  ἀπῄτει  λόγον  τῶν  μυρίων  ταλάντων,  οὐδὲν τοιοῦτον   προσέθηκεν·  ἵνα  μάθῃς,  ὅτι  ἐκείνη  μὲν    ψῆφος  οὐχὶ  ὀργῆς  ἦν,  ἀλλὰ κηδεμονίας   πρὸς  συγχώρησιν   ἐπαγομένης·   αὕτη  δὲ  αὐτὸν  μάλιστα  παρώξυνεν   ἡ ἁμαρτία.  Ἄρα  τί  γένοιτ'  ἂν  μνησικακίας  χεῖρον,  ὅταν  φιλανθρωπίαν ἐξενεχθεῖσαν ἀνακαλεῖται  Θεοῦ, καὶ ἅπερ οὐκ ἴσχυσεν αὐτὸν διαθεῖναι  τὰ ἁμαρτήματα, ταῦτα ἰσχύει αὐτὸν ἐργάσασθαι ἡ κατὰ τοῦ πλησίον ὀργή; Καίτοι γε γέγραπται, ὅτι Ἀμεταμέλητα τὰ χαρίσματα τοῦ Θεοῦ. Πῶς οὖν ἐνταῦθα  μετὰ τὸ ἐξενεχθῆναι  τὴν  δωρεὰν, μετὰ τὸ προχωρῆσαι τὴν φιλανθρωπίαν,  ἀνεκλήθη  πάλιν    ψῆφος;  ∆ιὰ  τὴν  μνησικακίαν·  ὥστε  οὐκ  ἄν  τις ἁμάρτοι, πάσης ἁμαρτίας ταύτην χαλεπωτέραν  ἀποφηνάμενος  εἶναι· αἱ μὲν γὰρ ἄλλαι πᾶσαι ἠδυνήθησαν  συγχώρησιν  εὑρέσθαι, αὕτη  δὲ οὐ μόνον  οὐκ ἴσχυσε συγγνώμης τυχεῖν,  ἀλλὰ  καὶ τὰς ἑτέρας  ἀφανισθείσας  καθάπαξ  ἀνενέωσε  πάλιν.  Ὥστε διπλοῦν κακὸν ἡ μνησικακία, ὅτι τε οὐδεμίαν  ἀπολογίαν  ἔχει παρὰ τῷ Θεῷ, καὶ ὅτι τὰ λοιπὰ ἡμῶν  ἁμαρτήματα, κἂν συγχωρηθῇ, πάλιν  ἀνακαλεῖται,  καὶ καθ'  ἡμῶν  ἵστησιν· ὅπερ οὖν καὶ ἐνταῦθα ἐποίησεν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον   μνησίκακον  καὶ  διατηροῦντα   ὀργήν.  Καὶ τοῦτο  μάλιστα  μὲν  ἐντεῦθεν ἐπεδείξατο, καὶ ἀπὸ τῆς εὐχῆς δὲ αὐτῆς ἐκέλευσεν ἡμῖν λέγειν  οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα  ἡμῶν,  ὡς  καὶ  ἡμεῖς  ἀφίεμεν  τοῖς  ὀφειλέταις  ἡμῶν.  Ταῦτα οὖν  ἅπαντα εἰδότες, καὶ τὴν παραβολὴν  ἐγγράψαντες  ταύτην  ἐν ταῖς καρδίαις, ὅταν ἐννοήσωμεν ἅπερ  πεπόνθαμεν   παρὰ  τῶν   συνδούλων,   λογισώμεθα   ἅπερ  ἐποιήσαμεν   εἰς  τὸν ∆εσπότην· καὶ τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων  τὸν θυμὸν τὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι  ταχέως  ἀπώσασθαι δυνησόμεθα·  εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων δεῖ μεμνῆσθαι μόνον· ἐὰν δὲ τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε  τὰ  ἀλλότρια  λογιούμεθα· ὥσπερ οὖν  ἂν  τούτων  ἐπιλανθανώμεθα, ἐκεῖνα ῥᾳδίως  ἐμφιλοχωρήσει   τοῖς  ἡμετέροις  λογισμοῖς.  Καὶ  γὰρ  οὗτος  εἰ  τῶν   μυρίων ταλάντων  ἐμέμνητο, οὐκ ἂν ἐμνήσθη τῶν ἑκατὸν δηναρίων· ἀλλ' ἐπειδὴ ἐκείνων ἐπελάθετο,   διὰ  τοῦτο  ὑπὲρ  τούτων   ἦγχε  τὸν  σύνδουλον,   καὶ  ὀλίγα   βουλόμενος ἀπαιτῆσαι, οὔτε ἐκείνων  ἐπέτυχεν, ἀλλὰ καὶ τῶν μυρίων ταλάντων τὸν ὄγκον εἰς τὴν ἑαυτοῦ κεφαλὴν  ἐπεσπάσατο. ∆ιὰ τοῦτο θαῤῥῶν ἂν εἴποιμι, ὅτι πάσης ἁμαρτίας αὕτη χαλεπωτέρα· μᾶλλον  δὲ οὐκ ἐγὼ  τοῦτο, ἀλλὰ  ὁ Χριστὸς διὰ τῆς  παραβολῆς  ταύτης τοῦτο ἀπεφήνατο.  Εἰ γὰρ μὴ μυρίων  ταλάντων,  λέγω  δὴ τῶν  ἀφάτων  ἁμαρτημάτων, αὕτη  χαλεπωτέρα  ἦν, οὐκ ἂν διὰ ταύτην  κἀκεῖνα  ἀνεκαλέσατο.  Οὕτω μηδὲν  τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία  μυστηρίων, οὔτε ἄλλο τῶν  τοιούτων  οὐδὲν, ἐὰν μνησικακῶμεν,  δυνήσεται  ἡμῶν  προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην· ὥσπερ οὖν ἐὰν ταύτης περιγενώμεθα  τῆς ἁμαρτίας, κἂν μυρία ἔχωμεν πλημμελήματα, δυνησόμεθά τινος συγγνώμης τυχεῖν. Καὶ οὐχὶ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ μέλλοντος  ἡμᾶς τότε κρίνειν  Θεοῦ. Καθάπερ γὰρ ἐνταῦθα εἶπεν, ὅτι Οὕτω ποιήσει καὶ ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῶν  καρδιῶν  ὑμῶν· οὕτω καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις  τὰ παραπτώματα  αὐτῶν,  ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἵνα οὖν καὶ ἐνταῦθα πρᾶον καὶ ἤρεμον διάγωμεν βίον, κἀκεῖ συγχωρήσεως  καὶ ἀφέσεως  τύχωμεν,  σπουδάζωμεν  καὶ πραγματευώμεθα,  ὅσους ἐὰν ἔχωμεν ἐχθροὺς, καταλλάττειν ἡμῖν· οὕτω γὰρ καὶ τὸν ∆εσπότην ἡμῶν, κἂν μυρία ὦμεν ἡμαρτηκότες,  καταλλάξομεν,  καὶ τῶν  μελλόντων ἐπιτευξόμεθα  ἀγαθῶν·  ὧν  γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2.Εις το Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· καὶ κατὰ Μαρκιωνιστῶν καὶ Μανιχαίων· καὶ ὅτι οὐ χρὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, ἀλλὰ παντὸς θελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα.

αʹ. Βαθεῖαν  τομὴν  τοῖς  ἁρπάζουσι  καὶ  πλεονεκτεῖν  βουλομένοις  πρώην ἐδώκαμεν·  οὐχ  ἵνα  πλήξωμεν,   ἀλλ'  ἵνα  διορθωσώμεθα·  οὐ  τοὺς  ἀνθρώπους μισοῦντες, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενοι. Ἐπεὶ καὶ ἰατρὸς τέμνει τὸ ἕλκος, οὐ τῷ νοσοῦντι σώματι πολεμῶν, ἀλλὰ τῇ νόσῳ καὶ τῷ τραύματι μαχόμενος. Φέρε δὴ, σήμερον μικρὸν ἐνδῶμεν αὐτοῖς, ὥστε αὐτοὺς ἀπὸ τῆς ὀδύνης ἀναπνεῦσαι, καὶ μὴ συνεχῶς πληττομένους ἀποσκιρτῆσαι τῆς θεραπείας. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· μετὰ τὰς τομὰς ἐμπλάστρους ἐπιτιθέασι  καὶ φάρμακα, καὶ διαλιμπάνουσιν  ἡμέρας, τὰ παραμυθούμενα τὴν ὀδύνην ἐπινοοῦντες.
Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι σήμερον ἐπινοοῦντες,  ὥστε καρπώσασθαι τὴν  ἀπὸ  τῆς  ἡμετέρας  διαλέξεως  ὠφέλειαν,  καὶ  τὸν  περὶ  δογμάτων  κινήσωμεν λόγον, εἰς τὰ ἀνεγνωσμένα τὸν λόγον ἀφιέντες. Καὶ γὰρ οἶμαι πολλοὺς διαπορεῖν, τίνος  ἕνεκεν  ταῦτα εἴρηται παρὰ τοῦ Χριστοῦ· εἰκὸς δὲ καὶ αἱρετικοὺς  παρόντας ἐπιπηδῆσαι  τοῖς  εἰρημένοις,  καὶ  πολλοὺς  τῶν  ἀφελεστέρων  ἀδελφῶν  ἐντεῦθεν ὑποσκελίζειν.   Ἵν'   οὖν   καὶ   τὴν   ἐκείνων   ἔφοδον   ἀποτειχίσωμεν,   καὶ   τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν,  μεταχειρίσαντες  τὸ εἰρημένον, ἐνδιατρίψωμεν  τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν  νοημάτων.  Οὐδὲ γὰρ ἀρκεῖ ἡ ἀνάγνωσις,  ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ἐπεὶ καὶ ὁ εὐνοῦχος  Κανδάκης ἀνεγίνωσκεν, ἀλλ' ἕως ὅτε παρεγένετο ὁ διδάσκων αὐτὸν τί ποτε ἦν ὃ ἀνεγίνωσκεν, οὐδὲν  ἐκαρποῦτο  μέγα.  Ἵν'  οὖν  μὴ  καὶ  ὑμεῖς  τὸ  αὐτὸ  πάθητε,  προσέχετε  τοῖς λεγομένοις, συντείνατε τὴν διάνοιαν, σχολάζουσάν μοι τὴν ψυχὴν παράσχετε, ὀξυδερκὲς ἔστω τὸ ὄμμα, συντεταμένη ἡ γνώμη· ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα· ἀλλὰ βαθύγειον καὶ λιπαρὰν γεωργοῦντες ἄρουραν, κομῶντα τὸν ἄσταχυν ἀμήσωμεν. Ἐὰν γὰρ οὕτω προσέχητε τοῖς λεγομένοις, καὶ ἡμῖν κουφότερον τὸν πόνον ἐργάσεσθε, καὶ ὑμῖν εὐκολωτέραν τὴν εὕρεσιν κατασκευάσετε. Τί οὖν ἐστι τὸ ἀνεγνωσμένον;  Πάτερ, εἰ δυνατὸν,  παρελθέτω  τὸ ποτήριον  τοῦτο ἀπ' ἐμοῦ. Τί ποτέ ἐστιν ὅ φησι; ∆εῖ γὰρ  τὸ  εἰρημένον  σαφέστερον  ἑρμηνεύσαντας,  οὕτως  ἐπαγαγεῖν  τὴν λύσιν. Τί οὖν ἐστιν ὅ φησι; Πάτερ, εἰ δυνατὸν,  παράγαγε τὸν σταυρόν. Τί λέγεις; ἀγνοεῖ εἴτε δυνατὸν, εἴτε ἀδύνατον, τοῦτο; Καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι τὰ ῥήματα ἀγνοοῦντός  ἐστιν· ἡ γὰρ τοῦ, Εἰ, προσθήκη, ἀμφιβάλλοντός   ἐστιν, ἀλλ', ὅπερ ἔφην,  οὐ δεῖ τοῖς  ῥήμασι προσέχειν, ἀλλὰ  πρὸς τὰ νοήματα  τρέπεσθαι, καὶ τὸν σκοπὸν  τοῦ   λέγοντος   εἰδέναι,   καὶ  τὴν   αἰτίαν,   καὶ  τὸν   καιρὸν,   καὶ  πάντα συναγαγόντα, οὕτω θηρᾷν τὴν ἐναποκειμένην διάνοιαν. Ἡ οὖν σοφία ἡ ἀπόῤῥητος, ὁ τὸν Πατέρα οὕτως εἰδὼς, ὡς ὁ Πατὴρ οἶδε τὸν Υἱὸν, πῶς ἂν τοῦτο ἠγνόησεν; Οὐδὲ γὰρ μείζων αὕτη ἡ γνῶσις ἡ περὶ τοῦ πάθους τῆς γνώσεως τῆς περὶ τῆς οὐσίας, ἣν ἀκριβῶς μόνος οἶδεν αὐτός. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Καὶ τί λέγω περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ; Οὐδὲ γὰρ οἱ προφῆται φαίνονται  τοῦτο ἠγνοηκότες, ἀλλὰ καὶ εἰδότες σαφῶς καὶ προαναφωνοῦντες  μετὰ  πολλῆς τῆς πληροφορίας, ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ὅτι πάντως ἔσται. Ἄκουε γοῦν πῶς διαφόρως ἅπαντες τὸν σταυρὸν ἀπαγγέλλουσι.Πρῶτος ὁ πατριάρχης Ἰακώβ· πρὸς γὰρ αὐτὸν ἀποτείνων  τὸν λόγον φησίν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· βλαστὸν τὴν Παρθένον, καὶ τὸ ἄχραντον τῆς Μαρίας ἐμφαίνων.  Εἶτα τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Τὸν γὰρ θάνατον  αὐτοῦ κοίμησιν ἐκάλεσε καὶ ὕπνον, καὶ τῷ θανάτῳ συνῆψε τὴν ἀνάστασιν, λέγων· Τίς ἐγερεῖ αὐτόν; Ἄλλος μὲν οὐδεὶς, αὐτὸς δὲ ἑαυτόν. ∆ι' ὃ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν  αὐτήν· καὶ πάλιν· Λύσατε τὸν ναὸν  τοῦτον  καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων; Ὥσπερ γὰρ ὁ λέων οὐκ ἐγρηγορὼς μόνον, ἀλλὰ καὶ καθεύδων ἐστὶ φοβερός· οὕτω καὶ ὁ Χριστὸς οὐ πρὸ τοῦ σταυροῦ μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ σταυρῷ, καὶ ἐν αὐτῇ τῇ τελευτῇ φοβερὸς ἦν, καὶ τὰ μεγάλα  τότε  εἰργάζετο θαύματα, ἥλιον  ἀποστρέφων,  πέτρας τέμνων, τὴν γῆν κλονῶν, τὸ καταπέτασμα σχίζων, τὴν γυναῖκα τοῦ Πιλάτου δεδιττόμενος, τὸν Ἰούδαν ἐλέγχων.Τότε γὰρ ἔλεγεν· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Καὶ ἡ γυνὴ τοῦ Πιλάτου ἐδήλου· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον κατ' ὄναρ δι' αὐτόν. Τότε τὸ σκότος τὴν οἰκουμένην κατελάμβανε, καὶ νὺξ ἐν ἡμέρᾳ μέσῃ ἐφαίνετο· τότε ὁ θάνατος ἐτήκετο, καὶ ἡ τυραννὶς αὐτοῦ κατελύετο· πολλὰ γοῦν  σώματα τῶν κεκοιμημένων  ἁγίων  ἠγέρθη. Ταῦτα ἄνωθεν  προλέγων  ὁ πατριάρχης, καὶ δεικνὺς ὅτι καὶ σταυρούμενος ἔσται φοβερὸς, Ἀναπεσὼν, φησὶν, ἐκοιμήθης ὡς λέων· καὶ οὐκ εἶπε,  Κοιμηθήσῃ,  ἀλλ'   Ἐκοιμήθης,  διὰ  τὸ  πάντως   ἐσόμενον.  Ἔθος  γὰρ  τοῖς προφήταις πολλαχοῦ τὰ μέλλοντα ὡς προγεγενημένα προλέγειν. Ὥσπερ γὰρ οὐκ ἔνι τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως οὐδὲ τοῦτο, καίτοι μέλλον ὂν, μὴ γενέσθαι. ∆ιά τοι τοῦτο τῷ σχήματι τοῦ παρῳχηκότος χρόνου τὰ μέλλοντα  προαναφωνοῦσι, τὸ ἀδιάπτωτον  αὐτῶν  καὶ πάντως  ἐσόμενον διὰ τούτων  ἐνδεικνύμενοι.  Οὕτω καὶ ὁ ∆αυῒδ τὸν σταυρὸν δηλῶν  ἔλεγεν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Οὐκ εἶπεν, Ὀρύξουσιν, ἀλλ',  Ὤρυξαν. Ἐξηρίθμησανπάντα  τὰ ὀστᾶ μου. Καὶ οὐ τοῦτο  λέγει μόνον, ἀλλὰ καὶ τὰ παρὰ τῶν  στρατιωτῶν  γεγονότα· ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ χολὴν αὐτὸν ἐψώμισαν, καὶ ὄξος ἐπότισαν. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἕτερος δὲ πάλιν ὅτι λόγχῃ αὐτὸν ἔπαισάν φησιν· Ὄψονται, γὰρ εἰς ὃν ἐξεκέντησαν. Ὁ δὲ Ἡσαΐας ἑτέρως πάλιν τὸν σταυρὸν  προαναφωνῶν   ἔλεγεν·  Ὡς  πρόβατον  ἐπὶ  σφαγὴν  ἤχθη,  καὶ  ὡς  ἀμνὸς ἐναντίον  τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

βʹ. Σὺ  δέ  μοι  παρατήρει  πῶς  ἕκαστος  τούτων,  ὡς  περὶ  παρῳχηκότων διαλέγεται,  τὸ πάντως  ἐσόμενον καὶ ἀναντιῤῥήτως  ἐκβησόμενον διὰ τοῦ χρόνου τούτου δηλῶν. Οὕτω καὶ ὁ ∆αυῒδ τὸ δικαστήριον τοῦτο ὑπογράφων ἔλεγεν· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οὐ τὸ δικαστήριον δὲ λέγει μόνον, καὶ τὸν σταυρὸν, καὶ τὰ ἐν τῷ σταυρῷ, ἀλλὰ καὶ τὸν προδεδωκότα, ὅτι ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἦν· Ὁ γὰρ ἐσθίων, φησὶν, ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.
Καὶ τὴν φωνὴν δὲ οὕτω προλέγει, ἢν ἔμελλεν ἀφιέναι ἐν τῷ σταυρῷ, λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές  με; Καὶ τὸν τάφον  πάλιν· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Καὶ τὴν ἀνάστασιν· Οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ τὴν ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον  τῶν  ποδῶν  σου. Ὁ δὲ Ἡσαΐας καὶ τὴν  αἰτίαν  φησὶ λέγων,  ὅτι Ἀπὸ τῶν  ἁμαρτιῶν  τοῦ λαοῦ μου ἥκει εἰς θάνατον·  καὶ, ὅτι Ἐπειδὴ πάντες ὡς πρόβατα ἐπλανήθησαν,  διὰ τοῦτο σφαγιάζεται. Εἶτα καὶ τὸ κατόρθωμα ἐπάγει  λέγων·  Τῷ μώλωπι  αὐτοῦ  ἡμεῖς  πάντες  ἰάθημεν,  καὶ ὅτι Ἁμαρτίας πολλῶν ἀνήνεγκεν. Εἶτα οἱ μὲν προφῆται καὶ τὸν σταυρὸν ᾔδεισαν, καὶ τοῦ σταυροῦ τὴν αἰτίαν, καὶ τὰ ἐκ τοῦ σταυροῦ κατορθούμενα, καὶ τὸν τάφον, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάβασιν, καὶ τὴν προδοσίαν, καὶ τὸ δικαστήριον, καὶ πάντα μετὰ ἀκριβείας διέγραψαν· ὁ δὲ ἀποστείλας αὐτοὺς, καὶ ταῦτα κελεύσας εἰπεῖν, αὐτὸς ἀγνοεῖ; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Ὁρᾷς ὅτι οὐ δεῖ τοῖς ῥήμασιν ἁπλῶς προσέχειν; οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄπορον, ἀλλὰ καὶ τὸ ἑξῆς ἀπορώτερον. Τί γάρ φησι· Πάτερ, Εἰ δυνατὸν,  παρελθέτω  ἀπ'  ἐμοῦ  τὸ  ποτήριον  τοῦτο;  Οὐ γὰρ  δὴ  ἀγνοῶν   μόνον εὑρεθήσεται, ἀλλὰ  καὶ παραιτούμενος  τὸν  σταυρόν· ὃ γὰρ λέγει  τοῦτό  ἐστιν· Εἰ ἐγχωρεῖ,  φησὶ, μὴ  ἐμπέσοιμι  εἰς  τὸ  σταυρωθῆναι,  μηδὲ  ἀναιρεθῆναι.  Καίτοι τῷ Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων τοῦτο αὐτῷ εἰπόντι, ὅτι Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καίτοι γε πρὸ μικροῦ μακαρίσας αὐτόν. Ἀλλ' οὕτως αὐτῷ ἄτοπον ἐδόκει εἶναι τὸ μὴ σταυρωθῆναι, ὡς ἐκεῖνον  τὸν παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν  δεξάμενον, τὸν μακαρισθέντα,   τὸν   λαβόντα   τὰς   κλεῖς   τῶν   οὐρανῶν,   Σατανᾶν   καλέσαι  καὶ σκάνδαλον, καὶ αἰτιᾶσθαι, ὡς μὴ φρονοῦντα τὰ τοῦ Θεοῦ, ἐπειδὴ εἶπεν αὐτῷ, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ σταυρωθῆναι. Ὁ τοίνυν τὸν μαθητὴν οὕτως ὑβρίσας, καὶ τοσαύτῃ κατ' αὐτοῦ χρησάμενος τῇ καταφορᾷ, ὡς καὶ Σατανᾶν αὐτὸν καλέσαι μετὰ τοσαῦτα ἐγκώμια, ἐπειδὴ ἔλεγε, Μὴ σταυρωθῇς, πῶς αὐτὸς ἐβούλετο μὴ σταυρωθῆναι; πῶς δὲ μετὰ ταῦτα τοῦ καλοῦ ποιμένος  ὑπογράφων  τὴν  εἰκόνα, τοῦτο ἔφησε μάλιστα δεῖγμα  εἶναι  τῆς ἀρετῆς αὐτοῦ, τὸ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, οὕτω λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν  αὐτοῦ τίθησιν ὑπὲρ τῶν  προβάτων; Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν· Ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, θεωρεῖ τὸν λύκον  ἐρχόμενον,  καὶ ἀφίησι  τὰ πρόβατα, καὶ φεύγει.  Εἰ τοίνυν  τοῦ καλοῦ  μὲν ποιμένος τὸ σφάττεσθαι, τοῦ δὲ μισθωτοῦ τὸ μὴ βούλεσθαι τοῦτο ὑπομένειν,  πῶς αὐτὸς λέγων εἶναι ποιμὴν καλὸς, παρακαλεῖ μὴ σφαγιασθῆναι; πῶς δὲ ἔλεγεν· Ἐγὼ τίθημι   τὴν  ψυχήν   μου  ἀπ'   ἐμαυτοῦ;  Εἰ  γὰρ  ἀπὸ  σαυτοῦ  τίθης,  πῶς  ἕτερον παρακαλεῖς, ἵνα μὴ θῇς; πῶς δὲ αὐτὸν ὁ Παῦλος θαυμάζει ταύτης ἕνεκα τῆς προφάσεως, οὕτω λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι  ἴσα  Θεῷ,  ἀλλὰ  ἑαυτὸν  ἐκένωσε,  μορφὴν  δούλου  λαβὼν,  ἐν  ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ; Αὐτὸς δὲ πάλιν οὕτω πώς φησι· ∆ιὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Εἰ γὰρ οὐ βούλεται, ἀλλὰ παραιτεῖται  καὶ παρακαλεῖ τὸν Πατέρα, πῶς διὰ τοῦτο ἀγαπᾶται; Ἡ γὰρ ἀγάπη τῶν κατὰ γνώμην ἐστί. Πῶς δέ φησι πάλιν ὁ Παῦλος·  Ἀγαπᾶτε ἀλλήλους,  καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν  ἑαυτὸν ὑπὲρ ἡμῶν; Αὐτὸς δὲ πάλιν ὁ Χριστὸς μέλλων σταυροῦσθαι ἔλεγε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱὸν, δόξαν τὸν σταυρὸν καλῶν· καὶ πῶς ἐνταῦθα μὲνπαραιτεῖται, ἐκεῖ δὲ καὶ κατεπείγει; Ὅτι γὰρ δόξα ὁ σταυρὸς, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη. Ὃ δὲλέγει, τοῦτό ἐστιν· Οὐδέπω ἦν δοθεῖσα ἡ χάρις, ἐπειδὴ ἡ ἔχθρα ἡ πρὸς τοὺς ἀνθρώπους οὐδέπω ἦν καταλυθεῖσα, τῷ μηδέπω τὸν σταυρὸν προκεχωρηκέναι. Ὁ γὰρ σταυρὸς τὴν ἔχθραν τοῦ Θεοῦ κατέλυσε τὴν πρὸς τοὺς ἀνθρώπους, τὰς καταλλαγὰς  ἐκόμισε, τὴν  γῆν  οὐρανὸν  ἐποίησε, τοὺς  ἀνθρώπους  τοῖς  ἀγγέλοις ἀνέμιξε, τοῦ θανάτου τὴν ἀκρόπολιν κατήγαγε, τοῦ διαβόλου τὴν ἰσχὺν ἐξενεύρωσε, τῆς ἁμαρτίας τὴν δύναμιν  ἠφάνισε, τὴν γῆν τῆς πλάνης  ἀπήλλαξε, τὴν ἀλήθειαν ἐπανήγαγε,  τοὺς  δαίμονας  ἀπήλασε, ναοὺς  καθεῖλε,  βωμοὺς  ἀνέτρεψε,  κνίσσαν ἠφάνισε, τὴν ἀρετὴν κατεφύτευσε, τὰς Ἐκκλησίας ἐῤῥίζωσε. Σταυρὸς, τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Υἱοῦ δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, τὸ τοῦ Παύλου καύχημα· Ἐμοὶ γὰρ, φησὶ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Σταυρὸς ὁ τοῦ ἡλίου  φανότερος,  ὁ τῆς ἀκτῖνος  φαιδρότερος· ὅταν  γὰρ ἐκεῖνος σκοτίζηται, τότε οὗτος λάμπει· σκοτίζεται δὲ ὁ ἥλιος τότε οὐκ ἀφανιζόμενος, ἀλλὰ  νικώμενος   τῇ  τοῦ  σταυροῦ  φαιδρότητι.   Σταυρὸς  τὸ  χειρόγραφον   ἡμῶν διέῤῥηξε, τοῦ θανάτου  τὸ δεσμωτήριον ἄχρηστον ἐποίησε, σταυρὸς τῆς τοῦ Θεοῦ ἀγάπης ἡ ἀπόδειξις.Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων  εἰς αὐτὸν μὴ ἀπόληται. Καὶ πάλιν  ὁ Παῦλος· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν  τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Σταυρὸς τὸ τεῖχος  τὸ ἀῤῥαγὲς, τὸ ὅπλον  τὸ ἀχείρωτον,  τῶν  πλουτούντων  ἡ ἀσφάλεια, τῶν πενήτων ἡ εὐπορία, τῶν ἐπιβουλευομένων τὸ τεῖχος, τῶν πολεμουμένων τὸ ὅπλον, τῶν  παθῶν    ἀναίρεσις,  τῆς  ἀρετῆς    κτῆσις,  τὸ  σημεῖον  τὸ  θαυμαστὸν  καὶ παράδοξον. Σημεῖον γὰρ ἐπιζητεῖ ἡ γενεὰ αὕτη· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Καὶ πάλιν  ὁ Παῦλος· Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Σταυρὸς παράδεισον ἠνέῳξε, λῃστὴν εἰσήγαγε, τὸ τῶν ἀνθρώπων γένος ἀπόλλυσθαι μέλλον καὶ οὐδὲ τῆς γῆς ἄξιον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἐχειραγώγησε. Τοσαῦτα ἀγαθὰ ἀπὸ τοῦ σταυροῦ καὶ γέγονε καὶ γίνεται, καὶ οὐ βούλεται σταυρωθῆναι, εἰπέ μοι; Καὶ τίς ἂν τοῦτο εἴποι; Εἰ δὲ μὴ ἐβούλετο, τίς αὐτὸν ἠνάγκασε; τίς ἐβιάσατο; τί δὲ καὶ προέπεμψε προφήτας ἀπαγγέλλοντας, ὅτι σταυρωθήσεται, μὴ μέλλων σταυροῦσθαι, μηδὲ βουλόμενος τοῦτο ὑπομεῖναι; Τίνος δὲ ἕνεκεν καὶ ποτήριον καλεῖ τὸν σταυρὸν, εἴ γε μὴ ἐβούλετο σταυρωθῆναι; Τοῦτο γὰρ ἐνδεικνυμένου  ἐστὶ τὴν ἐπιθυμίαν, ἣν ἔχει περὶ τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς διψῶσι τὸ ποτήριον ἡδὺ, οὕτω καὶ αὐτῷ τὸ σταυρωθῆναι· δι' ὃ καὶ ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμουν τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, οὐχ ἁπλῶς εἰπὼν τοῦτο, ἀλλὰ διὰ τὴν αἰτίαν ταύτην, ἐπειδὴ μετὰ τὴν ἑσπέραν ὁ σταυρὸς αὐτὸν διεδέχετο.
γʹ. Ὁ τοίνυν  καὶ  δόξαν  τὸ πρᾶγμα  καλῶν,  καὶ  τῷ  μαθητῇ  ἐπιτιμῶν,  ὅτι διεκώλυεν  αὐτὸν,  καὶ τὸν  καλὸν  ποιμένα  ἐντεῦθεν  δεικνὺς  ἀπὸ τοῦ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, καὶ ἐπιθυμίᾳ ἐπιθυμεῖν λέγων τὸ πρᾶγμα, καὶ ἑκὼν ἐπὶ τοῦτο ἐρχόμενος, πῶς παρακαλεῖ μὴ γενέσθαι τοῦτο; Εἰ δὲ μὴ ἐβούλετο, τί δύσκολον ἦν διακωλῦσαι τοὺς ἐρχομένους ἐπὶ τοῦτο; Νῦν δὲ καὶ ὁρᾷς αὐτὸν ἐπιτρέχοντα τῷ πράγματι. Ὅτε γοῦν ἐπῆλθον αὐτῷ, λέγει· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν· Ἰησοῦν. Καὶ λέγει  αὐτοῖς· Ἰδοὺ, ἐγώ εἰμι· καὶ ἀπῆλθον  εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. Οὕτω πηρώσας αὐτοὺς πρότερον καὶ δείξας, ὅτι ἠδύνατο διαφυγεῖν, τότε ἐξέδωκεν ἑαυτὸν, ἵνα μάθῃς ὅτι οὐκ ἀνάγκῃ, οὐδὲ βίᾳ, οὐδὲ τῇ τυραννίδι τῶν ἐπελθόντων ἄκων τοῦτο ὑπέμεινεν,  ἀλλ' ἑκὼν,  καὶ προαιρούμενος καὶ βουλόμενος,  καὶ ἐκ πολλοῦ  ταῦτα οἰκονομῶν. ∆ιὰ τοῦτο καὶ προφῆται προεπέμποντο, καὶ πατριάρχαι προὔλεγον, καὶ διὰ ῥημάτων  καὶ διὰ πραγμάτων  ὁ σταυρὸς προδιετυποῦτο. Καὶ γὰρ τοῦ Ἰσαὰκ ἡ σφαγὴ  τὸν  σταυρὸν  ἐδήλου  ἡμῖν·  δι'    καὶ  ἔλεγεν·  Ἀβραὰμ, ὁ  πατὴρ  ὑμῶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν δόξαν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα ὁ μὲν πατριάρχης ἐχάρη  βλέπων  τὴν  εἰκόνα  τοῦ  σταυροῦ, αὐτὸς  δὲ  παραιτεῖται  τὸ  πρᾶγμα;  Καὶ Μωϋσῆς δὲ  οὕτω  τοῦ  Ἀμαλὴκ  περιεγένετο,  ἐπειδὴ  τὸν  τύπον  ἐπεδείκνυτο  τοῦ σταυροῦ· καὶ μυρία ἂν ἴδοι τις ἐν τῇ Παλαιᾷ γινόμενα, τὸν σταυρὸν προδιαγράφοντα. Τίνος οὖν ἕνεκεν οὕτως ἐγένετο, εἴ γε ὁ σταυροῦσθαι μέλλων  οὐκ ἐβούλετο τοῦτο γίνεσθαι; Καὶ τὸ μετὰ τοῦτο δὲ ἔτι ἀπορώτερον. Εἰπὼν γὰρ, Παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπήγαγε, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Ἐντεῦθεν γὰρ, ὅσον κατὰ τὴν ῥῆσιν, δύο θελήματα  ἐναντία  ἀλλήλοις  εὑρίσκομεν, εἴ γε ὁ μὲν Πατὴρ βούλεται αὐτὸν σταυρωθῆναι, αὐτὸς δὲ οὐ βούλεται. Καίτοι γε πανταχοῦ  ὁρῶμεν αὐτὸν τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενον, τὰ αὐτὰ προαιρούμενον. Καὶ γὰρ ὅταν λέγῃ, ∆ὸς αὐτοῖς, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, οὐδὲν ἄλλο λέγει, εἰ μὴ τὸ μίαν εἶναι γνώμην Πατρὸς καὶ Υἱοῦ. Καὶ ὅταν λέγῃ, Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, οὐ λαλῶ ἐγὼ, ἀλλ' ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα ταῦτα, τοῦτο ἐνδείκνυται. Καὶ ὅταν  λέγῃ,  Ἀπ' ἐμαυτοῦ  οὐκ ἐλήλυθα,  καὶ, Οὐ δύναμαι  ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, οὐ τοῦτο δηλῶν λέγει, ὅτι ἐξουσίας ἀπεστέρηται ἢ τοῦ λαλεῖν ἢ τοῦ ποιεῖν,  (ἄπαγε!) ἀλλὰ  μετὰ  ἀκριβείας  δεῖξαι  βουλόμενος  σύμφωνον  αὐτοῦ  τὴν γνώμην, καὶ τὴν ἐν ῥήμασι, καὶ τὴν ἐν πράγμασι, καὶ τὴν ἐν πάσαις οἰκονομίαις πρὸς τὸν Πατέρα μίαν καὶ τὴν αὐτὴν οὖσαν, καθὼς καὶ ἤδη πολλάκις  ἀπεδείξαμεν. Τὸ γὰρ,  Ἀπ'  ἐμαυτοῦ  οὐ  λαλῶ,  οὐκ  ἐξουσίας  ἀναίρεσις,  ἀλλὰ  συμφωνίας   ἐστὶν ἀπόδειξις. Πῶς οὖν ἐνταῦθά  φησι, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ'  ὡς σύ; Τάχα εἰς πολὺν  ὑμᾶς ἀγῶνα  ἐνεβάλομεν,  ἀλλὰ διανάστητε· εἰ γὰρ καὶ πολλὰ τὰ εἰρημένα, ἀλλ' εὖ οἶδα ὅτι νεάζει ὑμῶν ἡ προθυμία· πρὸς γὰρ αὐτὴν λοιπὸν τὴν λύσιν ὁ λόγος ἐπείγεται.  Τίνος  οὖν  ἕνεκεν  οὕτως  εἴρηται;  Προσέχετε  μετὰ  ἀκριβείας.  Πολὺ δυσπαράδεκτος ἦν  ὁ τῆς σαρκώσεως λόγος. Ἡ γὰρ ὑπερβολὴ τῆς φιλανθρωπίας αὐτοῦ, καὶ τὸ μέγεθος τῆς συγκαταβάσεως τοῦτο φρίκης ἔγεμε, καὶ πολλῆς ἐδέετο κατασκευῆς, ὥστε  παραδεχθῆναι.  Ἐννόησον  γὰρ  ἡλίκον  ἦν  ἀκοῦσαι καὶ μαθεῖν,   ὅτι    Θεὸς,    ἄῤῥητος,    ἄφθαρτος,     ἀπερινόητος,     ἀόρατος,  ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν  τρέμειν,  ὁ ἁπτόμενος  τῶν  ὀρέων, καὶ καπνίζων  αὐτὰ, οὗ τὴν  ῥοπὴν  τῆς συγκαταβάσεως   οὐδὲ   τὰ   Χερουβὶμ  ἐνεγκεῖν    ἠδυνήθησαν,   ἀλλὰ   τὰς   ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων· οὗτος ὁ πάντα νοῦν ὑπερβαίνων, καὶ πάντα λογισμὸν  νικῶν,   παραδραμὼν  ἀγγέλους  ἀρχαγγέλους,  πάσας  τὰς  ἄνω  νοερὰς δυνάμεις, κατεδέξατο γενέσθαι ἄνθρωπος, καὶ σάρκα τὴν ἀπὸ γῆς καὶ πηλοῦ πλασθεῖσαν ἀναλαβεῖν, καὶ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, καὶ ἐνναμηνιαῖον κυοφορηθῆναι  χρόνον, καὶ γαλακτοτροφηθῆναι,  καὶ τὰ ἀνθρώπινα  πάντα παθεῖν. Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον  παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλλοντας. Καὶ γὰρ ὅ τε πατριάρχης  αὐτὸ  προανεφώνει  λέγων,  Ἐκ βλαστοῦ, υἱέ  μου, ἀνέβης·  ἀναπεσὼν ἐκοιμήθης ὡς λέων· ὅτε Ἡσαΐας λέγων, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ ἕτερος πάλιν, Εἴδομεν αὐτὸν ὡς  παιδίον,  ὡς  ῥίζαν  ἐν  γῇ  διψώσῃ.  Γῆν  δὲ  διψῶσαν  τὴν  μήτραν  λέγει  τὴν παρθενικὴν, διὰ τὸ μὴ δέξασθαι σπέρμα ἀνθρώπου, μηδὲ συνουσίας ἀπολαῦσαι, ἀλλὰ χωρὶς γάμων αὐτὸν τεκεῖν.Καὶ πάλιν, Παιδίον ἐγεννήθη  ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ πάλιν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ὁ δὲ Βαροὺχ ὁ ἐν Ἱερεμίᾳ φησίν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ  ἠγαπημένῳ  ὑπ'  αὐτοῦ.  Μετὰ ταῦτα  ἐπὶ  τῆς  γῆς  ὤφθη,  καὶ  τοῖς  ἀνθρώποις συνανεστράφη.   Καὶ    ∆αυῒδ  τὴν   ἔνσαρκον  αὐτοῦ   παρουσίαν   δηλῶν   ἔλεγε·  Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν  ἡ στάζουσα ἐπὶ τὴν  γῆν,  ὅτι ἀψοφητὶ καὶ ἀταράχως εἰς τὴν μήτραν εἰσελήλυθε τὴν παρθενικήν. δʹ. Ἀλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γενόμενον,  οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων  ἐλθεῖν τῶν ἀνθρωπίνων.  Οὐ γὰρ ἁπλῶς εἰς ἄνθρωπον εἰσέρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ' εἰς μήτραν παρθενικὴν, ὥστε καὶ κυοφορήσεως καὶ τόκων  ἀνασχέσθαι, καὶ γαλακτοτροφίας,  καὶ αὐξήσεως, καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν ἁπασῶν πιστώσασθαι τὸ γενόμενον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα, ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι, καὶ πεινῆσαι καὶ διψῆσαι καὶ καθευδῆσαι καὶ κοπιάσαι· τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἀφίησιν αὐτὴν τὰ τῆς σαρκὸς παθεῖν. ∆ιὰ γὰρ τοῦτο  καὶ κρουνοὶ  κατεφέροντο  ἱδρώτων  ἐξ αὐτῆς, καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ· καὶ γὰρ πρὶν ἢ ταῦτα εἰπεῖν, φησίν· Ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστιν ἕως θανάτου. Εἰ οὖν τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦ Πέρσου, καὶ ἑτέρων πλειόνων  αἱρέσεων ἐπεχείρησεν ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων, ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία, καὶ σκηνὴ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης· εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ πλέον ὁ διάβολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγματα; ∆ιά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ  ἐκαθεύδησεν,  ὥσπερ  ἐκοπίασεν,  ὥσπερ  ἔφαγεν,  ὥσπερ  ἔπιεν,  οὕτω  καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον  ἐνδεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς. Εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχεν ἂν εἰπεῖν, ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα; Τὸ μέλλοντα  σταυροῦσθαι, καὶ δειλιᾷν  καὶ ἀγωνιᾷν,  καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυσθαι τῆς παρούσης ζωῆς· τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον  τὸ περὶ τὰ παρόντα· διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ  τὴν  οἰκονομίαν  πιστώσασθαι, μετὰ  πολλῆς  τῆς  ἀποδείξεως  τὰ  πάθη  γυμνὰ προτίθησιν. Εἷς μὲν οὖν λόγος οὗτος· ἔστι δὲ καὶ ἕτερος τούτου οὐκ ἐλάττων. Τίς δὲ οὗτος; Παραγενόμενος ὁ Χριστὸς, πᾶσαν ἀρετὴν παιδεῦσαι τοὺς ἀνθρώπους ἐβούλετο· ὁ δὲ παιδεύων οὐ λόγῳ μόνον διδάσκει, ἀλλὰ καὶ ἔργῳ· αὕτη γὰρ ἡ ἀρίστη διδασκαλία ἐστὶ τοῦ διδάσκοντος. Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει  μόνον,  οὔτε ἐργάζεται μόνον· ὁμοίως  καὶ οἰκοδόμος παραστήσας τὸν μέλλοντα παρ' αὐτοῦ μανθάνειν  πῶς τοῖχος ὑφαίνεται, δείκνυσι μὲν αὐτῷ διὰ τοῦ ἔργου, δείκνυσι δὲ αὐτῷ καὶ διὰ τοῦ λόγου· ὡσαύτως καὶ ὑφάντης, καὶ ποικιλτὴς, καὶ χρυσοχόος, καὶ χαλκοτύπος, καὶ πᾶσα τέχνη διὰ λόγων  τε καὶ ἔργων ἔχει τὸν διδάσκοντα. Ἐπεὶ οὖν  καὶ  αὐτὸς  παρεγένετο  παιδεῦσαι ἡμᾶς πᾶσαν ἀρετὴν,  διὰ τοῦτο καὶ λέγει τὰ πρακτέα, καὶ ποιεῖ. Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.Σκόπει δέ· ἐκέλευσεν εἶναι ταπεινόφρονας  καὶ πραεῖς, καὶ ἐδίδαξε διὰ τῶν ῥημάτων. Ὅρα πῶς αὐτὰ παιδεύει καὶ διὰ τῶν πραγμάτων. Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι πῶς αὐτὰ δεῖ κατορθοῦν. Πῶς οὖν ἐδίδαξε; Λαβὼν λέντιον  διέζωσεν ἑαυτὸν, καὶ ἔνιψε τῶν μαθητῶν  τοὺς πόδας. Τί ταύτης  ἴσον  τῆς  ταπεινοφροσύνης;  Οὐκ ἔτι  γὰρ  διὰ  τῶν  λόγων  μόνον  ταύτην παιδεύει,  ἀλλὰ  καὶ  διὰ  τῶν  ἔργων.  Πάλιν  τὴν  πραότητα  καὶ  τὴν  ἀνεξικακίαν  διδάσκει διὰ τῶν  ἔργων.  Πῶς; Ἐῤῥαπίσθη παρὰ τοῦ  δούλου  τοῦ  ἀρχιερέως,  καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐκέλευσεν εὔχεσθαι ὑπὲρ τῶν  ἐχθρῶν· πάλιν  καὶ τοῦτο διὰ τῶν  ἔργων παιδεύει· ἀναβὰς γὰρ ἐν τῷ σταυρῷ λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Ὥσπερ οὖν ἐκέλευσεν εὔχεσθαι, οὕτω καὶ αὐτὸς εὔχεται, σὲ παιδεύων εὔχεσθαι οὐκ αὐτὸς ἀτονῶν ἀφιέναι. Πάλιν ἐκέλευσεν εὖ ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς, καὶ καλῶς ποιεῖν τοὺς ἐπηρεάζοντας· τοῦτο δὲ διὰ τῶν ἔργων ἐποίησε· τῶν γὰρ Ἰουδαίων τοὺς δαίμονας ἐξέβαλε, τῶν καλούντων αὐτὸν δαιμονῶντα, ἐλαύνοντας εὐηργέτει, ἐπιβουλεύοντας ἔτρεφε, σταυρῶσαι βουλομένους εἰς βασιλείαν ἐχειραγώγει. Ἔλεγε πάλιν  τοῖς  μαθηταῖς,  Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν  εἰς τὰς ζώνας ὑμῶν, πρὸς ἀκτημοσύνην ἀλείφων·  τοῦτο πάλιν  διὰ τῶν ἔργων ἐπαίδευεν, οὕτω λέγων· Αἱ ἀλώπεκες φωλεοὺς  ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ οὐκ ἦν αὐτῷ τράπεζα, οὐκ οἰκία, οὐκ ἄλλο τι τῶν τοιούτων  οὐδέν· οὐκ ἐπειδὴ ἠπόρει, ἀλλ' ἐπειδὴ ἐπαίδευε τοὺς ἀνθρώπους ταύτην ἐλθεῖν τὴν ὁδόν. Κατὰ δὴ τοῦτον τὸν τρόπον καὶ εὔχεσθαι αὐτοὺς ἐδίδασκεν. Ἔλεγον  οὖν  αὐτῷ·  ∆ίδαξον  ἡμᾶς  εὔχεσθαι.  ∆ιὰ  τοῦτο  καὶ  εὔχεται,  ἵνα ἐκεῖνοι μάθωσιν εὔχεσθαι. Ἀλλ' οὐκ εὔχεσθαι μόνον, ἀλλὰ καὶ πῶς δεῖ εὔχεσθαι μαθεῖν  αὐτοὺς ἐχρῆν· διὰ δὴ τοῦτο καὶ εὐχὴν  παρέδωκεν  οὕτως ἔχουσαν· Πάτερ ἡμῶν    ἐν  τοῖς  οὐρανοῖς,  ἁγιασθήτω  τὸ  ὄνομά  σου·  ἐλθέτω    βασιλεία  σου· γενηθήτω  τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν  τὸν ἐπιούσιον δὸς ἡμῖν  σήμερον· καὶ ἄφες  ἡμῖν  τὰ ὀφειλήματα  ἡμῶν,  ὡς  καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις  ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ' ἔστιν, εἰς κίνδυνον,  εἰς ἐπιβουλάς. Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐτοὺς δι' αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν  τοῖς κινδύνοις,  μηδὲ ἐπιῤῥίπτειν  ἑαυτοὺς, ἀλλ' ἀναμένειν  μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι· μὴ μὴν αὐτοὺς προπηδᾷν, μηδὲ πρώτους ὁμόσε τοῖς  δεινοῖς   ἰέναι.  Τί  δήποτε;  Καὶ  ταπεινοφροσύνην   διδάσκων,  καὶ  τῶν   τῆς κενοδοξίας ἐγκλημάτων ἀπαλλάττων. ∆ιά τοι τοῦτο καὶ ἐνταῦθα, ὅτε ταῦτα ἔλεγεν, Ἀπελθὼν, φησὶ, προσηύξατο· καὶ μετὰ τὸ προσεύξασθαι λέγει τοῖς μαθηταῖς οὕτως· Οὐκ ἰσχύσατε μίαν  ὥραν  γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς ὅτι οὐ προσεύχεται μόνον, ἀλλὰ καὶ παραινεῖ; Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, φησὶν, ἡ δὲ σὰρξ ἀσθενής. Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους ποιῶν, μετριάζειν παρασκευάζων. Ὃ τοίνυν  ἠβούλετο αὐτοὺς διδάσκειν εὔχεσθαι, τοῦτο καὶ αὐτὸς ηὔξατο ἀνθρωπίνως,  οὐ κατὰ τὴν θεότητα (ἀπαθὲς γὰρ τὸ Θεῖον), ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Ηὔξατο δὲ παιδεύων  ἡμᾶς εὔχεσθαι, καὶ ἀεὶ ζητεῖν τῶν δεινῶν  τὴν ἀπαλλαγήν· εἰ δὲ μὴ ἐγχωροίη, στέργειν τὰ τῷ Θεῷ δοκοῦντα.∆ιὰ τοῦτο ἔλεγε· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· οὐκ ἐπειδὴ ἄλλο μὲν αὐτοῦ  βούλημα,  ἄλλο  δὲ  τοῦ  Πατρός· ἀλλ' ἵνα  παιδεύσῃ  τοὺς  ἀνθρώπους,  κἂν ἀγωνιῶσι,  κἂν τρέμωσι, κἂν κίνδυνος  ἐπίῃ, κἂν μὴ βούλωνται  ἀποῤῥαγῆναι  τῆς παρούσης ζωῆς, ὅμως  τοῦ  οἰκείου  βουλήματος  προτιμᾷν  τὸ τοῦ  Θεοῦ βούλημα· ὥσπερ οὖν καὶ Παῦλος παιδευθεὶς, ἀμφότερα ταῦτα διὰ τῶν ἔργων ἔδειξε· τούς τε γὰρ πειρασμοὺς ἠξίωσεν ἀποκινηθῆναι αὐτοῦ, οὕτω λέγων· Ὑπὲρ τούτου τρίτον τὸν Κύριον παρεκάλεσα· καὶ ἐπειδὴ οὐκ ἔδοξε τῷ Θεῷ, φησί· ∆ι' ὃ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Τάχα δὲ ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ποιῶ αὐτὸ σαφέστερον· Ἐκινδύνευσε πολλὰ ὁ Παῦλος, καὶ ηὔξατο μὴ κινδυνεύειν.  Ἤκουσεν οὖν τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐπεὶ οὖν εἶδε τοῦ Θεοῦ θέλημα ὂν, λοιπὸν τὸ ἑαυτοῦ θέλημα ὑποτάττει τῷ τοῦ Θεοῦ θελήματι. Ταῦτα τοίνυν  ἀμφότερα ἀπὸ τῆς εὐχῆς ταύτης ἐπαίδευσε, μήτε ἐπιπηδᾷν  τοῖς  κινδύνοις.  ἀλλὰ  καὶ εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς αὐτούς· εἰ δὲ ἐπέλθοιεν,  φέρειν  αὐτοὺς γενναίως,  καὶ τοῦ οἰκείου θελήματος  προτιμᾷν  τὸ τοῦ Θεοῦ θέλημα.Ταῦτα οὖν εἰδότες, εὐχώμεθα  μὲν μηδέποτε εἰσελθεῖν  εἰς πειρασμόν· κἂν εἰσέλθωμεν, παρακαλῶμεν τὸν Θεὸν διδόναι ἡμῖν ὑπομονὴν καὶ ἀνδρείαν, καὶ τὸ αὐτοῦ θέλημα παντὸς θελήματος ἡμῶν προτιμῶμεν. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας διανύσομεν, καὶ τῶν μελλόντων  ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


3.Περὶ τοῦ κατὰ Θεὸν πολιτεύεσθαι, καὶ εἰς τὸ, Στενὴ ἡ πύλη, καὶ τὰ ἑξῆς·καὶ ἑρμηνεία τῆς προσευχῆς τοῦ, Πάτερ ἡμῶν.


αʹ. Πάσης μὲν θεοπνεύστου Γραφῆς ἡ ἀνάγνωσις  γίνεται  τοῖς προσέχουσιν εὐσεβείας  ἐπίγνωσις·     δὲ  σεπτὴ  τῶν   Εὐαγγελίων   γραφὴ   ὑψηλοτέρων   ἐστὶ διδαγμάτων   ὑπεροχή·  τὰ  γὰρ  ἐν  αὐτοῖς  ἐμφερόμενα  λόγια  ὑψίστου  Βασιλέως ὑπάρχει θεσπίσματα. ∆ιὸ καὶ φοβερά τις ἠπείληται  κόλασις τοῖς μὴ φυλάττουσιν ἀκριβῶς τὰ ὑπ' αὐτοῦ εἰρημένα. Εἰ γὰρ τῶν ἐπὶ γῆς ἀρχόντων  ὁ παραβαίνων τοὺς νόμους ἀπαραίτητον ὑφίσταται κόλασιν, πόσῳ μᾶλλον ἀφορήτοις ἐκδοθήσεται βασάνοις ὁ τοῦ ἐπουρανίου ∆εσπότου ἀθετῶν τὰ προστάγματα; Ἐπεὶ οὖν μέγας ἐστὶν ὁ τῆς ἀπροσεξίας κίνδυνος,  μετὰ πολλῆς  ἀκριβείας προσέχωμεν τῇ ἀκροάσει τῶν ἀρτίως  ἀναγνωσθέντων   ἡμῖν  ἐκ  τοῦ  Εὐαγγελίου  ῥημάτων.  Τίνα  δὲ  ταῦτά  ἐστι; Στενὴ, φησὶν, ἡ πύλη, καὶ τεθλιμμένη  ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ πάλιν· Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι' αὐτῆς. Τούτων ἐγὼ συνεχῶς  ἀκούων  τῶν  λόγων,  καὶ  τῶν  ἀνθρώπων   τὴν  ἐπὶ  τὰ  μάταια  βλέπων σπουδὴν, λίαν θαυμάζω τῶν εἰρημένων τὴν ἀλήθειαν. Πάντες γὰρ διὰ τῆς πλατείας βαδίζουσιν ὁδοῦ, πάντες εἰς τὰ παρόντα κεχήνασι πράγματα, καὶ τῶν  μελλόντων οὐδέποτε   λαμβάνουσιν   ἔννοιαν·    ἀλλ'   εἰς   μὲν   τὰς   σωματικὰς   ἀπολαύσεις ἀδιαλείπτως  ἐπείγονται, τὰς δὲ ψυχὰς ἐῶσιν ἐν λιμῷ κατατήκεσθαι· καὶ μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνοντες τραύματα, οὐδέποτε αἴσθησιν ἔχουσι τῶν ἐν οἷς εἰσι κακῶν·  καὶ  τῶν  μὲν  τοῦ  σώματος ἕνεκα  παθημάτων,  φοιτῶσι  πρὸς τοὺς  ταῦτα θεραπεύοντας·   καὶ   αὐτοὺς   δὲ   τούτους   οἴκαδε   παραπέμπονται,   καὶ   μισθοὺς παρέχουσιν ὅτι μάλιστα πλείστους, καὶ καρτερίαν ἐπιδείκνυνται  πολλὴν,  καὶ τῆς ἐπιπόνου θεραπείας ἀνέχονται,  ἵνα τὴν ἐκείνου ὑγείαν ὠνήσωνται· τῆς δὲ ψυχῆς κακῶς διακειμένης παντελῶς ἀμελοῦσι, καὶ τὴν ἀξιέραστον αὐτῆς ὑγείαν λαβεῖν οὐ σπουδάζουσι, καίτοι σαφῶς ἐπιστάμενοι, ὅτι τὸ μὲν σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον, καὶ  τοῖς   ἐαρινοῖς   προσέοικεν  ἄνθεσιν·  ὁμοίως   γὰρ  ἐκείνοις   μαραίνεται   καὶ σβέννυται, καὶ φθορᾷ παραδίδοται· τὴν δὲ ψυχὴν ἴσασιν ἀθανασίᾳ τετιμημένην, καὶ κατ' εἰκόνα θείαν γεγενημένην, καὶ τοῦ ζώου πεπιστευμένην τοὺς οἴακας. Ὅπερ γάρ ἐστιν ἡνίοχος ἅρματι, καὶ κυβερνήτης πλοίῳ, καὶ μουσικὸς ὀργάνῳ, τοῦτο εἶναι τῷ γηΐνῳ  τούτῳ  σκεύει τὴν  ψυχὴν  ὁ πλάστης ἐνομοθέτησεν. Αὕτη γὰρ κατέχει  τὰς ἡνίας,  καὶ  κινεῖ  τὰ  πηδάλια,  καὶ  τὰς  χορδὰς  ἀνακρούεται,  καὶ  εὖ  μὲν  τοῦτο πράττουσα, τὸ παναρμόνιον τῆς ἀρετῆς ἀνακρούεται μέλος· ὅταν δὲ ἢ χαλάσῃ τοὺς φθόγγους, ἢ διατείνῃ πέρα τοῦ δέοντος, καὶ τῇ τέχνῃ  καὶ τῇ ἁρμονίᾳ λυμαίνεται. Ταύτης τοίνυν ἀμελοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οὐδὲ βραχείας αὐτὴν ἐπιμελείας  ἀξιοῦσιν,  ἀλλ'  ἅπαντα  τῆς  ζωῆς  αὐτῶν   τὸν  χρόνον  εἰς  τὰς σωματικὰς ἀναλίσκουσι φροντίδας· Καὶ οἱ μὲν τὸν τῶν ναυτίλων  ἀσπάζονται βίον, καὶ κύμασι καὶ πνεύμασι μάχονται, τὴν ζωὴν καὶ τὸν θάνατον μεθ' ἑαυτῶν περιφέροντες, καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἐν ὀλίγαις σανίσι κατέχοντες· οἱ δὲ τὸν τῆς γεωπονίας ἀναδέχονται ἱδρῶτα, βοῦς ἀροτῆρας ζευγνύντες, καὶ τὴν γῆν ἀροτριῶντες,  καὶ  νῦν  μὲν  σπείροντες  καὶ  θερίζοντες,  νῦν  δὲ  φυτεύοντες   καὶ τρυγῶντες, καὶ ἅπας αὐτοῖς ὁ χρόνος μετὰ τῆς τοιαύτης ὁδεύει ταλαιπωρίας· οἱ δὲ τὰς ἐμπορίας ἐπέρχονται,  καὶ ὑπὲρ τούτων  τὰς ἐν  γῇ τε καὶ θαλάττῃ  ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν  προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ φίλους,  καὶ ὁμοζύγους μετὰ παίδων  καταλιμπάνοντες,  ὀλίγων  ἕνεκα κερδῶν τὴν ξένην  ἀσπάζονται. Καὶ τί  δεῖ πάσας καταλέγειν  τὰς  τέχνας,  ἃς ταῖς  χρείαις  τοῦ σώματος ἐξεῦρον οἱ ἄνθρωποι, ἐν αἷς διημερεύοντες καὶ διανυκτερεύοντες, τὴν μὲν ἐκείνου θεραπείαν ἑαυτοῖς περιποιοῦνται, τὴν δὲ ψυχὴν ὑπερορῶσι πεινῶσάν τε καὶ διψῶσαν καὶ αὐχμῶσαν καὶ ῥυπῶσαν, καὶ ὑπὸ μυρίων ἐνοχλουμένην  κακῶν; Καὶ μετὰ  πολλοὺς   ἱδρῶτας   καὶ  πόνους  οὐδὲ  τὸ  θνητὸν   σῶμα  θανάτου   κρεῖττον ἐργάζονται,  καὶ  τὴν  ἀθάνατον   μετὰ  τοῦ  θνητοῦ  ταῖς  ἀθανάτοις  ὑποβάλλουσι τιμωρίαις.
βʹ. ∆ιὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην  ἄγνοιαν  ταῖς τῶν ἀνθρώπων  ψυχαῖς, καὶ τῆς ἐπικειμένης  αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην μὲν  εὑρεῖν  σκοπιάν τινα  ὑψηλὴν  ὑποδεικνύουσάν  μοι πάντα  τὰ τῶν  ἀνθρώπων γένη· ἐβουλόμην  δὲ καὶ φωνῆς  τυχεῖν,  πάντα  περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς  ἐπὶ  τῆς  γῆς,  καὶ  στῆναι  καὶ  βοῆσαι, καὶ  τὴν  ∆αυϊδικὴν  ἐκείνην ἀνακράξαι   φωνήν·   Υἱοὶ  ἀνθρώπων,   ἕως   πότε   βαρυκάρδιοι;  ἵνα   τί   ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, προτιμῶντες  τῶν  οὐρανίων  τὰ φθειρόμενα; Ἕως πότε τοὺς ὀφθαλμοὺς μύετε, καὶ τὰ ὦτα βύετε, καὶ τῆς θείας φωνῆς οὐκ ἀκούετε, τῆς καθ' ἑκάστην ἡμέραν βοώσης· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ  κρούοντι  ἀνοιγήσεται;  Ἐπειδὴ δέ τινες  ἀτελέστερον  διακείμενοι  καὶ πρὸς τὰ βιωτικὰ   μᾶλλον   ἐπιῤῥεπῶς   ἔχοντες,   καὶ   τοῖς   φιλοσάρκοις   ἐνηδυπαθοῦντες λογισμοῖς, οὐ καθηκόντως ποιοῦνται τὰς αἰτήσεις, τούτου χάριν ὁ κοινὸς ∆εσπότης εὐχῆς  ἡμῖν  διδασκαλίαν  ὑπέδειξεν,  εἰπών·  Ὅταν προσεύχησθε, μὴ βαττολογεῖτε, ὥσπερ οἱ  ἐθνικοί·  δοκοῦσι γὰρ,  ὅτι  ἐν  τῇ  πολυλογίᾳ  αὐτῶν  εἰσακουσθήσονται· βαττολογίαν ὀνομάζων τὴν φλυαρίαν, τὴν διὰ πολλῶν μὲν λόγων προσφερομένην, ὠφελείας  δὲ πάσης ἐστερημένην. Ὑπαινίττεται  τοίνυν,  ἀπαγορεύων  τὴν βαττολογίαν     Κύριος, μὴ  χρῆναι  τοὺς  προσευχομένους  αἰτεῖν  τὰ  ῥέοντα  καὶ ἀπολλύμενα· μὴ σώματος ὡραιότητα, τὴν ὑπὸ χρόνου μαραινομένην, καὶ ὑπὸ νόσου δαπανωμένην, καὶ ὑπὸ θανάτου καλυπτομένην· τοιοῦτον γὰρ τὸ σωματικὸν κάλλος. Ἄνθος ἐστὶν ὀλιγοχρόνιον, πρὸς ὀλίγον μὲν φαινόμενον τῷ ἔαρι τῆς νεότητος. μετ' ὀλίγον δὲ φθειρόμενον  ὑπὸ τῆς χρόνου παλαιότητος. Εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ  τις  ἐξετάζειν  ἐθέλοι,  τότε  πλέον  αὐτοῦ  διαπτύειν  δυνήσεται.  Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα  καὶ αἷμα καὶ ῥεῦμα καὶ τροφῆς διαμασηθείσης χυλός. Ἐκ τούτου γὰρ καὶ ὀφθαλμοὶ, καὶ παρειαὶ, καὶ ῥῖνες, καὶ ὀφρύες, καὶ χείλη, καὶ ὅλον ἀρδεύεται τὸ σῶμα· κἂν ἐπιλείψῃ ποτὲ ἡ τούτων ἀρδεία, συνεπιλείψει  πάντως καὶ τοῦ προσώπου ἡ εὐμορφία. Μὴ  πλοῦτον   χρημάτων   τὸν   καθ'   ὁμοιότητα   τῶν   ποταμίων   ὑδάτων ἐπιῤῥέοντά  τε καὶ μεταῤῥέοντα, καὶ νῦν  μὲν  παρὰ τοῦτον,  νῦν  δὲ παρ' ἐκεῖνον πηδῶντα, καὶ τοὺς κατέχοντας φεύγοντα, καὶ τοῖς φιλοῦσιν αὐτὸν παραμένειν οὐκ ἀνεχόμενον,   καὶ   μυρίους   ἐπιβούλους   ἔχοντα,   καὶ   σῆτας,   καὶ   λῃστὰς,   καὶ συκοφάντας,  καὶ  ἐμπρησμοὺς, καὶ  ναυάγια,  καὶ  πολέμων  ἐφόδους,  καὶ  δήμων ἐπαναστάσεις, καὶ κακουργίας οἰκετῶν, καὶ γραμμάτων ἀφαιρέσεις, καὶ προσθήκας, καὶ μειώσεις, καὶ τἄλλα ὅσα τοῖς ἐρῶσι χρημάτων ὑπὸ τῆς φιλοπλουτίας  ἐπιφύεται δεινά.  Μὴ δυναστείαν  ἀξιωμάτων·  πολλὰ  γὰρ  καὶ  ταύτῃ  ἀλγεινὰ  παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ  παρὰ  τῶν  μισούντων,  στωμυλία  ῥητόρων  τοῖς  κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον. Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν  οὐδένα ποιούμενοι λόγον. Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ'  αὐτοῦ  προσφερομένων  ἀνέχονται  μόνον,  κἂν  ἐπίπονος      τῆς  θεραπείας τρόπος·  καὶ  τὸν  κυβερνήτην  οἱ  πλέοντες  οὐ  κελεύουσι  τοίωσδε  κατέχειν  τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον· τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κακῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ' αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι,  οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ  καὶ  ὀλοφυρόμενον,  τῷ  νόμῳ  τῆς  τέχνης  ἀκολουθεῖ  μᾶλλον,  ἢ τοῖς  τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν,  ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος μὲν γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων  εἰς αὐτὸν  ἐργάζεται· ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ  μαχόμενος, ἐλέῳ  κέχρηται  καὶ φιλανθρωπίᾳ·  οὕτω  καὶ ὁ τῶν  ἡμετέρων  ψυχῶν  ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα. Οὔτε γὰρ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται·  ἴσασι γὰρ σαφῶς βλαβερὰν αὐτοῖς οὖσαν τὴν τοιαύτην  δόσιν· τινὲς δὲ τῶν  εἰς  ἐσχάτην  ἀλογίαν   ἐκπεπτωκότων,   οὐ  μόνον  σώματος  ὡραιότητα,  καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ   τοῖς   ἐχθροῖς   αὐτῶν   ἐπαρῶνται,   καί   τινα   τιμωρίαν   ἐπενεχθῆναι   αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυτοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον  εὔχονται, τοῦτον τοῖς  ἐχθροῖς  ἀνήμερον  γενέσθαι  καὶ  ἀπάνθρωπον  βούλονται.  Ταῦτα  τοίνυν   ὁ ∆εσπότης προαναστέλλων,  παρεγγυᾷ  μὲν  μὴ βαττολογεῖν·  διδάσκει δὲ  τίνα  χρὴ λέγειν ἐν τῇ προσευχῇ, καὶ ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἀρετὴν ἐκπαιδεύει· οὐ μόνον γὰρ εὐχῆς ἐστι διδασκαλία ἐκεῖνα τὰ ῥήματα, ἀλλὰ καὶ βίου τελείου παιδαγωγία.

γʹ.Τίνα δέ ἐστι ταῦτα, καὶ τίς ἡ τούτων ἔννοια, μετὰ πολλῆς ἀκριβείας ἐξετάσωμεν, καὶ ὡς θείους νόμους ἀσφαλῶς τηρήσωμεν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὢ πόση τῆς φιλανθρωπίας  ἡ ὑπερβολή! ὢ πόση τῆς φιλοτιμίας  ἡ ὑπεροχή! ποῖος ἀρκέσει λόγος πρὸς εὐχαριστίαν τοῦ τοσαῦτα πηγάζοντος ἡμῖν ἀγαθά; Σκόπησον, ἀγαπητὲ, τῆς σῆς καὶ τῆς ἐμῆς φύσεως τὴν εὐτέλειαν, ἐρεύνησον τὴν συγγένειαν, τὴν γῆν, τὸν χοῦν, τὸν πηλὸν, τὴν πλίνθον,  τὴν σποδόν· ἀπὸ γὰρ τῆς  γῆς  διαπλασθέντες,  πάλιν  εἰς  τὴν  γῆν  μετὰ  τέλος  ἀναλύομεν.  Ταῦτα  οὖν ἐννοήσας ἐκπλάγηθι  τὸν ἀνεξιχνίαστον  πλοῦτον  τῆς πολλῆς  περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ὅτι Πατέρα καλεῖν προσετάχθης αὐτὸν, ὁ γήϊνος τὸν οὐράνιον, ὁ θνητὸς τὸν  ἀθάνατον,  ὁ φθαρτὸς  τὸν  ἄφθαρτον,  ὁ πρόσκαιρος τὸν  αἰώνιον,  ὁ χθὲς  καὶ πρώην πηλὸς, τὸν ὄντα πρὸ τῶν αἰώνων  Θεόν. Ἀλλ' οὐ μάτην ἐδιδάχθης  ταύτην ἀφιέναι τὴν φωνὴν,  ἀλλ' ἵνα τὴν ὑπὸ τῆς γλώττης  σου προφερομένην τοῦ Πατρὸς ὀνομασίαν αἰδούμενος, μιμῇ αὐτοῦ τὴν ἀγαθότητα, ὡς καὶ ἀλλαχοῦ φησι· Γίνεσθε ὅμοιοι  τοῦ  Πατρὸς ὑμῶν  τοῦ  ἐν  οὐρανοῖς,  ὅτι  τὸν  ἥλιον  αὐτοῦ  ἀνατέλλει  ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύναται γὰρ Πατέρα καλεῖν τὸν φιλάνθρωπον  Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον· οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τοὺς ἐν τῷ ἐπουρανίῳ  Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσε, κατὰ τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζῃ δὲ ἐπὶ γυναιξὶν ὡς  ἵππος  θηλυμανὴς,  πῶς  δύναται    τοιοῦτος  τὴν  υἱῷ  πρέπουσαν  ἀναπέμψαι φωνὴν, καὶ Πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν; Τί οὖν ὀνομάζεσθαι χρὴ τὸν τοιοῦτον; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων  τῶν  ἐλαττωμάτων  κατέχεται· οὗτος δὲ πάντα συναγαγὼν  ἐν ἑαυτῷ, καὶ τῆς ἐκείνων  ἀλογίας γέγονεν  ἀλογώτερος. Καὶ τί λέγω θηρίον; Θηρίου παντὸς χαλεπώτερός ἐστιν ὁ τοιοῦτος. Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ἄγρια ὄντα, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται· οὗτος δὲ, ἄνθρωπος ὢν, καὶ τὴν ἐκείνων  ἀγριότητα τὴν κατὰ φύσιν εἰς τὴν ἡμερότητα μεταβαλὼν τὴν παρὰ φύσιν, ποίαν ἕξει ἀπολογίαν, τὴν ἑαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς ἀγριότητα ἐξάγων τὴν παρὰ φύσιν, καὶ τὸ μὲν ἄγριον φύσει ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον φύσει ποιῶν ἄγριον; καὶ λέοντα μὲν τιθασσεύων, καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καίτοι ἐκεῖ δύο ἐστὶ  κωλύματα,  καὶ  τὸ  λογισμοῦ  ἐστερῆσθαι τὸ  θηρίον,  καὶ  τὸ  πάντων   εἶναι θυμωδέστερον·  ἀλλ'  ὅμως  διὰ  τῆς  παρὰ  τοῦ  Θεοῦ  δοθείσης  σοφίας,  καὶ  τῆς θηριώδους περιγίνεται φύσεως. Καὶ ὁ ἐπὶ τῶν θηρίων τὴν φύσιν νικῶν, ἐφ' ἑαυτοῦ μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως ἀπόλλυσι καλόν· καὶ λέοντα μὲν ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Πῶς τοίνυν  ὁ τοιοῦτος δυνήσεται Πατέρα καλεῖν  τὸν Θεόν; Ὁ μέντοι περὶ τοὺς πλησίον  ἥμερος καὶ φιλάνθρωπος,  καὶ τοὺς εἰς αὐτὸν  πλημμελοῦντας  οὐκ ἀμυνόμενος,  ἀλλ' εὐεργεσίαις τὰς ἀδικίας  ἀμειβόμενος, οὐ κατακρίνεται  Πατέρα καλῶν  τὸν  Θεόν. Πρόσεχε δὲ  τῇ  ἀκριβείᾳ  τοῦ  λόγου,  πῶς  ἡμῖν  νομοθετεῖ  τὸ φιλάλληλον,  καὶ εἰς ἀγαπητικὴν ἅπαντας συνάπτει διάθεσιν. Οὐ γὰρ ἐκέλευε λέγειν, Πάτερ μου, ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἵνα κοινὸν Πατέρα ἔχειν  διδαχθέντες,  ἀδελφικὴν  πρὸς ἀλλήλους  δεικνύωμεν  εὔνοιαν.  Εἶτα διδάσκων ἡμᾶς καταλιπεῖν  τὴν γῆν καὶ τὰ περὶ γῆν, καὶ μὴ κεχηνέναι  κάτω, ἀλλὰ τῆς πίστεως λαβεῖν τὰ πτερὰ καὶ ἀναπτῆναι  τὸν ἀέρα, καὶ διαβῆναι τὸν αἰθέρα καὶ ζητῆσαι τὸν καλούμενον Πατέρα, προσέταξε λέγειν· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· οὐκ ἐπειδὴ ἐν  τοῖς  οὐρανοῖς  μόνον  ἐστὶν ὁ Θεὸς, ἀλλ'  ἵνα  ἡμᾶς κάτω  περὶ γῆν καλινδουμένους  ἀνανεῦσαι εἰς οὐρανοὺς παρασκευάσῃ, καὶ τῷ κάλλει τῶν ἐπουρανίων  ἀγαθῶν  περιλάμψας, τὴν  ἐπιθυμίαν  ἡμῶν  πᾶσαν ἐκεῖ μετενέγκῃ.  δʹ. Εἶτα δευτέραν προσέθηκε ῥῆσιν, εἰπών· Ἁγιασθήτω τὸ ὄνομά σου. Καί μοι μηδεὶς ἀνοήτως  ὑπολαμβανέτω  ἁγιασμοῦ προσθήκην χαρίζεσθαι τῷ  Θεῷ ἐν  τῷ  λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· ἅγιος γάρ ἐστι, καὶ πανάγιος, καὶ ἁγίων ἁγιώτατος. Καὶ ταύτην  αὐτῷ  τὴν  ὑμνῳδίαν  προσφέρει τὰ Σεραφεὶμ ἀσιγήτοις βοῶντα  κραυγαῖς, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ' ὥσπερ οἱ τοῖς βασιλεῦσι τὰς εὐφημίας προσφέροντες, καὶ βασιλέας καλοῦντες καὶ αὐτοκράτορας, οὐχ ὃ μὴ ἔχουσι χαρίζονται, ἀλλ' ὅπερ ἔχουσιν εὐφημοῦσιν· οὕτω καὶ ἡμεῖς οὐ τὴν οὐκ οὖσαν ἁγιωσύνην προσφέρομεν τῷ Θεῷ, λέγοντες, Ἁγιασθήτω τὸ ὄνομά σου, ἀλλὰ τὴν οὖσαν δοξάζομεν· τὸ γὰρ ἁγιασθήτω, ἀντὶ τοῦ δοξασθήτω,εἴρηται. ∆ιδασκόμεθα τοίνυν διὰ τῆς φωνῆς ταύτης τὸν κατ' ἀρετὴν μετιέναι βίον, ἵνα  τοῦτον  ὁρῶντες  οἱ ἄνθρωποι,  τὸν  οὐράνιον  ἡμῶν  Πατέρα δοξάζωσιν· ὃ καὶ ἀλλαχοῦ  φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,  ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μετὰ τοῦτο λέγειν  ἐδιδάχθημεν·  Ἐλθέτω    βασιλεία  σου· τυραννούμενοι  γὰρ  ὑπὸ  τῶν  τοῦ σώματος παθημάτων,  καὶ μυρίας πειρασμῶν δεχόμενοι  προσβολὰς, τῆς τοῦ Θεοῦ χρῄζομεν βασιλείας, ἵνα μὴ βασιλεύσῃ ἡ ἁμαρτία ἐν τῷ θνητῷ σώματι ἡμῶν εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας  τῇ  ἁμαρτίᾳ,  ἀλλ'  ἵνα  παραστήσωμεν  ὅπλα  δικαιοσύνης  τῷ  Θεῷ,  καὶ στρατευώμεθα τῷ βασιλεῖ τῶν αἰώνων. ∆ιδασκόμεθα δὲ πρὸς τούτοις, μὴ σφόδρα τῷ παρόντι  βίῳ προστετηκέναι, ἀλλὰ καταφρονεῖν  μὲν τῶν  παρόντων,  ἐπιθυμεῖν  δὲ τῶν μελλόντων  ὡς μενόντων,  καὶ τὴν βασιλείαν ἐκείνην ζητεῖν τὴν οὐράνιον καὶ αἰώνιον,  καὶ  τοῖς  ἐνταῦθα  τερπνοῖς  μὴ  κατέχεσθαι,  μὴ  σωμάτων  εὐμορφίᾳ,  μὴ χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λίθων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγεμονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ  ὀψοποιίαις  καὶ  καρυκείαις  καὶ  παντοδαπαῖς  χλιδαῖς,  μὴ  ἄλλῳ  τινὶ  τῶν  τὰς ἡμετέρας δελεαζόντων  αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι. Οὕτως ἡμᾶς καὶ ταύτην διδάξας τὴν ἀρετὴν, ἐκέλευσε  λέγειν·  Γενηθήτω  τὸ  θέλημά  σου,  ὡς  ἐν  οὐρανῷ  καὶ  ἐπὶ  τῆς  γῆς· ἐντεθεικὼς γὰρ ἡμῖν τῶν μελλόντων  τὸν ἔρωτα, καὶ τῆς ἐπουρανίου βασιλείας τὴν ἐπιθυμίαν,  καὶ τρώσας ἡμᾶς ἐκείνῳ  τῷ πόθῳ, παρασκευάζει λέγειν·  Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. ∆ὸς ἡμῖν, φησὶ, ∆έσποτα, τὴν ἐν οὐρανῷ μιμεῖσθαι  πολιτείαν,  ἵν' ἃ θέλεις  αὐτὸς,  καὶ  ἡμεῖς  θέλωμεν.  Ἐπάρκεσον τοίνυν προαιρέσει καμνούσῃ, καὶ ποιεῖν  μὲν ἐπιθυμούσῃ τὰ σὰ, ὑπὸ δὲ τῆς τοῦ σώματος ἀσθενείας κωλυομένῃ· ὄρεξον χεῖρα τοῖς  τρέχειν  μὲν  ἐπειγομένοις,  χωλεύειν  δὲ ἠναγκασμένοις. Ὑπόπτερος ἡ ψυχὴ, ἀλλὰ βαρύνει ταύτην ἡ σάρξ· ὀξεῖα ἐκείνη πρὸς τὰ οὐράνια, ἀλλὰ βραδεῖα αὕτη πρὸς τὰ ἐπίγεια· τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. εʹ. Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως  ἐπήγαγε·  Τὸν ἄρτον  ἡμῶν  τὸν  ἐπιούσιον  δὸς  ἡμῖν  σήμερον. Ἄρτον ἐκέλευσεν   αἰτεῖν   ἐπιούσιον,   οὐ   τρυφὴν,   ἀλλὰ   τροφὴν,   τὴν   τὸ   ἐλλεῖπον ἀναπληροῦσαν  τοῦ σώματος, καὶ τὸν ἐκ λιμοῦ κωλύουσαν  θάνατον· οὐ τραπέζας φλεγμαινούσας,  οὐδὲ ὄψων  ποικιλίας,  καὶ ὀψοποιῶν  μαγγανείας,  καὶ ἀρτοποιῶν ἐπινοίας,  καὶ  οἴνους  ἀνθοσμίας,  καὶ  τἄλλα  ὅσα τὸν  μὲν  λαιμὸν  ἡδύνει,  τὴν  δὲ γαστέρα φορτίζει, τὴν δὲ διάνοιαν  σκοτίζει, καὶ σκιρτᾷν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, καὶ δυσήνιον τῷ ἡνιόχῳ τὸν πῶλον ἐργάζεται. Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ' Ἄρτον ἐπιούσιον, τοῦτ' ἔστιν,ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆσαι ταύτην δυνάμενον. Καὶ τοῦτον δὲ οὐκ εἰς πολὺν ἐτῶν ἀριθμὸν αἰτεῖν ἐκελεύσθημεν, ἀλλὰ τὸν σήμερον ἡμῖν ἀρκοῦντα μόνον· Μὴ μεριμνήσητε γὰρ, φησὶν, εἰς τὴν αὔριον. Τί δήποτε γὰρ περὶ τῆς αὔριον  φροντίζει  τις,  ὁ τὴν  αὔριον  οὐ πάντως  ὀψόμενος,  ἀλλὰ  τὸν  μὲν  πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρεπόμενος; Θάῤῥησον τῷ Θεῷ τῷ διδόντι  τροφὴν πάσῃ σαρκί. Ὁ τὸ  σῶμά σοι δεδωκὼς,  καὶ  τὴν  ψυχὴν  ἐμφυσήσας, καὶ  ζῶόν  σε λογικὸν κατασκευάσας, καὶ πάντα σοι τὰ ἀγαθὰ πρὸ διαπλάσεως ἑτοιμάσας, πῶς σε διαπλασθέντα παρόψεται, Ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους; Τούτῳ τοίνυν  θαῤῥῶν, τὴν ἐφήμερον μόνην αἴτει τροφὴν, τῆς δὲ αὔριον αὐτῷ κατάλιπε τὴν φροντίδα, ὡς καὶ ὁ μακάριος ἔλεγε ∆αυΐδ· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Οὕτω διὰ τῶν εἰρημένων τὴν ἄκραν ἐκπαιδεύσας φιλοσοφίαν, εἰδὼς ὅτι τῶν ἀδυνάτων ἐστὶν,ἀνθρώπους ὄντας καὶ θνητὸν  σῶμα περικειμένους μὴ πταίειν, ἐδίδαξε λέγειν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τρία κατ' αὐτὸν ἀγαθὰ διὰ τοῦδε τοῦ λόγου πραγματεύεται· τοὺς μὲν  ἄκρους τὴν ἀρετὴν μετριότητα διδάσκει φρονήματος, καὶ παρακελεύεται μὴ θαῤῥεῖν τοῖς κατορθώμασιν,  ἀλλὰ   δεδιέναι   καὶ  τρέμειν   καὶ  τῶν   προτέρων   ἁμαρτημάτων μνημονεύειν·  ὡς καὶ ὁ θεσπέσιος ποιεῖ Παῦλος, μετὰ μυρία κατορθώματα  λέγων· Ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· οὐκ εἶπεν, ἤμην, ἀλλ', εἰμι, δεικνὺς ὅτι ἄπαυστον εἶχε τῶν εἰργασμένων τὴν μνήμην.Τοῖς μὲν οὖν ἄκροις τὴν ἀρετὴν ἀπὸ τῆς ταπεινοφροσύνης  ἀσφάλειαν διὰ τούτων τῶν λόγων ἐμηχανήσατο· τοὺς δὲ πταίσαντας μετὰ τὴν τοῦ ἁγίου βαπτίσματος χάριν οὐκ ἀφίησιν  ἀπογινώσκειν  τῆς ἑαυτῶν  σωτηρίας, ἀλλ'  αἰτεῖν  διδάσκει παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν  τῆς ἀφέσεως τὰ φάρμακα. Πρὸς δὲ τούτοις, καὶ φιλανθρωπίας διδασκαλίαν ὁ λόγος ὑποτίθεται. Βούλεται γὰρ ἡμᾶς ἡμέρους εἶναι περὶ τοὺς ὑπευθύνους, ἀμνησικάκους περὶ τοὺς εἰς ἡμᾶς πλημμελοῦντας, καὶ τῇ περὶ τούτους συγγνώμῃ ἑαυτοῖς δωρεῖσθαι συγγνώμην, καὶ ἡμᾶς αὐτοὺς προεισφέρειν τῆς φιλανθρωπίας  τὰ μέτρα. Τοσοῦτον γὰρ αἰτοῦμεν λαβεῖν, ὅσον τοῖς πλησίον παρέχομεν, καὶ τοσαύτης ἀξιοῦμεν συγγνώμης τυχεῖν, ὅσην τοῖς ὀφείλουσι δωρούμεθα. Πρὸς τούτοις ἐκελεύσθημεν λέγειν, Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Πολλὰ μὲν γὰρ ἡμῖν ἐκ διαβολικῆς ἐνεργείας προσγίνεται λυπηρὰ, πολλὰ δὲ καὶ ἐξ ἀνθρώπων, ἢ προφανῶς  ἐπηρεαζόντων, ἢ ἀφανῶς ἐπιβουλευόντων. Καὶ τὸ σῶμα ποτὲ μὲν ἐπανιστάμενον τῇ ψυχῇ, χαλεπὴν  ἐργάζεται βλάβην· ποτὲ δὲ παντοδαποῖς  ἀῤῥωστήμασι περιπῖπτον ὀδύνας ἡμῖν ἐπιφέρει καὶ ἀχθηδόνας. Ἐπειδὴ τοίνυν πολλὰ καὶ διάφορά ἐστι πολλαχόθεν  προσπίπτοντα λυπηρὰ, ἐδιδάχθημεν  παρὰ τοῦ Θεοῦ τῶν  ὅλων  αἰτεῖν τὴν τούτων ἀπαλλαγήν. Αὐτοῦ γὰρ ἐπαμύνοντος, πᾶσα μὲν κατασβέννυται ζάλη, ὁ δὲ  κλύδων  εἰς  γαλήνην   μεθίσταται,  καὶ  ὑποχωρεῖ  κατῃσχυμμένος    πονηρὸς, καθάπερ ποτὲ τοὺς ἀνθρώπους καταλείπων κατὰ τῶν χοίρων ἐχώρησεν, οὐδὲ ἐκεῖνο ποιῆσαι τολμήσας δίχα τοῦ κελεύσαντος. Ὁ δὲ κατὰ χοίρων ἐξουσίαν οὐκ ἔχων, πῶς ἀνθρώπων  ἐγρηγορότων καὶ νηφόντων,  καὶ ὑπὸ Θεοῦ φυλαττομένων,  καὶ βασιλέα οἰκεῖον  ἡγουμένων   αὐτὸν   κρατῆσαι  δυνήσεται;  ∆ιὰ  τοῦτο  καὶ  τῷ  τέλει   τῆς προσευχῆς, τοῦ Θεοῦ τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν ὑπέδειξεν, εἰπών· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ταῦτα γὰρ,  φησὶν,  αἰτῶ  παρὰ  σοῦ, ὅτι  οἶδά  σε βασιλέα  πάντων,  αἰώνιον  κεκτημένον κράτος, καὶ πάντα δυνάμενον ὅσαπερ ἂν θέλῃς, καὶ δόξαν κεκτημένον ἀναφαίρετον. Ὑπὲρ δὲ τούτων ἁπάντων  εὐχαριστήσωμεν τῷ τοσούτων ἡμᾶς ἀξιώσαντι ἀγαθῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |